Orations, Oration 56
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
56.1πότερα βούλει περὶ Ἀγαμέμνονος ἀκούειν φρονίμους λόγους, ἀφ’ὧν ἔστιν ὠφεληθῆναι τὴν διάνοιαν, ἢ λυπεῖ σε Ἀγαμέμνων ὁ Ἀτρέως ὀνομαζόμενος ἐν τοῖς λόγοις; οὐ δ’εἰ περὶ Ἀδράστου τοῦ Ταλαοῦ λέγοις ἢ Ταντάλου ἢ Πέλοπος, ἀχθοίμην ἄν, εἰ μέλλω βελτίων ἔσεσθαι. καὶ μὴν ἀνεμνήσθην ἔναγχος λόγων τινῶν οὓς λέγοιμ’ἄν, εἴ μοι ἐρωτῶντι ἐθέλοις ἀποκρίνασθαι. λέγε ὡς ἀποκρινουμένου. 56.2εισί τινες ἀνθρώπων ἄρχοντες; ὥσπερ ἕτεροι μὲν αἰγῶν, ἕτεροι δὲ ὑῶν, οἱ δέ τινες ἵππων, οἱ δὲ καὶ βοῶν, ξύμπαντες οὗτοι οἱ καλούμενοι κοινῇ ποιμένες · ἢ οὐκ ἀνέγνωκας τοῦτο τὸ ἔπος Κρατίνου · ποιμὴν καθέστηκ’, αἰπολῶ καὶ βουκολῶ; οὐκ ἂν ἔχοιμί σοι εἰπεῖν εἰ ποιμένας ἄμεινον ὀνομάζειν σύμπαντας τοὺς τῶν ζῴων νομέας. οὐ μόνον γε τῶν ἀλόγων, ὧ ἄριστε, ἀλλὰ καὶ ἀνθρώπων, εἴ τι χρὴ Ὁμήρῳ πείθεσθαι περὶ τούτων. ἀλλὰ τί οὐκ ἀπεκρίνω τὸ ἐξ ἀρχῆς ἐρώτημα; τὸ ποῖον; εἴπερ εἰσί τινες ἀνθρώπων ἄρχοντες; πῶς γὰρ οὐκ εἰσί; 56.3τίνες οὗτοι; τίνας αὐτοὺς ἐπονομάζεις; λέγω δὲ οὐ τοὺς ἐν πολέμῳ στρατιωτῶν ἄρχοντας, στρατηγοὺς γὰρ ὀνομάζειν εἰώθαμεν τοὺς ἁπάσης τῆς στρατιᾶς ἡγεμόνας · ὥσπερ γε καὶ κατὰ μέρος ὁ μὲν λόχου ἄρχων καλεῖται λοχαγός, ὁ δὲ τάξεως ταξίαρχος, ὁ δὲ τοῦ ναυτικοῦ ναύαρχος, ὁ δὲ μιᾶς τριήρους τριήραρχος · καὶ ἄλλοι εἰσὶν οὕτως καλούμενοι πλείους ἐν τοῖς πολέμοις ἄρχοντες κατ’ὀλίγους, ὅτι πλείστης προνοίας τότε καὶ ἡγεμονίας οἱ ἄνθρωποι δέονται. 56.4οὐ δέ γε τῶν χορῶν τοὺς ἡγεμόνας τυγχάνω πυνθανόμενος, οἵτινες καλοῦνται, τοὺς σημαίνοντας τοῖς ᾄδουσι καὶ μέλος ἐνδιδόντας, οὐ δὲ τοὺς τῶν συμποσίων ἡγεμόνας, οὐ δ’εἴ τινες ἄλλοι μέρους ἀνθρώπων πρὸς μίαν πρᾶξιν ἢ χρόνον ῥητὸν ἐπιμέλειάν τινα ἢ ἀρχὴν λαμβάνουσιν · ἀλλὰ τοὺς αὖ ποτε τῶν ἀνθρώπων ἄρχοντας πολιτευομένων καὶ γεωργούντων, ἂν οὕτως τύχωσι, καὶ βιούντων ἁπλῶς, ὡς Κῦρόςτε Περσῶν ἦρχε καὶ Μήδων Δηιόκης καὶ Ἕλλην τῶν δι’αὐτὸν ὀνομασθέντων καὶ Αἰόλος Αἰολέων καὶ Δῶρος Δωριέων καὶ Νόμας Ῥωμαίων καὶ Δάρδανος Φρυγῶν. 56.5ἀλλ’οὐδὲν ἤρου χαλεπόν; πάντες γὰρ οὗτοι οὓς σὺ νῦν ὀνομάζεις βασιλεῖς ἐκαλοῦντο καὶ ἦσαν · καὶ ἡ ἀρχὴ αὕτη ἣν λέγεις τὸ καθόλου ἀνθρώπων ἄρχειν καὶ ἐπιτάττειν ἀνθρώποις ἀνυπεύθυνον ὄντα βασιλεία καλεῖται. σὺ ἄρα οὐχ ἡγῇ βασιλείαν τὴν τῶν Ἡρακλειδῶν ἐν Λακεδαίμονι τοσοῦτον βασιλευσάντων χρόνων; ἐκεῖνοι γὰρ οὐ πάντα ἔπραττον ὡς αὐτοῖς ἐδόκει, ἀλλὰ περὶ πολλῶν ὑπήκουον τοῖς ἐφόροις, οἵπερ, ὅτε κατέστη τοῦτο τὸ ἀρχεῖον ἐν Σπάρτῃ Θεοπόμπου βασιλεύοντος, πρὸς ἐνιαυτὸν οὐδὲν ἧττον ἐκράτουν τῶν βασιλέων · 56.6ὥστε καὶ Παυσανίαν τὸν Κλεομβρότου τὸν νικήσαντα Πλαταιᾶσιν ἐβούλοντο μὲν εἰς τὴν εἱρκτὴν ἐμβαλεῖν, καταφυγόντα δὲ εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν αὐτοῦ ἀπέκτειναν, καὶ οὐδὲν αὐτὸν ὤνησεν οὔτε ὅτι γένος ἦν ὧν Ἡρακλειδῶν οὔτε ὅτι παῖδα ἐπετρόπευεν οὔτε ὅτι τῆς Ἑλλάδος ἁπάσης ἡγήσατο, οὐ νόμον τῆς Σπάρτης. 56.7ὕστερον δὲ Ἀγησίλαον πολεμοῦντα βασιλεῖ τῷ μεγάλῳ καὶ περὶ Σάρδεις νενικηκότα μάχῃ καὶ κρατήσαντα πάσης τῆς κάτω Ἀσίας ὑπηρέτην πέμψαντες ἐκάλουν παρ’αὑτούς · καὶ ὃς οὐδεμίαν ἡμέραν ἀνεβάλετο, τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων γεγονὼς κύριος. οὐκ ἄρα ὑπῆρχε βασιλεὺς τῆς Σπάρτης Ἀγησίλαος, ὃς ὑπήκουεν ἑτέροις ἄρχουσιν; καὶ πῶς ἂν εἶεν οὗτοι βασιλεῖς πρὸς τὸν ἀκριβῆ περὶ τῆς βασιλείας λόγον; 56.8ἆρα οὐ δὲ Ἀγαμέμνονα ἐν Ἰλίῳ φήσεις βασιλεύειν Ἀργείωντε καὶ Ἀχαιῶν, ὅτι εἶχε τῆς ἀρχῆς ἐπίτροπον ἄνδρα πρεσβύτερον, Νέστορα τὸν Πύλιον; κα- κἀκείνου κελεύοντος τὸ τεῖχος ᾠκοδομήθη τὸ περὶ τὰς ναῦς καὶ τὴν τάφρον περιεβάλοντο ἔρυμα τοῦ ναυστάθμου, καὶ διεῖλεν εἰς τάξεις τὸν στρατὸν ὁ Ἀγαμέμνων, πρότερον, ὡς ἔοικεν, εἰκῇ μαχόμενον, πεζούςτε καὶ ἱππέας, φύρδην ἁπάντων ἀναμεμιγμένων, Πυλίωντε καὶ Ἀργείων καὶ Ἀρκάδων καὶ Βοιωτῶν. ὁ δὲ Νέστωρ ὕστερον αὐτῷ προσέταξε κατὰ φῦλα διαιρεῖν τὸν στρατόν, ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. 56.9“οὕτω δὲ καὶ τῶν ἡγεμόνων”, ἔφη, “γνώσῃ τούςτε ἀγαθοὺς καὶ τοὺς κακούς” · εἰ δὲ τῶν ἡγεμόνων, δῆλον ὅτι καὶ τῶν στρατιωτῶν · ἅμα διδάσκων τῆς ὠφελείας τὸ μέγεθος. καὶ τί βουλόμενος οὕτως ἐποίει; ἵνα ἐπίστηται καὶ τελευτήσαντος αὐτοῦ τὴν στρατηγικὴν τέχνην ὁ Ἀγαμέμνων. οὕτως δὲ πάνυ ἦν κατήκοος τοῦ Νέστορος, ὥστε οὐ μόνον, εἴ τι προσέταττεν αὐτὸς παρών, τοῦτο ἐποίει προθύμως, ἀλλ’οὐ δὲ εἴ τι ὄναρ ᾠήθη Νέστορα λέγειν, οὐκ ἂν οὐ δὲ τοῦτο παρέλειπε. τὸ γοῦν ὄναρ τὸ περὶ τῆς μάχης οὕτως ἐξηπάτησεν αὐτόν, Νέστορι ἀπεικασθέν. 56.10οὐ μόνον δὲ τῷ Νέστορι ὑπήκουε δοκοῦντι φρονιμωτάτῳ τῶν Ἀχαιῶν, ἀλλ’οὐ δὲ ἄνευ ὧν γερόντων οὐδὲν ἔπραττεν. ὁπότε γοῦν ἔμελλεν ἐξάγειν τὸν στρατὸν τῷ ἐνυπνίῳ πεισθείς, οὐ πρότερον ἐξήγαγε πρὶν ἡ βουλὴ τῶν γερόντων ἐκάθισε παρὰ τῇ νηὶ τῇ Νέστορος. οὐ δὲ τὴν πεῖραν, ἣν ἐβούλετο λαβεῖν τοῦ πλήθους, εἰ ἔτι μένειν ἐβούλετο καὶ διαπολεμεῖν τοῦ Ἀχιλλέως μηνίοντος, οὐκ ἄλλως ἐπειράθη, πρὶν εἰς τὴν βουλὴν πρῶτον εἰσήγγειλεν. οἱ δὲ πολλοὶ τῶν δημαγωγῶν ἀπροβούλευτα ψηφίσματα οὐκ ὀκνοῦσιν εἰς τὸν δῆμον εἰσφέρειν. ἐκεῖνος δὲ μετὰ τῶν γερόντων βουλευσάμενος οὕτως ἐμέμνητο εἰς τὸ πλῆθος περὶ τῆς καταστάσεως τοῦ πολέμου. 56.11τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ βασιλεὺς ὢν μετεδίδου λόγου τοῖς ἄλλοις καὶ σύμβουλον εἶχε διὰ γῆρας πιστευόμενον, αὐτὸς ὢν κύριος ἁπάντων τῶν πραγμάτων. ἐπεὶ διὰ τί τὰ περὶ τὴν Βρισηίδα οὕτως ἐποίησεν οὐ πεισθεὶς τῷ Νέστορι τῷ βελτίστῳ; ὥσπερ δὴ καὶ πολλοὶ τῶν ἰδιωτῶν οὐ πειθόμενοι τοῖς ἄρχουσιν οὐ δὲ τοῖς νόμοις πολλὰ πράττουσι παρανόμως, ὑπὲρ ὧν καὶ τὰς εὐθύνας ὑπέχουσιν · οὐκοῦν ἀχθέντες εἰς τὸ δικαστήριον ζημιοῦνται ἧς ἂν ἕκαστοι δοκῶσιν ἄξιοι ζημίας. πάνυ γε. 56.12τί οὖν; Ἀγαμέμνων οὐ δοκεῖ σοι τότε ἀπειθήσας ὕστερον εὐθύνεσθαι ὑπὸ τοῦ Νέστορος, ὁπηνίκα αὐτοῦ κατηγορεῖ τῆς πράξεως ἐκείνης ἐν τοῖς φρονιμωτάτοις τῶν συμμάχων, τοῖς ἡγεμόσιν αὐτοῖς, τίμημα ἐπάγων ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι, κατηγορίαν χαλεπωτάτην, ἅτε δεῖνος ὢν ῥήτωρ, λέγων ὅτι πάλαι βαρέως ἔχει τοῖς πράγμασιν · 56.13ἐξέτι τοῦ, ὅτε, διογενές, Βρισηίδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας οὔτι καθ’ἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε πόλλ’ἀπεμυθεόμην · σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας · ἑλὼν γὰρ ἔχεις γέρας · ἀλλ’ἔτι καὶ νῦν φραζώμεσθα. 56.14καὶ νὴ Δία γε οὐ μόνον αὐτὸν εὔθυνε τοῖς λόγοις, ἀλλὰ καὶ ζημίαν ἐπήγαγε τοῦ ἁμαρτήματος πασῶν βαρυτάτην. κελεύει γὰρ αὐτὸν δεηθῆναι τοῦ Ἀχιλλέως καὶ πάντα ποιεῖν ὅπως πείσῃ τὸν ἄνδρα. καὶ ὃς ὑποτιμᾶται χρημάτων τὸ πρῶτον, ὥσπερ οἱ ἁλόντες τοῖς δικαστηρίοις, ὅσα φησὶν ἀποτῖσαι δύνασθαι ἀντὶ τῆς ὕβρεως · εἶτα τάτε ἄλλα καὶ ὅρκον ὑποδέχεται ὀμόσειν σφαγίων γενομένων περὶ τῆς Βρισηίδος, ἦ μὴν αὐτῆς μη δὲ ἅψασθαι λαβών · 56.15ἀντὶ δὲ τοῦ μόνον μεταγαγεῖν ἀπὸ σκηνῆς ἐπὶ σκηνὴν χρυσίον ἐπαγγέλλεται δώσειν πολὺ καὶ ἵππους καὶ τρίποδας καὶ λέβητας καὶ γυναῖκας καὶ πόλεις · τελευταῖον δέ, ὡς οὐκ ὂν ἱκανὸν, τῶν θυγατέρων τριῶν οὐσῶν ἣν ἂν βούληται συνοικεῖν · ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν, ἀντὶ θεραπαίνης, καὶ ταύτης αἰχμαλώτου, μηδὲν παθούσης, ἀναγκασθῆναι συνοικίσαι τὴν θυγατέρα ἐπὶ προικὶ μεγάλῃ ἄνευ ἕδνων. καίτοι τῆς δίκης ταύτης οὐδεμίαν ἴσμεν ἰδιωτικὴν δίκην πικρότερον κριθεῖσαν. 56.16ἆρά σοι δοκεῖ πρὸς θεῶν ἀνυπεύθυνος ἄρχειν ὁ Ἀγαμέμνων τῶν Ἑλλήνων, ἀλλ’οὐ πάνυ ἀκριβεῖς ὑπέχειν εὐθύνας ἁπάντων ὧν ἔπραττεν; περὶ μὲν δὴ τούτων αὐτοῦ τὸν λόγον ἐάσωμεν, χθὲς ἱκανῶς εἰρημένον, ἐπ’ἄλλον δέ τινα ἴωμεν. μὴ πρὸς θεῶν, ἀλλὰ πειράθητι πάντα εἰπεῖν ὅσα ἔχεις ὑπὲρ τοῦ αὐτοῦ πράγματος, ὡς ἐγὼ μόλις ἀρτίως συνίημι τοῦ λόγου τὴν ὑπόθεσιν. οἶμαι γάρ σε περὶ ἀρχῆς ἢ βασιλείας ἢ τοιουτόν τι βούλεσθαι λέγειν.