Orations, Oration 13

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
13.1ὅτε φεύγειν συνέβη με φιλίας ἕνεκεν λεγομένης ἀνδρὸς οὐ πονηροῦ, τῶν δὲ τότε εὐδαιμόνωντε καὶ ἀρχόντων ἐγγύτατα ὄντος, διὰ ταῦτα δὲ καὶ ἀποθανόντος, δι’ πολλοῖς καὶ σχεδὸν πᾶσαν ἐδόκει μακάριος, διὰ τὴν ἐκείνων οἰκειότητα καὶ ξυγγενείαν, ταύτης ἐνεχθείσης ἐπ’ἐμὲ τῆς αἰτίας, ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον · ἔθος γάρ τι τοῦτό ἐστι τῶν τυράννων, ὥσπερ ἐν Σκύθαις τοῖς βασιλεῦσι συνθάπτειν οἰνοχόους καὶ μαγείρους καὶ παλλακάς, οὕτως τοῖς ὑπ’αὐτῶν ἀποθνῄσκουσιν ἑτέρους προτιθέναι πλείους ἀπ’οὐδεμιᾶς αἰτίας ·
13.2τότε δ’οὖν, ἐπεί με φεύγειν ἔδοξεν, ἐσκόπουν πότερον ὄντως χαλεπόν τι καὶ δυστυχὲς εἴη τὸ τῆς φυγῆς ὡς κατὰ τὴν τῶν πολλῶν δόξαν, πάντα τὰ τοιαῦτα ἕτερόν τι πέπονθεν, ὁποῖον λεγόμενόν ἐστι περὶ τὴν μαντείαν τὴν τῶν γυναικῶν ἐν τοῖς ἱεροῖς. ἐκεῖναι γὰρ βῶλόν τινα λίθον αἴρουσαι σκοποῦσιν ἐν τούτῳ περὶ τοῦ πράγματος οὗ πυνθάνονται. καὶ δὴ ταῖς μὲν αὐτῶν φασι γίγνεσθαι κοῦφον, ταῖς δὲ βαρύν, ὡς μη δὲ κινῆσαι δύνασθαι ῥᾳδίως.
13.3μὴ ἄρα καὶ τὸ φεύγειν καὶ τὸ πένεσθαι καὶ γῆρας δὴ καὶ νόσος καὶ πάντα τὰ τοιαῦτα τοῖς μὲν βαρέα φαίνεται καὶ χαλεπά, τοῖς δ’ἐλαφράτε καὶ εὔκολα · ἐκεῖ μὲν ἴσως κατὰ τὴν τοῦ πράγματος διαφορὰν ἐλαφρύνοντος τοῦ δαιμονίου τὸ βάρος, ἐνταῦθα δέ, οἶμαι, πρὸς τὴν τοῦ χρωμένου δύναμιν καὶ γνώμην.
13.4καὶ δὴ ἀνεμιμνῃσκόμην Ὀδυσσέωςτε πάρ’Ὁμήρῳ κατοδυρομένου πολλάκις αὐτόν, ἀνδρὸς ἥρωος οὐδαμῶςτε ἀδυνάτου καρτερεῖν, πολλὰ ὅμως ἀνάξια λέγοντος καὶ θρηνοῦντος ἑκάστοτε παρὰ τῇ θαλάττῃ διὰ πόθον τῆς πατρίδος · τέλος δέ, ὡς φησιν ποιητής, ἐπεθύμει καπνὸν ἰδεῖν ἀπὸ τῆς αὑτοῦ γῆς ἀνιόντα, εἰ καὶ δέοι παραχρῆμα ἀποθνῄσκειν, καὶ οὔτε τὰ πρότερον ἔργα παρεμυθεῖτο αὐτὸν οὔτε θεὸς μάλα καλὴ καὶ ἀγαθὴ περὶ πολλοῦ ποιουμένη, ὥστε ὑποσχέσθαι ποιήσειν αὐτὸν ἀθάνατον, ἀλλὰ πάντων τούτων κατίσχυεν τῆς πατρίδος πόθοςτε καὶ ἔρως.
13.5πάλιν δ’αὖ πάρ’ἑτέρῳ ποιητῇ τῶν ὕστερον τὴν Ἠλέκτραν πυνθανομένην ὑπὲρ τοῦ ἀδελφοῦ λυπηρῶς καὶ ἐλεοῦσαν αὐτὸν τῆς φυγῆς, οὕτω πως ἐρωτῶσαν · ποῦ γῆς τλήμων τλήμονας φυγὰς ἔχει; καὶ τὸν οὐχ ἧττον ἐλεεινῶς ἀποκρινόμενον, οὐχ ἕνα νομίζων φθείρεται πόλεως τόπον · τὴν δὲ αὖθις ἐρωτῶσαν, ἦπου σπανίζει τοῦ καθ’ἡμέραν βίου; κἀκεῖνον οὕτως λέγοντα · ἔχει μέν, ἀσθενῆ δέ, ἅτε φεύγων ἀνήρ, πρὸς δὲ τούτοις μυρία δὴ τολμηθέντα τολμήματα καὶ πολέμους πολεμηθέντας ὑπὸ φυγάδων, ὅπως οἴκαδε κατέλθοιεν, πρόςτε τοὺς δήμους καὶ τοὺς τυράννους τοὺς ἐξελάσαντας παρὰ δύναμιν, μέγα νομιζόντων, εἰ καὶ δέοι τελευτὰν μαχομένους ἐν τῇ αὑτῶν γῇ.
13.6σύμπαντα ταῦτά με ἐξέπληττε καὶ ἠνάγκαζε δεινὸν ἡγεῖσθαι καὶ βαρὺ τὸ συμβεβηκός. ἐπεὶ δὲ ἐνεθυμούμην ὅτι Κροίσῳ τῷ Λυδῶν βασιλεῖ συνεβούλευσεν Ἀπόλλων συμβάντος τινὸς φεύγειν ἑκόντα καταλιπόντα τὴν ἀρχήν, καὶ μηδὲν αἰσχύνεσθαι τούτου ἕνεκεν, εἰ δόξει κακὸς εἶναι τοῖς ἀνθρώποις, οὕτω πως θεσπίσας ·
13.7ἀλλ’ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα πάρ’Ἕρμον φεύγειν μη δὲ μένειν μη δ’αἰδεῖσθαι κακὸς εἶναι, δῆλον ὅτι τὴν αἰδῶ νῦν ἀντὶ τῆς αἰσχύνης ὀνομάζων, ὥσπερ ἔθος ἐστὶ τοῖς ποιηταῖς, καὶ τὸ κακὸν εἶναι ἀντὶ τῆς δόξης τῆς παρὰ τοῖς πολλοῖς ·
13.8ἐκ δὲ τούτου ἐνεθυμούμην ὅτι οὐ πάντως φυγῇ βλαβερὸν οὐ δὲ ἀσύμφορον οὐ δὲ τὸ μένειν ἀγαθὸν καὶ πολλοῦ ἄξιον. οὐ γὰρ ἂν τὸ μὲν αὐτῶν παρῄνει καὶ συνεβούλευεν Ἀπόλλων, τὸ φεύγειν, τὸ δὲ μένειν, ἄντικρυς ἀπηγόρευε, καὶ ταῦτα ἀνδρὶ θεσπίζων ὃς ἦν ἐπιμελέστατος περὶ τὸ θεῖον καὶ θυσίαςτε πλείστας ἔθυε καὶ μέγιστα ἀναθήματα πεπόμφει τῶν πώποτε ἀναθέντων εἰς Δελφούς.
13.9ταῦτα ἐνθυμουμένῳ μοι ἔδοξε καὶ αὐτὸν εἰς θεοῦ βαδίσαντα χρήσασθαι συμβούλῳ ἱκανῷ κατὰ τὸ παλαιὸν ἔθος τῶν Ἑλλήνων. οὐ γὰρ περὶ νόσου μὲν καὶ ἀπαιδίας, εἴ τῷ μὴ γίγνοιντο παῖδες, καὶ περὶ καρπῶν ἱκανῶς συμβουλεύειν αὐτόν, περὶ δὲ τοιούτου πράγματος ἧττον δυνήσεσθαι. καὶ δὴ χρωμένῳ μοι ἀνεῖλεν ἄτοπόν τινα χρησμὸν καὶ οὐ ῥᾴδιον συμβαλεῖν. ἐκέλευε γάρ με αὐτὸ τοῦτο πράττειν ἐν εἰμι πάσῃ προθυμίᾳ ὡς καλήν τινα καὶ συμφέρουσαν πρᾶξιν, ἕως ἄν, ἔφη, ἐπὶ τὸ ὕστατον ἀπέλθῃς τῆς γῆς. καίτοι χαλεπὸν καὶ οὐ δὲ κατ’ἄνθρωπον τὸ ψεύδεσθαι, μὴ ὅτι κατὰ θεόν ·
13.10ἐλογισάμην οὖν ὅτι μὲν Ὀδυσσεὺς μετὰ τοσούτους πλάνους οὐκ ὤκνησεν ἀλᾶσθαι πάλιν κώπην φέρων, Τειρεσίου συμβουλεύσαντος, ἀνδρὸς τεθνηκότος, μέχρι ἂν ἀνθρώποις συμβαλῇ μη δὲ ἀκοῇ γιγνώσκουσι θάλατταν · ἐμοὶ δὲ οὐ ποιητέον τοῦτο τοῦ θεοῦ κελεύοντος; οὕτω δὴ παρακελευσάμενος ἐμαυτῷ μήτε δεδιέναι μήτε αἰσχύνεσθαι τὸ πρᾶγμα, στολήντε ταπεινὴν ἀναλαβὼν καὶ τἄλλα κολάσας ἐμαυτὸν ἠλώμην πανταχοῦ.
13.11οἱ δὲ ἐντυγχάνοντες ἄνθρωποι ὁρῶντες, οἱ μὲν ἀλήτην, οἱ δὲ πτωχὸν ἐκάλουν, οἱ δέ τινες καὶ φιλόσοφον. ἐντεῦθεν ἐμοὶ συνέβη κατ’ὀλίγοντε καὶ οὐ βουλευσάμενον αὐτὸν οὐ δὲ ἐφ’ἑαυτῷ μέγα φρονήσαντα τούτου τοῦ ὀνόματος τυχεῖν. οἱ μὲν γὰρ πολλοὶ τῶν καλουμένων φιλοσόφων αὑτοὺς ἀνακηρύττουσιν, ὥσπερ οἱ Ὀλυμπίασι κήρυκες · ἐγὼ δὲ τῶν ἄλλων λεγόντων οὐκ ἐδυνάμην ἀεὶ καὶ πᾶσι διαμάχεσθαι.
13.12τυχὸν δέ τι καὶ ἀπολαῦσαι τῆς φήμης συνέβη μοι. πολλοὶ γὰρ ἠρώτων προσιόντες τι μοι φαίνοιτο ἀγαθὸν κακόν · ὥστε ἠναγκαζόμην φροντίζειν ὑπὲρ τούτων, ἵνα ἔχοιμι ἀποκρίνεσθαι τοῖς ἐρωτῶσιν. πάλιν δὲ ἐκέλευον λέγειν καταστάντα εἰς τὸ κοινόν. οὐκοῦν καὶ τοῦτο ἀναγκαῖον ἐγίγνετο λέγειν περὶ τῶν προσηκόντων τοῖς ἀνθρώποις καὶ ἀφ’ὧν ἔμελλον ὀνίνασθαι τὰ ἐμοὶ φαινόμενα.
13.13ἐδόκουν δέ μοι πάντες ἄφρονες, ὡς ἔπος εἰπεῖν, καὶ οὐδεὶς οὐδὲν ὧν ἔδει πράττειν οὐ δὲ σκοπεῖν ὅπως ἀπαλλαγεὶς τῶν παρόντων κακῶν καὶ τῆς πολλῆς ἀμαθίας καὶ ταραχῆς ἐπιεικέστερον καὶ ἄμεινον βιώσεται, κυκώμενοι δὲ καὶ φερόμενοι πάντες ἐν ταὐτῷ καὶ περὶ τὰ αὐτὰ σχεδόν, περίτε χρήματα καὶ δόξας καὶ σωμάτων τινὰς ἡδονάς, οὐδεὶς ἀπαλλαγῆναι τούτων δυνάμενος οὐ δὲ ἐλευθερῶσαι τὴν αὑτοῦ ψυχήν · καθάπερ, οἶμαι, τὰ ἐμπεσόντα εἰς τὰς δίνας εἰλούμενα καὶ περιστρεφόμενα καὶ οὐχ οἷάτε ἀπαλλαγῆναι τῆς δινήσεως.
13.14ταῦτα καὶ τὰ τοιαῦτα τούςτε ἄλλους ἅπαντας καὶ μάλιστα καὶ πρῶτον ἐμαυτὸν καταμεμφόμενος ἐνίοτε ὑπὸ ἀπορίας ᾖα ἐπί τινα λόγον ἀρχαῖον, λεγόμενον ὑπό τινος Σωκράτους, ὃν οὐδέποτε ἐκεῖνος ἐπαύσατο λέγων, πανταχοῦτε καὶ πρὸς ἅπαντας βοῶν καὶ διατεινόμενος ἐν ταῖς παλαίστραις καὶ ἐν τῷ Λυκείῳ καὶ ἐπὶ τῶν ἐργαστηρίων καὶ κατ’ἀγοράν, ὥσπερ ἀπὸ μηχανῆς θεός, ὡς ἔφη τις. οὐ μέντοι προσεποιούμην ἐμὸν εἶναι τὸν λόγον, ἀλλ’οὗπερ ἦν, καὶ ἠξίουν, ἂν ἄρα μὴ δύνωμαι ἀπομνημονεῦσαι ἀκριβῶς ἁπάντων τῶν ῥημάτων μη δὲ ὅλης τῆς διανοίας, ἀλλὰ πλέον ἔλαττον εἴπω τι, συγγνώμην ἔχειν, μη δὲ ὅτι ταῦτα λέγω τυγχάνει πολλοῖς ἔτεσι πρότερον εἰρημένα, διὰ τοῦτο ἧττον προσέχειν τὸν νοῦν.
13.15ἴσως γὰρ ἄν, ἔφην, οὕτως μάλιστα ὠφεληθείητε. οὐ γὰρ δή γε εἰκός ἐστι τοὺς παλαιοὺς λόγους ὥσπερ φάρμακα διαπνεύσαντας ἀπολωλεκέναι τὴν δύναμιν.
13.16ἐκεῖνος γὰρ ὁπότ’ἴδοι πλείονας ἀνθρώπους ἐν τῷ αὐτῷ, σχετλιάζων καὶ ἐπιτιμῶν ἐβόα πάνυ ἀνδρείωςτε καὶ ἀνυποστόλως, ποῖ φέρεσθε, ὤνθρωποι, καὶ ἀγνοεῖτε μηδὲν τῶν δεόντων πράττοντες, χρημάτων μὲν ἐπιμελούμενοι καὶ πορίζοντες πάντα τρόπον, ὅπως αὐτοίτε ἄφθονα ἔχητε καὶ τοῖς παισὶν ἔτι πλείω παραδώσετε; αὐτῶν δὲ τῶν παίδων καὶ πρότερον ὑμῶν τῶν πατέρων ἠμελήκατε ὁμοίως ἅπαντες, οὐδεμίαν εὑρόντες οὔτε παίδευσιν οὔτε ἄσκησιν ἱκανὴν οὐ δὲ ὠφέλιμον ἀνθρώποις, ἣν παιδευθέντες δυνήσεσθε τοῖς χρήμασι χρῆσθαι ὀρθῶς καὶ δικαίως, ἀλλὰ μὴ βλαβερῶς καὶ ἀδίκως, καὶ ὑμῖν αὐτοῖς ἀνεπιζημίως, σπουδαιότερον ἡγεῖσθαι τῶν χρημάτων ἐχρῆν, καὶ υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν.
13.17ἀλλὰ κιθαρίζειν καὶ παλαίειν καὶ γράμματα μανθάνοντες ὑπὸ τῶν γονέων καὶ τοὺς υἱοὺς διδάσκοντες οἴεσθε σωφρονέστερον καὶ ἄμεινον οἰκήσειν τὴν πόλιν; καίτοι εἴ τις συναγαγὼν τούςτε κιθαριστὰς καὶ τοὺς παιδοτρίβας καὶ τοὺς γραμματιστὰς τοὺς ἄριστα ἐπισταμένους ἕκαστα τούτων πόλιν κατοικίσειεν ἐξ αὐτῶν καὶ ἔθνος, καθάπερ ὑμεῖς ποτε τὴν Ἰωνίαν, ποία τις ἂν ὑμῖν δοκεῖ γενέσθαι πόλις καὶ τίνα οἰκεῖσθαι τρόπον; οὐ πολὺ κάκιον καὶ αἴσχιον τῆς ἐν Αἰγύπτῳ καπήλων πόλεως, ὅπου πάντες κάπηλοι κατοικοῦσιν, ὁμοίως μὲν ἄνδρες, ὁμοίως δὲ γυναῖκες; οὐ πολὺ γελοιότερον οἰκήσουσιν οὗτοι, οὓς λέγω τοὺς τῶν ὑμετέρων παίδων διδασκάλους, οἱ παιδοτρίβαι καὶ κιθαρισταὶ καὶ γραμματισταί, προσλαβόντες τούςτε ῥαψῳδοὺς καὶ τοὺς ὑποκριτάς;
13.18καὶ γὰρ δὴ ὅσα μανθάνουσιν οἱ ἄνθρωποι, τούτου ἕνεκα μανθάνουσιν ὅπως, ἐπειδὰν χρεία ἐνστῇ πρὸς ἦν ἐμάνθανεν ἕκαστος, ποιῇ τὸ κατὰ τὴν τέχνην, οἷον μὲν κυβερνήτης ὅταν εἰς τὴν ναῦν ἔμβῃ, τῷ πηδαλίῳ κατευθύνων · διὰ τοῦτο γὰρ ἐμάνθανε κυβερνᾶν · δὲ ἰατρὸς ἐπειδὰν παραλάβῃ τὸν κάμνοντα, τοῖς φαρμάκοις καὶ τοῖς περὶ τὴν δίαιταν ἰώμενος, οὗ ἕνεκα ἐκτήσατο τὴν ἐμπειρίαν.
13.19οὐκοῦν καὶ ὑμεῖς, ἔφη, ἐπειδὰν δέῃ τι βουλεύεσθαι περὶ τῆς πόλεως, συνελθόντες εἰς τὴν ἐκκλησίαν, οἱ μὲν ὑμῶν κιθαρίζουσιν ἀναστάντες, οἱ δέ τινες παλαίετε, ἄλλοι δὲ ἀναγιγνώσκετε τῶν Ὁμήρου τι λαβόντες τῶν Ἡσιόδου; ταῦτα γὰρ ἄμεινον ἴστε ἑτέρων, καὶ ἀπὸ τούτων οἴεσθε ἄνδρες ἀγαθοὶ ἔσεσθαι καὶ δυνήσεσθαι τάτε κοινὰ πράττειν ὀρθῶς καὶ τὰ ἰδία. καὶ νῦν ἐπὶ ταύταις ταῖς ἐλπίσιν οἰκεῖτε τὴν πόλιν καὶ τοὺς υἱέας παρασκευάζετε ὡς δυνατοὺς ἐσομένους χρῆσθαι τοῖςτε αὑτῶν καὶ τοῖς δημοσίοις πράγμασιν, οἳ ἂν ἱκανῶς κιθαρίσωσι Παλλάδα περσέπολιν δεινάν ὅλῳ ποδί βῶσι πρὸς τὴν λύραν · ὅπως δὲ γνώσεσθε τὰ συμφέροντα ὑμῖν αὐτοῖς καὶ τῇ πατρίδι καὶ νομίμως καὶ δικαίως μέθ’ὁμονοίας πολιτεύσεσθε καὶ οἰκήσετε, μὴ ἀδίκων ἄλλος ἄλλον μη δὲ ἐπιβουλεύων, τοῦτο δὲ οὐδέποτε ἐμάθετε οὐ δὲ ἐμέλησεν ὑμῖν πώποτε οὐ δὲ νῦν ἔτι φροντίζετε.
13.20καίτοι τραγῳδοὺς ἑκάστοτε ὁρᾶτε τοῖς Διονυσίοις καὶ ἐλεεῖτε τὰ ἀτυχήματα τῶν ἐν ταῖς τραγῳδίαις ἀνθρώπων · ἀλλ’ὅμως οὐδέποτε ἐνεθυμήθητε ὅτι οὐ περὶ τοὺς ἀγραμμάτους οὐ δὲ περὶ τοὺς ἀπᾴδοντας οὐ δὲ τοὺς οὐκ εἰδότας παλαίειν γίγνεται τὰ κακὰ ταῦτα, οὐ δὲ ὅτι πένης τίς ἐστιν, οὐδεὶς ἕνεκα τούτου τραγῳδίαν ἐδίδαξεν. τοὐναντίον γὰρ περὶ τοὺς Ἀτρέας καὶ τοὺς Ἀγαμέμνονας καὶ τοὺς Οἰδίποδας ἴδοι τις ἂν πάσας τὰς τραγῳδίας, οἳ πλεῖστα ἐκέκτηντο χρήματα χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων · καὶ δὴ τῷ δυστυχεστάτω αὐτῶν γενέσθαι φασὶ χρυσοῦν πρόβατον.
13.21καὶ μὴν Θάμυρίς γε εὖ μάλα ἐπιστάμενος κιθαρίζειν καὶ πρὸς αὐτὰς τὰς Μούσας ἐρίζων περὶ τῆς ἁρμονίας, ἐτυφλώθη διὰ τοῦτο καὶ προσέτι ἀπέμαθε τὴν κιθαριστικήν. καὶ τὸν Παλαμήδην οὐδὲν ὤνησεν αὐτὸν εὑρόντα τὰ γράμματα πρὸς τὸ μὴ ἀδίκως ὑπὸ τῶν Ἀχαιῶν τῶν ὑπ’αὐτοῦ παιδευθέντων καταλευσθέντα ἀποθανεῖν · ἀλλ’ἕως μὲν ἦσαν ἀγράμματοι καὶ ἀμαθεῖς τούτου τοῦ μαθήματος, ζὴν αὐτὸν εἴων · ἐπειδὴ δὲ τούςτε ἄλλους ἐδίδαξε γράμματα καὶ τοὺς Ἀτρείδας δῆλον ὅτι πρώτους, καὶ μετὰ τῶν γραμμάτων τοὺς φρυκτοὺς ὅπως χρὴ ἀνέχειν καὶ ἀριθμεῖν τὸ πλῆθος, ἐπεὶ πρότερον οὐκ ᾔδεσαν οὐ δὲ καλῶς ἀριθμῆσαι τὸν ὄχλον, ὥσπερ οἱ ποιμένες τὰ πρόβατα, τηνικαῦτα σοφώτεροι γενόμενοι καὶ ἀμείνους ἀπέκτειναν αὐτόν.
13.22εἰ δέ γε, ἔφη, τοὺς ῥήτορας οἴεσθε ἱκανοὺς εἶναι πρὸς τὸ βουλεύεσθαι καὶ τὴν ἐκείνων τέχνην ἄνδρας ἀγαθοὺς ποιεῖν, θαυμάζω ὅτι οὐ καὶ δικάζειν ἐκείνοις ἐπετρέψατε ὑπὲρ τῶν πραγμάτων, ἀλλ’ὑμῖν αὐτοῖς, καὶ ὅπως οὐκ, εἰ δικαιοτάτους καὶ ἀρίστους ὑπειλήφατε, καὶ τὰ χρήματα ἐκείνοις ἐπετρέψατε διαχειρίζειν. ὅμοιον γὰρ ἂν ποιήσαιτε ὥσπερ εἰ κυβερνήτας καὶ ναυάρχους τῶν τριήρων ἀποδείξαιτε τοὺς τριηρίτας τοὺς κελευστάς.
13.23εἰ δὲ δή τις λέγοι τῶν πολιτικῶντε καὶ ῥητόρων πρὸς αὐτὸν ὅτι ταύτῃ μέντοι τῇ παιδεύσει χρώμενοι Ἀθηναῖοι Περσῶν ἐπιστρατευσάντων τοσαύταις μυριάσιν ἐπὶ τὴν πόλιν δὶς ἐφεξῆς καὶ τὴν ἄλλην Ἑλλάδα, τὸ μὲν πρῶτον δύναμιν καὶ στρατηγοὺς ἀποστείλαντος τοῦ βασιλέως, ὕστερον δὲ αὐτοῦ Ξέρξου παραγενομένου μετὰ παντὸς τοῦ πλήθους τοῦ κατὰ τὴν Ἀσίαν, ἅπαντας τούτους ἐνίκησαν καὶ πανταχοῦ περιῆσαν αὐτῶν καὶ τῷ βουλεύεσθαι καὶ τῷ μάχεσθαι · καίτοι πῶς ἂν ἠδύναντο περιεῖναι τηλικαύτης παρασκευῆς καὶ τοσούτου πλήθους μὴ διαφέροντες κατ’ἀρετήν; πῶς ἂν ἀρετῇ διέφερον μὴ τῆς ἀρίστης παιδείας τυγχάνοντες, ἀλλὰ φαύλης καὶ ἀνωφελοῦς;
13.24πρὸς τὸν τοιαῦτα εἰπόντα ἔλεγεν ὅτι οὐ δὲ ἐκεῖνοι ἦλθον παιδείαν οὐδεμίαν παιδευθέντες οὐ δὲ ἐπιστάμενοι βουλεύεσθαι περὶ τῶν πραγμάτων, ἀλλὰ τοξεύειντε καὶ ἱππεύειν καὶ θηρᾶν μεμελετηκότες, καὶ τὸ γυμνοῦσθαι τὸ σῶμα αἴσχιστον αὐτοῖς ἐδόκει καὶ τὸ πτύειν ἐν τῷ φανερῷ · ταῦτα δὲ αὐτοὺς οὐδὲν ἔμελλεν ὀνήσειν · ὥστε οὐ δ’ἦν στρατηγὸς ἐκείνων οὐδεὶς οὐ δὲ βασιλεύς, ἀλλὰ μυριάδες ἀνθρώπων ἀμύθητοι πάντων ἀφρόνων καὶ κακοδαιμονῶν. εἷς δέ τις ἐν αὐτοῖς ὑπῆρχεν ὀρθὴν ἔχων τιάραν καὶ ἐπὶ θρόνου χρυσοῦ καθίζων, ὑφ’οὗ πάντες ὥσπερ ὑπὸ δαίμονος ἠλαύνοντο πρὸς βίαν, οἱ μὲν εἰς τὴν θάλατταν, οἱ δὲ κατὰ τῶν ὁρῶν, καὶ μαστιγούμενοι καὶ δεδιότες καὶ ὠθούμενοι καὶ τρέμοντες ἠναγκάζοντο ἀποθνῄσκειν.
13.25ὥσπερ οὖν εἰ δύο ἀνθρώπω παλαίειν οὐκ εἰδότε παλαίοιεν, γε ἕτερος καταβάλοι ἂν ἐνίοτε τὸν ἕτερον, οὐ δι’ἐμπειρίαν, ἀλλὰ διά τινα τύχην, πολλάκις δὲ καὶ δὶς ἐφεξῆς αὐτός, οὕτως καὶ Ἀθηναῖοις Πέρσαι συμβαλόντες, τοτὲ μὲν Ἀθηναῖοι περιῆσαν, τοτὲ δὲ Πέρσαι, ὥσπερ ὕστερον, ὅτε καὶ τὰ τείχη τῆς πόλεως κατέβαλον μετὰ Λακεδαιμονίων πολεμοῦντες.
13.26ἐπεὶ ἔχοις ἄν μοι εἰπεῖν εἰ τότε Ἀθηναῖοι ἀμουσότεροι καὶ ἀγραμματώτεροι γεγόνεσαν; ἔπειτα αὖθις ἐπὶ Κόνωνος, ὅτε ἐνίκησαν τῇ ναυμαχίᾳ τῇ περὶ Κνίδον, ἄμεινον ἐπάλαιον καὶ ᾖδον; οὕτως οὖν ἀπέφαινεν αὐτοὺς οὐδεμιᾶς παιδείας χρηστῆς τυγχάνοντας. τοῦτο δ’, ἔφη, οὐ μόνον Ἀθηναῖοις, ἀλλὰ καὶ σχεδόν τι πᾶσιν ἀνθρώποις καὶ πρότερον καὶ νῦν συμβέβηκεν.
13.27καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον ὧν χρή, μη δὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον, ζῆντε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα, μη δὲ αὐτοὺς ἐκείνους ἀρέσκειν · τοὺς γὰρ ἀμαθεῖς καὶ ἀπαιδεύτους ψέγειν αὐτοὺς ὡς οὐ δυναμένους ζῆν ὀρθῶς · εἶναι δὲ ἀμαθεῖς οὐχὶ τοὺς ὑφαίνειν σκυτοτομεῖν μὴ ἐπισταμένους οὐ δὲ τοὺς ὀρχεῖσθαι οὐκ εἰδότας, ἀλλὰ τοὺς ἀγνοοῦντας ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι.
13.28καὶ οὕτως δὴ παρεκάλει πρὸς τὸ ἐπιμελεῖσθαι καὶ προσέχειν αὑτῷ τὸν νοῦν καὶ φιλοσοφεῖν · ἡδεῖ γὰρ ὅτι τοῦτο ζητοῦντες οὐδὲν ἄλλο ποιήσουσιν φιλοσοφήσουσι · τὸ γὰρ ζητεῖν καὶ φιλοτιμεῖσθαι ὅπως τις ἔσται καλὸς καὶ ἀγαθὸς οὐκ ἄλλο τι εἶναι τὸ φιλοσοφεῖν. οὐ μέντοι πολλάκις οὕτως ὠνόμαζεν, ἀλλὰ μόνον ζητεῖν ἐκέλευεν ὅπως ἄνδρες ἀγαθοὶ ἔσονται.
13.29πρόςτε οὖν τοὺς ἄλλους σχεδόν τι τὰ αὐτὰ διελεγόμην ἀρχαία καὶ ἕωλα, καὶ ἐπειδὴ οὐκ εἴων ἐν αὐτῇ τῇ Ῥώμῃ γενόμενον ἡσυχίαν ἄγειν, ἴδιον μὲν οὐδένα ἐτόλμων διαλέγεσθαι λόγον, μὴ καταγελασθῶτε καὶ ἀνόητος δόξω φοβούμενος, ἅτε συνειδὼς αὑτῷ πολλὴν ἀρχαιότητα καὶ ἀμαθίαν · ἐνεθυμούμην δέ · φέρε, ἂν μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους περὶ τῶν θαυμαζομένων πάρ’αὐτοῖς, ὡς οὐδέν ἐστιν αὐτῶν ἀγαθόν, καὶ περὶ τρυφῆς καὶ ἀκολασίας, καὶ ὅτι παιδείας πολλῆς καὶ ἀγαθῆς δέονται, τυχὸν οὐ καταγελάσουσί μου ταῦτα λέγοντος οὐ δὲ φήσουσιν ἀνόητον ·
13.30εἰ δὲ μή, ἔξω λέγειν ὅτι εἰσὶν οἱ λόγοι οὗτοι ἀνδρὸς ὃν οἵ λόγοι οὗτοι ἀνδρὸς ὃν οἵτε Ἕλληνες ἐθαύμασαν ἅπαντες ἐπὶ σοφίᾳ καὶ δὴ καὶ Ἀπόλλων σοφώτατον αὐτὸν ἡγήσατο · καὶ Ἀρχέλαος Μακεδόνων βασιλεύς, πολλὰ εἰδὼς καὶ πολλοῖς συγγεγονὼς τῶν σοφῶν, ἐκάλει αὐτὸν ἐπὶ δώροις καὶ μισθοῖς, ὅπως ἀκούοι αὐτοῦ διαλεγομένου τοὺς λόγους τοιούτους.
13.31οὕτω δὴ καὶ ἐγὼ ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις, ἐπειδή με ἐκάλεσαν καὶ λέγειν ἠξίουν, οὐ κατὰ δύο καὶ τρεῖς ἀπολαμβάνων ἐν παλαίστραις καὶ περιπάτοις · οὐ γὰρ ἦν δυνατὸν οὕτως ἐν ἐκείνῃ τῇ πόλει συγγίγνεσθαι · πολλοῖςτε καὶ ἀθρόοις εἰς ταὐτὸ συνίουσιν, ὅτι δέονται παιδείας κρείττονος καὶ ἐπιμελεστέρας, εἰ μέλλουσιν εὐδαίμονες ἔσεσθαι τῷ ὄντι κατ’ἀλήθειαν, ἀλλὰ μὴ δόξῃ τῶν πολλῶν ἀνθρώπων, ὥσπερ νῦν · εἴ τις αὐτοὺς μεταπείσει καὶ διδάξει παραλαβὼν ὅτι τούτων μὲν οὐδέν ἐστιν ἀγαθόν, ὑπὲρ ὧν σπουδάζουσι καὶ πάσῃ προθυμίᾳ κτῶνται, καὶ νομίζουσιν, ὅσῳ ἂν πλείω κτήσωνται, τοσούτῳ ἄμεινον βιώσεσθαι καὶ μακαριώτερον ·
13.32σωφροσύνην δὲ καὶ ἀνδρείαν καὶ δικαιοσύνην ἐάνπερ ἐκμελετήσωσι καὶ ταῖς ψυχαῖς ἀναλάβωσι, διδασκάλους ποθὲν τούτων εὑρόντες καὶ τῶν ἄλλων ἁπάντων, ἀμελήσαντες εἴτε Ἕλληνας εἴτε Ῥωμαίους, εἴτε τις παρὰ Σκύθαις πάρ’Ἰνδοῖς ἀνήρ ἐστι διδάσκαλος ὧν εἶπον, οὐχ ὥσπερ, οἶμαι, τοξικῆςτε καὶ ἱππικῆς, ἀλλὰ νὴ Δία ἰατρός τις θεραπεύειν ἐπιστάμενος τὰ νοσήματα τοῦ σώματος, οὕτως ἱκανὸς ὢν ἰᾶσθαι τὰς τῆς ψυχῆς νόσους, ὅστις ἀκολασίας καὶ πλεονεξίας καὶ τῶν τοιούτων ἀρρωστημάτων δυνήσεται ἀπαλλάξαι τοὺς ὑπ’αὐτῶν κρατουμένους, τοῦτον δεῖ παραλαβόντας καὶ ἀγαγόντας, λόγῳ πείσαντας φιλίᾳ ·
13.33χρήμασι μὲν γὰρ οὐ δυνατὸν ἄνδρα πεισθῆναι τοιοῦτον οὐ δὲ ἄλλοις δώροις · καταστήσαντας δὲ εἰς τὴν ἀκρόπολιν νόμῳ προαγορεῦσαι τοὺς νέους ἅπαντας φοιτᾶν πάρ’αὐτὸν καὶ συνεῖναι, καὶ μηδὲν ἧττον τοὺς πρεσβυτέρους, ἕως ἂν ἅπαντες σοφοὶ γενόμενοι καὶ δικαιοσύνης ἐρασθέντες, καταφρονήσαντες χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ ὄψου δὴ καὶ μύρου καὶ ἀφροδισίων, εὐδαίμονες οἰκῶσι καὶ ἄρχοντες μάλιστα καὶ πρῶτον αὑτῶν, ἔπειτα καὶ τῶν ἄλλων ἀνθρώπων.
13.34τότε γάρ, ἔφην, ἔσται ὑμῶν πόλις μεγάλη καὶ ἰσχυρὰ καὶ ἄρχουσα κατ’ἀλήθειαν · ὡς τό γε νῦν τὸ μέγεθος αὐτῆς ὕποπτον καὶ οὐ πάνυ ἀσφαλές. ὅσῳ γὰρ ἄν, ἔφην, πλείων τε ἀνδρεία καὶ δικαιοσύνη καὶ σωφροσύνη γίγνηται πάρ’ὑμῖν, τοσούτῳ ἔλαττον ἔσται τότε ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἐλεφάντινα σκεύη καὶ τὰ ἠλέκτρινα καὶ κρύσταλλος καὶ θύον καὶ ἔβενος καὶ τῶν γυναικῶν κόσμος καὶ τὰ ποικίλματα καὶ αἱ βαφαί, καὶ ξύμπαντα ἁπλῶς τὰ νῦν ἐν τῇ πόλει τίμια καὶ περιμάχητα, ἐλαττόνων αὐτῶν δεήσεσθε ·
13.35ὅταν δὲ ἐληλυθότες ἥτε ἐπ’ἄκρον ἀρετῆς, οὐδενός · καὶ οἰκίας μικροτέρας καὶ ἀμείνους οἰκήσετε, καὶ οὐ τοσοῦτον ὄχλον θρέψετε ἀνδραπόδων ἀργῶν καὶ πρὸς οὐδὲν χρησίμων · τὸ δὲ πάντων παραδοξότατον · ὅσῳ γὰρ ἂν εὐσεβέστεροι καὶ ὁσιώτεροι γένησθε, τοσούτῳ ἐλάττων ἔσται πάρ’ὑμῖν λιβανωτὸς καὶ τὰ θυμιάματα καὶ τὰ στεφανώματα, καὶ θύσετε ἐλάττους θυσίας καὶ ἀπ’ἐλάττονος δαπάνης, καὶ τὸ πᾶν πλῆθος τὸ νῦν παρ’ὑμῖν τρεφόμενον πολὺ ἔλαττον ἔσται, καὶ ξύμπασα πόλις, ὥσπερ ναῦς κουφισθεῖσα, ἀνακύψειτε καὶ πολὺ ἔσται ἐλαφρότερα καὶ ἀσφαλεστέρα.
13.36 ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντει ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διακεῖται, χρημάτων ἕνεκα πλήθους, πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἥθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ ὅτε τὴν τοῦ Πατρόκλου πυρὰν ἐπινήσας Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ στρωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆςτε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαίτε καὶ ἀνάψαι.
13.37τὰ γὰρ τοιαῦτα οὐχ ἧττόν γε πέφυκεν ἐξάπτειν τὴν τῶν ἀνθρώπων ὕβριν καὶ ἀκολασίαν. οὐ μέντοι ἔλεγον ὡς χαλεπὸν αὐτοῖς παιδευθῆναι, ἐπεὶ καὶ τἄλλα, ἔφην, οὐδενὸς βελτίους πρότερον ὄντες ὅσα ἐβουλήθητε ῥᾳδίως ἐμάθετε · λέγω δὲ ἱππικὴν καὶ τοξικὴν καὶ ὁπλιτικὴν […].