Orations, Oration 53

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
53.1 μὲν Δημόκριτος περὶ Ὁμήρου φησὶν οὕτως · Ὅμηρος φύσεως λαχὼν θεαζούσης ἐπέων κόσμον ἐτεκτήνατο παντοίων · ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως οὕτως καλὰ καὶ σοφὰ ἔπη ἐργάσασθαι. πολλοὶ δὲ καὶ ἄλλοι γεγράφασιν οἱ μὲν ἄντικρυς ἐγκωμιάζοντες τὸν ποιητὴν ἅμα καὶ δηλοῦντες ἔνια τῶν ὑπ’αὐτοῦ λεγομένων, οἱ δὲ αὐτὸ τοῦτο τὴν διάνοιαν ἐξηγούμενοι, οὐ μόνον Ἀρίσταρχος καὶ Κράτης καὶ ἕτεροι πλείους τῶν ὕστερον γραμματικῶν κληθέντων, πρότερον δὲ κριτικῶν. καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης, ἀφ’οὗ φασι τὴν κριτικήντε καὶ γραμματικῆν ἀρχὴν λαβεῖν, ἐν πολλοῖς διαλόγοις περὶ τοῦ ποιητοῦ διέξεισι, θαυμάζων αὐτὸν ὡς τὸ πολὺ καὶ τιμῶν, ἔτι δὲ Ἡρακλείδης Ποντικός.
53.2τούτων δὲ πρότερος Πλάτων πανταχοῦ μέμνηται, τὴν μὲν ἡδονήν καὶ χάριν τὴν τῶν ἐπῶν ἐκπληττόμενος, πολλάκις γε μὴν ἐπιμεμφόμενος ἐν τοῖς περὶ θεῶν μύθοιςτε καὶ λόγοις, ὡς οὐ συμφέροντα τοῖς ἀνθρώποις οὐδαμῶς αὐτὸν εἰρηκότα, πλεονεξίας καὶ ἐπιβουλὰς κατ’ἀλλήλων καὶ μοιχείας καὶ ἔριδας καὶ φιλονεικίας περὶ θεῶν ἐπεξιόντα · μετὰ ταῦτα δὲ οὐ μεταδιδοὺς αὐτῷ τῆς αὑτοῦ πολεώςτε καὶ πολιτείας σοφῆς, ὡς αὐτὸς ἐνόμιζεν, ἐσομένης, ἵνα μήτε ταῦτα ἀκούωσι περὶ θεῶν νέοι ὄντες οὓς ἐκεῖνος ἀποφαίνει φύλακάςτε καὶ ἡγεμόνας τῆς πόλεως, μη δ’αὖ περὶ τῶν ἐν Ἅιδου μηδὲν σκυθρωπὸν λεγόμενον μαλακωτέρους αὐτοὺς πρόςτε τὸ μάχεσθαι καὶ τὸ ἀποθνῄσκειν ποιῇ μη δὲ ὥσπερ πώλους κακῶς πωλευθέντας ἐξ ἀρχῆς ὑπόπτους πρὸς τὰ μὴ φοβερά.
53.3περὶ μὲν δὴ τούτων ἕτερος λόγος πλείων καὶ μακρότερος καὶ οὐ ῥᾴδιος, πότερον Ὅμηρος ἥμαρτε περὶ ταῦτα φυσικούς τινας ἐνόντας ἐν τοῖς μύθοις λόγους κατὰ τὴν τότε συνήθειαν παρεδίδου τοῖς ἀνθρώποις. οὐ γὰρ ῥᾴδιον διαιτῆσαι τὸ τοιοῦτον, καθάπερ, οἶμαι, δύο φίλων ἀνδρῶν, ἀμφοτέρων σεμνῶν, τοῦ ἑτέρου τῷ ἑτέρῳ ἐγκαλοῦντος, ἑνὸς αὑτῶν καταγνῶναι.
53.4γέγραφε δὲ καὶ Ζήνων φιλόσοφος εἴςτε τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, καὶ περὶ τοῦ Μαργίτου δέ · δοκεῖ γὰρ καὶ τοῦτο τὸ ποίημα ὑπὸ Ὁμήρου γεγονέναι νεωτέρου καὶ ἀποπειρωμένου τῆς αὑτοῦ φύσεως πρὸς ποίησιν.
53.5 δὲ Ζήνων οὐδὲν τῶν τοῦ Ὁμήρου ψέγει, ἅμα διηγούμενος καὶ διδάσκων ὅτι τὰ μὲν κατὰ δόξαν, τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ μαχόμενος ἔν τισι δοκοῦσιν ἐναντίως εἰρῆσθαι. δὲ λόγος οὗτος Ἀντισθένους ἐστὶ πρότερον, ὅτι τὰ μὲν δόξῃ, τὰ δὲ ἀλήθεια εἴρηται τῷ ποιητῇ · ἀλλ’ μὲν οὐκ ἐξειργάσατο αὐτόν, δὲ καθ’ἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν. ἔτι δὲ καὶ Περσαῖος τοῦ Ζήνωνος κατὰ τὴν αὐτὴν ὑπόθεσιν γέγραφε καὶ ἄλλοι πλείους. δὲ Πλάτων ἅμα αἰτιώμενος αὐτόν, ὡς εἶπον, καὶ τὴν δύναμιν αὐτοῦ θαυμαστήν τινα ἀποφαίνει τῆς ποιήσεως, ὡς ἱκανὸν παντὸς χρήματος καὶ πάσας ἀτεχνῶς ἀφιέντα φωνάς, ποταμῶντε καὶ ἀνεμῶν καὶ κυμάτων · καὶ κελεύει μάλα εἰρωνικῶς στέψαντας αὐτὸν ἐρίῳ καὶ μύρον καταχέαντας ἀφιέναι παρ’ἄλλους.
53.6ἔτι δὲ καὶ αὐτὸς τῆς χάριτος ἐπαινῶν τὴν ποίησιν σφόδρα ἄγαται τὸν ἄνδρα. ἀτεχνῶς γὰρ οὐκ ἄνευ θείας τύχης οὐ δ’ἄνευ Μουσῶντε καὶ Ἀπόλλωνος ἐπιπνοίας δυνατὸν οὕτως ὑψηλὴν καὶ μεγαλοπρεπῆ καὶ προσέτι ἡδεῖαν γενέσθαι ποίησιν, ὥστε μὴ μόνον τοὺς ὁμογλώττους καὶ ὁμοφώνους τοσοῦτον ἤδη κατέχειν χρόνον, ἀλλὰ καὶ τῶν βαρβάρων πολλούς · καὶ τοὺς μὲν διγλώττους καὶ μιγάδας σφόδρα ἐμπείρους εἶναι τῶν ἐπῶν αὐτοῦ, πολλὰ τῶν ἄλλων ἀγνοοῦντας τῶν Ἑλληνικῶν, ἐνίους δὲ καὶ τῶν σφόδρα μακρὰν διῳκισμένων · ὁπότε καὶ παρ’Ἰνδοῖς φασιν ᾄδεσθαι τὴν Ὁμήρου ποίησιν, μεταβαλόντων αὐτὴν εἰς τὴν σφετέραν διαλεκτόντε καὶ φωνήν.
53.7ὥστε καὶ Ἰνδοὶ τῶν μὲν ἄστρων τῶν παρ’ἡμῖν πολλῶν εἰσιν ἀθέατοι · τὰς γὰρ ἄρκτους οὔ φασι φαίνεσθαι παρ’αὐτοῖς · τῶν δὲ Πριάμου παθημάτων καὶ τῶν Ἀνδρομάχης καὶ Ἑκάβης θρήνων καὶ ὀδυρμῶν καὶ τῆς Ἀχιλλέωςτε καὶ Ἕκτορος ἀνδρείας οὐκ ἀπείρως ἔχουσιν. τοσοῦτον ἴσχυσεν ἑνὸς ἀνδρὸς μουσική · καὶ δοκεῖ ἔμοιγε τῇ δυνάμει ταύτῃ τάςτε Σειρῆνας ὑπερβαλέσθαι καὶ τὸν Ὀρφέα.
53.8τὸ γὰρ λίθουςτε καὶ φυτὰ καὶ θηρία κηλεῖν καὶ ἄγειν τί ἔστιν ἕτερον τὸ βαρβάρους ἀνθρώπους ἀσυνέτους τῆς Ἑλληνικῆς φωνῆς οὕτως ἄγαν χειρώσασθαι, μήτε τῆς γλώττης μήτε τῶν πραγμάτων ἐμπείρους ὄντας ὑπὲρ ὧν λόγος, ἀλλὰ ἀτεχνῶς καθάπερ, οἶμαι, πρὸς κιθάραν κηλουμένους; ἡγοῦμαι δὲ ἔγωγε πολλοὺς καὶ τῶν ἀμαθεστέρων ἔτι βαρβάρων τό γε ὄνομα ἀκηκοέναι τὸ Ὁμήρου, τι δὲ δηλοῖ, τοῦτο μὴ εἰδέναι σαφῶς, εἴτε ζῷον εἴτε φυτὸν εἴτε πρᾶγμα ἕτερον.
53.9οὐ μὴν ἀλλὰ καὶ τὸν βίον ἐπαινέσαι τις ἂν τοῦ ἀνδρὸς πολὺ μᾶλλον τῆς ποιήσεως. τὸ γὰρ ἐν πενίᾳ διαγενέσθαι καὶ ἀλώμενον καὶ τοσοῦτον ἀπὸ τῶν ποιημάτων πορίζοντα ὅσον ἀποζῆν θαυμαστῆς ἀνδρείας καὶ μεγαλοφροσύνης · ἔτι δὲ τὸ μηδαμοῦ γεγραφέναι τὸ αὑτοῦ ὄνομα, ἀλλὰ μη δὲ ἐν τῇ ποιήσει αὑτοῦ μνησθῆναι, καίτοι τῶν ἄλλων ἁπάντων, ὁπόσοι τινὰ ἔδοξαν ἔχειν δύναμιν περὶ ποίησιν καταλογάδην συγγράφοντες, καὶ πρῶτον καὶ τελευταῖον τὸ ἑαυτῶν ὄνομα γραφόντων, πολλῶν δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοιςτε καὶ ποιήμασιν, ὥσπερ Ἑκαταῖόςτε καὶ Ἡρόδοτος καὶ Θουκυδίδης, οὗτος μὲν οὖν οὐχ ἅπαξ μόνον ἐν ἀρχῇ τῆς ἱστορίας, ἀλλὰ πολλάκις διαμαρτυρόμενος καθ’ἕκαστον χειμῶνα καὶ θέρος ὅτι ταῦτα ξυνέγραψε Θουκυδίδης.
53.10 δὲ οὕτως ἄρα ἐλευθέριος ἦν καὶ μεγαλόφρων ὥστε οὐδαμοῦ φανήσεται τῆς ποιήσεως αὑτοῦ μεμνημένος, ἀλλὰ τῷ ὄντι ὥσπερ οἱ προφῆται τῶν θεῶν ἐξ ἀφανοῦς καὶ ἀδύτου ποθὲν φθεγγόμενος.
53.11ὅτι δὲ καὶ ὠφέλιμα πάντα καὶ χρήσιμα ἔγραψε, τὰ μὲν ἄλλα εἰ διεξίοι τις, πολὺ ἂν ἔργον εἴη, ὅσα πεποίηκε περὶ ἀρετῆς καὶ κακίας · περὶ δὲ τῶν βασιλέων ἐν βραχεῖ ῥητέον οἵους φησὶ δεῖν εἶναι. ὃν γὰρ ἂν ἐπαινῇ τῶν βασιλέων, Διὶ μῆτιν ἀτάλαντόν φησιν εἶναι καὶ διοτρεφέας ἅπαντας τοὺς ἀγαθοὺς βασιλεῖς καὶ τὸν Μίνω, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἔχοντα παρὰ τοῖς Ἕλλησι, τοῦ Διὸς ὁμιλητήντε καὶ μαθητὴν εἶναί φησιν, ὡς πρῶτον δὴ καὶ μέγιστον ἁπάντων ἐκεῖνον βασιλέα καὶ μόνον αὐτὸν ἐπιστάμενον καὶ παραδιδόντα τὴν βασιλικὴν τέχνην, καὶ τοὺς ἀγαθοὺς βασιλεῖς δέον πρὸς ἐκεῖνον βλέποντας κατευθύνειν τὴν ἀρχήν, ἀφομοιοῦντας, ὡς δυνατόν ἐστιν ἀνθρώποις, θεῷ τὸν αὑτῶν τρόπον.
53.12τὸ δὲ τοῦ Διὸς ἦθος καὶ τὴν βασιλείαν ὁποία τις ἦν, ἐν πολλοῖς μὲν ἄλλοις ποιεῖ φανεράν, ὡς δ’ἐν βραχεῖ περιλαβόντα εἰπεῖν τὴν δύναμιν αὐτοῦ καὶ τὴν διάνοιαν δηλοῖ πολλάκις, ἀεί ποτε αὐτὸν οὕτως ὀνομάζων, πατὴρ ἀνδρῶντε θεῶντε · ὡς δέον τὴν τῶν βασιλέων ἐπιμέλειαν πατρικὴν καὶ κηδεμονικὴν εἶναι μετ’εὐνοίας καὶ φιλίας καὶ μηδέποτε ἄλλως προσῆκον ἀνθρώπων προΐστασθαίτε καὶ ἄρχειν ἀγαπῶντα καὶ προνοοῦντα, ὁπότε Ζεὺς οὐχ ὑπερορᾷ πατὴρ ἀνθρώπων καλεῖσθαι.