Orations, Oration 7

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
7.1τόδε μὴν αὐτὸς ἰδών, οὐ παρ’ἑτέρων ἀκούσας, διηγήσομαι. ἴσως γὰρ οὐ μόνον πρεσβυτικὸν πολυλογία καὶ τὸ μηδένα διωθεῖσθαι ῥᾳδίως τῶν ἐμπιπτόντων λόγων, πρὸς δὲ τῷ πρεσβυτικῷ τυχὸν ἂν εἴη καὶ ἀλητικόν. αἴτιον δέ, ὅτι πολλὰ τυχὸν ἀμφότεροι πεπόνθασιν, ὧν οὐκ ἀηδῶς μέμνηνται. ἐρῶ δ’οὖν οἵοις ἀνδράσι καὶ ὅντινα βίον ζῶσι συνέβαλον ἐν μέσῃ σχεδόν τι τῇ Ἑλλάδι.
7.2ἐτύγχανον μὲν ἀπὸ Χίου περαιούμενος μετά τινων ἁλιέων ἔξω τῆς θερινῆς ὥρας ἐν μικρῷ παντελῶς ἀκατίῳ. χειμῶνος δὲ γενομένου χαλεπῶς καὶ μόλις διεσώθημεν πρὸς τὰ κοῖλα τῆς Εὐβοίας · τὸ μὲν δὴ ἀκάτιον εἰς τραχύν τινα αἰγιαλὸν ὑπὸ τοῖς κρημνοῖς ἐκβαλόντες διέφθειραν, αὐτοὶ δὲ ἀπεχώρησαν πρός τινας πορφυρεῖς ὑφορμοῦντας ἐπὶ τῇ πλησίον χηλῇ, κἀκείνοις συνεργάζεσθαι διενοοῦντο αὐτοῦ μένοντες.
7.3καταλειφθεὶς δὴ μόνος, οὐκ ἔχων εἰς τίνα πόλιν σωθήσομαι, παρὰ τὴν θάλατταν ἄλλως ἐπλανώμην, εἴ πού τινας παραπλέοντας ὁρμοῦντας ἴδοιμι. προεληλυθὼς δὲ συχνὸν ἀνθρώπων μὲν οὐδένα ἑώρων · ἐπιτυγχάνω δὲ ἐλάφῳ νεωστὶ κατὰ τοῦ κρημνοῦ πεπτωκότι παρ’αὐτὴν τὴν ῥαχίαν, ὑπὸ τῶν κυμάτων παιομένῳ, φυσῶντι ἔτι. καὶ μετ’ὀλίγον ἔδοξα ὑλακῆς ἀκοῦσαι κυνῶν ἄνωθεν μόλις πως διὰ τὸν ἦχον τὸν ἀπὸ τῆς θαλάττης.
7.4προελθὼν δὲ καὶ προβὰς πάνυ χαλεπῶς πρός τι ὑψηλὸν τούςτε κύνας ὁρῶ ἠπορημένους καὶ διαθέοντας, ὑφ’ὧν εἴκαζον ἀποβιασθὲν τὸ ζῷον ἁλέσθαι κατὰ τοῦ κρημνοῦ, καὶ μετ’ὀλίγον ἄνδρα, κυνηγέτην ἀπὸ τῆς ὄψεως καὶ τῆς στολῆς, τὰ γένεια ὑγιῆ κομῶντα οὐ φαύλως οὐ δὲ ἀγεννῶς ἐξόπισθεν, οἵους ἐπὶ Ἴλιον Ὅμηρός φησιν ἐλθεῖν Εὐβοέας, σκώπτων, ἐμοὶ δοκεῖν, καὶ καταγελῶν, ὅτι τῶν ἄλλων Ἀχαιῶν καλῶς ἐχόντων οἱ δὲ ἐξ ἡμίσους ἐκόμων.
7.5καὶ ὃς ἀνηρώτα με, ἀλλ’, ξεῖνε, τῇδέ που φεύγοντα ἔλαφον κατενόησας; κἀγὼ πρὸς αὐτόν, ἐκεῖνος, ἔφην, ἐν τῷ κλύδωνι ἤδη · καὶ ἀγαγὼν ἔδειξα. ἑλκύσας οὖν αὐτὸν ἐκ τῆς θαλάττης τότε δέρμα ἐξέδειρε μαχαίρᾳ, κἀμοῦ ξυλλαμβάνοντος ὅσον οἷόςτε ἦν, καὶ τῶν σκελῶν ἀποτεμὼν τὰ ὀπίσθια ἐκόμιζεν ἅμα τῷ δέρματι. παρεκάλει δὲ κἀμὲ συνακολουθεῖν καὶ συνεστιᾶσθαι τῶν κρεῶν · εἶναι δὲ οὐ μακρὰν τὴν οἴκησιν.
7.6ἔπειτα ἕωθεν παρ’ἡμῖν, ἔφη, κοιμηθεὶς ἥξεις ἐπὶ τὴν θάλατταν, ὡς τά γε νῦν οὐκ ἔστι πλόϊμα. καὶ μὴ τοῦτο, εἶπε, φοβηθῇς. βουλοίμην δ’ἂν ἔγωγε καὶ μετὰ πέντε ἡμέρας λῆξαι τὸν ἄνεμον · ἀλλ’οὐ ῥᾴδιον, εἶπεν, ὅταν οὕτως πιεσθῇ τὰ ἄκρα τῆς Εὐβοίας ὑπὸ τῶν νεφῶν ὥς γε νῦν κατειλημμένα ὁρᾷς. καὶ ἅμα ἠρώτα με ὁπόθεν δὴ καὶ ὅπως ἐκεῖ κατηνέχθην, καὶ εἰ μὴ διεφθάρη τὸ πλοῖον. μικρὸν ἦν παντελῶς, ἔφην, ἁλιέων τινῶν περαιουμένων, κἀγὼ μόνος ξυνέπλεον ὑπὸ σπουδῆς τινος. διεφθάρη δ’ὅμως ἐπὶ τὴν γῆν ἐκπεσόν.
7.7οὔκουν ῥᾴδιον, ἔφη, ἄλλως · ὅρα γὰρ ὡς ἄγρια καὶ σκληρὰ τῆς νήσου τὰ πρὸς τὸ πέλαγος. ταῦτ’, εἶπεν, ἐστὶ τὰ κοῖλα τῆς Εὐβοίας λεγόμενα, ὅπου κατενεχθεῖσα ναῦς οὐκ ἂν ἔτι σωθείη · σπανίως δὲ σῴζονται καὶ τῶν ἀνθρώπων τινές, εἰ μὴ ἄρα, ὥσπερ ὑμεῖς, ἐλαφροὶ παντελῶς πλέοντες. ἀλλ’ἴθι καὶ μηδὲν δείσῃς. νῦν μὲν ἐκ τῆς κακοπαθείας ἀνακτήσῃ σαυτόν · εἰς αὔριον δέ, τι ἂν δυνατόν, ἐπιμελησόμεθα ὅπως σωθῇς, ἐπειδή σε ἔγνωμεν ἅπαξ.
7.8δοκεῖς δέ μοι τῶν ἀστικῶν εἶναί τις, οὐ ναύτης οὐ δ’ἐργάτης, ἀλλὰ πολλήν τινα ἀσθένειαν τοῦ σώματος ἀσθενεῖν ἔοικας ἀπὸ τῆς ἰσχνότητος. ἐγὼ δὲ ἄσμενος ἠκολούθουν · οὐ γὰρ ἐπιβουλευθῆναί ποτε ἔδεισα, οὐδὲν ἔχων φαῦλον ἱμάτιον.
7.9καὶ πολλάκις μὲν δὴ καὶ ἄλλοτε ἐπειράθην ἐν τοῖς τοιούτοις καιροῖς, ἅτε ἐν ἄλῃ συνεχεῖ, ἀτὰρ οὖν δὴ καὶ τότε ὡς ἔστι πενία χρῆμα τῷ ὄντι ἱερὸν καὶ ἄσυλον, καὶ οὐδεὶς ἀδικεῖ, πολύ γε ἧττον τοὺς τὰ κηρύκεια ἔχοντας ·
7.10ὡς δὴ καὶ τότε θαρρῶν εἱπόμην. ἦν δὲ σχεδόν τι περὶ τετταράκοντα στάδια πρὸς τὸ χωρίον. ὡς οὖν ἐβαδίζομεν, διηγεῖτό μοι κατὰ τὴν ὁδὸν τὰ αὑτοῦ πράγματα καὶ τὸν βίον ὃν ἔζη μετὰ γυναικὸς αὐτοῦ καὶ παίδων. ἡμεῖς γάρ, ἔφη, δύο ἐσμέν, ξένε, τὸν αὐτὸν οἰκοῦντες τόπον. ἔχομεν δὲ γυναῖκας ἀλλήλων ἀδελφὰς καὶ παῖδας ἐξ αὐτῶν υἱοὺς καὶ θυγατέρας.
7.11ζῶμεν δὲ ἀπὸ θήρας ὡς τὸ πολύ, μικρόν τι τῆς γῆς ἐπεργαζόμενοι. τὸ γὰρ χωρίον οὐκ ἔστιν ἡμέτερον, οὔτε πατρῷον οὔτε ἡμεῖς ἐκτησάμεθα, ἀλλὰ ἦσαν οἱ πατέρες ἡμῶν ἐλεύθεροι μέν, πένητες δὲ οὐχ ἧττον ἡμῶν, μισθοῦ βουκόλοι, βοῦς νέμοντες ἀνδρὸς μακαρίου τῶν ἐνθένδε τινὸς ἐκ τῆς νήσου, πολλὰς μὲν ἀγέλας καὶ ἵππων καὶ βοῶν κεκτημένου, πολλὰς δὲ ποίμνας, πολλοὺς δὲ καὶ καλοὺς ἀγρούς, πολλὰ δὲ ἄλλα χρήματα, ξύμπαντα δὲ ταῦτα τὰ ὄρη.
7.12οὗ δὴ ἀποθανόντος καὶ τῆς οὐσίας δημευθείσης · φασὶ δὲ καὶ αὐτὸν ἀπολέσθαι διὰ τὰ χρήματα ὑπὸ τοῦ βασιλέως · τὴν μὲν ἀγέλην εὐθὺς ἀπήλασαν, ὥστε κατακόψαι, πρὸς δὲ τῇ ἀγέλῃ καὶ τὰ ἡμέτερα ἄττα βοίδια, καὶ τὸν μισθὸν οὐδεὶς ἀποδέδωκε.
7.13τότε μὲν δὴ ἐξ ἀνάγκης αὐτοῦ κατεμείναμεν, οὗπερ ἐτύχομεν τὰς βοῦς ἔχοντες καί τινας σκηνὰς πεποιημένοι καὶ αὐλὴν διὰ ξύλων οὐ μεγάλην οὐ δὲ ἰσχυράν, μόσχων ἕνεκεν, ὡς ἂν οἶμαι πρὸς αὐτό που τὸ θέρος. τοῦ μὲν γὰρ χειμῶνος ἐν τοῖς πεδίοις ἐνέμομεν, νομὴν ἱκανὴν ἔχοντες καὶ πολὺν χιλὸν ἀποκείμενον · τοῦ δὲ θέρους ἀπηλαύνομεν εἰς τὰ ὄρη. μάλιστα δ’ἐν τούτῳ τῷ τόπῳ σταθμὸν ἐποιοῦντο ·
7.14τότε γὰρ χωρίον ἀπόρρυτον ἑκατέρωθεν, φάραγξ βαθεῖα καὶ σύσκιος, καὶ διὰ μέσου ποταμὸς οὐ τραχύς, ἀλλ’ὡς ῥᾷστος ἐμβῆναι καὶ βουσὶ καὶ μόσχοις, τὸ δὲ ὕδωρ πολὺ καὶ καθαρόν, ἅτε τῆς πηγῆς ἐγγὺς ἀναδιδούσης, καὶ πνεῦμα τοῦ θέρους ἀεὶ διαπνέον διὰ τῆς φάραγγος · οἵτε περικείμενοι δρυμοὶ μαλακοὶ καὶ κατάρρυτοι, ἥκιστα μὲν οἶστρον τρέφοντες, ἥκιστα δὲ ἄλλην τινὰ βλάβην βουσί.
7.15πολλοὶ δὲ καὶ πάγκαλοι λειμῶνες ὑπὸ ὑψηλοῖςτε καὶ ἀραιοῖς δένδρεσιν ἀνειμένοι, καὶ πάντα μεστὰ βοτάνης εὐθαλοῦς δι’ὅλου τοῦ θέρους, ὥστε μὴ πολὺν πλανᾶσθαι τόπον. ὧν δὴ ἕνεκα συνήθως ἐκεῖ καθίστασαν τὴν ἀγέλην · καὶ τότε ἔμειναν ἐν ταῖς σκηναῖς, μέχρι ἂν εὕρωσι μισθόν τινα ἔργον, καὶ διετράφησαν ἀπὸ χωρίου μικροῦ παντελῶς, ἔτυχον εἰργασμένοι πλησίον τοῦ σταθμοῦ.
7.16τοῦτότε ἐπήρκεσεν αὐτοῖς ἱκανῶς, ἅτε κόπρου πολλῆς ἐνούσης. καὶ σχολὴν ἄγοντες ἀπὸ τῶν βοῶν πρὸς θήραν ἐτράπησαν, τὸ μὲν αὐτοί, τὸ δὲ καὶ μετὰ κυνῶν. δύο γὰρ τῶν ἑπομένων ταῖς βουσίν, ὡς δὴ μακρὰν ἦσαν οὐχ ὁρῶντες τοὺς νομεῖς, ὑπέστρεψαν ἐπὶ τὸν τόπον καταλιπόντες τὴν ἀγέλην. οὗτοι τὸ μὲν πρῶτον συνηκολούθουν αὐτοῖς, ὥσπερ ἐπ’ἄλλο τι · καὶ τοὺς μὲν λύκους ὁπότε ἴδοιεν, ἐδίωκον μέχρι τινός, συῶν δὲ ἐλάφων οὐδὲν αὐτοῖς ἔμελεν.
7.17εἰ δέ ποτε ἴδοιεν τῶν ἀνθρώπων τινα ὀψὲ καὶ πρῴ, συνιστάμενοι ὑλάκτουντε καὶ ἤμυνον, ὥσπερ ἂν εἰ πρὸς ἄνθρωπον ἐμάχοντο. γευόμενοι δὲ τοῦ αἵματος καὶ συῶν καὶ ἐλάφων καὶ τῶν κρεῶν πολλάκις ἐσθίοντες, ὀψὲ μεταμανθάνοντες κρέασιν ἀντὶ μάζης ἥδεσθαι, τῶν μὲν ἐμπιμπλάμενοι, εἴ ποτε ἁλοίη τι σίτου, ὁπότε δὲ μή, πεινῶντες, μᾶλλον ἤδη τῷ τοιούτῳ προσεῖχον, καὶ τὸ φαινόμενον ἐδίωκον πᾶν ὁμοίως, καὶ ὀσμῆς ἁμῃγέπῃ καὶ ἴχνους ᾐσθάνοντο, καὶ ἀπέβησαν ἀντὶ βουκόλων τοιοῦτοί τινες ὀψιμαθεῖς καὶ βραδύτεροι θηρευταί.
7.18χειμῶνος δὲ ἐπελθόντος ἔργον μὲν οὐδὲν ἦν πεφηνὸς αὐτοῖς, οὔτε εἰς ἄστυ καταβᾶσιν οὔτε εἰς κώμην τινά · φραξάμενοι δὲ τὰς σκηνὰς ἐπιμελέστερον καὶ τὴν αὐλὴν πυκνοτέραν ποιήσαντες, οὕτως διεγένοντο, καὶ τὸ χωρίον ἐκεῖνο πᾶν εἰργάσαντο, καὶ τῆς θήρας χειμερινὴ ῥᾴων ἐγίγνετο.
7.19τὰ γὰρ ἴχνη φανερώτερα, ὡς ἂν ἐν ὑγρῷ τῷ ἐδάφει σημαινόμενα · δὲ χιὼν καὶ πάνυ τηλαυγῆ παρέχει, ὥστε οὐδὲν δεῖ ζητοῦντα πράγματα ἔχειν, ὥσπερ ὁδοῦ φερούσης ἐπ’αὐτά, καὶ τὰ θηρία μᾶλλόν τι ὑπομένει ὀκνοῦντα · ἔστι δ’ἔτι καὶ λαγὼς καὶ δορκάδας ἐν ταῖς εὐναῖς καταλαμβάνειν.
7.20οὕτως δὴ τὸ ἀπ’ἐκείνου διέμειναν, οὐδὲν ἔτι προσδεηθέντες ἄλλου βίου. καὶ ἡμῖν συνέζευξαν γυναῖκας τοῖς ἀλλήλων υἱέσιν ἑκάτερος τὴν αὑτοῦ θυγατέρα. τεθνήκασι δὲ ἀμφότεροι πέρυσι σχεδόν, τὰ μὲν ἔτη πολλὰ λέγοντες βεβιώκεσαν, ἰσχυροὶ δὲ ἔτι καὶ νέοι καὶ γενναῖοι τὰ σώματα. τῶν δὲ μητέρων ἐμὴ περίεστιν.
7.21 μὲν οὖν ἕτερος ἡμῶν οὐδεπώποτε εἰς πόλιν κατέβη, πεντήκοντα ἔτη γεγονώς · ἐγὼ δὲ δὶς μόνον, ἅπαξ μὲν ἔτι παῖς μετὰ τοῦ πατρός, ὁπηνίκα τὴν ἀγέλην εἴχομεν. ὕστερον δὲ ἧκέ τις ἀργύριον αἰτῶν, ὥσπερ ἔχοντάς τι, κελεύων ἀκολουθεῖν εἰς τὴν πόλιν. ἡμῖν δὲ ἀργύριον μὲν οὐκ ἦν, ἀλλ’ἀπωμοσάμην μὴ ἔχειν · εἰ δὲ μή, δεδωκέναι ἄν.
7.22ἐξενίσαμεν δὲ αὐτὸν ὡς ἠδυνάμεθα κάλλιστα καὶ δύο ἐλάφεια δέρματα ἐδώκαμεν · κἀγὼ ἠκολούθησα εἰς τὴν πόλιν. ἔφη γὰρ ἀνάγκην εἶναι τὸν ἕτερον ἐλθεῖν καὶ διδάξαι περὶ τούτων. εἶδον οὖν, οἷα καὶ πρότερον, οἰκίας πολλὰς καὶ μεγάλας καὶ τεῖχος ἔξωθεν καρτερὸν καὶ οἰκήματά τινα ὑψηλὰ καὶ τετράγωνα ἐν τῷ τείχει, τοὺς πύργους καὶ πλοῖα πολλὰ ὁρμοῦντα ὥσπερ ἐν λίμνῃ ἐν τῷ λιμένι κατὰ πολλὴν ἡσυχίαν.
7.23τοῦτο δὲ ἐνθάδε οὐκ ἔστιν οὐδαμοῦ, ὅπου κατηνέχθης · καὶ διὰ τοῦτο αἱ νῆες ἀπόλλυνται. ταῦτα οὖν ἑώρων καὶ πολὺν ὄχλον ἐν ταὐτῷ συνειργμένον καὶ θόρυβον ἀμήχανον καὶ κραυγήν · ὥστε ἐμοὶ ἐδόκουν πάντες μάχεσθαι ἀλλήλοις. ἄγει οὖν με πρός τινας ἄρχοντας, καὶ εἶπε γελῶν, οὗτός ἐστιν ἐφ’ὅν με ἐπέμψατε. ἔχει δὲ οὐδὲν εἰ μή γε τὴν κόμην καὶ σκηνὴν μάλα ἰσχυρᾶν ξύλων .
7.24οἱ δὲ ἄρχοντες εἰς τὸ θέατρον ἐβάδιζον, κἀγὼ σὺν αὐτοῖς. τὸ δὲ θέατρόν ἐστιν ὥσπερ φάραγξ κοῖλον, πλὴν οὐ μακρὸν ἑκατέρωθεν, ἀλλὰ στρογγύλον ἐξ ἡμίσους, οὐκ αὐτόματον, ἀλλ’ᾠκοδομημένον λίθοις. ἴσως δέ μου καταγελᾷς, ὅτι σοι διηγοῦμαι σαφῶς εἰδότι ταῦτα. πρῶτον μὲν οὖν πολύν τινα χρόνον ἄλλα τινὰ ἔπραττεν ὄχλος, καὶ ἐβόων ποτὲ μὲν πρᾴως καὶ ἱλαροὶ πάντες, ἐπαινοῦντές τινας, ποτὲ δὲ σφόδρα καὶ ὀργίλως.
7.25ἦν δὲ τοῦτο χαλεπὸν τὸ τῆς ὀργῆς αὐτῶν · καὶ τοὺς ἀνθρώπους εὐθὺς ἐξέπληττον οἷς ἀνέκραγον ὥστε οἱ μὲν αὐτῶν περιτρέχοντες ἐδέοντο, οἱ δὲ τὰ ἱμάτια ἐρρίπτουν ὑπὸ τοῦ φόβου. ἐγὼ δὲ καὶ αὐτὸς ἅπαξ ὀλίγου κατέπεσον ὑπὸ τῆς κραυγῆς, ὥσπερ κλύδωνος ἐξαίφνης βροντῆς ἐπιρραγείσης.
7.26ἄλλοι δέ τινες ἄνθρωποι παριόντες, οἱ δ’ἐκ μέσων ἀνιστάμενοι, διελέγοντο πρὸς τὸ πλῆθος, οἱ μὲν ὀλίγα ῥήματα, οἱ δὲ πολλοὺς λόγους. καὶ τῶν μὲν ἤκουον πολύν τινα χρόνον, τοῖς δὲ ἐχαλέπαινον εὐθὺς φθεγξαμένοις καὶ οὐ δὲ γρύζειν ἐπέτρεπον. ἐπεὶ δὲ καθέστασάν ποτε καὶ ἡσυχία ἐγένετο, παρήγαγον κἀμέ.
7.27καὶ εἶπέ τις, οὗτός ἐστιν, ἄνδρες, τῶν καρπουμένων τὴν δημοσίαν γῆν πολλὰ ἔτη οὐ μόνον αὐτός, ἀλλὰ καὶ πατὴρ αὐτοῦ πρότερον, καὶ κατανέμουσι τὰ ἡμέτερα ὄρη καὶ γεωργοῦσι καὶ θηρεύουσι καὶ οἰκίας ἐνῳκοδομήκασι καὶ ἀμπέλους ἐμπεφυτεύκασι πολλὰς καὶ ἄλλα πολλὰ ἔχουσιν ἀγαθά, οὔτε τιμὴν καταβαλόντες οὐδενὶ τῆς γῆς οὔτε δωρεὰν παρὰ τοῦ δήμου λαβόντες.
7.28ὑπὲρ τίνος γὰρ ἂν καὶ ἔλαβον; ἔχοντες δὲ τὰ ἡμέτερα καὶ πλουτοῦντες οὔτε λειτουργίαν πώποτε ἐλειτούργησαν οὐδεμίαν οὔτε μοῖράν τινα ὑποτελοῦσι τῶν γιγνομένων, ἀλλ’ἀτελεῖς καὶ ἀλειτούργητοι διατελοῦσιν, ὥσπερ εὐεργέται τῆς πόλεως . οἶμαι δέ , ἔφη, μη δὲ ἐληλυθέναι πώποτε αὐτοὺς ἐνθάδε .
7.29 κἀγὼ ἀνένευσα. δὲ ὄχλος ἐγέλασεν, ὡς εἶδε. καὶ λέγων ἐκεῖνος ὠργίσθη ἐπὶ τῷ γέλωτι καί μοι ἐλοιδορεῖτο. ἔπειτα ἐπιστρέψας, εἰ οὖν , ἔφη, δοκεῖ ταῦτα οὕτως, οὐκ ἂν φθάνοιμεν ἅπαντες τὰ κοινὰ διαρπάσαντες, οἱ μὲν τὰ χρήματα τῆς πόλεως, ὥσπερ ἀμέλει καὶ νῦν ποιοῦσί τινες, οἱ δὲ τὴν χώραν κατανειμάμενοι μὴ πείσαντες ὑμᾶς, ἐὰν ἐπιτρέψητε τοῖς θηρίοις τούτοις προῖκα ἔχειν πλέον χίλια πλέθρα γῆς τῆς ἀρίστης, ὅθεν ὑμῖν ἔστι τρεῖς χοίνικας Ἀττικὰς σίτου λαμβάνειν κατ’ἄνδρα .
7.30ἐγὼ δὲ ἀκούσας ἐγέλασα ὅσον ἐδυνάμην μέγιστον. τὸ δὲ πλῆθος οὐκέτ’ἐγέλων, ὥσπερ πρότερον, ἀλλ’ἐθορύβουν. δὲ ἄνθρωπος ῥήτωρ ἐχαλέπαινε, καὶ δεινὸν ἐμβλέψας εἰς ἐμὲ εἶπεν, ὁρᾶτε τὴν εἰρωνείαν καὶ τὴν ὕβριν τοῦ καθάρματος, ὡς καταγελᾷ πάνυ θρασέως; ὃν ἀπάγειν ὀλίγου δέω καὶ τὸν κοινωνὸν αὐτοῦ πυνθάνομαι γὰρ δύο εἶναι τοὺς κορυφαίους τῶν κατειληφότων ἅπασαν σχεδὸν τὴν ἐν τοῖς ὄρεσι χώραν οἶμαι γὰρ αὐτοὺς μη δὲ τῶν ναυαγίων ἀπέχεσθαι τῶν ἑκάστοτε ἐκπιπτόντων, ὑπὲρ αὐτὰς σχεδόν τι τὰς Καφηρίδας οἰκοῦντας.
7.31πόθεν γὰρ οὕτως πολυτελεῖς ἀγρούς, μᾶλλον δὲ ὅλας κώμας κατεσκευάσαντο καὶ τοσοῦτον πλῆθος βοσκημάτων καὶ ζεύγη καὶ ἀνδράποδα;
7.32καὶ ὑμεῖς δὲ ἴσως ὁρᾶτε αὐτοῦ τὴν ἐξωμίδα ὡς φαύλη, καὶ τὸ δέρμα, ἐλήλυθε δεῦρο ἐναψάμενος τῆς ὑμετέρας ἕνεκεν ἀπάτης, ὡς πτωχὸς δῆλον ὅτι καὶ οὐδὲν ἔχων. ἐγὼ μὲν γάρ, ἔφη, βλέπων αὐτὸν μικροῦ δέδοικα, ὥσπερ οἶμαι τὸν Ναύπλιον ὁρῶν ἀπὸ τοῦ Καφηρέως ἥκοντα. καὶ γὰρ οἶμαι πυρσεύειν αὐτὸν ἀπὸ τῶν ἄκρων τοῖς πλέουσιν, ὅπως ἐκπίπτωσιν εἰς τὰς πέτρας .
7.33ταῦτα δὲ ἐκείνου λέγοντος καὶ πολλὰ πρὸς τούτοις, μὲν ὄχλος ἠγριοῦτο · ἐγὼ δὲ ἠπόρουν καὶ ἐδεδοίκειν μή τί με ἐργάσωνται κακόν. παρελθὼν δὲ ἄλλος τις, ὡς ἐφαίνετο, ἐπιεικὴς ἄνθρωπος ἀπότε τῶν λόγων οὓς εἶπε καὶ ἀπὸ τοῦ σχήματος πρῶτον μὲν ἠξίου σιωπῆσαι τὸ πλῆθος · καὶ ἐσιώπησαν · ἔπειτα εἶπε τῇ φωνῇ πρᾴως ὅτι οὐδὲν ἀδικοῦσιν οἱ τὴν ἀργὸν τῆς χώρας ἐργαζόμενοι καὶ κατασκευάζοντες, ἀλλὰ τοὐναντίον ἐπαίνου δικαίως ἂν τυγχάνοιεν ·
7.34καὶ δεῖ μὴ τοῖς οἰκοδομοῦσι καὶ φυτεύουσι τὴν δημοσίαν γῆν χαλεπῶς ἔχειν, ἀλλὰ τοῖς καταφθείρουσιν. ἐπεὶ καὶ νῦν , ἔφη, ἄνδρες, σχεδόν τι τὰ δύο μέρη τῆς χώρας ἡμῶν ἔρημά ἐστι δι’ἀμέλειάντε καὶ ὀλιγανθρωπίαν. κἀγὼ πολλὰ κέκτημαι πλέθρα, ὥσπερ οἶμαι καὶ ἄλλος τις, οὐ μόνον ἐν τοῖς ὄρεσιν, ἀλλὰ καὶ ἐν τοῖς πεδινοῖς, εἴ τις ἐθέλοι γεωργεῖν, οὐ μόνον ἂν προῖκα δοίην, ἀλλὰ καὶ ἀργύριον ἡδέως προστελέσαιμι.
7.35δῆλον γὰρ ὡς ἐμοὶ πλέονος ἀξία γίγνεται, καὶ ἅμα ἡδὺ ὅραμα χώρα οἰκουμένη καὶ ἐνεργός · δ’ἔρημος οὐ μόνον ἀνωφελὲς κτῆμα τοῖς ἔχουσιν, ἀλλὰ καὶ σφόδρα ἐλεεινόντε καὶ δυστυχίαν τινὰ κατηγοροῦν τῶν δεσποτῶν.
7.36ὥστε μοι δοκεῖ μᾶλλον ἑτέρους προτρέπειν, ὅσους ἂν δύνησθε τῶν πολιτῶν, ἐργάζεσθαι τῆς δημοσίας γῆς ἀπολαβόντας, τοὺς μὲν ἀφορμήν τινα ἔχοντας πλείω, τοὺς δὲ πένητας, ὅσην ἂν ἕκαστος δυνατός, ἵνα ὑμῖν τε χώρα ἐνεργὸς καὶ τῶν πολιτῶν οἱ θέλοντες δύο τῶν μεγίστων ἀπηλλαγμένοι κακῶν, ἀργίας καὶ πενίας.
7.37ἐπὶ δέκα μὲν οὖν ἔτη προῖκα ἐχόντων · μετὰ δὲ τοῦτον τὸν χρόνον ταξάμενοι μοῖραν ὀλίγην παρεχέτωσαν ἀπὸ τῶν καρπῶν, ἀπὸ δὲ τῶν βοσκημάτων μηδέν. ἐὰν δέ τις ξένος γεωργῇ, πέντε ἔτη καὶ οὗτοι μηδὲν ὑποτελούντων, ὕστερον δὲ διπλάσιον οἱ πολῖται. ὃς δὲ ἂν ἐξεργάσηται τῶν ξένων διακόσια πλέθρα, πολίτην αὐτὸν εἶναι, ἵνα ὡς πλεῖστοι ὦσιν οἱ προθυμούμενοι.
7.38ἐπεὶ νῦν γε καὶ τὰ πρὸ τῶν πυλῶν ἄγρια παντελῶς ἐστι καὶ αἰσχρὰ δεινῶς, ὥσπερ ἐν ἐρημίᾳ τῇ βαθυτάτῃ, οὐχ ὡς προάστιον πόλεως · τὰ δέ γε ἐντὸς τείχους σπείρεται τὰ πλεῖστα καὶ κατανέμεται . οὐκοῦν ἄξιον , ἔφη, θαυμάσαι τῶν ῥητόρων, ὅτι τοὺς μὲν ἐπὶ τῷ Καφηρεῖ φιλεργοῦντας ἐν τοῖς ἐσχάτοις τῆς Εὐβοίας συκοφαντοῦσι, τοὺς δὲ τὸ γυμνάσιον γεωργοῦντας καὶ τὴν ἀγορὰν κατανέμοντας οὐδὲν οἴονται ποιεῖν δεινόν.
7.39βλέπετε γὰρ αὐτοὶ δήπουθεν ὅτι τὸ γυμνάσιον ὑμῖν ἄρουραν πεποιήκασιν, ὥστε τὸν Ἡρακλέα καὶ ἄλλους ἀνδριάντας συχνοὺς ὑπὸ τοῦ θέρους ἀποκεκρύφθαι, τοὺς μὲν ἡρώων, τοὺς δὲ θεῶν · καὶ ὅτι καθ’ἡμέραν τὰ τοῦ ῥήτορος τούτου πρόβατα ἕωθεν εἰς τὴν ἀγορὰν ἐμβάλλει καὶ κατανέμεται τὰ περὶ τὸ βουλευτήριον καὶ τὰ ἀρχεῖα · ὥστε τοὺς πρῶτον ἐπιδημήσαντας ξένους τοὺς μὲν καταγελᾶν τῆς πόλεως, τοὺς δὲ οἰκτίρειν αὐτήν . πάλιν οὖν ταῦτα ἀκούσαντες ὠργίζοντο πρὸς ἐκεῖνον καὶ ἐθορύβουν.
7.40 καὶ τοιαῦτα ποιῶν τοὺς ταλαιπώρους ἰδιώτας οἴεται δεῖν ἀπαγαγεῖν, ἵνα δῆλον ὅτι μηδεὶς ἐργάζηται τὸ λοιπόν, ἀλλ’οἱ μὲν ἔξω λῃστεύωσιν, οἱ δ’ἐν τῇ πόλει λωποδυτῶσιν . ἐμοὶ δέ , ἔφη, δοκεῖ τούτους ἐᾶν ἐφ’οἷς αὐτοὶ πεποιήκασιν, ὑποτελοῦντας τὸ λοιπὸν ὅσον μέτριον, περὶ δὲ τῶν ἔμπροσθεν προσόδων συγγνῶναι αὐτοῖς, ὅτι ἔρημον καὶ ἀχρεῖον γεωργήσοντες τὴν γῆν κατελάβοντο. ἐὰν δὲ τιμὴν θέλωσι καταβαλεῖν τοῦ χωρίου, ἀποδόσθαι αὐτοῖς ἐλάττονος ἄλλοις .
7.41εἰπόντος δὲ αὐτοῦ τοιαῦτα, πάλιν ἐξ ἀρχῆς ἐκεῖνος ἀντέλεγεν, καὶ ἐλοιδοροῦντο ἐπὶ πολύ. τέλος δὲ καὶ ἐμὲ ἐκέλευον εἰπεῖν , τι βούλομαι. καὶ τί με , ἔφην, δεῖ λέγειν ; πρὸς τὰ εἰρημένα , εἶπέ τις τῶν καθημένων. οὐκοῦν λέγω , ἔφην, ὅτι οὐθὲν ἀληθές ἐστιν ὧν εἴρηκεν .
7.42 ἐγὼ μὲν, ἄνδρες, ἐνύπνια ᾤμην , ἔφην, ὁρᾶν, ἀγροὺς καὶ κώμας καὶ τοιαῦτα φλυαροῦντος. ἡμεῖς δὲ οὔτε κώμην ἔχομεν οὔτε ἵππους οὔτε ὄνους οὔτε βοῦς. εἴθε γὰρ ἦν ἔχειν ἡμᾶς ὅσα οὗτος ἔλεγεν ἀγαθά, ἵνα καὶ ὑμῖν ἐδώκαμεν καὶ αὐτοὶ τῶν μακαρίων ἦμεν. καὶ τὰ νῦν δὲ ὄντα ἡμῖν ἱκανά ἐστιν, ἐξ ὧν εἴ τι βούλεσθε λάβετε · κἂν πάντα ἐθέλητε, ἡμεῖς ἕτερα κτησόμεθα . ἐπὶ τούτῳ δὲ τῷ λόγῳ ἐπῄνεσαν.
7.43εἶτα ἐπηρώτα με ἄρχων τί δυνησόμεθα δοῦναι τῷ δήμῳ; κἀγώ, τέσσαρα , ἔφην, ἐλάφεια δέρματα πάνυ καλά . οἱ δὲ πολλοὶ αὐτῶν ἐγέλασαν. δὲ ἄρχων ἠγανάκτησε πρός με. τὰ γὰρ ἄρκεια , ἔφην, σκληρά ἐστιν καὶ τὰ τράγεια οὐκ ἄξια τούτων, ἄλλα δὲ παλαιά, τὰ δὲ μικρὰ αὐτῶν · εἰ δὲ βούλεσθε, κἀκεῖνα λάβετε . πάλιν οὖν ἠγανάκτει καὶ ἔφη με ἄγροικον εἶναι παντελῶς.
7.44 κἀγώ, πάλιν , εἶπον, αὖ καὶ σὺ ἀγροὺς λέγεις; οὐκ ἀκούεις ὅτι ἀγροὺς οὐκ ἔχομεν ; δὲ ἠρώτα με εἰ τάλαντον ἐκάτερος Ἀττικὸν δοῦναι θέλοιμεν. ἐγὼ δὲ εἶπον, οὐχ ἵσταμεν τὰ κρέα ἡμεῖς · δ’ἂν , δίδομεν. ἔστι δὲ ὀλίγα ἐν ἁλσί, τἄλλα δ’ἐν τῷ καπνῷ ξηρά, οὐ πολὺ ἐκείνων χείρω, σκελίδες ὑῶν καὶ ἐλάφειοι καὶ ἄλλα γενναῖα κρέα .
7.45ἐνταῦθα δὴ ἐθορύβουν καὶ ψεύδεσθαί με ἔφασαν. δὲ ἠρώτα με εἰ σῖτον ἔχομεν καὶ πόσον τινά. εἶπον τὸν ὄντα ἀληθῶς · δύο , ἔφην, μεδίμνους πυρῶν καὶ τέτταρας κριθῶν καὶ τοσούτους κέγχρων, κυάμων δὲ ἡμίεκτον · οὐ γὰρ ἐγένοντο τῆτες . τοὺς μὲν οὖν πυροὺς καὶ τὰς κριθάς , ἔφην, ὑμεῖς λάβετε, τὰς δὲ κέγχρους ἡμῖν ἄφετε. εἰ δὲ κέγχρων δεῖσθε, καὶ ταύτας λάβετε .
7.46 οὐ δὲ οἶνον ποιεῖτε ; ἄλλος τις ἠρώτησεν. ποιοῦμεν , εἶπον. ἂν οὖν τις ὑμῶν ἀφίκηται, δώσομεν · ὅπως δὲ ἥξει φέρων ἀσκόν τινα · ἡμεῖς γὰρ οὐκ ἔχομεν . πόσαι γάρ τινές εἰσιν ὑμῖν ἄμπελοι ; δύο μέν , ἔφην, αἱ πρὸ τῶν θυρῶν, ἔσω δὲ τῆς αὐλῆς εἴκοσι · καὶ τοῦ ποταμοῦ πέραν ἃς ἔναγχος ἐφυτεύσαμεν, ἕτεραι τοσαῦται · εἰσὶ δὲ γενναῖαι σφόδρα καὶ τοὺς βότρυς φέρουσι μεγάλους, ὅταν οἱ παριόντες ἐπαφῶσιν αὐτούς.
7.47ἵνα δὲ μὴ πράγματα ἔχητε καθ’ἕκαστον ἐρωτῶντες, ἐρῶ καὶ τἄλλα ἐστιν ἡμῖν · αἶγες ὀκτὼ θήλειαι, βοῦς κολοβή, μοσχάριον ἐξ αὐτῆς πάνυ καλόν, δρέπανα τέτταρα, δίκελλαι τέτταρες, λόγχαι τρεῖς, μάχαιραν ἡμῶν ἑκάτερος κέκτηται πρὸς τὰ θηρία. τὰ δὲ κεράμια σκεύη τί ἂν λέγοι τις; καὶ γυναῖκες ἡμῖν εἰσι καὶ τούτων τέκνα. οἰκοῦμεν δὲ ἐν δυσὶ σκηναῖς καλαῖς · καὶ τρίτην ἔχομεν, οὗ κεῖται τὸ σιτάριον καὶ τὰ δέρματα .
7.48 νὴ Δία , εἶπεν ῥήτωρ, ὅπου καὶ τὸ ἀργύριον ἴσως κατορύττετε . οὐκοῦν , ἔφην, ἀνάσκαψον ἐλθών, μῶρε. τίς δὲ κατορύττει ἀργύριον; οὐ γὰρ δὴ φύεταί γε . ἐνταῦθα πάντες ἐγέλων, ἐκείνου μοι δοκεῖν καταγελάσαντες. ταῦτα ἔστιν ἡμῖν · εἰ οὖν καὶ πάντα θέλετε, ἡμεῖς ἑκόντες ὑμῖν χαριζόμεθα, καὶ οὐδὲν ὑμᾶς ἀφαιρεῖσθαι δεῖ πρὸς βίαν ὥσπερ ἀλλοτρίων πονηρῶν ·
7.49ἐπεί τοι καὶ πολῖται τῆς πόλεώς ἐσμεν, ὡς ἐγὼ τοῦ πατρὸς ἤκουον. καί ποτε ἐκεῖνος δεῦρο ἀφικόμενος, ἐπιτυχὼν ἀργυρίῳ διδομένῳ, καὶ αὐτὸς ἔλαβεν ἐν τοῖς πολίταις. οὐκοῦν καὶ τρέφομεν ὑμετέρους πολίτας τοὺς παῖδας. κἄν ποτε δέησθε, βοηθήσουσιν ὑμῖν πρὸς λῃστὰς πρὸς πολεμίους. νῦν μὲν οὖν εἰρήνη ἐστίν · ἐὰν δέ ποτε συμβῇ καιρὸς τοιοῦτος, εὔξεσθε τοὺς πολλοὺς φανῆναι ὁμοίους ἡμῖν. μὴ γὰρ δὴ τοῦτόν γε τὸν ῥήτορα νομίζετε μαχεῖσθαι τότε περὶ ὑμῶν, εἰ μή γε λοιδορούμενον ὥσπερ τὰς γυναῖκας.
7.50τῶν μέντοι κρεῶν καὶ τῶν δερμάτων, ὅταν γέ τοί ποτε ἕλωμεν θηρίον, μοῖραν δώσομεν · μόνον πέμπετε τὸν ληψόμενον. ἐὰν δὲ κελεύσητε καθελεῖν τὰς σκηνάς, εἴ τι βλάπτουσι, καθελοῦμεν. ἀλλ’ὅπως δώσετε ἡμῖν ἐνθάδε οἰκίαν · πῶς ὑπενεγκεῖν δυνησόμεθα τοῦ χειμῶνος; ἔστι δ’ὑμῖν οἰκήματα πολλὰ ἐντὸς τοῦ τείχους, ἐν οἷς οὐδεὶς οἰκεῖ · τούτων ἡμῖν ἓν ἀρκέσει. εἰ δὲ οὐκ ἐνθάδε ζῶμεν οὐ δὲ πρὸς τῇ στενοχωρίᾳ τοσούτων ἀνθρώπων ἐν ταὐτῷ διαγόντων καὶ ἡμεῖς ἐνοχλοῦμεν, οὐ δήπου διά γε τοῦτο μετοικίζεσθαι ἄξιοί ἐσμεν.
7.51 δὲ ἐτόλμησεν εἰπεῖν περὶ τῶν ναυαγίων, πρᾶγμα οὕτως ἀνόσιον καὶ πονηρόν · τοῦτο γὰρ μικροῦ ἐξελαθόμην εἰπεῖν πάντων πρῶτον ἔδει με εἰρηκέναι · τίς ἂν πιστεύσειέ ποτε ὑμῶν; πρὸς γὰρ τῇ ἀσεβείᾳ καὶ ἀδύνατόν ἐστιν ἐκεῖθεν καὶ ὁτιοῦν λαβεῖν, ὅπου καὶ τῶν ξύλων οὐδὲν πλέον ἔστιν ἰδεῖν τὴν τέφραν · οὕτω πάνυ σμικρὰ ἐκπίπτει, καὶ ἔστιν ἐκείνη μόνη ἀκτὴ ἁπασῶν ἀπρόσιτος.
7.52καὶ τοὺς λάρους, οὓς ἅπαξ εὗρόν ποτε ἐκβεβρασμένους, καὶ τούτους ἀνέπηξα εἰς τὴν δρῦν τὴν ἱερὰν τὴν πλησίον τῆς θαλάττης. μὴ γὰρ εἴη ποτέ, Ζεῦ, λαβεῖν μη δὲ κερδᾶναι κέρδος τοιοῦτον ἀπὸ ἀνθρώπων δυστυχίας. ἀλλὰ ὠφελήθην μὲν οὐδὲν πώποτε, ἠλέησα δὲ πολλάκις ναυαγοὺς ἀφικομένους, καὶ τῇ σκηνῇ ὑπεδεξάμην, καὶ φαγεῖν ἔδωκα καὶ πιεῖν, καὶ εἴ τι ἄλλο ἐδυνάμην, ἐπεβοήθησα καὶ συνηκολούθησα μέχρι τῶν οἰκουμένων.
7.53ἀλλὰ τίς ἂν ἐκείνων ἐμοὶ νῦν μαρτυρήσειεν; οὔκουν οὐ δὲ τότε ἐποίουν μαρτυρίας ἕνεκεν χάριτος, ὅς γε οὐ δ’ὁπόθεν ἦσαν ἠπιστάμην. μὴ γὰρ ὑμῶν γε μηδεὶς περιπέσοι τοιούτῳ πράγματι . ταῦτα δὲ ἐμοῦ λέγοντος ἀνίσταταί τις ἐκ μέσων · κἀγὼ πρὸς ἐμαυτὸν ἐνεθυμήθην ὅτι ἄλλος τοιοῦτος τυχὸν ἐμοῦ καταψευσόμενος.
7.54 δὲ εἶπεν, ἄνδρες, ἐγὼ πάλαι τοῦτον ἀμφιγνοῶν ἠπίστουν ὅμως. ἐπεὶ δὲ σαφῶς αὐτὸν ἔγνωκα, δεινόν μοι δοκεῖ, μᾶλλον δὲ ἀσεβές, μὴ εἰπεῖν συνεπίσταμαι μη δ’ἀποδοῦναι λόγῳ χάριν, ἔργῳ τὰ μέγιστα εὖ παθών .
7.55 εἰμὶ δέ , ἔφη, πολίτης, ὡς ἴστε, καὶ ὅδε , δείξας τὸν παρακαθήμενον, καὶ ὃς ἐπανέστη · ἐτύχομεν δὲ πλέοντες ἐν τῇ Σωκλέους νηὶ τρίτον ἔτος. καὶ διαφθαρείσης τῆς νεὼς περὶ τὸν Καφηρέα παντελῶς ὀλίγοι τινὲς ἐσώθημεν ἀπὸ πολλῶν. τοὺς μὲν οὖν πορφυρεῖς ἀνέλαβον · εἶχον γὰρ αὐτῶν τινες ἀργύριον ἐν φασκωλίοις. ἡμεῖς δὲ γυμνοὶ παντελῶς ἐκπεσόντες δι’ἀτραποῦ τινος ἐβαδίζομεν, ἐλπίζοντες εὑρήσειν σκέπην τινὰ ποιμένων βουκόλων, κινδυνεύοντες ὑπὸ λιμοῦτε καὶ δίψους διαφθαρῆναι.
7.56καὶ μόλις ποτὲ ἤλθομεν ἐπὶ σκηνάς τινας, καὶ στάντες ἐβοῶμεν. προελθὼν δὲ οὗτος εἰσάγειτε ἡμᾶς ἔνδον καὶ ἀνέκαε πῦρ οὐκ ἀθρόον, ἀλλὰ κατ’ὀλίγον · καὶ τὸν μὲν ἡμῶν αὐτὸς ἀνέτριβε, τὸν δὲ γυνὴ στέατι · οὐ γὰρ ἦν αὐτοῖς ἔλαιον · τέλος δὲ ὕδωρ κατέχεον θερμόν, ἕως ἀνέλαβον ἀπεψυγμένους.
7.57ἔπειτα κατακλίναντες καὶ περιβαλόντες οἷς εἶχον παρέθηκαν φαγεῖν ἡμῖν ἄρτους πυρίνους, αὐτοὶ δὲ κέγχρον ἑφθὴν ἤσθιον. ἔδωκαν δὲ καὶ οἶνον ἡμῖν πιεῖν, ὕδωρ αὐτοὶ πίνοντες, καὶ κρέα ἐλάφεια ὀπτῶντες ἄφθονα, τὰ δὲ ἕψοντες · τῇ δ’ὑστεραίᾳ βουλομένους ἀπιέναι κατέσχον ἐπὶ τρεῖς ἡμέρας.
7.58ἔπειτα προύπεμψαν εἰς τὸ πεδίον, καὶ ἀπιοῦσι κρέας ἔδωκαν καὶ δέρμα ἑκατέρῳ πάνυ καλόν. ἐμὲ δὲ ὁρῶν ἐκ τῆς κακοπαθείας ἔτι πονήρως ἔχοντα ἐνέδυσε χιτώνιον, τῆς θυγατρὸς ἀφελόμενος · ἐκείνη δὲ ἄλλο τι ῥάκος περιεζώσατο. τοῦτο, ἐπειδὴ ἐν τῇ κώμῃ ἐγενόμην, ἀπέδωκα. οὕτως ἡμεῖς γε ὑπὸ τούτου μάλιστα ἐσώθημεν μετὰ τοὺς θεούς .
7.59ταῦτα δὲ ἐκείνου λέγοντος μὲν δῆμος ἤκουεν ἡδέως καὶ ἐπῄνουν με, ἐγὼ δὲ ἀναμνησθείς, χαῖρε , ἔφην, Σωτάδη · καὶ προσελθὼν ἐφίλουν αὐτὸν καὶ τὸν ἕτερον. δὲ δῆμος ἐγέλα σφόδρα, ὅτι ἐφίλουν αὐτούς. τότε ἔγνων ὅτι ἐν ταῖς πόλεσιν οὐ φιλοῦσιν ἀλλήλους.
7.60παρελθὼν δὲ ἐκεῖνος ἐπιεικὴς τὴν ἀρχὴν ὑπὲρ ἐμοῦ λέγων, ἐμοί , ἔφη, ἄνδρες, δοκεῖ καλέσαι τοῦτον εἰς τὸ πρυτανεῖον ἐπὶ ξένια. οὐ γάρ, εἰ μὲν ἐν πολέμῳ τινὰ ἔσωσε τῶν πολιτῶν ὑπερασπίσας, πολλῶν ἂν καὶ μεγάλων δωρεῶν ἔτυχε · νυνὶ δὲ δύο σώσας πολίτας, τυχὸν δὲ καὶ ἄλλους, οἳ οὐ πάρεισιν, οὐκ ἔστιν ἄξιος οὐδεμιᾶς τιμῆς;
7.61ἀντὶ δὲ τοῦ χιτῶνος, ὃν ἔδωκε τῷ πολίτῃ κινδυνεύοντι, τὴν θυγατέρα ἀποδύσας, ἐπιδοῦναι αὐτῷ τὴν πόλιν χιτῶνα καὶ ἱμάτιον, ἵνα καὶ τοῖς ἄλλοις προτροπὴ γένηται δικαίοις εἶναι καὶ ἐπαρκεῖν ἀλλήλοις, ψηφίσασθαι δὲ αὐτοῖς καρποῦσθαι τὸ χωρίον καὶ αὐτοὺς καὶ τὰ τέκνα, καὶ μηδένα αὐτοῖς ἐνοχλεῖν, δοῦναι δὲ αὐτῷ καὶ ἑκατὸν δραχμὰς εἰς κατασκευήν · τὸ δὲ ἀργύριον τοῦτο ὑπὲρ τῆς πόλεως ἐγὼ παρ’ἐμαυτοῦ δίδωμι .
7.62ἐπὶ τούτῳ δὲ ἐπῃνέθη, καὶ τἄλλα ἐγένετο ὡς εἶπεν. καὶ ἐκομίσθη παραχρῆμα εἰς τὸ θέατρον τὰ ἱμάτια καὶ τὸ ἀργύριον. ἐγὼ δὲ οὐκ ἐβουλόμην λαβεῖν, ἀλλ’εἶπον ὅτι οὐ δύνασαι δειπνεῖν ἐν τῷ δέρματι. οὐκοῦν , εἶπον, τὸ σήμερον ἄδειπνος μενῶ . ὅμως δὲ ἐνέδυσάν με τὸν χιτῶνα καὶ περιέβαλον τὸ ἱμάτιον.
7.63ἐγὼ δὲ ἄνωθεν βαλεῖν ἐβουλόμην τὸ δέρμα, οἱ δὲ οὐκ εἴων. τὸ δὲ ἀργύριον οὐκ ἐδεξάμην οὐδένα τρόπον, ἀλλ’ἀπωμοσάμην λήψεσθαι. εἰ δὲ ζητεῖτε τίς λάβῃ, τῷ ῥήτορι , ἔφην, δότε, ὅπως κατορύξῃ αὐτό · ἐπίσταται γὰρ δῆλον ὅτι . ἀπ’ἐκείνου δὲ ἡμᾶς οὐδεὶς ἠνώχλησε.
7.64σχεδὸν οὖν εἰρηκότος αὐτοῦ πρὸς ταῖς σκηναῖς ἦμεν. κἀγὼ γελάσας εἶπον, ἀλλ’ἕν τι ἀπεκρύψω τοὺς πολίτας, τὸ κάλλιστον τῶν κτημάτων. τί τοῦτο; εἶπεν. τὸν κῆπον, ἔφην, τοῦτον, πάνυ καλὸν καὶ λάχανα πολλὰ καὶ δένδρα ἔχοντα. οὐκ ἦν, ἔφη, τότε, ἀλλ’ὕστερον ἐποιήσαμεν.
7.65εἰσελθόντες οὖν εὐωχούμεθα τὸ λοιπὸν τῆς ἡμέρας, ἡμεῖς μὲν κατακλιθέντες ἐπὶ φύλλωντε καὶ δερμάτων ἐπὶ στιβάδος ὑψηλῆς, δὲ γυνὴ πλησίον παρὰ τὸν ἄνδρα καθημένη. θυγάτηρ δὲ ὡραία γάμου διηκονεῖτο, καὶ ἐνέχει πιεῖν μέλανα οἶνον ἡδύν. οἱ δὲ παῖδες τὰ κρέα παρεσκεύαζον, καὶ αὐτοὶ ἅμα ἐδείπνουν παρατιθέντες, ὥστε ἐμὲ εὐδαιμονίζειν τοὺς ἀνθρώπους ἐκείνους καὶ οἴεσθαι μακαρίως ζῆν πάντων μάλιστα ὧν ἠπιστάμην.
7.66καίτοι πλουσίων οἰκίαςτε καὶ τραπέζας ἠπιστάμην, οὐ μόνον ἰδιωτῶν, ἀλλὰ καὶ σατραπῶν καὶ βασιλέων, οἳ μάλιστα ἐδόκουν μοι τότε ἄθλιοι, καὶ πρότερον δοκοῦντες, ἔτι μᾶλλον, ὁρῶντι τὴν ἐκεῖ πενίαντε καὶ ἐλευθερίαν, καὶ ὅτι οὐδὲν ἀπελείποντο οὐ δὲ τῆς περὶ τὸ φαγεῖντε καὶ πιεῖν ἡδονῆς, ἀλλὰ καὶ τούτοις ἐπλεονέκτουν σχεδόν τι.
7.67ἤδη δ’ἱκανῶς ἡμῶν ἐχόντων ἦλθε κἀκεῖνος ἕτερος. συνηκολούθει δὲ υἱὸς αὐτῷ, μειράκιον οὐκ ἀγεννές, λαγὼν φέρων. εἰσελθὼν δὲ οὗτος ἠρυθρίασεν · ἐν ὅσῳ δὲ πατὴρ αὐτοῦ ἠσπάζετο ἡμᾶς, αὐτὸς ἐφίλησε τὴν κόρην καὶ τὸν λαγὼν ἐκείνῃ ἔδωκεν. μὲν οὖν παῖς ἐπαύσατο διακονουμένη καὶ παρὰ τὴν μητέρα ἐκαθέζετο, τὸ δὲ μειράκιον ἀντ’ἐκείνης διηκονεῖτο.
7.68 κἀγὼ τὸν ξένον ἠρώτησα, αὕτη, ἔφην, ἐστίν, ἧς τὸν χιτῶνα ἀποδύσας τῷ ναυαγῷ ἔδωκας; καὶ ὃς γελάσας, οὐκ, ἔφη, ἀλλ’ἐκείνη, εἶπε, πάλαι πρὸς ἄνδρα ἐδόθη, καὶ τέκνα ἔχει μεγάλα ἤδη, πρὸς ἄνδρα πλούσιον εἰς κώμην. οὐκοῦν, ἔφην, ἐπαρκοῦσιν ὑμῖν , τι ἂν δέησθε; οὐδέν, εἶπεν γυνή, δεόμεθα ἡμεῖς.
7.69ἐκεῖνοι δὲ λαμβάνουσι καὶ ὁπηνίκ’ἄν τι θηραθῇ καὶ ὀπώραν καὶ λάχανα · οὐ γὰρ ἔστι κῆπος παρ’αὐτοῖς. πέρυσι δὲ παρ’αὐτῶν πυροὺς ἐλάβομεν, σπέρμα ψιλόν, καὶ ἀπεδώκαμεν αὐτοῖς εὐθὺς τῆς θερείας. τί οὖν; ἔφην, καὶ ταύτην διανοεῖσθε διδόναι πλουσίῳ, ἵνα ὑμῖν καὶ αὐτὴ πυροὺς δανείσῃ; ἐνταῦθα μέντοι ἄμφω ἠρυθριασάτην, κόρη καὶ τὸ μειράκιον.
7.70 δὲ πατὴρ αὐτῆς ἔφη, πένητα ἄνδρα λήψεται, ὅμοιον ἡμῖν κυνηγέτην · καὶ μειδιάσας ἔβλεψεν εἰς τὸν νεανίσκον. κἀγώ, τί οὖν οὐκ ἤδη δίδοτε; δεῖ ποθεν αὐτὸν ἐκ κώμης ἀφικέσθαι; δοκῶ μέν, εἶπεν, οὐ μακράν ἐστίν · ἀλλ’ἔνδον ἐνθάδε. καὶ ποιήσομέν γε τοὺς γάμους ἡμέραν ἀγαθὴν ἐπιλεξάμενοι. κἀγώ, πῶς, ἔφην, κρίνετε τὴν ἀγαθὴν ἡμέραν; καὶ ὅς, ὅταν μὴ μικρὸν τὸ σελήνιον · δεῖ δὲ καὶ τὸν ἀέρα εἶναι καθαρόν, αἰθρίαν λαμπράν.
7.71 κἀγώ, τί δέ; τῷ ὄντι κυνηγέτης ἀγαθός ἐστιν; ἔφην. ἔγωγε, εἶπεν νεανίσκος, καὶ ἔλαφον καταπονῶ καὶ σῦν ὑφίσταμαι. ὄψει δὲ αὔριον, ἂν θέλῃς, ξένε. καὶ τὸν λαγὼν τοῦτον σύ, ἔφην, ἔλαβες; ἐγώ, ἔφη γελάσας, τῷ λιναρίῳ τῆς νυκτός · ἦν γὰρ αἰθρία πάνυ καλὴ καὶ σελήνη τηλικαύτη τὸ μέγεθος ἡλίκη οὐδεπώποτε ἐγένετο.
7.72ἐνταῦθα μέντοι ἐγέλασαν ἀμφότεροι, οὐ μόνον τῆς κόρης πατήρ, ἀλλὰ καὶ ἐκείνου. δὲ ᾐσχύνθη καὶ ἐσιώπησε. λέγει οὖν τῆς κόρης πατήρ, ἐγὼ μέν, ἔφη, παῖ, οὐδὲν ὑπερβάλλομαι. δὲ πατήρ σου περιμένει, ἔστ’ἂν ἱερεῖον πρίηται πορευθείς. δεῖ γὰρ θῦσαι τοῖς θεοῖς. εἶπεν οὖν νεώτερος ἀδελφὸς τῆς κόρης, ἀλλὰ ἱερεῖόν γε πάλαι οὗτος παρεσκεύακε, καὶ ἔστιν ἔνδον τρεφόμενον ὄπισθεν τῆς σκηνῆς γενναῖον.
7.73ἠρώτων οὖν αὐτόν, ἀληθῶς; δὲ ἔφη. καὶ πόθεν σοι; ἔφασαν. ὅτε τὴν ὗν ἐλάβομεν τὴν τὰ τέκνα ἔχουσαν, τὰ μὲν ἄλλα διέδρα · καὶ ἦν, ἔφη, ταχύτερα τοῦ λαγώ · ἑνὸς δὲ ἐγὼ λίθῳ ἔτυχον καὶ ἁλόντι τὸ δέρμα ἐπέβαλον · τοῦτο ἠλλαξάμην ἐν τῇ κώμῃ, καὶ ἔλαβον ἀντ’αὐτοῦ χοῖρον, καὶ ἔθρεψα ποιήσας ὄπισθεν συφεόν.
7.74ταῦτα, εἶπεν, ἄρα μήτηρ σου ἐγέλα, ὁπότε θαυμάζοιμι ἀκούων γρυλιζούσης τῆς συός, καὶ τὰς κριθὰς οὕτως ἀνήλισκες. αἱ γὰρ εὐβοΐδες, εἶπεν, οὐχ ἱκαναὶ ἦσαν πιᾶναι, μη δὲ βαλάνους ἤθελεν ἐσθίειν. ἀλλὰ εἰ βούλεσθε ἰδεῖν αὐτήν, ἄξω πορευθείς. οἱ δὲ ἐκέλευον. ἀπῄεσαν οὖν ἐκεῖνόςτε καὶ οἱ παῖδες αὐτόθεν δρόμῳ χαίροντες.
7.75ἐν δὲ τούτῳ παρθένος ἀναστᾶσα ἐξ ἑτέρας σκηνῆς ἐκόμισεν οὖα τετμημένα καὶ μέσπιλα καὶ μῆλα χειμερινὰ καὶ τῆς γενναίας σταφυλῆς βότρυς σφριγῶντας, καὶ ἔθηκεν ἐπὶ τὴν τράπεζαν, καταψήσασα φύλλοις ἀπὸ τῶν κρεῶν, ὑποβαλοῦσα καθαρὰν πτερίδα. ἧκον δὲ καὶ οἱ παῖδες τὴν ὗν ἄγοντες μετὰ γέλωτος καὶ παιδιᾶς.
7.76συνηκολούθει δὲ μήτηρ τοῦ νεανίσκου καὶ ἀδελφοὶ δύο παιδάρια · ἔφερον δὲ ἄρτουςτε καθαροὺς καὶ ᾠὰ ἑφθὰ ἐν ξυλίνοις πίναξι καὶ ἐρεβίνθους φρυκτούς. ἀσπασαμένη δὲ τὸν ἀδελφὸν γυνὴ καὶ τὴν θυγατέρα καὶ τὴν ἀδελφιδῆν ἐκαθέζετο παρὰ τὸν αὑτῆς ἄνδρα, καὶ εἶπεν, ἰδοῦ τὸ ἱερεῖον, οὗτος πάλαι ἔτρεφεν εἰς τοὺς γάμους, καὶ τἄλλα τὰ παρ’ἡμῶν ἕτοιμά ἐστι, καὶ ἄλφιτα καὶ ἄλευρα πεποίηται · μόνον ἴσως οἰναρίου προσδεησόμεθα · καὶ τοῦτο οὐ χαλεπὸν ἐκ τῆς κώμης λαβεῖν.
7.77παρειστήκει δὲ αὐτῇ πλησίον υἱὸς πρὸς τὸν κηδεστὴν ἀποβλέπων. καὶ ὃς μειδιάσας εἶπεν, οὗτος, ἔφη, ἐστὶν ἐπέχων · ἴσως γὰρ ἔτι βούλεται πιᾶναι τὴν ὗν. καὶ τὸ μειράκιον, αὕτη μέν, εἶπεν, ὑπὸ τοῦ λίπους διαρραγήσεται.
7.78 κἀγὼ βουλόμενος αὐτῷ βοηθῆσαι, ὅρα, ἔφην, μὴ ἕως πιαίνεται ὗς οὗτος ὑμῖν λεπτὸς γένηται. δὲ μήτηρ, ἀληθῶς, εἶπεν, ξένος λέγει, ἐπεὶ καὶ νῦν λεπτότερος αὑτοῦ γέγονε · καὶ πρῴην ᾐσθόμην τῆς νυκτὸς αὐτὸν ἐγρηγορότα καὶ προελθόντα ἔξω τῆς σκηνῆς.
7.79οἱ κύνες, ἔφη, ὑλάκτουν, καὶ ἐξῆλθον ὀψόμενος. οὐ σύ γε, εἶπεν, ἀλλὰ περιεπάτεις ἀλύων. μὴ οὖν πλείω χρόνον ἐῶμεν ἀνιᾶσθαι αὐτόν. καὶ περιβαλοῦσα ἐφίλησε τὴν μητέρα τῆς κόρης. δὲ πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, ποιῶμεν, εἶπεν, ὡς θέλουσι. καὶ ἔδοξε ταῦτα, καὶ εἶπον, εἰς τρίτην ποιῶμεν τοὺς γάμους. παρεκάλουν δὲ κἀμὲ προσμεῖναι τὴν ἡμέραν.
7.80 κἀγὼ προσέμεινα οὐκ ἀηδῶς, ἐνθυμούμενος ἅμα τῶν πλουσίων ὁποῖά ἐστι τάτε ἄλλα καὶ τὰ περὶ τοὺς γάμους, προμνηστριῶντε πέρι καὶ ἐξετάσεων οὐσιῶντε καὶ γένους, προικῶντε καὶ ἕδνων καὶ ὑποσχέσεων καὶ ἀπατῶν, ὁμολογιῶντε καὶ συγγραφῶν, καὶ τελευταῖον πολλάκις ἐν αὐτοῖς τοῖς γάμοις λοιδοριῶν καὶ ἀπεχθειῶν.
7.81ἅπαντα δὴ τοῦτον τὸν λόγον διῆλθον οὐκ ἄλλως οὐ δ’ὡς τάχ’ἂν δόξαιμί τισιν, ἀδολεσχεῖν βουλόμενος, ἀλλ’οὗπερ ἐξ ἀρχῆς ὑπεθέμην βίου καὶ τῆς τῶν πενήτων διαγωγῆς παράδειγμα ἐκτιθείς, αὐτὸς ἠπιστάμην, τῷ βουλομένῳ θεάσασθαι λόγωντε καὶ ἔργων καὶ κοινωνιῶν τῶν πρὸς ἀλλήλους, εἴ τι τῶν πλουσίων ἐλαττοῦνται διὰ τὴν πενίαν πρὸς τὸ ζῆν εὐσχημόνως καὶ κατὰ φύσιν τῷ παντὶ πλέον ἔχουσιν.
7.82καὶ δῆτα καὶ τὸ τοῦ Εὐριπίδου σκοπῶν, εἰ κατ’ἀλήθειαν ἀπόρως αὐτοῖς ἔχει τὰ πρὸς τοὺς ξένους, ὡς μήτε ὑποδέξασθαί ποτε δύνασθαι μήτε ἐπαρκέσαι δεομένῳ τινί, οὐδαμῇ πω τοιοῦτον εὑρίσκω τὸ τῆς ξενίας, ἀλλὰ καὶ πῦρ ἐναύοντας προθυμότερον τῶν πλουσίων καὶ ὁδῶν ἀπροφασίστους ἡγεμόνας · ἐπεί τοι τὰ τοιαῦτα καὶ αἰσχύνοιντο ἄν · πολλάκις δὲ καὶ μεταδιδόντας ὧν ἔχουσιν ἑτοιμότερον · οὐ γὰρ δὴ ναυαγῷ τις δώσει ἐκείνων οὔτε τὸ τῆς γυναικὸς ἁλουργὲς τὸ τῆς θυγατρὸς οὔτε πολὺ ἧττον τούτου φόρημα, τῶν χλαινῶν τινα χιτώνων, μυρία ἔχοντες, ἀλλ’οὐ δὲ τῶν οἰκετῶν οὐδενὸς ἱμάτιον.
7.83δηλοῖ δὲ καὶ τοῦτο Ὅμηρος · τὸν μὲν γὰρ Εὔμαιον πεποίηκε δοῦλον καὶ πένητα ὅμως τὸν Ὀδυσσέα καλῶς ὑποδεχόμενον καὶ τροφῇ καὶ κοίτῃ · τοὺς δὲ μνηστῆρας ὑπὸ πλούτου καὶ ὕβρεως οὐ πάνυ ῥᾳδίως αὐτῷ μεταδιδόντας οὐ δὲ τῶν ἀλλοτρίων, ὥς που καὶ αὐτὸς πεποίηται λέγων πρὸς τὸν Ἀντίνουν, ὀνειδίζων τὴν ἀνελευθερίαν, οὐ σύγ’ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐ δ’ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔτι μοι ἔτλης σίτου ἀπάρξασθαι, πολλῶν κατὰ οἶκον ἐόντων.
7.84καὶ τούτους μὲν ἔστω διὰ τὴν ἄλλην πονηρίαν εἶναι τοιούτους · ἀλλ’οὐ δὲ τὴν Πηνελόπην, καίτοι χρηστὴν οὖσαν καὶ σφόδρα ἡδέως διαλεγομένην πρὸς αὐτὸν καὶ περὶ τοῦ ἀνδρὸς πεπυσμένην, οὐ δὲ ταύτην φησὶν ἱμάτιον αὐτῷ δοῦναι γυμνῷ παρακαθημένῳ, ἀλλ’ μόνον ἐπαγγέλλεσθαι, ἂν ἄρα φανῇ ἀληθεύων περὶ τοῦ Ὀδυσσέως, ὅτι ἐκείνου τοῦ μηνὸς ἥξοι, καὶ ὕστερον, ἐπειδὴ τὸ τόξον ᾔτει, τῶν μνηστήρων, οὐ δυναμένων ἐντεῖναι, χαλεπαινόντων ἐκείνῳ, ὅτι ἠξίου πρὸς αὐτοὺς ἁμιλλᾶσθαι περὶ ἀρετῆς, ἀξιοῖ δοθῆναι αὐτῷ ·
7.85οὐ γὰρ δὴ περὶ τοῦ γάμου γε εἶναι κἀκείνῳ τὸν λόγον, ἀλλ’ἐὰν τύχῃ ἐπιτείνας καὶ διαβαλὼν διὰ τῶν πελέκεων, ἐπαγγέλλεται αὐτῷ δώσειν χιτῶνα καὶ ἱμάτιον καὶ ὑποδήματα ·
7.86ὡς δέον αὐτὸν τὸ Εὐρύτου τόξον ἐντεῖναι καὶ τοσούτοις νεανίσκοις ἐχθρὸν γενέσθαι, τυχὸν δὲ καὶ ἀπολέσθαι παραχρῆμα ὑπ’αὐτῶν, εἰ μέλλει τυγχάνειν ἐξωμίδος καὶ ὑποδημάτων, τὸν Ὀδυσσέα, εἴκοσιν ἐτῶν οὐδαμοῦ πεφηνότα, ἥκοντα ἀποδεῖξαι, καὶ ταῦτα ἐν ἡμέραις ῥηταῖς · εἰ δὲ μή, ἐν τοῖς αὐτοῖς ἀπιέναι ῥάκεσι παρὰ τῆς σώφρονος καὶ ἀγαθῆς Ἰκαρίου θυγατρὸς βασιλίδος.
7.87σχεδὸν δὲ καὶ Τηλέμαχος τοιαῦτα ἕτερα πρὸς τὸν συβώτην λέγει περὶ αὐτοῦ, κελεύων αὐτὸν εἰς τὴν πόλιν πέμπειν τὴν ταχίστην πτωχεύσοντα ἐκεῖ, καὶ μὴ πλείους ἡμέρας τρέφειν ἐν τῷ σταθμῷ · καὶ γὰρ εἰ ξυνέκειτο αὐτοῖς ταῦτα, ἀλλ’ γε συβώτης οὐ θαυμάζει τὸ πρᾶγμα καὶ τὴν ἀπανθρωπίαν, ὡς ἔθους δὴ ὄντος οὕτως ἀκριβῶς καὶ ἀνελευθέρως πράττειν τὰ περὶ τοὺς ξένους τοὺς πένητας, μόνους δὲ τοὺς πλουσίους ὑποδέχεσθαι φιλοφρόνως ξενίοις καὶ δώροις, παρ’ὧν δῆλον ὅτι καὶ αὐτοὶ προσεδόκων τῶν ἴσων ἂν τυχεῖν, ὁποῖα σχεδὸν καὶ τὰ τῶν νῦν ἐστι φιλανθρωπίαςτε πέρι καὶ προαιρέσεως.
7.89αἱ γὰρ δὴ δοκοῦσαι φιλοφρονήσεις καὶ χάριτες, ἐὰν σκοπῇ τις ὀρθῶς, οὐδὲν διαφέρουσιν ἐράνων καὶ δανείων, ἐπὶ τόκῳ συχνῷ καὶ ταῦτα ὡς τὸ πολὺ γιγνόμενα, εἰ μὴ νὴ Δί’ὑπερβάλλει τὰ νῦν τὰ πρότερον, ὥσπερ ἐν τῇ ἄλλῃ ξυμπάσῃ κακίᾳ.
7.90ἔχω γε μὴν εἰπεῖν καὶ περὶ τῶν Φαιάκων καὶ τῆς ἐκείνων φιλανθρωπίας, εἴ τῳ δοκοῦσιν οὗτοι οὐκ ἀγεννῶς οὐ δ’ἀναξίως τοῦ πλούτου προσενεχθῆναι τῷ Ὀδυσσεῖ, μεθ’οἵας μάλιστα διανοίας καὶ δι’ἃς αἰτίας προυτράπησαν ἀφθόνως καὶ μεγαλοπρεπῶς χαρίζεσθαι. ἀλλὰ γὰρ πολὺ πλείω τῶν ἱκανῶν καὶ τὰ νῦν ὑπὲρ τούτων εἰρημένα.
7.91δῆλόν γε μὴν ὡς πλοῦτος οὔτε πρὸς ξένους οὔτε ἄλλως μέγα τι συμβάλλεται τοῖς κεκτημένοις, ἀλλὰ τοὐναντίον γλίσχρους καὶ φειδωλοὺς ὡς τὸ πολὺ μᾶλλον τῆς πενίας ἀποτελεῖν πέφυκεν. οὐ δὲ γάρ, εἴ τις αὖ τῶν πλουσίων, εἷς που τάχα ἐν μυρίοις, δαψιλὴς καὶ μεγαλόφρων τὸν τρόπον εὑρεθείη, τοῦτο ἱκανῶς δείκνυσι τὸ μὴ οὐχὶ τοὺς πολλοὺς χείρους περὶ ταῦτα γίγνεσθαι τῶν ἀπορωτέρων.
7.92ἀνδρὶ δὲ πένητι μὴ φαύλῳ τὴν φύσιν ἀρκεῖ τὰ παρόντα καὶ τὸ σῶμα μετρίως ἀσθενήσαντι, τοιούτου ποτὲ νοσήματος ξυμβάντος οἷάπερ εἴωθε γίγνεσθαι τοῖς οὐκ ἀργοῖς ἑκάστοτε ἐμπιμπλαμένοις, ἀνακτήσασθαι, καὶ ξένοις ἐλθοῦσι δοῦναι προσφιλῆ ξένια, χωρὶς ὑποψίας παρ’ἑκόντων διδόμενα ἀλύπως, οὐκ ἴσως ἀργυροῦς κρατῆρας ποικίλους πέπλους τέθριππον, τὰ Ἑλένης καὶ Μενέλεω Τηλεμάχῳ δῶρα.
7.93οὐ δὲ γὰρ τοιούτους ὑποδέχοιντ’ἄν, ὡς εἰκός, ξένους, σατράπας βασιλέας, εἰ μή γε πάνυ σώφρονας καὶ ἀγαθούς, οἷς οὐδὲν ἐνδεὲς μετὰ φιλίας γιγνόμενον. ἀκολάστους δὲ καὶ τυραννικοὺς οὔτ’ἂν οἶμαι δύναιντο θεραπεύειν ἱκανῶς ξένους οὔτ’ἂν ἴσως προσδέοιντο τοιαύτης ξενίας.
7.94οὐ δὲ γὰρ τῷ Μενέλεῳ δήπουθεν ἀπέβη πρὸς τὸ λῷον, ὅτι ἠδύνατο δέξασθαι τὸν πλουσιώτατον ἐκ τῆς Ἀσίας ξένον, ἄλλος δὲ οὐδεὶς ἱκανὸς ἦν ἐν τῇ Σπάρτῃ τὸν Πριάμου τοῦ βασιλέως υἱὸν ὑποδέξασθαι.
7.95τοιγάρτοι ἐρημώσας αὐτοῦ τὴν οἰκίαν καὶ πρὸς τοῖς χρήμασι τὴν γυναῖκα προσλαβών, τὴν δὲ θυγατέρα ὀρφανὴν τῆς μητρὸς ἐάσας, ᾤχετο ἀποπλέων. καὶ μετὰ ταῦτα Μενέλαος χρόνον μὲν πολὺν ἐφθείρετο πανταχόσε τῆς Ἑλλάδος, ὀδυρόμενος τὰς αὑτοῦ συμφοράς, δεόμενος ἑκάστου τῶν βασιλέων ἐπαμῦναι. ἠναγκάσθη δὲ ἱκετεῦσαι καὶ τὸν ἀδελφόν, ὅπως ἐπιδῷ τὴν θυγατέρα σφαγησομένην ἐν Αὐλίδι.
7.96δέκα δὲ ἔτη καθῆστο πολεμῶν ἐν Τροίᾳ, πάλιν ἐκεῖ κολακεύων τοὺς ἡγεμόνας τοῦ στρατοῦ καὶ αὐτὸς καὶ ἀδελφός · εἰ δὲ μή, ὠργίζοντο καὶ ἠπείλουν ἑκάστοτε ἀποπλεύσεσθαι · καὶ πολλοὺς πόνους καὶ κινδύνους ἀμηχάνους ὑπομένων, ὕστερον δὲ ἠλᾶτο καὶ οὐχ οἷόςτ’ἦν δίχα μυρίων κακῶν οἴκαδ’ἀφικέσθαι.
7.97ἆρ’οὖν οὐ σφόδρα ἄξιον ἄγασθαι τοῦ πλούτου κατὰ τὸν ποιητὴν καὶ τῷ ὄντι ζηλωτὸν ὑπολαβεῖν, φησιν αὐτοῦ μέγιστον εἶναι ἀγαθόν, τὸ δοῦναι ξένοις, καὶ ἐάν ποτέ τινες ἔλθωσι τρυφῶντες ἐπὶ τὴν οἰκίαν, μὴ ἀδύνατον γενέσθαι παρασχεῖν κατάλυσιν καὶ προθεῖναι ξένια, οἷς ἂν ἐκεῖνοι μάλιστα ἥδοιντο;
7.98λέγομεν δὲ ταῦτα μεμνημένοι τῶν ποιητῶν, οὐκ ἄλλως ἀντιπαρεξάγοντες ἐκείνοις οὐ δὲ τῆς δόξης ζηλοτυποῦντες, ἣν ἀπὸ τῶν ποιημάτων ἐκτήσαντο ἐπὶ σοφίᾳ · οὐ τούτων ἕνεκα, φιλοτιμούμενοι ἐξελέγχειν αὐτούς, ἀλλὰ παρ’ἐκείνοις μάλιστα εὑρήσειν ἡγούμενοι τὴν τῶν πολλῶν διάνοιαν, δὴ καὶ τοῖς πολλοῖς ἐδόκει περίτε πλούτου καὶ τῶν ἄλλων, θαυμάζουσι, καὶ τί μέγιστον οἴονταί σφισι γενέσθαι ἂν ἀφ’ἑκάστου τῶν τοιούτων.
7.99δῆλον γὰρ ὅτι μὴ συμφωνοῦντος αὐτοῖς τοῦ ποιήματος μη δὲ τὴν αὐτὴν γνώμην ἔχοντος οὐκ ἂν οὕτω σφόδρα ἐφίλουν οὐ δὲ ἐπῄνουν ὡς σοφούςτε καὶ ἀγαθοὺς γενέσθαι καὶ τἀληθῆ λέγοντας.
7.100ἐπεὶ οὖν οὐκ ἔστιν ἕκαστον ἀπολαμβάνοντα ἐλέγχειν τοῦ πλήθους, οὐ δ’ἀνερωτᾶν ἅπαντας ἐν μέρει, τί γὰρ σύ, ἄνθρωπε, δέδοικας τὴν πενίαν οὕτως πάνυ, τὸν δὲ πλοῦτον ὑπερτιμᾷς, τί δ’αὖ σὺ ἐλπίζεις κερδανεῖν μέγιστον, ἂν τύχῃς πλουτήσας νὴ Δία ἔμπορος γενόμενος καὶ βασιλεύσας; (ἀμήχανον γὰρ δὴ τὸ τοιοῦτον καὶ οὐδαμῶς ἀνυστόν) οὕτως οὖν ἐπὶ τοὺς προφήτας αὐτῶν καὶ συνηγόρους, τοὺς ποιητάς, ἐξ ἀνάγκης ἴμεν, ὡς ἐκεῖ φανερὰς καὶ μέτροις κατακεκλειμένας εὑρήσοντες τὰς τῶν πολλῶν δόξας ·
7.101καὶ δῆτα οὐ πάνυ μοι δοκοῦμεν ἀποτυγχάνειν.
7.102τοῦτο δὲ σύνηθες δήπου καὶ τοῖς σοφωτέροις, νῦν ἡμεῖς ποιοῦμεν · ἐπεὶ καὶ αὐτοῖς τούτοις τοῖς ἔπεσιν ἀντείρηκε τῶν πάνυ φιλοσόφων τις, ὃν οὐδείς, ἐμοὶ δοκεῖν, φαίη ἄν ποτε φιλονικοῦντα τούτοιςτε ἀντειρηκέναι καὶ τοῖς ὑπὸ Σοφοκλέους εἰς τὸν πλοῦτον εἰρημένοις, ἐκείνοις μὲν ἐπ’ὀλίγον, τοῖς δὲ τοῦ Σοφοκλέους ἐπὶ πλέον, οὐ μήν, ὥσπερ νῦν ἡμεῖς, διὰ μακρῶν, ἅτε οὐ παραχρῆμα κατὰ πολλὴν ἐξουσίαν διεξιών, ἀλλ’ἐν βίβλοις γράφων.
7.103γεωργικοῦ μὲν δὴ πέρι καὶ κυνηγετικοῦτε καὶ ποιμενικοῦ βίου τάδε πλείω διατριβὴν ἴσως παρασχόντα τοῦ μετρίου λελέχθω, προθυμουμένων ἡμῶν ἁμῃγέπῃ δεῖξαι πενίαν ὡς οὐκ ἄπορον χρῆμα βίου καὶ ζωῆς πρεπούσης ἀνδράσιν ἐλευθέροις αὐτουργεῖν ἐθέλουσιν, ἀλλ’ἐπὶ κρείττω πολὺ καὶ συμφορώτερα ἔργα καὶ πράξεις ἄγον καὶ μᾶλλον κατὰ φύσιν ἐφ’οἷα πλοῦτος εἴωθε τοὺς πολλοὺς προτρέπειν.
7.104εἶεν δή, περὶ τῶν ἐν ἄστει καὶ κατὰ πόλιν πενήτων σκεπτέον ἂν εἴη τοῦ βίου καὶ τῶν ἐργασιῶν, πῶς ἂν μάλιστα διάγοντες καὶ ποῖ’ἄττα μεταχειριζόμενοι δυνήσονται μὴ κακῶς ζῆν μη δὲ φαυλότερον τῶν δανειζόντων ἐπὶ τόκοις συχνοῖς, εὖ μάλ’ἐπισταμένων τὸν ἡμερῶντε καὶ μηνῶν ἀριθμόν, καὶ τῶν συνοικίαςτε μεγάλας καὶ ναῦς κεκτημένων καὶ ἀνδράποδα πολλά ·
7.105μήποτε σπάνια τὰ ἐν ταῖς πόλεσιν ἔργα τοῖς τοιούτοις, ἀφορμῆςτε ἔξωθεν προσδεόμενα, ὅταν οἰκεῖντε μισθοῦ δέῃ καὶ τἄλλ’ἔχειν ὠνουμένους, οὐ μόνον ἱμάτια καὶ σκεύη καὶ σῖτον, ἀλλὰ καὶ ξύλα, τῆς γε καθ’ἡμέραν χρείας ἕνεκα τοῦ πυρός, κἂν φρυγάνων δέῃ ποτὲ φύλλων ἄλλου ὁτουοῦν τῶν πάνυ φαύλων, δίχα δὲ ὕδατος τὰ ἄλλα σύμπαντα ἀναγκάζωνται λαμβάνειν, τιμὴν κατατιθέντες, ἅτε πάντων κατακλειομένων καὶ μηδενὸς ἐν μέσῳ φαινομένου πλήν γε οἶμαι τῶν ἐπὶ πράσει πολλῶν καὶ τιμίων.
7.106τάχα γὰρ φανεῖται χαλεπὸν τοιούτῳ βίῳ διαρκεῖν μηδὲν ἄλλο κτῆμα ἔξω τοῦ σώματος κεκτημένους, ἄλλωςτε ὅταν μὴ τὸ τυχὸν ἔργον μη δὲ πάνθ’ὁμοίως συμβουλεύωμεν αὐτοῖς, ὅθεν ἔστι κερδᾶναι ·
7.107ὥστε ἴσως ἀναγκασθησόμεθα ἐκβαλεῖν ἐκ τῶν πόλεων τῷ λόγῳ τοὺς κομψοὺς πένητας, ἵνα παρέχωμεν τῷ ὄντι καθ’Ὅμηρον τὰς πόλεις εὖ ναιεταώσας, ὑπὸ μόνων τῶν μακαρίων οἰκουμένας, ἐντὸς δὲ τείχους οὐδένα ἐάσομεν, ὡς ἔοικεν, ἐλεύθερον ἐργάτην. ἀλλὰ τοὺς τοιούτους ἅπαντας τί δράσομεν; διασπείραντες ἐν τῇ χώρᾳ κατοικιοῦμεν, καθάπερ Ἀθηναίους φασὶ νέμεσθαι καθ’ὅλην τὴν Ἀττικὴν τὸ παλαιόν, καὶ πάλιν ὕστερον τυραννήσαντος Πεισιστράτου;
7.108οὔκουν οὐ δὲ ἐκείνοις ἀξύμφορος τοιαύτη δίαιτα ἐγένετο, οὐ δὲ ἀγεννεῖς ἤνεγκε φύσεις πολιτῶν, ἀλλὰ τῷ παντὶ βελτίους καὶ σωφρονεστέρους τῶν ἐν ἄστει τρεφομένων ὕστερον ἐκκλησιαστῶν καὶ δικαστῶν καὶ γραμματέων, ἀργῶν ἅμα καὶ βαναύσων. οὔκουν κίνδυνος μέγας οὐ δὲ χαλεπός, εἰ πάντες οὗτοι καὶ πάντα τρόπον ἄγροικοι ἔσονται · οἶμαι δ’ὅμως αὐτοὺς οὐκ ἀπορήσειν οὐ δὲ ἐν ἄστει τροφῆς.
7.109ἀλλὰ ἴδωμεν πόσα καὶ ἅττα πράττοντες ἐπιεικῶς ἡμῖν διάξουσιν, ἵνα μὴ πολλάκις ἀναγκασθῶσιν ἀργοὶ καθήμενοι πρός τι τῶν φαύλων τραπῆναι. αἱ μὲν δὴ σύμπασαι κατὰ πόλιν ἐργασίαι καὶ τέχναι πολλαὶ καὶ παντοδαπαί, σφόδρατε λυσιτελεῖς ἔνιαι τοῖς χρωμένοις, ἐάν τις τὸ λυσιτελὲς σκοπῇ πρὸς ἀργύριον.
7.110ὀνομάσαι δὲ αὐτὰς πάσας κατὰ μέρος οὐ ῥᾴδιον διὰ τὸ πλῆθος καὶ τὴν ἀτοπίαν οὐχ ἧττον. οὐκοῦν ὅδε εἰρήσθω περὶ αὐτῶν ἐν βραχεῖ ψόγοςτε καὶ ἔπαινος. ὅσαι μὲν σώματι βλαβεραὶ πρὸς ὑγίειαν πρὸς ἰσχὺν τὴν ἱκανὴν δι’ἀργίαντε καὶ ἑδραιότητα ψυχῇ ἀσχημοσύνηντε καὶ ἀνελευθερίαν ἐντίκτουσαι ἄλλως ἀχρεῖοι καὶ πρὸς οὐδὲν ὄφελός εἰσιν εὑρημέναι δι’ἀβελτερίαντε καὶ τρυφὴν τῶν πόλεων, ἅς γε τὴν ἀρχὴν μήτε τέχνας μήτε ἐργασίας τό γε ὀρθὸν καλεῖν · οὐ γὰρ ἄν ποτε Ἡσίοδος σοφὸς ὢν ἐπῄνεσεν ὁμοίως πᾶν ἔργον, εἴ τι τῶν πονηρῶν τῶν αἰσχρῶν ἠξίου ταύτης τῆς προσηγορίας ·
7.111οἷς μὲν ἄν τις προσῇ τούτων τῶν βλαβῶν καὶ ἡτισοῦν, μηδένα ἅπτεσθαι τῶν ἐλευθέρωντε καὶ ἐπιεικῶν μη δὲ ἐπίστασθαι μήτε αὐτὸν μήτε παῖδας τοὺς αὑτοῦ διδάσκειν, ὡς οὔτε καθ’Ἡσίοδον οὔτε καθ’ἡμᾶς ἐργάτην ἐσόμενον, ἄν τι μεταχειρίζηται τοιοῦτον, ἀλλὰ ἀργίαςτε ἅμα καὶ αἰσχροκερδείας ἀνελεύθερον ἕξοντα ὄνειδος, βάναυσον καὶ ἀχρεῖον καὶ πονηρὸν ἁπλῶς ὀνομαζόμενον.
7.112ὅσα δὲ αὖ μήτε ἀπρεπῆ τοῖς μετιοῦσι μοχθηρίαντε μηδεμίαν ἐμποιοῦντα τῇ ψυχῇ μήτε νοσώδη τῶντε ἄλλων νοσημάτων καὶ δῆτα ἀσθενείαςτε καὶ ὄκνου καὶ μαλακίας διὰ πολλὴν ἡσυχίαν ἐγγιγνομένης ἐν τῷ σώματι, καὶ μὴν χρείαν γε ἱκανὴν παρέχοντα πρὸς τὸν βίον, πάντα τὰ τοιαῦτα πράττοντες προθύμως καὶ φιλοπόνως οὔποτ’ἂν ἐνδεεῖς ἔργου καὶ βίου γίγνοιντο, οὐ δ’ἂν ἀληθῆ τὴν ἐπίκλησιν παρέχοιεν τοῖς πλουσίοις καλεῖν αὐτούς, ᾗπερ εἰώθασιν, ἀπόρους ὀνομάζοντες, τοὐναντίον μᾶλλον ἐκείνων ὄντες πορισταὶ καὶ μηδενὸς ἀποροῦντες, ὡς ἔπος εἰπεῖν, τῶν ἀναγκαίων καὶ χρησίμων.
7.114φέρε οὖν μνησθῶμεν ἀφ’ἑκατέρου τοῦ γένους, εἰ καὶ μὴ πάνυ ἀκριβῶς ἕκαστα φράζοντες, ἀλλ’ὡς τύπῳ γε κατιδεῖν, τὰ ποῖ’ἄττα καὶ ὧν ἕνεκα οὐ προσιέμεθα, καὶ ποῖα θαρροῦντας ἐπιχειρεῖν κελεύομεν, μηδὲν φροντίζοντας τῶν ἄλλως τὰ τοιαῦτα προφερόντων, οἷον εἰώθασι λοιδορούμενοι προφέρειν πολλάκις οὐ μόνον τὰς αὐτῶν ἐργασίας, αἷς οὐδὲν ἄτοπον πρόσεστιν, ἀλλὰ καὶ τῶν γονέων, ἄν τινος ἔριθος μήτηρ τρυγήτρια ἐξελθοῦσά ποτε μισθοῦ τιτθεύσῃ παῖδα τῶν ὀρφανῶν πλουσίων πατὴρ διδάξῃ γράμματα παιδαγωγήσῃ · μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε ἰέναι.
7.115οὐ γὰρ ἄλλως αὐτὰ ἐροῦσιν, ἂν λέγωσιν, ὡς σημεῖα πενίας, πενίαν αὐτὴν λοιδοροῦντες δῆλον ὅτι καὶ προφέροντες ὡς κακὸν δή τι καὶ δυστυχές, οὐ τῶν ἔργων οὐδέν. ὥστε ἐπειδὴ οὔ φαμεν χεῖρον οὐ δὲ δυστυχέστερον πλούτου πενίαν, τοῖς δὲ πολλοῖς ἴσως καὶ ξυμφορώτερον, οὐ δὲ τὸ ὄνειδος τοῦ ὀνείδους μᾶλλόν τι βαρυντέον τοῦτ’ἐκείνου.
7.116εἰ γάρ τοι δέοι μὴ ὀνομάζοντας τὸ πρᾶγμα, ψέγουσι, τὰ καθ’ἡμέραν συμβαίνοντα δι’αὐτὸ βλασφημεῖν προφέροντας, πολὺ πλείω ἂν ἔχοιεν καὶ τῷ ὄντι αἰσχρὰ διὰ πλοῦτον γιγνόμενα, οὐχ ἥκιστα δὲ τὸ παρὰ τῷ Ἡσιόδῳ κεκριμένον ἐπονείδιστον προφέρειν, τὸ τῆς ἀργίας, λέγοντες, ὅτι σε, ἄνθρωπε, οὔτε σκαπτῆρα θεοὶ θέσαν οὔτ’ἀροτῆρα, καὶ ὅτι ἄλλως τὰς χεῖρας ἔχεις κατὰ τοὺς μνηστῆρας ἀτρίπτους καὶ ἁπαλάς.
7.117οὐκοῦν τόδε μὲν οἶμαι παντί τῳ δῆλον καὶ πολλάκις λεγόμενον ἴσως ὅτι βαφεῖς μὲν καὶ μυρεψοὺς καὶ βυρσοδέψας σὺν κουρικῇ γυναικῶντε καὶ ἀνδρῶν, οὐ πολύ τι διαφερούσαις τὰ νῦν, καὶ ποικιλτικῇ πάσῃ σχεδὸν οὐκ ἐσθῆτος μόνον, ἀλλὰ καὶ τριχῶν καὶ χρωτός, ἐγχούσῃ καὶ ψιμυθίῳ καὶ πᾶσι φαρμάκοις μηχανωμένῃ ὥρας ψευδεῖς καὶ νόθα εἴδωλα, ἔτι δὲ ἐν οἰκιῶν ὀροφαῖς καὶ τοίχοις καὶ ἐδάφει τὰ μὲν χρώμασι, τὰ δὲ λίθοις, τὰ δὲ χρυσῷ, τὰ δ’ἐλέφαντι ποικιλλόντων, τὰ δὲ αὐτῶν τοίχων γλυφαῖς, τὸ μὲν ἄριστον μὴ παραδέχεσθαι καθόλου τὰς πόλεις, τὸ δὲ ἡμῖν ἐν τῷ παρόντι λόγῳ διορίσαι μηδένα ἂν τοιοῦτον γίγνεσθαι τῶν ἡμετέρων πενήτων, οἷς πρὸς τοὺς πλουσίους ἡμεῖς ἀγωνιζόμεθα ὥσπερ χορῷ τὰ νῦν, οὐχ ὑπὲρ εὐδαιμονίας προκειμένου τοῦ ἀγῶνος ·
7.118οὐ γὰρ πενίᾳ τοῦτό γε πρόκειται τὸ ἆθλον οὐ δὲ αὖ πλούτῳ, μόνης δὲ ἀρετῆς ἐστιν ἐξαίρετον ·
7.119ἄλλως δὲ ὑπὲρ ἀγωγῆς τινος καὶ μετριότητος βίου. καὶ τοίνυν οὐ δ’ὑποκριτὰς τραγικοὺς κωμικοὺς διά τινων μίμων ἀκράτου γέλωτος δημιουργοὺς οὐ δὲ ὀρχηστὰς οὐ δὲ χορευτὰς, πλήν γε τῶν ἱερῶν χορῶν, ἀλλ’οὐκ ἐπί γε τοῖς Νιόβης Θυέστου πάθεσιν ᾄδοντας ὀρχουμένους, οὐ δὲ κιθαρῳδοὺς οὐ δὲ αὐλητὰς περὶ νίκης ἐν θεάτροις ἁμιλλωμένους, εἰ καί τινες τῶν ἐνδόξων πόλεων ἐπὶ τούτοις ἡμῖν δυσχερῶς ἕξουσι, Σμύρνα καὶ Χίος, καὶ δῆτα σὺν ταύταις καὶ τὸ Ἄργος, ὡς τὴν Ὁμήρουτε καὶ Ἀγαμέμνονος δόξαν οὐκ ἐώντων αὔξεσθαι τὸ γοῦν ἐφ’ἡμῖν ·
7.120τυχὸν δὲ καὶ Ἀθηναῖοι χαλεπανοῦσιν, ἀτιμάζεσθαι νομίζοντες τοὺς σφετέρους ποιητὰς τραγικοὺς καὶ κωμικούς, ὅταν τοὺς ὑπηρέτας αὐτῶν ἀφαιρώμεθα, μηδὲν ἀγαθὸν φάσκοντες ἐπιτηδεύειν. εἰκὸς δὲ ἀγανακτεῖν καὶ Θηβαίους, ὡς τῆς νίκης αὐτῶν ὑβριζομένης, ἣν προεκρίθησαν ὑπὸ τῆς Ἑλλάδος νικᾶν ἐπ’αὐλητικῇ ·
7.121ταύτην δὲ τὴν νίκην οὕτω σφόδρα ἠγάπησαν, ὥστε ἀναστάτου τῆς πόλεως αὐτοῖς γενομένης καὶ ἔτι νῦν σχεδὸν οὔσης πλὴν μικροῦ μέρους, τῆς Καδμείας οἰκουμένης, τῶν μὲν ἄλλων οὐδενὸς ἐφρόντισαν τῶν ἠφανισμένων ἀπὸ πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ στηλῶν καὶ ἐπιγραφῶν, τὸν δὲ Ἑρμῆν ἀναζητήσαντες πάλιν ἀνώρθωσαν, ἐφ’ ἦν τὸ ἐπίγραμμα τὸ περὶ τῆς αὐλητικῆς, Ἑλλὰς μὲν Θήβας νικᾶν προέκρινεν ἐν αὐλοῖς · καὶ νῦν ἐπὶ μέσης τῆς ἀρχαίας ἀγορᾶς ἓν τοῦτο ἄγαλμα ἕστηκεν ἐν τοῖς ἐρειπίοις ·
7.122οὐ δὴ φοβηθέντες οὐδένα τούτων οὐ δὲ τοὺς ἐπιτιμήσοντας ἡμῖν, ὡς τὰ σπουδαιότατα παρὰ τοῖς Ἕλλησι ψέγομεν, ἅπαντα τὰ τοιαῦτα οὐκ αἰδημόνων οὐ δὲ ἐλευθέρων ἀνθρώπων ἀποφαινόμενοι ἔργα, ὡς ἄλλατε πολλὰ δυσχερῆ πρόσεστιν αὐτοῖς καὶ δὴ μέγιστον τὸ τῆς ἀναιδείας, τὸ μᾶλλον τοῦ δέοντος φρονεῖν τὸν ὄχλον, ὅπερ μέγιστον θρασύνεσθαι καλεῖν ὀρθότερον.
7.123οὔκουν οὐ δὲ κήρυκας ὠνίων οὐ δὲ κλοπῶν δρασμῶν μήνυτρα προτιθέντας ἐν ὁδοῖς καὶ ἐν ἀγορᾷ φθεγγομένους μετὰ πολλῆς ἐλευθερίας, οὐ δὲ συμβολαίων καὶ προκλήσεων καὶ καθόλου τῶν περὶ δίκας καὶ ἐγκλήματα συγγραφεῖς, προσποιουμένους νόμιμον ἐμπειρίαν, οὐ δὲ αὖ τοὺς σοφούςτε καὶ δεινοὺς δικορράφουςτε καὶ συνηγόρους, μισθοῦ πᾶσιν ὁμοίως ἐπαγγελλομένους βοηθήσειν, καὶ ἀδικοῦσι τὰ μέγιστα, καὶ ἀναισχυντήσειν ὑπὲρ τῶν ἀλλοτρίων ἀδικημάτων καὶ σχετλιάσειν καὶ βοήσεσθαι καὶ ἱκετεύσειν ὑπὲρ τῶν οὔτε φίλων οὔτε συγγενῶν σφίσιν ὄντων, σφόδρα ἐντίμους καὶ λαμπροὺς ἐνίους εἶναι δοκοῦντας ἐν τῇ πόλει, οὐ δὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι, παραχωρεῖν δὲ ἑτέροις.
7.124χειροτέχνας μὲν γὰρ ἐξ αὐτῶν τινας ἀνάγκη γενέσθαι, γλωσσοτέχνας δὲ καὶ δικοτέχνας οὐδεμία ἀνάγκη. τούτων δὲ τῶν εἰρημένωντε καὶ ῥηθησομένων εἴ τινα δοκεῖ χρήσιμα ταῖς πόλεσιν, ὥσπερ ταῖς νῦν οἰκουμέναις, οἷον δὴ ἴσως τὸ περὶ τὴν τῶν δικῶν ἀναγραφὴν καὶ τῶν συμβολαίων, τάχα δὲ καὶ κηρυγμάτων ἐνίων, ὅπως ἂν ὑφ’ὧν γιγνόμενα ἥκιστα ἂν εἴη βλαβερὰ, οὐ νῦν καιρός ἐστι διορίζειν.
7.125οὐ γὰρ πολιτείαν ἐν τῷ παρόντι διατάττομεν, ὁποία τις ἂν ἀρίστη γένοιτο πολλῶν ἀμείνων, ἀλλὰ περὶ πενίας προυθέμεθα εἰπεῖν ὡς οὐκ ἄπορα αὐτῇ τὰ πράγματά ἐστιν, ᾗπερ δοκεῖ τοῖς πολλοῖς αὐτήτε εἶναι φευκτὸν καὶ κακόν, ἀλλὰ μυρίας ἀφορμὰς πρὸς τὸ ζῆν παρέχει τοῖς αὐτουργεῖν βουλομένοις οὔτε ἀσχήμονας οὔτε βλαβεράς.
7.126ἀπὸ γὰρ αὐτῆς ἀρχῆς ταύτης τὰ περὶ γεωργίας καὶ θήρας προυτράπημεν προδιελθεῖν ἐπὶ πλέον πρότερον, καὶ νῦν περὶ τῶν κατὰ ἄστυ ἐργασιῶν, τίνες αὐτῶν πρέπουσαι καὶ ἀβλαβεῖς τοῖς μὴ κάκιστα βιωσομένοις καὶ τίνες χείρους ἂν ἀποτελοῖεν τοὺς ἐπ’αὐτῶν.
7.127εἰ δὲ πολλὰ τῶν εἰρημένων καθόλου χρήσιμά ἐστι πρὸς πολιτείαν καὶ τὴν τοῦ προσήκοντος αἵρεσιν, ταύτῃ καὶ δικαιότερον συγγνώμην ἔχειν τοῦ μήκους τῶν λόγων, ὅτι οὐ μάτην ἄλλως οὐ δὲ περὶ ἄχρηστα πλανωμένῳ πλείονες γεγόνασιν. γὰρ περὶ ἐργασιῶν καὶ τεχνῶν σκέψις καὶ καθόλου περὶ βίου προσήκοντος μὴ τοῖς μετρίοις καὶ καθ’αὑτὴν ἀξία πέφηνεν πολλῆς καὶ πάνυ ἀκριβοῦς θεωρίας.
7.128χρὴ οὖν τὰς ἐκτροπὰς τῶν λόγων, ἂν καὶ σφόδρα μακροὶ δοκῶσι, μὴ μέντοι περί γε φαύλων μη δὲ ἀναξίων λόγων μη δὲ οὐ προσηκόντων, μὴ δυσσκόλως φέρειν, ὡς οὐκ αὐτὴν λιπόντος τὴν τῶν ὅλων ὑπόθεσιν τοῦ λέγοντος, ἕως ἂν περὶ τῶν ἀναγκαίων καὶ προσηκόντων φιλοσοφίᾳ διεξίῃ.
7.129σχεδὸν γὰρ κατὰ τοῦτο μιμούμενοι τοὺς κυνηγέτας οὐκ ἂν ἁμαρτάνοιμεν · οἵ γε ἐπειδὰν τὸ πρῶτον ἴχνος ἐκλαβόντες κἀκείνῳ ἑπόμενοι μεταξὺ ἐπιτύχωσιν ἑτέρῳ φανερωτέρῳ καὶ μᾶλλον ἐγγύς, οὐκ ὤκνησαν τούτῳ ξυνακολουθήσαντες, καὶ ἑλόντες τὸ ἐμπεσὸν ὕστερον ἴσως οὖν οὐ δὲ ἐκεῖνο μεμπτέον, ὅστις περὶ ἀνδρὸς δικαίου καὶ δικαιοσύνης λέγειν ἀρξάμενος, μνησθεὶς πόλεως παραδείγματος ἕνεκεν, πολλαπλάσιον λόγον ἀνάλωσεν περὶ πολιτείας, καὶ οὐ πρότερον ἀπέκαμε πρὶν πάσας μεταβολὰς καὶ ἅπαντα γένη πολιτειῶν διεξῆλθε, πάνυ ἐναργῶςτε καὶ μεγαλοπρεπῶς τὰ ξυμβαίνοντα περὶ ἑκάστην ἐπιδεικνύς ·
7.131εἰ καὶ παρά τισιν αἰτίαν ἔχει περὶ τοῦ μήκους τῶν λόγων καὶ τῆς διατριβῆς τῆς περὶ τὸ παράδειγμα δήπουθεν · ἀλλ’ὡς οὐδὲν ὄντα πρὸς τὸ προκείμενον τὰ εἰρημένα καὶ οὐ δ’ὁπωστιοῦν σαφεστέρου δι’αὐτὰ τοῦ ζητουμένου γεγονότος, οὗπερ ἕνεκεν ἐξ ἀρχῆς εἰς τὸν λόγον παρελήφθη, διὰ ταῦτα, εἴπερ ἄρα, οὐ παντάπασιν ἀδίκως εὐθύνεται.
7.132ἐὰν οὖν καὶ ἡμεῖς μὴ προσήκοντα μη δὲ οἰκεῖα τῷ προκειμένῳ φαινώμεθα διεξιόντες, μακρολογεῖν εἰκότως ἂν λεγοίμεθα. καθ’αὑτὸ δὲ ἄλλως οὔτε μῆκος οὔτε βραχύτητα ἐν λόγοις ἐπαινεῖν ψέγειν δίκαιον. περὶ δὲ τῶν λοιπῶν τῶν ἐν ταῖς πόλεσι πράξεων χρὴ θαρροῦντας διαπερᾶναι, τῶν μὲν μιμνησκομένους, τὰ δὲ καὶ ἐῶντας ἄρρητάτε καὶ ἀμνημόνευτα.
7.133οὐ γὰρ δὴ περί γε πορνοβοσκῶν καὶ περὶ πορνοβοσκίας ὡς ἀμφιβόλων ἀπαγορευτέον, ἀλλὰ καὶ πάνυ ἰσχυριστέοντε καὶ ἀπορρητέον, λέγοντι μηδένα προσχρῆσθαι μήτε οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας, ἀναφροδίτου μίξεως καὶ ἀνεράστων ἐρώτων κέρδους ἕνεκα γιγνομένους συναγωγούς, αἰχμάλωτα σώματα γυναικῶν παίδων ἄλλως ἀργυρώνητα ἐπ’αἰσχύνῃ προϊστάντας ἐπ’οἰκημάτων ῥυπαρῶν, πανταχοῦ τῆς πόλεως ἀποδεδειγμένων, ἔντε παρόδοις ἀρχόντων καὶ ἀγοραῖς, πλησίον ἀρχείωντε καὶ ἱερῶν, μεταξὺ τῶν ὁσιωτάτων, μήτ’οὖν βαρβαρικὰ σώματα μήτε Ἑλλήνων πρότερον μὲν οὐ πάνυ, τὰ νῦν δὲ ἀφθόνῳτε καὶ πολλῇ δουλείᾳ κεχρημένων, ἐπὶ τὴν τοιαύτην λώβην καὶ ἀνάγκην ἄγοντας, ἱπποφορβῶν καὶ ὀνοφορβῶν πολὺ κάκιον καὶ ἀκαθαρτότερον ἔργον ἐργαζομένους, οὐ κτήνεσι κτήνη δίχα βίας ἑκόντα ἑκοῦσιν ἐπιβάλλοντας οὐδὲν αἰσχυνομένοις, ἀλλὰ ἀνθρώποις αἰσχυνομένοις καὶ ἄκουσιν οἰστρῶντας καὶ ἀκολάστους ἀνθρώπους ἐπ’ἀτελεῖ καὶ ἀκάρπῳ συμπλοκῇ σωμάτων φθορὰν μᾶλλον γένεσιν ἀποτελούσῃ, οὐκ αἰσχυνομένους οὐδένα ἀνθρώπων θεῶν, οὔτε Δία γενέθλιον οὔτε Ἥραν γαμήλιον οὔτε Μοίρας τελεσφόρους λοχίαν Ἄρτεμιν μητέρα Ῥέαν, οὐ δὲ τὰς προεστώσας ἀνθρωπίνης γενέσεως Εἰλειθυίας οὐ δὲ Ἀφροδίτην ἐπώνυμον τῆς κατὰ φύσιν πρὸς τὸ θῆλυ τοῦ ἄρρενος συνόδουτε καὶ ὁμιλίας ·
7.136μὴ δὴ ἐπιτρέπειν τὰ τοιαῦτα κέρδη μη δὲ νομοθετεῖν μήτε ἄρχοντα μήτε νομοθέτην μήτ’ἐν ταῖς ἄκρως πρὸς ἀρετὴν οἰκησομέναις πόλεσιν μήτ’ἐν ταῖς δευτέραις τρίταις τετάρταις ὁποιαισοῦν, ἐὰν ἐπ’αὐτῶν τινι τὰ τοιαῦτα κωλύειν.
7.137ἐὰν δ’ἄρα παλαιὰ ἔθη καὶ νοσήματα ἐσκιρωμένα χρόνῳ παραλάβῃ, μήτοι γε παντελῶς ἐᾶν ἀθεράπευτα καὶ ἀκόλαστα, ἀλλὰ σκοποῦντα τὸ δυνατὸν ἁμῃγέπῃ στέλλειν καὶ κολάζειν. ὡς οὔποτε φιλεῖ τὰ μοχθηρὰ μένειν ἐπὶ τοῖς αὐτοῖς, ἀλλ’ἀεὶ κινεῖται καὶ πρόεισιν ἐπὶ τὸ ἀσελγέστερον, μηδενὸς ἀναγκαίου μέτρου τυγχάνοντα.
7.138δεῖ δὴ ποιεῖσθαί τινα ἐπιμέλειαν, μὴ πάνυ τι πρᾴως μη δὲ ῥᾳθύμως φέροντας τὴν εἰς τὰ ἄτιμα καὶ δοῦλα σώματα ὕβριν, οὐ ταύτῃ μόνον, κοινῇ τὸ ἀνθρώπινον γένος ἅπαν ἔντιμον καὶ ὁμότιμον ὑπὸ τοῦ φύσαντος θεοῦ ταὐτὰ σημεῖα καὶ σύμβολα ἔχον τοῦ τιμᾶσθαι δικαίως καὶ λόγον καὶ ἐμπειρίαν καλῶντε καὶ αἰσχρῶν γέγονεν, ἀλλὰ κἀκεῖνο ἐνθυμουμένους, ὅτι χαλεπὸν ὕβρει τρεφομένῃ δι’ἐξουσίαν ὅρον τινὰ εὑρεῖν, ὃν οὐκ ἂν ἔτι τολμήσαι διὰ φόβον ὑπερβαίνειν · ἀλλ’ἀπὸ τῆς ἐν τοῖς ἐλάττοσι δοκοῦσι καὶ ἐφειμένοις μελέτης καὶ συνηθείας ἀκάθεκτον τὴν ἰσχὺν καὶ ῥώμην λαβοῦσα οὐδενὸς ἔτι φείδεται τῶν λοιπῶν.
7.139ἤδη οὖν χρὴ παντὸς μᾶλλον οἴεσθαι τὰς ἐν τῷ μέσῳ ταύτας φανερὰς καὶ ἀτίμους μοιχείας καὶ λίαν ἀναισχύντως καὶ ἀνέδην γιγνομένας, ὅτι τῶν ἀδήλων καὶ ἀφανῶν εἰς ἐντίμους γυναῖκάςτε καὶ παῖδας ὕβρεων οὐχ ἥκιστα παρέχουσι τὴν αἰτίαν, τοῦ πάνυ ῥᾳδίως τὰ τοιαῦτα τολμᾶσθαι, τῆς αἰσχύνης ἐν κοινῷ καταφρονουμένης, ἀλλ’οὐχ, ὥσπερ οἴονταί τινες, ὑπὲρ ἀσφαλείας καὶ ἀποχῆς ἐκείνων εὑρῆσθαι τῶν ἁμαρτημάτων.
7.140τάχ’οὖν λέγοι τις ἂν ἀγροικότερον οὕτω πως · σοφοὶ νομοθέται καὶ ἄρχοντες οἱ παραδεξάμενοι τὰ τοιαῦτα ἀπ’ἀρχῆς, ὡς δή τι θαυμαστὸν εὑρηκότες ταῖς πόλεσιν ὑμεῖς σωφροσύνης φάρμακον, ὅπως ὑμῖν μὴ τὰ φανερὰ ταῦτα καὶ ἄκλειστα οἰκήματα τὰς κεκλειμένας οἰκίας καὶ τοὺς ἔνδοθεν θαλάμους ἀναπετάσῃ, καὶ τοὺς ἔξω καὶ φανερῶς ἀσελγαίνοντας ἀπὸ μικρᾶς δαπάνης ἐπὶ τὰς ἐλευθέρας καὶ σεμνὰς τρέψῃ γυναῖκας μετὰ πολλῶν χρημάτωντε καὶ δώρων, τὸ σφόδρα εὔωνον καὶ μετ’ἐξουσίας οὐκέτι στέργοντας, ἀλλ’αὐτὸ δὴ τὸ κεκωλυμένον ἐν φόβῳτε καὶ πολλοῖς ἀναλώμασι διώκοντας.
7.141ὄψεσθε δὲ αὐτό, ἐμοὶ δοκεῖν, ἀκριβέστερον, ἐὰν σκοπῆτε · παρ’οἷς γὰρ καὶ τὰ τῶν μοιχειῶν μεγαλοπρεπέστερόν πως παραπέμπεται, πολλῆς καὶ σφόδρα φιλανθρώπου τῆς εὐγνωμοσύνης τυγχάνοντα, τὰ μὲν πολλὰ ὑπὸ χρηστότητος οὐκ αἰσθανομένων τῶν ἀνδρῶν, τὰ δέ τινα οὐχ ὁμολογούντων εἰδέναι, ξένους δὲ καὶ φίλους καὶ ξυγγενεῖς τοὺς μοιχοὺς καλουμένους ἀνεχομένων, καὶ αὐτῶν ἐνίοτε φιλοφρονουμένων καὶ παρακαλούντων ἐν ταῖς ἑορταῖς καὶ θυσίαις ἐπὶ τὰς ἑστιάσεις, ὡς ἂν οἶμαι τοὺς οἰκειοτάτους, ἐπὶ δὲ τοῖς σφόδρα ἐκδήλοις καὶ φανεροῖς μετρίας τὰς ὀργὰς ποιουμένων ·
7.142παρ’οἷς, φημί, ταῦθ’οὕτως ἐπιεικῶς ἐξάγεται τὰ περὶ τὰς γυναῖκας, οὐ δὲ περὶ τῶν παρθένων ἐκεῖ θαρρῆσαι ῥᾴδιον τῆς κορείας οὐ δὲ τὸν ὑμέναιον ὡς ἀληθῶς καὶ δικαίως ᾀδόμενον ἐν τοῖς παρθενικοῖς γάμοις πιστεῦσαί ποτε.
7.143 οὐκ ἀνάγκη πολλὰ ἐοικότα ξυμβαίνειν αὐτόθι τοῖς παλαιοῖς μύθοις, δίχα γε τῆς τῶν πατέρων ὀργῆς καὶ πολυπραγμοσύνης, ἀλλὰ πολλῶν μιμουμένων τοὺς τῶν θεῶν ἔρωτας λεγομένους, χρυσοῦτε πολλοῦ διαρρέοντος διὰ τῶν ὀρόφων καὶ πάνυ ῥᾳδίως, ἅτε οὐ χαλκῶν ὄντων οὐ δὲ λιθίνων τῶν οἰκημάτων, καὶ νὴ Δία ἀργύρου στάζοντος οὐ κατ’ὀλίγον οὐ δ’εἰς τοὺς τῶν παρθένων κόλπους μόνον, ἀλλ’εἴςτε μητέρων καὶ τροφῶν καὶ παιδαγωγῶν, καὶ ἄλλων πολλῶν καὶ καλῶν δώρων τῶν μὲν κρύφα εἰσιόντων διὰ τῶν στεγῶν, ἔστι δ’ὧν φανερῶς κατ’αὐτάς που τὰς κλισίας;
7.145τί δ’; ἐν ποταμοῖς καὶ ἐπὶ κρηνῶν οὐκ εἰκὸς ὅμοια πολλὰ γενέσθαι τοῖς πρότερον λεγομένοις ὑπὸ τῶν ποιητῶν; πλὴν ἴσως γε οὐ δημόσια γιγνόμενα οὐ δ’ἐν τῷ φανερῷ, κατ’οἰκίας δὲ οὕτως εὐδαίμονας κήπωντε καὶ προαστείων πολυτελεῖς ἐπαύλεις ἔν τισι νυμφῶσι κατεσκευασμένοις καὶ θαυμαστοῖς ἄλσεσιν, ἅτε οὐ περὶ πενιχρὰς οὐ δὲ πενήτων βασιλέων οἵας ὑδροφορεῖντε καὶ παίζειν παρὰ τοῖς ποταμοῖς, ψυχρὰ λουτρὰ λουομένας καὶ ἐν αἰγιαλοῖς ἀναπεπταμένοις, ἀλλὰ μακαρίας καὶ μακαρίων γονέων, ἐν βασιλικαῖς καταγωγαῖς ἴδια πάντα ταῦτα ἐχούσαις, πολὺ κρείττονα καὶ μεγαλοπρεπέστερα τῶν κοινῶν.
7.146ἀλλ’ἴσως γε οὐδὲν ἧττον ἔμελλον ἐν ἐκείνῃ τῇ πόλει παῖδας προσδοκᾶν ἐσομένους, οἷον Ὅμηρος εἴρηκεν Εὔδωρον, υἱὸν Ἑρμοῦ καὶ Πολυδώρας, ὑποκοριζόμενος αὐτὸν οἶμαι κατὰ τὴν γένεσιν, παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυδώρη.
7.147σχεδὸν δὲ καὶ παρὰ Λακεδαιμονίοις ἔτυχόν τινες ταύτης τῆς ἐπωνυμίας τῶν οὕτως γενομένων, Παρθενίαι κληθέντες συχνοί · ὥστ’, εἰ μὴ διεφθείροντο οἱ πλείους τῶν ἐν ταῖς οὕτως τρυφώσαις πόλεσι γιγνομένων, ἅτε οὐδαμῶς οἶμαι δαιμονίου τυγχάνοντες ἐπιμελείας, οὐδὲν ἂν ἐκώλυε πάντα μεστὰ ἡρώων εἶναι.
7.148νῦν δὲ οἱ μὲν ἀπόλλυνται παραχρῆμα · ὅσοι δ’ἂν καὶ φανῶσι, κρύφα ἐν δούλου σχήματι μένουσιν ἄχρι γήρως, ἅτε οὐδὲν αὐτοὺς δυναμένων τῶν σπειράντων προσωφελεῖν. εἶεν δή, παρ’οἷς ἂν καὶ τὰ περὶ τὰς κόρας οὕτως ἁπλῶς ἔχῃ, τί χρὴ προσδοκᾶν τοὺς κόρους, ποίας τινὸς παιδείας καὶ ἀγωγῆς τυγχάνειν;
7.149ἔσθ’ὅπως ἂν ἀπόσχοιτο τῆς τῶν ἀρρένων λώβης καὶ φθορᾶς τό γε ἀκόλαστον γένος, τοῦτον ἱκανὸν καὶ σαφῆ ποιησάμενον ὅρον τὸν τῆς φύσεως, ἀλλ’οὐκ ἂν ἐμπιμπλάμενον πάντα τρόπον τῆς περὶ γυναῖκας ἀκρασίας διακορὲς γενόμενον τῆς ἡδονῆς ταύτης ζητοίη ἑτέραν μείζω καὶ παρανομωτέραν ὕβριν;
7.150ὡς τά γε γυναικῶν, αὐτῶν σχεδόν τι τῶν ἐλευθέρων καὶ παρθένων, ἐφάνη ῥᾴδια καὶ οὐδεὶς πόνος θηρῶντι μετὰ πλούτου τὴν τοιάνδε θήραν · οὐ δὲ ἐπὶ τὰς πάνυ σεμνὰς καὶ σεμνῶν τῷ ὄντι γυναῖκας καὶ θυγατέρας ὅστις ἂν ἴῃ σὺν τῇ τοῦ Διὸς μηχανῇ, χρυσὸν μετὰ χεῖρας φέρων, οὐ μήποτε ἀποτυγχάνῃ.
7.151ἀλλ’αὐτά που τὰ λοιπὰ δῆλα παρὰ πολλοῖς γιγνόμενα. γὰρ ἄπληστος τῶν τοιούτων ἐπιθυμιῶν, ὅταν μηδὲν εὑρίσκῃ σπάνιον μη δὲ ἀντιτεῖνον ἐν ἐκείνῳ τῷ γένει, καταφρονήσας τοῦ ῥᾳδίου καὶ ἀτιμάσας τὴν ἐν ταῖς γυναιξὶν Ἀφροδίτην ὡς ἕτοιμον δή τινα καὶ τῷ ὄντι θῆλυν παντελῶς ἐπὶ τὴν ἀνδρωνῖτιν μεταβήσεται, τοὺς ἄρξοντας αὐτίκα μάλα καὶ δικάσοντας καὶ στρατηγήσοντας ἐπιθυμῶν καταισχύνειν, ὡς ἐνθάδε που τὸ χαλεπὸν καὶ δυσπόριστον εὑρήσων τῶν ἡδονῶν εἶδος, τοῖς ἄγαν φιλοπόταις καὶ οἰνόφλυξι ταὐτὸ πεπονθὼς πάθος ·
7.152οἳ πολλάκις μετὰ πολλὴν ἀκρατοποσίαν καὶ συνεχῆ οὐκ ἐθέλοντες πιεῖν αὐχμὸν ἐξεπίτηδες μηχανῶνται διάτε ἱδρώτων καὶ σιτίων ἁλμυρῶν καὶ δριμέων προσφορᾶς.