Dio Chrysostom

Orations, Oration 60

60.1ἔχεις μοι λῦσαι ταύτην τὴν ἀπορίαν, πότερον δικαίως ἐγκαλοῦσιν οἱ μὲν τῷ Ἀρχιλόχῳ, οἱ δὲ τῷ Σοφοκλεῖ περὶ τῶν κατὰ τὸν Νέσσον καὶ τὴν Δηιάνειραν οὔ; φασὶ γὰρ οἱ μὲν τὸν Ἀρχίλοχον ληρεῖν, ποιοῦντα τὴν Δηιάνειραν ἐν τῷ βιάζεσθαι ὑπὸ τοῦ Κενταύρου πρὸς τὸν Ἡρακλέα ῥαψῳδοῦσαν, ἀναμιμνῄσκουσαν τῆς τοῦ Ἀχελῴου μνηστείας καὶ τῶν τότε γενομένων · ὥστε πολλὴν σχολὴν εἶναι τῷ Νέσσῳ τι ἐβούλετο πρᾶξαι · οἱ δὲ τὸν Σοφοκλέα πρὸ τοῦ καιροῦ πεποιηκέναι τὴν τοξείαν, διαβαινόντων αὐτῶν ἔτι τὸν ποταμόν · οὕτως γὰρ ἂν καὶ τὴν Δηιάνειραν ἀπολέσθαι, ἀφέντος τοῦ Κενταύρου. ἀλλὰ μή, καθάπερ εἴωθας, πολὺ παρὰ τὴν δόξαν λέγε καὶ πάντα μᾶλλον τις ἂν οἰηθείη.
60.2ἆρ’οὖν κελεύεις με ταῦτά σοι λέγειν τις ἂν οἰηθείη ὀρθῶς οἰόμενος τις ἂν καὶ μὴ ὀρθῶς; ἐγὼ μὲν τις ἂν ὀρθῶς οἰόμενος. τί οὖν οἱ πολλοὶ ἄνθρωποι δοξάζουσιν; ἆρά γε ἀνάγκη τὸν βουλόμενον ὀρθῶς ἐξηγεῖσθαι παρὰ τὴν δόξαν τῶν πολλῶν λέγειν; ἀνάγκη. μὴ οὖν δυσκόλως ἀκολουθήσῃς, ἐὰν τοιοῦτον τὸ λεγόμενον · σκόπει δέ, εἰ μὴ δεόντως λέγεται. λέγε τοίνυν καὶ ἐξηγοῦ, ὅπως σοι δοκεῖ. οὐκοῦν λέγω σοι ὅτι ὅλον τὸ ἀγνόημά ἐστι περὶ τὸν μῦθον τὸ ἐπιχειρεῖν τὸν Κένταυρον συγγενέσθαι τῇ Δηιανείρᾳ. οὐ γὰρ ἐπεχείρησεν;
60.3οὔ. σοὶ δοκεῖ πιθανὸν εἶναι ἐν ὄψει Ἡρακλέους τόξα ἔχοντος καὶ πεπειραμένον αὐτοῦ τῆς ἀρετῆς πρότερον, ἡνίκα μόνος τῶν Κενταύρων αὐτὸς διέφυγε παρὰ τοῦ Φόλου μηδὲν ἐκείνων τοιοῦτον ἀδικησάντων αὐτόν, ἐπιχειρεῖν συγγενέσθαι αὐτοῦ τῇ γυναικί; ἔχει μέν τινα ἀπορίαν τὸ τοιοῦτο · ἀλλὰ μὴ τοῦτο κινοῦντες καθόλου τὸν μῦθον ἀναιρῶμεν. οὐδαμῶς, ἂν προλογιζώμεθα ὡς ἐγένετο καὶ εἰκὸς ἦν γενέσθαι τὸ πρᾶγμα. οὕτω δὴ λέγοις.
60.4 Νέσσος τὴν Δηιάνειραν εὐθὺς διακομίζων καὶ ἐν τῷ περᾶν ἐπεχείρει διαφθείρειν τοῦτον τὸν τρόπον, οὐχ ὅν φασι βιαζόμενος, ἀλλὰ λόγους ἐπιτηδείους λέγων πρὸς αὐτὴν καὶ διδάσκων ὅπως κρατήσει τοῦ Ἡρακλέους, λέγων ὅτι νῦν μὲν ἄγριός ἐστι καὶ χαλεπὸς καὶ ὀλίγον τινὰ χρόνον αὐτῇ συνέσται καὶ τοῦτον δυσκόλως διὰ τοὺς ἄθλους καὶ τὰς ἀποδημίας καὶ τὸν βίον ὃν προῄρηται. ἐὰν δ’, ἔφη, σὺ πείσῃς αὐτὸν τὰ μὲν θεραπείᾳ, τὰ δὲ λόγοις, τῆς μὲν ταλαιπωρίας ταύτης καὶ τῶν πόνων ἐπανεῖναι ζῆν δὲ ῥᾳθύμως καὶ ἡδέως, σοίτε πολὺ πρᾳότερος ἔσται καὶ ἄμεινον βιώσεται καί σοι τὸν λοιπὸν ἤδη συνέσται χρόνον οἴκοι μένων.
60.5ταῦτα δὲ διηγεῖτο Κένταυρος ἐπιβουλεύων τῷ Ἡρακλεῖ, εἴ πως δύναιτο αὐτὸν ἐπὶ τρυφὴν ἀγαγεῖν καὶ ῥᾳθυμίαν · ᾔδει γὰρ ὅτι ἅμα τῷ μεταβαλεῖν τὸν βίον καὶ τὴν ἄσκησιν εὐχείρωτος ἔσται καὶ ἀσθενής. δὲ Δηιάνειρα ἀκούουσα οὐ παρέργως τοῖς λόγοις προσεῖχεν, ἀλλὰ ἐνεθυμεῖτο ὡς ὀρθῶς λέγοι Κένταυρος, ὥσπερ εἰκὸς ἦν, καὶ βουλομένη τὸν ἄνδρα ὑφ’ἑαυτῇ ἔχειν. δὲ Ἡρακλῆς ὑπονοήσας μηδὲν ὑγιὲς τὸν Κένταυρον λέγειν ἐκ τοῦ διαλέγεσθαι πρὸς τὴν Δηιάνειραν ἐπιμελῶς, καὶ ὅτι ἐκείνη προσεῖχεν αὐτω, οὕτως δὴ ἐτόξευσεν αὐτόν.
60.6 δὲ ἀποθνῄσκων οὐδὲν ἧττον ἐκέλευσε τὴν Δηιάνειραν ἀναμνησθῆναι ὧν εἶπε καὶ ποιεῖν ὡς αὐτὸς παρῄνεσεν. ὕστερον δὲ Δηιάνειρα μεμνημένη τῶν λόγων τοῦ Κενταύρου καὶ ἅμα τοῦ Ἡρακλέους οὐδὲν ἀνιέντος, ἀλλὰ καὶ μακροτέραν ἀποδημίαν ἀποδημήσαντος, τὴν τελευταίαν ὅτε ἐξεῖλε τὴν Οἰχαλίαν, καὶ λεγομένου δὴ ὡς ἐρασθείη τῆς Ἰόλης, ἡγησαμένη βέλτιον εἶναι παρῄνεσεν ἀνύεσθαι, ἐπιτίθεται αὐτῷ καί, οἷον δὴ πέφυκε τὸ τῶν γυναικῶν αἱμύλον καὶ πανοῦργον, οὐ πρότερον ἀνῆκε πρὶν ἔπεισεν αὐτὸν τὰ μὲν παραμυθουμένη καὶ φάσκουσα ἐκείνου κήδεσθαι ὅπως μὴ κακοπαθῇ γυμνὸς τοῦ χειμῶνος καὶ τοῦ θέρους ὁμοίως ὑπομένων ἐν τῷ δέρματι τοῦ λέοντος, τὸ μὲν δέρμα ἀποθέσθαι, στολὴν δὲ ἀναλαβεῖν ὁμοίαν τοῖς ἄλλοις.
60.7καὶ τοῦτο δὴ ἦν λεγόμενος τῆς Δηιανείρας χιτών, ὃν ἐνέδυ Ἡρακλῆς.
60.8ἅμα δὲ τῇ στολῇ καὶ τὴν ἄλλην δίαιταν ἐποίησεν αὐτὸν μεταβαλεῖν, ἐπὶτε στρωμάτων καθεύδοντα καὶ μὴ θυραυλοῦντα τὰ πολλά, ὥσπερ εἰώθει πρότερον, μη δὲ αὐτουργοῦντα μη δὲ τροφῇ ὁμοίᾳ χρώμενον, ἀλλὰ σίτῳτε ἐκπεπονημένῳ καὶ ὄψῳ καὶ οἴνῳ ἡδεῖ καὶ ὅσα δὴ τούτοις ἐπόμενά ἐστιν. ἐκ δὲ τῆς μεταβολῆς ταύτης, ὥσπερ ἦν, οἶμαι, ἀναγκαῖον, εἰς ἀσθένειαν καὶ μαλακίαν ἐμπεσὼν τοῦ σώματος καὶ ἡγησάμενος μηκέτ’εἶναι ῥᾴδιον ἁψάμενον τρυφῆς ἀποθέσθαι αὐτήν, οὕτως δὴ ἐνέπρησεν αὑτόν, ἅμα μὲν κρεῖττον οἰόμενος ἀπηλλάχθαι τοῦ τοιούτου βίου, ἅμα δὲ δυσχεραίνων ὅτι ἠνέσχετο τρυφῆς ἅψασθαι. ἔχεις δὴ τὸν παρ’ἐμοῦ λόγον, ὁποῖον ἐγὼ ἠδυνάμην, ὑπὲρ τοῦ μύθου εἰπεῖν.
60.9καὶ μὰ τὸν Δία οὐδαμῶς φαῦλος οὐ δὲ ἀπίθανος δοκεῖ μοι εἶναι. καὶ οὐκ οἶδα ὅπως δοκεῖ μοι προσεοικέναι τὸ τῶν φιλοσόφων ἐνίων περὶ τοὺς λόγους ἁμῃγέπῃ τῷ τῶν κοροπλάθων. καὶ γὰρ ἐκεῖνοι τύπον τινὰ παρέχοντες, ὁποῖον ἂν πηλὸν εἰς τοῦτον ἐμβάλωσιν, ὅμοιον τῷ τύπῳ τὸ εἶδος ἀποτελοῦσιν · καὶ τῶν φιλοσόφων ἤδη τινὲς τοιοῦτοι γεγόνασιν, ὥστε ὁποῖον ἂν μῦθον λόγον λάβωσιν ἕλκοντες καὶ πλάττοντες κατὰ τὴν αὑτῶν διάνοιαν ὠφέλιμον καὶ φιλοσοφίᾳ πρέποντα ἀπέδειξαν · οἷον δὴ μάλιστα ἀκούομεν Σωκράτη γενέσθαι.
60.10ἐκεῖνος γὰρ εἰς ἅπαντας δὴ λόγους καὶ πάσας διατριβὰς κατῄει, καὶ πρὸς ῥήτορας καὶ πρὸς σοφιστὰς καὶ πρὸς γεωμέτρας καὶ μουσικοὺς καὶ παιδοτρίβας καὶ τοὺς ἄλλους δημιουργούς, καὶ ἐν παλαίστραις καὶ ἐν συμποσίοις καὶ ἐν ἀγορᾷ οὐκ ἐκωλύετο ἐξ ἅπαντος τρόπου φιλοσοφεῖν καὶ προτρέπειν ἐπ’ἀρετὴν τοὺς συνόντας, οὐκ ἰδίαν εἰσφέρων ὑπόθεσιν οὐ δὲ πρόβλημα ἐσκεμμένον, ἀλλ’ἀεὶ τῇ παρούσῃ χρώμενος καὶ ταύτην προσάγων πρὸς φιλοσοφίαν.