Dio Chrysostom

Orations, Oration 58

58.1 Ἀχιλλεὺς τὸν Χείρωνα ἤρετο, τί μ’, ἔφη, τοξεύειν διδάσκεις; ὅτι, ἔφη, καὶ τοῦτο τῶν πολεμικῶν ἐστιν. δειλῶν, ἔφη, τὸ ἔργον ἐπὶ δειλούς. πῶς; ἔφη. γε οὐκ ἐᾷ τὸν πολέμιον ἐγγὺς προσελθεῖν. γε οὐκ ἐᾷ τὸν πολέμιον μακρὰν ἀπελθεῖν. φευγόντων τὸ ὅπλον. οὔκ, ἀλλ’ἐπὶ τοὺς φεύγοντας. αὐτὸν δεῖ τοὺς φεύγοντας αἱρεῖν. βράδιον τάχιον; ὡς οἷόντε τάχιστα. πότερον οὖν τρέχων τις αἱροῖ ἂν θᾶττον πετόμενος; μὴ οὖν αὐτός γε αἱρεῖ; τίς μήν; τὸ βέλος.
58.2ἐὰν δὲ ἀκοντίσῃς, τίς αἱρεῖ; οὐκ οἶδα. ἀλλὰ πότε αὐτὸς αἱρεῖς καὶ ἀποκτείνεις; ὅταν διασπάσῃς λαβών, ὥσπερ τὰ θηρία; ἦπου, ἔφη, ἀνδρειοτέρας ἡγῇ τὰς γυναῖκας, ὅτι ἐγγύτατα μάχονται ἐπιπεσοῦσαι ἀλλήλαις; δὲ Ἀχιλλεὺς ταῦτα ἀκούων ἅμα θυμοῦ καὶ δακρύων ἐνεπίμπλατο καὶ τὸν Χείρωνα ἐλοιδόρει καὶ οὐκ ἔφη παρ’αὐτῷ μενεῖν, ἀλλ’εἰς Φθίαν ἀπιέναι παρὰ τὸν πατέρα καὶ παρ’ἐκείνῳ παιδεύσεσθαι · πολὺ γὰρ κρείττονα εἶναι τὸν Πηλέα τοῦ Χείρωνος καὶ οὐκ εἶναι σοφιστήν, ὥσπερ Χείρων. ἦν δὲ ἔτι παῖς Ἀχιλλεὺς οὐδέπω ἡβάσκων.
58.3πῶς οὖν, ἔφη, κρείττων ὢν οὐκ αὐτὸς παιδεύει σε; ὅτι, ἔφη, οὐ σχολὴ αὐτῷ. ὑπὸ τοῦ; ὑπὸ τῆς βασιλείας. διαφέρει οὖν τι βασιλεύειν παιδεύειν; πολύ γε. σὺ δέ μοι δίδως κέρας τι καὶ νεῦρον καὶ μικρὰ σιδήρια ἐπὶ λεπτοῖς δονακίοις, ὥσπερ ὄρνιθας θηρεύσειν μέλλοντι, οὐκ ἀνδράσιν οὐ δὲ θηρίοις μαχεὶσθαι. γνοίη δ’ἂν τις τὴν ἀθλιότητα ὅση τῶν ὅπλων, εἴ ποτε ἐγγὺς γένοιτο καὶ ἀναγκασθείη αὐτοῖς ἐκ χειρὸς μάχεσθαι. ἀλλὰ δεῖ δραπετεύοντα μάχεσθαι, φοβούμενον καὶ φυλαττόμενον ὅπως μη δὲ ὀφθήσεται, ὥσπερ κακὸν ἀνδράποδον · ὅς γε οὐ δὲ ἀποκτείνας σκυλεύσαι ἂν οὐ δὲ ὀφθήσεταί ποτε ᾑμαγμένος ἀπ’ἀνδρὸς ἐχθροῦ. τοιαῦτα διδάσκεις με, τοξεύειν καὶ κιθαρίζειν · πρῴην δέ ποτε καὶ ῥίζας ὀρύττειν, ὥσπερ αἱ φαρμακίδες.
58.4οὐ δὲ τὸ ἱππεύειν ἀρέσκει σε; ἐπήρετο αὐτὸν Χείρων. οὐ δὲ σύ, ἔφη, ἀρέσκεις με τοιοῦτος ὤν. δοκεῖς γάρ μοι ἑτοιμότερος εἶναι φεύγειν μένειν. καὶ Χείρων ὀργισθεὶς αὐτῷ καὶ ὑπὸ τῆς ὀργῆς φρίξας τὴν χαίτην καὶ ὑποβλέψας δεινόν, ὥσπερ ἀστραπή, μόλις δὲ ἀπεχόμενος τοῦ μὴ παῖσαι αὐτόν, ὅτι διενοεῖτο ἐρᾶν αὐτοῦ, κακόν, ἔφη, γέννημα καὶ θρασὺ μητρὸς θαλασσίας, σε κακῶς διέφθειρε φυσῶσα ἐπὶ τῷ γένει ·
58.5πολύ γε μὴν κάκιον ταύτης πατὴρ διηγούμενος ὡς ὕμνησαν αὐτοῦ τὸν γάμον οἱ θεοί · σοὶ δὲ οὔτε θαλάττης οὔτε οὐρανοῦ προσήκει οὐδέν. φημὶ δέ σε ἐγὼ πολεμικὸν μὲν οὐδέποτε ἔσεσθαι, δόξειν δὲ τοῖς ἀνοήτοις, οὐ δὲ ἡγήσεσθαι οὐδέποτε, ὅπου ἂν πολεμῇς, καίτοι Θέτιδος ὄντα καὶ Πηλέως. διὰ μέντοι τὸ θράσος καὶ τὸ τάχος καὶ τὴν ἰσχὺν κολακεύοντές σε φήσουσι φέρτατον ἀνδρῶν. ὅμως δὲ ὑπὸ ἄλλων ἀξιώσουσι βασιλεύεσθαι, σὲ δὲ μάχεσθαι καὶ κινδυνεύειν ὑπὲρ αὑτῶν ἀναγκάσουσι δώροιςτε καὶ ἐπαίνοις ματαίοις, ἕως ἂν ἀποθάνῃς.
58.6οἶμαι δέ σε μη δὲ τῶν νεκρῶν ἀφέξεσθαι, ἀλλὰ κἂν τούτους κεντεῖντε καὶ ἕλκειν, ὡς δή τι μέγα διαπραττόμενον · ὥσπερ τὰ παιδάρια τὰ νήπια τι ἂν ἀποκτείνωσιν ἕλκουσι κύκλῳ. τοιοῦτος δὲ ὢν ἀποθανῇ ὑπ’οὐδενὸς τῶν γενναίων, ὡς σὺ οἴει · ἀλλὰ τοὺς μὲν αὑτῷ ὁμοίους, τοὺς ἀνδρείους καὶ ἀνοήτους, ἀποκτενεῖς ῥᾳδίως · ὑπὸ δὲ ἀνδρὸς φρονίμου καὶ πολεμικοῦ ἀποθανῇ, οὐ δὲ ἰδὼν αὐτόν.