Orations, Oration 80

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
80.1ὑμεῖς μὲν ἴσως θαυμάζετε καὶ παράδοξον ἡγεῖσθε καὶ οὐδαμῶς σωφρονοῦντος ἀνδρός, ὅστις ἁπάντων ἀποστὰς περὶ οἱ πολλοὶ σπουδάζουσι, καὶ τρόπον τινὰ ἐάσας κατὰ ῥοῦν φέρεσθαι χρήματάτε καὶ δόξας καὶ ἡδονάς, οὔτε γεωργὸς οὔτε ναύκληρος οὔτε στρατιώτης οὔτε στρατηγὸς περίεισιν, οὐ σκυτοτόμος, οὐ τέκτων, οὐκ ἰατρός, οὐ ῥήτωρ, οὐκ ἄλλο τι σύνηθες πρᾶγμα ποιῶν, οὑτωσὶ δὲ ἀτόπως ἰώντε καὶ ἀπιὼν καὶ παριστάμενος ἔνθα μηδὲν αὐτῷ πρᾶγμά ἐστιν, ἀλλ’ὡς ἂν τύχῃτε καὶ ὁρμήσῃ ·
80.2βουλευτήρια μὲν καὶ θέατρα καὶ συλλόγους ἀτιμάσας, ἐκκλησιάζων δὲ μόνος αὐτός · καὶ θεωρῶν οὐκ ὀρχουμένους οὐ δὲ ᾄδοντας οὐ δὲ πυκτεύοντας οὐ δὲ παλαίοντας, ἀλλ’ὠνουμένους καὶ βαδίζοντας καὶ λαλοῦντας καὶ μαχομένους, ποτὲ μὲν τούτοις ἅπασι προσέχων εὖ μάλα καὶ τερπόμενος πολὺ μᾶλλον παῖδες ἐν ἀγῶσι καὶ θεάτροις, οὐ προκαταλαμβάνων οὐ δὲ ἀγρυπνῶν οὐ δὲ θλιβόμενος, ποτὲ δὲ αὖ μήτ’ἀκούων μηδενὸς μήθ’ὁρῶν, ἀλλὰ μη δ’εἶναι νομίζων αὐτούς, ἐννοῶν βούλεται καὶ πράττων ἀδεῶς.
80.3ἐγὼ δὲ τοῦτο μὲν λαμπρὸν ἡγοῦμαι καὶ μακάριον, εἴ τις ἐν οἰκέταις ἐλεύθερος εἶναι δύναται καὶ ἐν ὑπηκόοις αὐτόνομος · ὑπὲρ οὗ πολλὰ μὲν Λυδοὶ Φρυξί, πολλὰ δὲ Φρύγες Λυδοῖς ἐπολέμησαν, πολλὰ δ’Ἴωνέςτε καὶ Δωριεῖς καὶ ξύμπαντα γένη, ἀλλὰ νοητοειδοῦς αὐτονομίας ἔρωτι οὐδεὶς ἐγκεχείρηκεν τοῖς αὐτὸς αὑτοῦ χρῆσθαι νόμοις, οἱ δὲ ξύμπαντες περὶ τῶν Σόλωνος καὶ Δράκοντος καὶ Νόμα καὶ Ζαλεύκου νόμων ἐρίζουσιν, ὅπως τούτοις ἀλλὰ μὴ τούτοις ἕπωνται, μηδενὸς αὖ μη δὲ ἐκείνων οἷα ἐχρῆν θέντος. Σόλωνα μέντοι καὶ αὐτὸν εἰρηκέναι φασὶν ὡς αὑτῷ μὴ ἀρέσκοντα εἰσηγεῖτο Ἀθηναῖοις, ἀλλ’οἷς αὐτοὺς ὑπελάμβανε χρήσεσθαι.
80.4δῆλον οὖν ὅτι πονηροὺς ἔγραφε νόμους, εἴπερ τοὺς ἀρέσοντας πονηροῖς ἔγραφεν · ἀλλ’ὅμως καὶ αὐτὸς τούτοις ἐχρῆτο πονηροῖςτε οὖσι καὶ οὐκ ἀρέσκουσιν αὐτῷ. δῆλον οὖν ὅτι τούτων μὲν οὐδενὶ μετῆν αὐτονομίας, οὐ δὲ ἐσπούδαζον οὐ δὲ ἐπολέμουν ὅπως ὦσιν ἐλεύθεροι · ἀλλὰ γὰρ ἄφθονόντε καὶ πολλὴν δουλείαν ἐντὸς τῶν τειχῶν ἐγκαθείρξαντες ἔπειτα ἐπάλξεσι καὶ πύργοις καὶ βέλεσιν ἠμύνοντο, ὅπως μὴ εἰσίοι ἔξωθεν παρ’αὐτούς, ὥσπερ εἴ τις νεὼς διερρηγμένης κλύδωνος ἔνδον ὄντος φυλάττοιτο καὶ πράγματα ἔχοι, μήποτε ἄνωθεν ὑπερβάλῃ. καθάπερ οὖν φασι τοὺς Τρῶας ὑπὲρ τῆς Ἑλένης πολιορκεῖσθαι καὶ ἀποθνῄσκειν οὐκ ἔνδον οὔσης ἀλλ’ἐν Αἰγύπτῳ, ταὐτὸ πάθος οὗτοι πεπόνθασιν · ὑπὲρ τῆς ἐλευθερίας ἐμάχοντο καὶ ἠγωνίων, οὐκ οὔσης παρ’αὐτοῖς.
80.5ἀλλ’ὅμως ἐκεῖνοίτε ἔλεγον πάντα πάσχειν ὑπὲρ τῶν νόμων, καὶ νῦν φασιν ἐν τούτοις εἶναι τὴν δίκην, ὁπόσ’ἂν αὐτοὶ δυστυχεῖς ὄντες συγγράφωσιν παρ’ἄλλων ὁμοίων παραλάβωσιν. νόμον δὲ τὸν ἀληθῆ καὶ κύριον καὶ φανερὸν οὔτε ὁρῶσιν οὔτε ἡγεμόνα ποιοῦνται τοῦ βίου. τοιγαροῦν ὥσπερ ἐν μεσημβρίᾳ λάμποντος ἡλίου δᾷδας ἴασι καὶ δαλοὺς ἀράμενοι, τὸ μὲν θεῖον φῶς ἐάσαντες, καπνῷ δὲ ἑπόμενοι κἂν μικρὸν αἴθυγμα δεικνύντι πυρός. μὲν οὖν τῆς φύσεως νόμος ἀφεῖται καὶ ἐκλέλοιπε παρ’ὑμῖν, κακοδαίμονες · ἄξονας δὲ καὶ γραμματεῖα καὶ στήλας φυλάττετε καὶ ἀνωφελῆ στίγματα.
80.6καὶ τὸν μὲν τοῦ Διὸς θεσμὸν πάλαι παρέβητε, τὸν δὲ τοῦ δεῖνος τὸν τοῦ δεῖνος ὅπως μηδεὶς παραβήσεται σκοπεῖσθε. καὶ τὴν ἀρὰν ἣν Ἀθηναῖοι περὶ τῶν Σόλωνος ἔθεντο νόμων τοῖς ἐπιχειροῦσι καταλύειν ἀγνοεῖτε κυριωτέραν οὖσαν ἐπὶ τοῖς ἐκείνου νόμοις · πᾶσα γὰρ ἀνάγκη τὸν συγχέοντα τὸν θεσμὸν ἄτιμον ὑπάρχειν · πλὴν παῖδας καὶ γένος οὐκ ἐπέξεισιν, ὡς ἐκεῖ, τῶν ἁμαρτανόντων, ἀλλ’ἕκαστος αὑτῷ γίγνεται τῆς ἀτυχίας αἴτιος. τὸν οὖν ἐπιχειροῦντα τοῦτον ἀνασῴζειν ὡς ἂν οἷόςτε καὶ τό γε καθ’αὑτὸν φυλάττειν οὐδέποτε ἂν μὴ φρονεῖν φαίην ἔγωγε.
80.7πολὺ δὲ μᾶλλον ὑμᾶς θαυμάζω καὶ ἐλεῶ τῆς χαλεπῆς καὶ παρανόμου δουλείας ἐν ζεύξαντες αὑτοὺς ἔχετε, οὐχ ἑνὶ δεσμῷ μόνον περιβαλόντες οὐ δὲ δυσίν, ἀλλὰ μυρίοις, ὑφ’ὧν ἄγχεσθε καὶ πιέζεσθε πολὺ μᾶλλον τῶν ἐν ἁλύσειτε καὶ κλοιῷ καὶ πέδαις ἑλκομένων. τοῖς μὲν γὰρ ἔστι καὶ ἀφεθῆναι καὶ διακόψασι φυγεῖν, ὑμεῖς δὲ ἀεὶ μᾶλλον κρατύνεσθε τὰ δεσμὰ καὶ πλείω καὶ ἰσχυρότερα ἀπεργάζεσθε. καὶ μή, ὅτι οὐχ ὁρᾶτε αὐτά, ψευδῆ καὶ ἄπιστον ἡγεῖσθε τόνδε τὸν λόγον · σκοπεῖτε δὲ Ὁμήρου τοῦ καθ’ὑμᾶς σοφωτάτου ποῖ’ἄττα δεσμὰ τὸν Ἄρη φησὶ κατασχεῖν, ὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, ἠΰτ’ἀράχνια λεπτά, τά γ’οὔ κέ τις οὐ δὲ ἴδοιτο.
80.8μὴ οὖν οἴεσθε τὸν μὲν Ἄρη, θεὸν ὄντα καὶ ἰσχυρόν, οὕτως ὑπὸ λεπτῶντε καὶ ἀοράτων πεδηθῆναι δεσμῶν, αὑτοὺς δέ, πάντων θηρίων ἀσθενεστάτους ὄντας, μὴ ἄν ποτε ἁλῶναι δεσμοῖς ἀφανέσιν, ἀλλ’εἰ μὴ σιδήρουτε καὶ ὀρειχάλκου εὖ πεποιημένα εἴη. τὰ μὲν οὖν σώματα ὑμῶν, οἷα δὴ στερεὰ καὶ τὸ πλέον γῆς γέμοντα, τοιούτων δεῖται τῶν κρατησόντων · ψυχὴ δὲ ἀόρατός που καὶ λεπτὴ φύσει πῶς οὐκ ἂν δεσμῶν τοιούτων τυγχάνοι; ὑμεῖς δὲ στερροὺς καὶ ἀδαμαντίνους πεποίησθε πάσῃ μηχανῇ πλεξάμενοι, καὶ τὸν Δαίδαλον αὐτὸν ὑπερβεβλημένοι τῇ τέχνῃτε καὶ σπουδῇ πρὸς τὸ πᾶν ὑμῶν μέρος τῆς ψυχῆς καταδεδέσθαι καὶ μηδὲν ἐλεύθερον εἶναι μη δὲ αὐτόνομον.
80.9τί γὰρ ἦν Κνωσίων εἱρκτὴ καὶ τὸ τοῦ Λαβυρίνθου σκολιὸν πρὸς τὴν σκολιότητα καὶ τὸ δυσεύρετον τῆς ἀφροσύνης; τί δ’ Σικελικὴ φρουρὰ τῶν Ἀττικῶν αἰχμαλώτων, οὓς εἰς πέτραν τινὰ ἐνέβαλον; τί δ’ Λακώνων Κεάδας καὶ τὸ παρὰ Πέρσαις οἴκημα μεστὸν τέφρας, νὴ Δία εἴ τινας κόρας χαλεποὶ πατέρες, ὡς τῶν ποιητῶν λόγος, χαλκέων περιβόλων ἐφρούρησαν εἱρκταῖς. οὐ δ’ἐγὼ νήφειν ἐν τοῖς λόγοις ἔτι μοι δοκῶ τῶν ἀνθρωπίνων συμφορῶν μνησθεὶς ἐπὶ πλέον τῆς αἰσχρᾶς καὶ δυσχεροῦς δουλείας ἣν δεδούλωσθε πάντες · ὅθεν οὐ νημάτων ἔστι λεπτῶν εὐπορήσαντας ἐξελθεῖν βοηθείᾳ κόρης ἄφρονος, ὥσπερ ἐκεῖνον Θησέα φασὶν ἐκ Κρήτης σωθῆναι, εἰ μή τι αὐτῆς, οἶμαι, τῆς Ἀθηνᾶς παρισταμένης καὶ σῳζούσης ἅμα.
80.10εἰ γὰρ ἐθέλοιμι πάσας εἰπεῖν τὰς εἱρκτὰς καὶ τὰ δεσμὰ τῶν ἀνοήτωντε καὶ ἀθλίων ἀνθρώπων οἷς ἐγκλείσαντες αὑτοὺς ἔχετε, μὴ σφόδρα ὑμῖν ἀπηνήςτε καὶ φαῦλος δόξω ποιητής, ἐν οἰκείοις τραγῳδῶν πάθεσιν. οὐ γὰρ μόνον, ὡς οἱ δόξαντες ὑμῖν κακοῦργοι πιεζοῦνται, τραχήλουτε καὶ χειρῶν καὶ ποδῶν, ἀλλὰ γαστρὸς καὶ τῶν ἄλλων μερῶν ἑκάστου ἰδίῳ δεσμῷτε καὶ ἀνάγκη κατειλημμένοι εἰσὶ ποικίλῃτε καὶ πολύτροπῳ · καί μοι δοκεῖ τις ἂν ἰδὼν τῇ ὄψει τερφθῆναίτε καὶ σφόδρα ἄγασθαι τὴν ἐπίνοιαν.
80.11πρώτη μὲν γάρ, οἶμαι, πρὸς ἕκαστον ἔστη δέσποινα χαλεπὴ μὲν ἄλλως καὶ δυσμενὴς καὶ ἐπίβουλος, ἰδεῖν δὲ ἱλαρὰ καὶ μειδιῶσα πρὸς ἅπαντας σαρδάνιον μάλα τοῖον καὶ φέρει δεσμὰ κατὰ τὴν αὑτῆς φύσιν εὐανθῆ καὶ μαλακὰ τὴν πρώτην, οἷς εἰκός ἐστι καταδεῖσθαι βασιλεῖς τυράννους καὶ πάντας ὅσοι μακαρίων παῖδες κέκληνται · τούτων δὲ χαλεπώτερον οὐδὲν οὐ δὲ μᾶλλον ἐμφύεται καὶ πιέζει.
80.12μετὰ δὲ ταύτην ἦλθεν ἑτέρα, κλοιόν τινα φέρουσα χρυσοῦν ἀργυροῦν. τοῦτον δὲ περιθεῖσα ἕλκει μὲν ἰδιώτας περὶ πᾶσαν γῆν καὶ θάλασσαν, ἕλκει δὲ βασιλεῖς καθ’Ἡσίοδον, σύρει δὲ πόλεων στρατηγοὺς ἐπὶ πύλας, ὥστε ἀνοίγειν καὶ προδιδόναι. φησὶ δὲ κήδεσθαι τούτων οὓς ἂν ἀπολλύῃ, καὶ ποιεῖν εὐδαίμονας · ὥσπερ Ἀστυάγην ποτὲ Κῦρος ἐν χρυσαῖς ἔδησε πέδαις, ὡς ἂν δῆλον ὅτι πάππου κηδόμενος.
80.13πολὺ δ’ἂν ἔργον εἴη διεξιέναι πάσας τὰς ἰδέας τῶν δεσμῶν. ἕνα δ’οὖν ἄξιον μὴ παρεῖναι τὸν παραδοξότατον αὐτῶν καὶ ποικιλώτατον, ὃν χαλεπωτάτη φέρει δέσποινα, χρυσῷ καὶ ἀργύρῳ καὶ παντοίοις λίθοιςτε καὶ ψήφοις καὶ ζῴων κέρασι καὶ ὀδοῦσι καὶ ὀστράκοις, ἔτι δὲ ἁλουργέσι βαφαῖς καὶ ἑτέροις μυρίοις τισὶν ὥσπερ ὅρμον πολυτελῆ καὶ θαυμαστὸν ἀσκήσασα καὶ πολλά τινα ἐν αὐτῷ σχήματάτε καὶ μορφὰς μιμησαμένη, στεφάνουςτε καὶ σκῆπτρα καὶ τιάρας καὶ θρόνους ὑψηλούς · καθάπερ οἱ περιττοὶ τεχνῖται κλίνας τινὰς θύρας ὀροφὰς οἰκιῶν κατασκευάζοντες ἕτερ’ἄττα μηχανῶνται φαίνεσθαι, λέγω δὲ οἷον θυρῶν ἐξοχὰς θηρίων κεφαλαῖς ἀπεικάσαντες καὶ κιόνων ὁμοίως ·
80.14ἔτι δὲ καὶ ἦχος ἐν τούτῳ καὶ φωνὴ παντοία κρότωντε καὶ ποππυσμῶν. πάλιν οὖν τοῦτον περιβάλλει δημαγωγοῖςτε καὶ βασιλεῦσιν. ἀλλ’ὅπως μὴ πόρρω που αὐτοὶ φερώμεθα ὑπὸ τῆς εἰκόνος, ὥσπερ ὄντως εἰδώλῳ τινὶ λόγου ἐπακολουθοῦντες, ὡς Ὅμηρος Ἀχιλλέα ἐποίησε τῷ τοῦ Ἀγήνορος ἐπόμενον μακρὰν ἀπελθεῖν. ἱκανῶς ἔχει.