Dio Chrysostom

Orations, Oration 62

62.1καὶ μὴν εἴ τις ἑνὸς ἀνδρὸς οὐχ οἷόςτε ἄρχειν ἐστί, καὶ τούτου σφόδρα ἐγγὺς ὄντος, δὴ ξύνεστιν, οὐ δὲ αὖ μίαν ψυχὴν κατευθύνειν τὴν αὑτοῦ, πῶς ἂν δύναιτο βασιλεύειν μυριάδων ἀναριθμήτων πανταχοῦ διεσπαρμένων, ὥσπερ σύ, καὶ πολλῶν γε οἰκούντων ἐπὶ πέρασι γῆς, ὧν οὐ δὲ ἑώρακε τοὺς πλείστους οὐ δ’ἂν ἴδοι ποτὲ οὐ δὲ τῆς φωνῆς ξυνήσει; ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι τὸν οὕτως ἀδύνατον τὴν ὄψιν ὡς μη δὲ τὰ ἐν ποσὶν ὁρᾶν, ἀλλὰ προσδεόμενον χειραγωγοῦ, τοῦτον ἐφικνεῖσθαι βλέποντα μέχρι τῶν πλεῖστον ἀπεχόντων, ὥσπερ οἱ πόρρωθεν ὁρῶντες ἐκ τοῦ πελάγους τάτε ὄρη καὶ τὰς νήσους, τὸν οὐ δυνάμενον φθέγγεσθαι τοῖς παρεστῶσιν ἱκανὸν ὅλοις δήμοις καὶ στρατοπέδοις εἰς ἐπήκοον φθέγγεσθαι.
62.2καὶ γὰρ οὖν ἔχει τι παραπλήσιον νοῦς τῇ ὄψει · ὡς ἐκείνη διεφθαρμένη μὲν οὐδὲν οὐ δὲ τῶν πλησιαίτατα ὁρᾷ, ὑγιὴς δὲ οὖσα μέχρις οὐρανοῦτε καὶ ἀστέρων ἐξικνεῖται · ταὐτὸ δὴ τοῦτο μὲν τοῦ φρονίμου διάνοια καὶ πάντας ἀνθρώπους ἱκανὴ γίγνεται διοικεῖν, δὲ τοῦ ἄφρονος οὐ δὲ ἓν σῶμα τὸ ἐκείνου δύναται φυλάττειν οὐ δὲ ἕνα οἶκον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἐν ταῖς δυναστείαις, ὅτι μὲν ἔξεστιν αὐτοῖς πάντα λαμβάνειν, πάντων ἐπιθυμοῦσιν · ὅτι δὲ ἐπ’αὐτοῖς ἐστι τὸ δίκαιον, διὰ τοῦτό εἰσιν ἄδικοι · ὅτι δὲ οὐ φοβοῦνται τοὺς νόμους, οὐ δὲ εἶναι νομίζουσιν · ὅτι δὲ οὐκ ἀναγκάζονται πονεῖν, οὐδέποτε παύονται τρυφῶντες · ὅτι δὲ οὐδεὶς ἀμύνεται κακῶς πάσχων, οὐδέποτε παύονται ποιοῦντες · ὅτι δὲ οὐδεμιᾶς σπανίζουσιν ἡδονῆς, οὐδέποτε ἐμπίμπλανται ἡδόμενοι · ὅτι δὲ οὐδεὶς ψέγει ἐκ τοῦ φανεροῦ, οὐδὲν ἀπολείπουσι τῶν οὐ δικαίως λεγομένων · ὅτι δὲ οὐδεὶς αὐτοὺς βούλεται λυπεῖν, διὰ τοῦτο πᾶσι χαλεπαίνουσιν · ὅτι δὲ ὀργισθεῖσιν ἔξεστι πάντα ποιεῖν, διὰ τοῦτο συνεχῶς ὀργίζονται.
62.3 δὲ ἀγαθὸς ἄρχων, ὥσπερ σύ, τἀναντία ἐπιτηδεύει · οὐδενὸς μὲν ἐπιθυμεῖ διὰ τὰ πάντα οἴεσθαι ἔχειν, φείδεται δὲ τῶν ἡδονῶν διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς, δικαιότερος δὲ τῶν ἄλλων ἐστίν, ἅτε πᾶσι παρέχων τὴν δικαιοσύνην, ἥδεται δὲ τοὺς πόνοις, ὅτι ἑκὼν πονεῖ, ἀγαπᾷ δὲ τοὺς νόμους, ὅτι οὐ δέδοικε. καὶ ταῦτα ὀρθῶς ὑπολαμβάνει. τίνι μὲν γὰρ φρονήσεως δεῖ πλείονος τῷ περὶ τοσούτων βουλευομένῳ; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας πάντα ἔξεστι;
62.4τίνι δὲ ἀνδρείας μείζονος τῷ πάντα σῴζοντι; καὶ τοίνυν τῷ μὲν ἄλλων ἄρξοντι πολλῶν τοῦτο μὲν δαπάνης δὲ παμπόλλης, τοῦτο δὲ στρατοπέδων καὶ πεζικῶν καὶ ἱππικῶν, ἔτι δὲ τειχῶν καὶ νεῶν καὶ μηχανημάτων, εἰ μέλλει καθέξειν μὲν τοὺς ὑπηκόους, ἀμυνεῖσθαι δὲ τοὺς πολεμίους, ἐὰν δέ τις ἀφιστῆται τῆς ἀρχῆς, καταστρέψεσθαι. τὸ δὲ αὑτοῦ κρατεῖν πάντων ἀδαπανώτατον καὶ ἀπραγμονέστατόν ἐστι καὶ ἀκινδυνότατον · οὔτε γὰρ πολυδάπανος οὔτε ἐργώδης οὔτε ἐπισφαλὴς τοῦ ἐγκρατοῦς ἀνθρώπου βίος · ἀλλ’ὅμως τοιοῦτον ὂν πάντων χαλεπώτατον πέφυκεν.
62.5ἐπεὶ Σαρδαναπάλλος ἐκεῖνος θρυλούμενος εἶχε μὲν Νίνον, εἶχε δὲ Βαβυλῶνα, τὰς μεγίστας τῶν πρότερον γεγενημένων πόλεων, ὑπήκουε δὲ αὐτῷ πάντα τὰ ἔθνη τὰ νεμόμενα τὴν ἑτέραν ἤπειρον μέχρι τῶν ἀοικήτων τῆς γῆς λεγομένων · βασιλείας δὲ οὐδὲν ἦν αὐτῷ προσῆκον, οὐ μᾶλλον τῶν σηπομένων τίνι νεκρῶν. βουλεύεσθαι μὲν γὰρ δικάζειν στρατηγεῖν οὔτε ἐβούλετο οὔτε ἐδύνατο.
62.6ἐν δὲ τοῖς βασιλείοις ἀποδιδράσκων εἰς τὴν γυναικωνῖτιν καθῆστο ἐπὶ χρυσηλάτου κλίνης ἀναβάδην ὑπὸ ἁλουργέσι παστοῖς, ὥσπερ θρηνούμενος ὑπὸ τῶν γυναικῶν Ἄδωνις, ὀξύτερον φθεγγόμενος εὐνούχων, τὸν μὲν τράχηλον ἀποκλίνων, ὑπὸ δὲ ἀργίας καὶ σκιᾶς λευκὸς καὶ τρέμων, τὸ σῶμα πελιδνός, τοὺς δὲ ὀφθαλμοὺς ἀναστρέφων, ὥσπερ ἐξ ἀγχόνης · ὃν οὐκ ἦν διαγνῶναι τῶν παλλακῶν. καίτοι χρόνον τινὰ κατέσχεν, ὡς ἐδόκει, τὴν ἀρχὴν εἰκῇ φερομένην, ὥσπερ ναῦν δίχα κυβερνήτου πολλάκις ἀλωμένην μηδενὸς κατέχοντος ἐν τῷ πελάγει κατὰ τύχην, εὐδίας ἐπεχούσης · ἔπειτα ὀλίγος κλύδων ἐπαρθεὶς καὶ ῥᾳδίως ἓν κῦμα ἐπέκλυσεν.
62.7καὶ δὴ καὶ ἅρμα ἰδεῖν ἔστιν οὐδενὸς ἡνιοχοῦντος ἐν ἀγῶνι ῥεμβόμενον, νίκης μὲν οὐκ ἂν ποτε τύχοι, ταράττει δὲ καὶ ἀπόλλυσι τὸν ἐγγὺς ὄχλον τῶν θεατῶν. οὔτε γὰρ ἄφρων βασιλεὺς ἔσται ποτέ, οὐ μᾶλλον τυφλὸς ἡγεμὼν ὁδοῦ γένοιτ’ἂν, οὔτε ἄδικος, οὐ μᾶλλον κανὼν σκολιὸς καὶ ἄνισος ἄλλου προσδεόμενος κανόνος, οὔτε δειλός, οὐ μᾶλλον λέων ἐλάφου λαβὼν ψυχὴν σίδηρος κηροῦ καὶ μολίβδου μαλακώτερος. τίνι δ’ἰσχυροτέρας ἐγκρατείας προσῆκον τῷ πλείστων μὲν ἡδονῶν ἐν μέσῳ ζῶντι, πλεῖστα δὲ πράγματα διοικοῦντι, ἐλαχίστην δὲ σχολὴν ἄγοντι, ὑπὲρ μεγίστων δὲ καὶ πλείστων φροντίζοντι;