68.1οἱ πολλοὶ ἄνθρωποι ὁπόσα ἐπιτηδεύουσιν ἢ ζηλοῦσιν, οὐδὲν αὐτῶν εἰδότες ὁποῖόν ἐστιν οὐ δὲ ἥντινα ἔχει ὠφέλειαν ἐπιτηδεύουσιν, ἀλλ’ὑπὸ δόξης ἤ ἡδονῆς ἤ συνηθείας ἀγόμενοι πρὸς αὐτά · οὐ δ’αὖ ὅσων ἀπέχονται καὶ εὐλαβοῦνται μὴ πράττειν, εἰδότες ἃ βλάπτει ἀπέχονται οὐ δὲ ὁποίαν τινὰ φέρει τὴν βλάβην, ἀλλὰ καὶ τούτων ὅσα ὁρῶσι τοὺς ἄλλους εὐλαβουμένους ἢ περὶ ὧν ἂν εἰς ἔθος καταστῶσιν ὥστε εὐλαβεῖσθαι, ἢ ἃ νομίζουσιν ἀηδῆ ἔσεσθαι αὐτοῖς καὶ πόνον τινὰ δοκεῖ ἔχειν, ὡς τὸ πολὺ ταῦτα ὑποπτεύουσιν. 68.2καὶ τὸ μὲν τῆς ἡδονῆς καὶ τὸ τοῦ πόνου πᾶσι κοινόν · ἀλλ’οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον ὑπ’αὐτῶν δουλοῦνται · τὸ δὲ τῆς δόξης ἀνόμοιον καὶ οὐ τα- ταὐτὸ πᾶσιν. ὅθεν οἱ μὲν ταῦτα, οἱ δὲ ταῦτα ἐπαινοῦσι καὶ ψέγουσι, πολλάκις τα- τἀναντία. οἷον ἀλγεῖ μὲν ὅτε Ἰνδὸς καὶ ὁ Λάκων τιτρωσκόμενος ἤ καόμενος καὶ ὃτε Φρὺξ καὶ ὁ Λυδός · ἀλλ’ἐκεῖνοι μὲν οὐχ ὑπείκουσι διὰ τὸ ἠσκηκέναι, οὗτοι δέ, διὰ τὸ ἀσθενεῖς καὶ ἀνάσκητοι εἶναι. πάλιν ἥδεσθαι μὲν ἀφροδισίοις καὶ σιτίοις καὶ ποτοῖς ἡδέσιν ἀνάγκη τόντε Ἴωνα καὶ τὸν Θετταλὸν καὶ τὸν Ἰταλιώτην καὶ τὸν Γέτην καὶ τὸν Ἰνδὸν καὶ τὸν Σπαρτιάτην · ἀλλ’οἱ μὲν οὐ πάνυ τι φροντίζουσι τῶν ἡδέων, ἀρχὴν δὲ οὐ δὲ πειρῶνται ἁπάντων · οἱ δὲ ἀποθανεῖν ἕλοιντ’ἂν ὀλίγῳ πλέον ἡσθέντες. 68.3τὸ οὖν τῆς δόξης ἔοικεν εἶναι παντοδαπώτατον καὶ πλείστη καὶ μεγίστη τούτου διαφορά. διὰ δὲ τοῦτο ἐν οὐδενὶ γένει τῶν ζῴων εὕροι τις ἂν τοσαύτην στάσιν οὐ δὲ οὕτως ἐναντίον αὑτῷ τι γένος, οἷον ἵππον ἢ κυνῶν ἢ λεόντων ἢ βοῶν ἢ ἐλάφων, ἀλλὰ τρέφονταίτε ὁμοίως καὶ γεννῶσι καὶ τρέφουσι καὶ ἐπὶ τα- ταὐτὰ ὁρμῶσι καὶ τῶν αὐτῶν ἀπέχονται τὰ ὅμοια. μόνῳ γὰρ χυνέπονται ὡς τὸ πολὺ τῷ ἡδεῖ καὶ τὸ ἀλγεινὸν φεύγουσιν. 68.4ἄνθρωπος δὲ φύσει φρονήσεως μετέχων, ἀπολειπόμενος δὲ αὐτῆς διὰ φαυλότητα καὶ ῥᾳθυμίαν, δόξης καὶ ἀπάτης ἔνδοθεν μεστός ἐστι · καὶ πάντα ἀλλήλοις διαφέρονται, καὶ περὶ ἐσθῆτος καὶ στολῆς καὶ περὶ τροφῆς καὶ ἀφροδισίων καὶ περὶ τιμῆς καὶ ἀτιμίας, κατὰ ἔθνη καὶ πόλεις · ὁμοίως δὲ καὶ ἐν τῇ πόλει καθ’αὑτὸν ἕκαστος ἐσπούδακεν ὁ μὲν γῆν ὡς πλείστην κτήσασθαι, ὁ δὲ ἀργύριον, ὁ δὲ ἀνδράποδα, ὁ δὲ ξύμπαντα ταῦτα, ὁ δ’ἐπὶ τῷ λέγειν θαυμάζεσθαι καὶ διὰ τοῦτο τῶν ἄλλων πλέον δύνασθαι, ὁ δὲ αὐτὸ μόνον δεινὸς εἶναι καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὰ πράγματα ἐζήλωκεν, ὁ δὲ ἀπ’ἄλλου τινὸς ἰσχύειν, ὁ δὲ τρυφὴν ὡς πλείστην ἐπιτηδεύειν. 68.5τούτων μὲν οὖν, ὅπερ ἔφην, οὐδὲν ἂν, ὡς εἰκός, ὀρθῶς πράττοιεν οὐ δὲ οἱ τὰ κράτιστα δοκοῦντες ἐπιτηδεύειν. οὐ γὰρ εἰδότες τὸ βέλτιον ἢ τὸ χεῖρον ἢ τὸ συμφέρον αἱροῦνται οὐδέν. ὅστις δ’ἐπεθύμησε φρονήσεως καὶ διενοήθη πῶς χρὴ ἐπιμεληθέντα αὑτοῦ καὶ παίδευσιν τίνα παιδευθέντα γενέσθαι ἄνδρα ἀγαθὸν καὶ διαφέροντα τῶν πολλῶν, τοῦτον ἐγώ φημι φύσεώςτε χρηστῆς τυχεῖν καὶ τύχης ὁμοίας. ἐλπὶς γὰρ ζητοῦντα καὶ παιδευόμενον ἐξευρεῖν τὸ δέον καὶ πρὸς τί ὁρῶντα καὶ τί βουλόμενον πάντα τὰ ἄλλα χρὴ πράττειν καὶ οἰκονομεῖν. 68.6ὁ δὲ τοῦτο συνεὶς ἅπαντα ἂν ἤδη καλῶς διαπράττοιτο καὶ τὰ μείζω δοκοῦντα καὶ τὰ σμικρότερα · καὶ εἴτε ἱππικῆς ἐπιτηδεύοι ἀγωνίαν εἴτε μουσικῆς εἴτε γεωργίας ἐπιμελοῖτο εἴτε στρατηγεῖν ἐθέλοι ἢ ἄρχειν τὰς ἄλλας ἀρχὰς ἢ τὰ ἄλλα τὰ κοινὰ ἐν τῇ πόλει πράττειν, εὖ πάντα ποιήσει καὶ περὶ οὐδὲν ἂν σφάλλοιτο. ἄνευ δὲ τούτου καθ’ἕκαστον μὲν τῶν ἔργων ἐνίοτε αὑτῷτε καὶ τοῖς ἄλλοις φαίνοιτο ἂν κατορθῶν · οἷον εἰ γεωργῶν ἐπιτυγχάνοι περὶ τοὺς καρποὺς ἤ ἱππεύειν ἐμπειρότερος εἴη ἢ τὰ κατὰ μουσικὴν ἱκανῶς γιγνώσκοι ἢ ἀγωνιζόμενος δύναιτο τῶν ἀντιπάλων κρατεῖν, τὸ δὲ σύμπαν ἁμαρτάνοι ἂν πρὸς οὐδὲν ἀγαθὸν οὐ δὲ ὥστε ὠφελεῖσθαι ταῦτα ἐργαζόμενος. 68.7οὔκουν δυνατός ἐστιν εὐδαιμονεῖν, ὥσπερ οὐ δ’εὐπλοῆσαι δύναταί τις οὐκ εἰδὼς ἔνθα πλεῖ, μάτην ἐν τῷ πελάγει φερόμενος, νῦν μὲν ὀρθῆς πλεούσης τῆς νεώς, ἂν οὕτω τύχῃ, νῦν δὲ ἀποκλινούσης, καὶ νῦν μὲν οὐρίου φερομένου τοῦ πνεύματος, πάλιν δὲ ἐναντίου. χρὴ δὲ ὥσπερ ἐν λύρᾳ τὸν μέσον φθόγγον καταστήσαντες ἔπειτα πρὸς τοῦτον ἁρμόζονται τοὺς ἄλλους · εἰ δὲ μή, οὐδεμίαν οὐδέποτε ἁρμονίαν ἀποδείξουσιν · οὕτως ἐν τῷ βίῳ ξυνέντας τὸ βέλτιστον καὶ τοῦτο ἀποδείξαντας πέρας πρὸς τοῦτο τα- τἄλλα ποιεῖν · εἰ δὲ μή, ἀνάρμοστον αὐτοῖς καὶ ἐκμελῆ τὸν βίον εἰκός ἐστι γίγνεσθαι.