Orations, Oration 44
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
44.1ἐμοί, ὦ ἄνδρες πολῖται, οὔτε ὄψις ἡδίων ἐστὶ τῆς ὑμετέρας οὔτε φωνὴ προσφιλεστέρα οὔτε τιμαὶ μείζους τῶν ἐνθάδε οὔτε ἔπαινος λαμπρότερος ἢ ὁ παρ’ὑμῶν · οὐ δ’ἂν ξύμπαντες οἱ Ἕλληνες, πρὸς δὲ αὐτοῖς ὁ Ῥωμαίων δῆμος, ἐμὲ θαυμάζωσι καὶ ἐπαινῶσιν, οὐκ ἂν οὕτως τοῦτο εὐφράναι τὴν ἐμὴν διάνοιαν. τῷ γὰρ ὄντι πολλὰ σοφὰ καὶ θεῖα εἰρηκὼς Ὅμηρος οὐδὲν σοφώτερον ἔφη τούτου τοῦ ἔπους οὐ δὲ ἀληθέστερον, ὣς οὐδὲν γλύκιον ἧς πατρίδος. 44.2εὖ μέντοι ἐπίστασθε ὄτι τὰς τιμὰς ἔχω πάσας, καὶ ὅσας νῦν εἰσηγεῖσθε καὶ εἴ τινες ἄλλαι εἰσίν, ἐν τῇ ὑμετέρᾳ εὐνοίᾳ καὶ φιλίᾳ καὶ οὐδενὸς ἄλλου ἐγὼ δέομαι. τοῦτο γὰρ ἀνθρώπῳ ἱκανώτατον ἐπιεικεῖ, τὸ ἀγαπᾶσθαι ὑπὸ τῶν αὑτοῦ πολιτῶν, καὶ ὁ τοῦτο ἔχων τί ἂν ἔτι προσδέοιτο εἰκόνων ἢ κηρυγμάτων ἢ προεδριῶν; ἀλλ’οὐ δὲ χρυσοὺς σφυρήλατος ἱστάμενος ἐν τοῖς ἐπιφανεστάτοις ἱεροῖς. ἓν γὰρ ῥῆμα πλείονος ἄξιον ἀπ’εὐνοίας ῥηθὲν καὶ φιλίας ἢ τὸ ξύμπαν ἐν ἀνθρώποις χρυσίον καὶ στέφανοι καὶ τὰ ἄλλα, ὅσα δοκεῖ λαμπρά · ὥστε μοι πειθόμενοι οὕτω ποιεῖτε. 44.3εἰ δὲ ἄρα καὶ τοιαύτας τινὰς δεῖ με τιμὰς ἔχειν, πολλαί μοι καὶ ἄλλαι εἰσὶ παρ’ὑμῖν, τοῦτο μὲν αἱ τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅσαις ἐκεῖνον ἐτιμήσατε ὡς ἄνδρα ἀγαθὸν καὶ ὅσον ἔζη χρόνον δικαίως προεστῶτα τῆσδε τῆς πόλεως, τοῦτο δὲ τῆς μητρός, ἧς ὑμεῖς ἱδρύσασθε καὶ ἄγαλμα καὶ ἱερόν, τοῦτο δὲ αἱ τῶν πάππων καὶ αἱ τῶν ἄλλων προγόνων, ἔτι δὲ αἱ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων συγγενῶν. 44.4καὶ γὰρ ἀνδριάντας πολλοὺς καὶ ταφὰς δημοσίας καὶ ἀγῶνας ἐπιταφίους καὶ ἄλλα πολλὰ καὶ τίμια ἐκείνοις παρὰ τῆσδε τῆς πόλεως γέγονεν — ὧν οὐδενὸς ἐγὼ ἐπιλέλησμαι, ἀλλὰ ἐπίσταμαι πάντα ὡς οἷόντε μάλιστα — καὶ οἶμαι τὰς ὑπὲρ τούτων χάρτιας αὐτὸς ὑμῖν ὀφείλειν, καὶ εὔχομαι τοῖς θεοῖς ἱκανὸς γενέσθαι ἀποτίνειν. πολλοῦ μὲν γὰρ ἐπίσταμαι κα- κἀκείνους γενομένους ἀξίους καὶ δικαίως ἁπάντων τυχόντας, ὅμως δὲ ἐν ἅπασιν ὑπερέβαλεν ἡ πόλις. καὶ γὰρ ὅσα οὐκ ἐδυνήθησαν βουληθέντες διὰ τύχην τινά, καὶ τούτων αὐτοῖς χάριν ἀπεδίδου ἡ πατρίς. 44.5ὁ γοῦν πάππος ὁ ἐμός, εἰ ἐπὶ πλεῖον ἀπώνατο τῆς φιλίας τοῦ τότε αὐτοκράτορος, ἀλλὰ μὴ βραχὺς παντελῶς ἐγένετο ὁ χρόνος, διενοεῖτο, ὥς φασιν, ἐλευθερίαν τῇ πόλει λαβεῖν καὶ ἤδη περὶ τούτου πεποίητο τὸν λόγον. οὐ δεῖ δὲ ἀπελπίζειν, ἕως ἂν ἀγαθοὺς καὶ φιλοτίμους ἄνδρας ἡ πόλις φέρῃ ὁποίους καὶ τοὺς νῦν. ἐγὼ γὰρ ἐν πολλαῖς γεγονὼς πόλεσιν οὐκ οἶδα βελτίους ἄνδρας τῶν παρ’ὑμῖν. ἔλεγον δ’ἂν ἐπὶ πλέον καθ’ἕκαστον, εἰ μὴ σχεδὸν ἅπαντας συγγενεῖς ὄντας ὤκνουν ἐπαινεῖν, καὶ ὥσπερ ἔρανόν τινα ἀποδιδοὺς τῶν εἰς ἐμαυτὸν ἕνεκα τιμῶν. 44.6ἠκροασάμην γὰρ δὴ καὶ τούτων καίτοι σφόδρα αἰδούμενος ὅμως διὰ τοὺς λέγοντας αὐτούς, ἀγάμενος τῶν ἀνδρῶν τότε ἄφθονον καὶ τὴν προθυμίαν, ἔτι δὲ τὴν περὶ τὸτε εἰπεῖν δύναμιν. οὐ δὴ θαυμαστόν, εἰ ἐγὼ πατρίδα τοιαύτην οὕτω σφόδρα ἠγάπηκα ὥστε οὔτ’ἂν Ἀθήνας οὔτε Ἄργος οὔτε Λακεδαίμονα, αἵπερ εἰσὶ πρῶται καὶ ἐνδοξόταται τῶν Ἑλληνίδων, εἱλόμην ἂν εἶναί μοι πατρίδας πρὸ ταύτης · καὶ τοῦτο ἔργῳ ἐδήλωσα. πολλῶν γὰρ πολλαχῇ παρακαλούντων με καὶ μένειν καὶ προΐστασθαι τῶν κοινῶν οὐ νῦν μόνον, ἀλλὰ καὶ πρότερον, ὅτε ἤμην φυγάς — καὶ ψηφίσματα ἔπεμψάν τινες πρὸς τὴν αὐτοκράτορα χάριν εἰδότες τῆς εἰς ἐμὲ τιμῆς — οὐ δὲ πώποτε ἄχρι λόγου τὸ τοιοῦτον ὑπεσχόμην, ἀλλ’οὐ δ’οἰκίαν ἢ χωρίον ἐκτησάμην παρ’ἑτέροις, ὡς μηδὲν ᾖ μοι σημεῖον ἀλλαχοῦ πατρίδος. 44.7καὶ γὰρ ἂν εἴην δεινόν, εἰ οἱ ἄνθρωποι ἀδικώτεροι ἔσονται τῶν μελιττῶν. οὐδέποτε γὰρ ἐκείνων μία καταλιπούσα τὸ αὑτῆς σμῆνος εἰς ἕτερον μετέστη τὸ μεῖζον ἢ μᾶλλον εὐθενοῦν, ἀλλὰ τὸν ἴδιον ἑσμὸν πληροῖτε καὶ αὔξει, κα- κἂν ψυχρότερον ᾖ τὸ χωρίον καὶ αἱ νομαὶ χείρους καὶ ἡ δρόσος ἐλάττων κα- κἂν δυσκολώτερον τὸ ἔργον τὸ περὶ τὰ κηρία κα- κἂν ὁ γεωργὸς ἀμελέστερος. οὕτως δὲ ἄγαν αὐτάς φασι φιλεῖν ἀλλήλας καὶ τὸ ἴδιον σμῆνος ἑκάστην, ὥστε ἐπειδὰν ἔξω χειμῶνος ἀποληφθῶσι πολλοῦ γενομένου πνεύματος, λίθον εἰς τοὺς πόδας ἑκάστη λαβοῦσα ὥσπερ ἕρμα οὕτως πέτονται, ὅπως μὴ παρενεχθῶσιν ὑπὸ τοῦ πνεύματος μη δὲ τοῦ σμήνους διαμάρτωσιν. 44.8ὅταν δὲ δὴ καὶ πρόθυμον οὕτως καὶ ἀγαθὴν ἔχῃ τις πατρίδα, πῶς οὐ χρὴ πάντα τα- τἄλλα περὶ ἐλάττονος ποιεῖσθαι ταύτης; ἃ ἐγὼ λογιζόμενος χαίρω, ὁρῶν καὶ τὸν υἱέα τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τοὺς ἄλλους νεανίσκους — πολλοὺς δὲ ὁρῶ σὺν θεῷ καὶ ἅπαντας ἀγαθῶν γονέων καὶ τό γε εἶδος ἀγαθοῖς ὁμοίους — οὕτως διανοούμενος ὡς φιλονικήσοντας νικήσοντας ἀλλήλοις ἄνευ φθόνου καὶ ζηλοτυπίας καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπὲρ ἀρετῆς καὶ εὐδοξίας τῆςτε αὑτῶν καὶ τῆς πατρίδος καὶ ὅπως πρωτεύσῃ ἕκαστος ἐν τῇ πατρίδι τῷ δίκαιόςτε εἶναι καὶ φιλόπολις καὶ μὴ ἀδύνατος ἀγαθόν τι ποιεῖν καὶ αὔξειν τὴν πατρίδα εὖ γὰρ ἴστε ὄτι οὐ μεγίστη τῶν πόλεων οὖσα οὐ δὲ πλεῖστον χρόνον οἰκουμένη πολλῶν γνωριμωτέρα ἐστὶ καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις, καὶ σχεδόν τι πρὸς ἅπαντας ἀγωνιουμένους τοὺς Ἕλληνας πάλαι παρέχει τοὺς αὑτῆς πολίτας οὐκ ἐν τοῖς ὑστάτοις οὐ δ’ἐν τοῖς τρίτοις ἢ δευτέροις ἀριθμουμένους. 44.9λέγω δὲ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτον ἐγὼ τὸν λόγον, ἀλλὰ ὑπὲρ τῶν ἄλλων, ὧν οἱ μὲν ἀποδημήσαντες καὶ πλείοσι φανεροὶ γενόμενοι φανερὰν τὴν δόξαν ἐκτήσαντο, οἱ δὲ ἐνθάδε πολιτευόμενοι καὶ μένοντες οὐδὲν χείρους ἐκείνων εἰσὶν οὔτε περὶ τοὺς λόγους οὔτε περὶ τὰ ἔργα. 44.10ὁρῶ δὲ οὐ μόνον ἀπὸ λόγων, ἀλλὰ καὶ ἀπὸ φιλοσοφίας ἄνδρας ἀγαθοὺς καὶ ἀξιολόγους γιγνομένους ἐν τῇ πόλει · ὑπὲρ ὧν ἐγὼ καὶ ἰδίᾳ τοὺς νέους καὶ κοινῇ, ὅταν ἧ καιρός, οὐκ ὀκνήσω παρακαλεῖν. καὶ τὸν δῆμον ὑμᾶς ἀξιῶ, ἃ μὲν ἔστι παρὰ τῶν κρατούντων, ταῦτα ἐλπίζειν ὡς ἐσόμενα καὶ εὔχεσθαι συμβαίνειν τινὰ τιμὴν ἢ δόξαν ἢ εὐπορίαν χρημάτων · ἃ δὲ ἔστι παρ’αὑτῶν, ἔχειν εὐταξίᾳ τῶν ἄλλων δήμων διαφέροντας, αἰδοῖ, τῷ πείθεσθαι τοῖς ἀγαθοῖς ἀνδράσι, φιλεργίᾳ, σωφροσύνῃ τῇ περὶ τὸν καθ’ἡμέραν βίον, τῷ μήτε τῶν σωμάτων ἀμελεῖν μήτε τῆς ψυχῆς καθ’ὅσον ἑκάστῳ σχολὴν δίδωσι τὰ αὑτοῦ πράγματα, τῷ προθύμως ἐκτρέφειν τέκνα καὶ παιδεύειν, τῷ παρέχειν Ἑλληνικὴν τῷ ὄντι καὶ ἀθόρυβον καὶ καθεστῶσαν τὴν πόλιν καὶ τὸ δριμὺ καὶ τὸ ἀνδρεῖον τῆς φύσεως καὶ τὴν σύνεσιν ἐπὶ τὰ μείζω καὶ καλλίω τρέπειν, διχοφροσύνης δὲ καὶ ταραχῆς καὶ τοῦ προσκρούειν ἀλλήλοις ὡς οἷόντε ἀπέχεσθαι. 44.11ἔστι γάρ, ὦ ἄνδρες, καὶ δήμου παιδεία καὶ πόλεως ἦθος φιλόσοφον καὶ ἐπιεικές. καὶ οὐ μόνον Λακεδαιμονίοις οὐ δὲ Ἀθηναῖοις τὸ παλαιὸν καὶ ἄλλοις τισὶ συνέβη διὰ τὸ κοσμίως πολιτεύεσθαι μεγάλας καὶ ἐπιφανεῖς καὶ ἐκ πάνυ μικρῶν καὶ ἀσθενὴν ἀποδεῖξαι τὰς πόλεις, ἀλλὰ καὶ τῶν νῦν ἔξεστι τὸ τοιοῦτον τοῖς βουλομένοις. ταῦτα γὰρ ὑμᾶς ἐπιτηδεύοντας πλέον ὀνήσει καὶ τοῦ πλήθους τῶν βουλευτῶν καὶ τοῦ παρ’ὑμῖν τὰ πράγματα ἄγεσθαι καὶ τοῦ πρόσοδόν τινα χρημάτων ἔξωθεν ὑμῖν ὑπάρξαι καὶ τῆς ἐλευθερίας αὐτῆς, ἐὰν ἄρα καὶ τούτου τύχητέ ποτε. 44.12εὖ γὰρ ἴστε ὄτι τὴν μὲν λεγομένην ἐλευθερίαν καὶ τὸ ὄνομα τοῦθ’, ὃ παρὰ τῶν κρατούντων καὶ δυναμένων γίγνεται, ἐνίοτε οὐ δυνατὸν κτήσασθαι · τὴν δὲ ἀληθῆ ἐλευθερίαν καὶ ἔργῳ περιγιγνομένην τοῖς ἀνθρώποις καὶ ἀνὴρ καὶ πόλις ἑκάστη παρ’αὑτῆς λαμβάνει, μεγαλοφρόνως καὶ μὴ ταπεινῶς μη δὲ ῥᾳθύμως διοικοῦσα τὸ καθ’αὑτήν. ἵνα δὲ καὶ ἀλλαχόθεν εἰδῆτε τὴν ἐμὴν γνώμην, ἀναγνώσομαι ὑμῖν ἐπιστολὴν ἥντε αὐτὸς ἐπέστειλα τῷ αὐτοκράτορι ὅτε ἐκλήθην, ὅτι ἐν ἐκείνῃ παρεκάλουν ἀφεθῆναι πρὸς ὑμᾶς, καὶ ἣν ἐκεῖνος ἀντέγραψεν.