Orations, Oration 49

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
49.1τοῖς ἐπιεικέσιν ἀνθρώποις καὶ πεπαιδευμένοις οὔτε ἀηδὲς τὸ ἄρχειν οὔτε χαλεπόν. ἥδονται μὲν γὰρ οὐδενὶ μᾶλλον τῷ εὖ ποιεῖν · τῷ δὲ ἄρχοντι πόλεως ἔθνους καὶ πλειόνων ἀνθρώπων οὐ μόνον ἐξουσία πλείστη τοῦ εὐεργετεῖν ἐστιν, ἀλλὰ καὶ ἀνάγκη σχεδόν · εἰ δὲ μή, οὐκ ἀνέχονται τὸν βλαβερὸν ἄρχοντα οὐχ ὅπως ἄνθρωποι, δὴ δοκεῖ πάντων δριμύτατον εἶναι, ἀλλ’οὐ δὲ τῶν θηρίων τὰ ἀφρονέστατα.
49.2οὔτε γὰρ βόες ῥᾳδίως ὑπομένουσι βουκόλων ἀμέλειαν οὔτε αἰπόλια καὶ ποῖμναι τοὺς φθείροντας νομέας. τὰ μὲν γὰρ ἀποφεύγει καὶ οὐ πείθεται, τὰ δὲ καὶ ἀμύνεται τοὺς πονηροὺς προστάτας. οἱ δ’ἵπποι τοὺς ἀμαθεῖς ἡνιόχους ἀποβάλλοντες πολὺ κάκιον κολάζουσιν ἐκεῖνοι τῇ μάστιγι παίοντες. τούτων δὲ ἁπάντων ἄνθρωπος δεινότατόν ἐστι καὶ πλείστην ἔχον σύνεσιν · ὥστε κακῷ μὲν ἡγεμόνι πάντων ἐχθρότατον, τῷ δὲ ἀγαθῷ πάντων εὐνούστατον. ἡδὺ μὲν οὕτως τοῖς ἐπισταμένοις τὸ ἄρχειν · χαλεπὸν δὲ οὐκ ἂν εἴη πρᾶγμα οὐδὲν τῷ μελετήσαντι ἐξ ἀρχῆς καὶ παρεσκευασμένῳ πρὸς αὐτό.
49.3 δὲ τῷ ὄντι φιλόσοφος οὐκ ἄλλο τι φανήσεται διαπονούμενος τὸ πῶς ἄρχειν καλῶς δυνήσεται καὶ αὑτοῦ καὶ οἰκίας καὶ πόλεως τῆς μεγίστης καὶ συλλήβδην ἁπάντων ἀνθρώπων, ἂν ἐπιτρέπωσι, καὶ αὐτὸς μὲν οὐ προσδεήσεται οὐδενὸς ἄρχοντος ἀλλ’ τοῦ λόγου καὶ τοῦ θεοῦ, τῶν δὲ ἄλλων ἀνθρώπων ἐπιμελεῖσθαι καὶ φροντίζειν ἱκανὸς ἔσται. καὶ τοῦτο οὐ δὲ τοὺς βασιλέας αὐτοὺς λέληθεν οὐ δὲ τῶν ἐν ταῖς δυναστείαις ὅσοι μὴ τελέως ἄφρονες. τῶν γὰρ πεπαιδευμένων ἐν τοῖς μεγίστοις ἄλλοις προστάττοντες αὐτοὶ παρ’ἐκείνων προστάγματα λαμβάνουσιν δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι.
49.4ὥσπερ τὸν Ἀγαμέμνονα Ὅμηρός φησιν ἀεὶ προσδεῖσθαι τῆς γνώμης τοῦ Νέστορος καὶ ὁσάκις αὐτῷ συμβουλεύοντι μὴ ἐπείσθη, ὀδύρεσθαι καὶ παραχρῆμα μετανοεῖν. Φίλιππος δέ, ὃς δοκεῖ δεινότατος γενέσθαι τῶν βασιλέων, Ἀριστοτέλην ἐπηγάγετο τῷ υἱεῖ Ἀλεξάνδρῳ διδάσκαλον καὶ ἄρχοντα, ὡς αὐτὸς οὐχ ἱκανὸς ὢν παιδεῦσαι τὴν βασιλικὴν ἐπιστήμην · ἀλλὰ τῶν μὲν ἄλλων Μακεδόνων καὶ Θρᾳκῶν καὶ Ἰλλυριῶν καὶ τῶν Ἑλλήνων ἁπάντων ἠξίου ἄρχειν, τὸν δὲ υἱὸν ἑτέρῳ παρεδίδου ἀρχθησόμενον, καὶ τοσαύταις μυριάσι προστάττων ἑνὶ ἐκείνῳ προστάττειν οὐχ ὑπέμενεν. οὐ γὰρ ἴσον ἡγεῖτο κίνδυνον εἶναι αὑτῷ εἰ περὶ τοὺς ἄλλους ἐξαμαρτάνοι εἴ τι περὶ τὸν υἱόν.
49.5καίτοι πρότερον αὐτὸς ἐν Θήβαις ὁμηρεύων Πελοπίδᾳτε συνῆν, ἀνδρὶ πεπαιδευμένῳ, ὥστε καὶ ἐραστὴν ἔφασαν αὐτοῦ τὸν Πελοπίδαν γενέσθαι, καὶ Ἐπαμεινώνδου τάτε ἔργα ἑώρα καὶ τῶν λόγων δὲ ἤκουεν, ὃς οὐκ ἀπὸ ταὐτομάτου τοσοῦτον ἴσχυσεν ἐν τοῖς Ἕλλησι καὶ τοσαύτην μεταβολὴν ἐποίησεν, ὥστε καταλῦσαι Λακεδαιμονίους τοσοῦτον χρόνον ἄρχοντας, ἀλλὰ Λύσιδι ὁμιλήσας τῷ Πυθαγόρου μαθητῇ. ὅθεν οἶμαι πολὺ διήνεγκεν Φίλιππος τῶν πρότερον ἐν Μακεδονίᾳ βασιλευσάντων. ἀλλ’ὅμως τοιαύτης παιδείας ἐπιτυχὼν οὐκ ἐθάρρει τὸν Ἀλέξανδρον αὐτὸς διδάσκειν.
49.6εὕροι δ’ἄν τις σπανίως μὲν φιλοσόφους ἄρξαντας ἐν τοῖς ἀνθρώποις λέγω δὲ τὰς ὠνομασμένας ἀρχάς, στρατηγοὺς σατράπας βασιλέας καθισταμένους πλεῖστα δὲ καὶ μέγιστα ἀπολαύσαντας αὐτῶν ἀγαθὰ τοὺς ἀρχομένους · Σόλωνος μὲν Ἀθηναίους καὶ Ἀριστείδου καὶ Περικλέους τοῦ Ἀναξαγόρου μαθητοῦ, Θηβαίους δὲ Ἐπαμεινώνδου, Ῥωμαίους δὲ Νόμα, ὅν φασί τινες τῆς Πυθαγόρου σοφίας μετασχεῖν · Ἰταλιώτας δὲ σύμπαντας τῶν Πυθαγορικῶν, τοσοῦτον χρόνον εὐδαιμονήσαντας καὶ μετὰ πλείστης ὁμονοίας καὶ εἰρήνης πολιτευσαμένους, ὅσον ἐκεῖνοι χρόνον τὰς πόλεις διεῖπον.
49.7καὶ κοινῇ δὲ τὰ ἰσχυρότατα τῶν ἐθνῶν, ἐπειδὴ οὐ δύνανται ἀεὶ βασιλεύεσθαι ὑπὸ τῶν φιλοσόφων, ἐπιστάτας τοῖς βασιλεῦσι καὶ ἄρχοντας τούτους ἀπέδειξαν · Πέρσαι μέν, οἶμαι, τοὺς καλουμένους παρ’αὐτοῖς μάγους, ὅτι τῆς φύσεως ἦσαν ἔμπειροι καὶ τοὺς θεοὺς ᾔδεσαν ὡς δεῖ θεραπεύειν · Αἰγύπτιοι δὲ τοὺς ἱερέας, οἳ τὴν αὐτὴν ἐπιστήμην εἶχον τοῖς μάγοις, τῶν θεῶν ἐπιμελούμενοι καὶ τὰ ξύμπαντα γιγνώσκοντες ὅπῃτε καὶ ὅπως ἔχοι · Ἰνδοὶ δὲ Βραχμᾶνας, ἐγκρατείᾳ καὶ δικαιοσύνῃ διαφέροντας καὶ τῇ πρὸς τὸ θεῖον φιλίᾳ, ὅθεν μᾶλλον ἴσασι τὰ μέλλοντα οἱ ἄλλοι ἄνθρωποι τὰ παρόντα αὐτοῖς ·
49.8Κελτοὶ δὲ οὓς ὀνομάζουσι Δρυΐδας, καὶ τούτους περὶ μαντικὴν ὄντας καὶ τὴν ἄλλην σοφίαν · ὧν ἄνευ τοῖς βασιλεῦσιν οὐδὲν ἐξῆν πράττειν οὐ δὲ βουλεύεσθαι, ὥστε τὸ μὲν ἀληθὲς ἐκείνους ἄρχειν, τοὺς δὲ βασιλέας αὐτῶν ὑπηρέτας καὶ διακόνους γίγνεσθαι τῆς γνώμης ἐν θρόνοις χρυσοῖς καθημένους καὶ οἰκίας μεγάλας οἰκοῦντας καὶ πολυτελῶς εὐωχουμένους. καὶ γὰρ δὴ τοῦτον εἰκός ἐστι πᾶσαν ἀρχὴν ἱκανώτατα διοικῆσαι, ὃς τὴν χαλεπωτάτην ἀρχὴν διηνεκῶς ἄρχων δύναται παρέχειν ἀναμάρτητον αὑτόν.
49.9 τοίνυν φιλόσοφος ἀεὶ αὑτοῦ ἄρχει · τῷ παντὶ χαλεπώτερον συμπάντων μὲν Ἑλλήνων συμπάντων δὲ βαρβάρων βασιλεύειν. ποῖον μὲν γὰρ οὕτως ἄγριον ἀνθρώπων γένος ἐστὶν ὡς ὀργαίτε καὶ φθόνοι καὶ φιλονικίαι, ὧν αὐτὸν ἐγκρατῆ εἶναι δεῖ; ποῖον δὲ οὕτω πανοῦργον καὶ ἐπίβουλον καὶ προδοτικὸν ὡς ἡδοναίτε καὶ ἐπιθυμίαι, ὧν αὐτὸν οὐδέποτε ἡττᾶσθαι δεῖ; ποῖον δὲ οὕτω βίαιον καὶ καταπληττόμενον καὶ ταπεινοῦν τὰς ψυχὰς ὡς φόβοιτε καὶ λῦπαι, οἷς οὔποτε αὐτὸν πρέπει ὑπείκοντα ὀφθῆναι;
49.10ποῖα δὲ ὅπλα, ποῖα δὲ ἐρύματα πρὸς ταῦτα προβέβληται, οἷα οἵτε βασιλεῖς καὶ στρατηγοὶ πόλεως πρὸς τοὺς πολεμίους; ποίοις δὲ συμμάχοις δορυφόροις ἐπὶ ταῦτα χρῆσθαι δυνατόν, εἰ μή γε τοῖς σοφοῖς καὶ φρονίμοις λόγοις; τίσι δὲ ἄλλοις ἐντείλασθαι φυλακὰς ἐπιτρέψαι φρουρεῖν, ποίοις χρήσασθαι διακόνοις; ἀλλ’οὐκ αὐτὸν δεῖ καὶ νύκτωρ καὶ μεθ’ἡμέραν φροντίζοντα καὶ ἀγρυπνοῦντα τὴν φυλακὴν ταύτην ἔχειν, ὅπως μὴ λάθῃ αὑτὸν ἤτοι ἀνασεισθεὶς ὑπὸ ἡδονῶν καταπλαγεὶς ὑπὸ φόβων παρακρουσθεὶς ὑπὸ ἐπιθυμίας ταπεινωθεὶς ὑπὸ λύπης, ὥστε ἀποστῆναι τῶν βελτίστων καὶ δικαιοτάτων ἔργων προδότης αὑτοῦ γενόμενος;
49.11τῷ δὲ τὴν ἀρχὴν ταύτην ἰσχυρῶς καὶ ἐγκρατῶς ἄρχοντι οὐ χαλεπὸν ἤδη καὶ συμπάντων ἀνθρώπων κρείττω γίγνεσθαι. ὁπόταν δὲ ταῦτα διεξίω περὶ τῶν φιλοσόφων, μηδείς με ἡγείσθω πρὸς τὸ σχῆμα ἀφορώντα λέγειν καὶ πρὸς τὸ ὄνομα. οὔτε γὰρ τὸν οἶνον ἐκ τοῦ κεράμου κρίνουσιν οἱ νοῦν ἔχοντες · πολλάκις γὰρ εὑρήσεις ἐν σπουδαίῳ κεράμῳ τὸν ἐκ τῶν καπηλείων οἶωον ἐξεστηκότα · οὔτε τὸν ἄνδρα τὸν πεπαιδευμένον ἐκ τοῦ σχήματος.
49.12τοὺς μέντοι πολλοὺς οὐ θαυμάζω ἐξαπατᾶσθαι ὑπὸ τοῦ τοιούτου. τὸν γὰρ Ὀδυσσέα καὶ τὸν Ἶρον οἱ μνηστῆρες συνέβαλον διὰ τὸ σχῆμα ὡς οὐδὲν διαφέροντας. ἔφη δέ τις τῶν ὀλίγῳ πρότερον φιλοσόφων οὐ φαῦλον, τὸν Ἰσμηνίαν τοῦτο μάλιστα ἀγανακτεῖν, τὸ καλεῖσθαι αὐλητὰς τοὺς τυμβαύλας, οὐ παντελῶς ὅμοιον ὄν, ἐμοὶ δοκεῖ. οὐ γὰρ βλάπτουσιν οὐδὲν οἱ τυμβαῦλαι τοὺς νεκροὺς οὐ δ’ἐνοχλοῦσιν, τῶν δὲ προσποιουμένων φιλοσοφεῖν ἔνιοι καὶ πολλὰ χαλεπὰ ἐργάζονται.
49.13ἀλλὰ τοῦ γε ὄντως φιλοσόφου τὸ ἔργον οὐχ ἕτερόν ἐστιν ἀρχὴ ἀνθρώπων. ὅστις δὲ ὀκνεῖ τὴν αὑτοῦ πόλιν ἑκουσὰν καὶ ἐπικαλουμένην διοικεῖν, οὐ φάσκων ἱκανὸς εἶναι, ὅμοιός ἐστιν ὥσπερ εἴ τις τὸ μὲν ἑαυτοῦ σῶμα θεραπεύειν μὴ θέλοι, ἀξιῶν ἰατρὸς εἶναι, ἄλλους δὲ ἀνθρώπους ἰατρεύοι προθύμως ἀργύριον τιμὰς λαμβάνων, ὥσπερ ἐλάττω μισθὸν ὄντα ἑτέρου μισθοῦ τὴν ὑγίειαν, ἔι τις ἀξιῶν ἱκανὸς εἶναι παιδοτρίβης γραμμάτων διδάσκαλος ἀλλοτρίους μὲν παῖδας θέλοι διδάσκειν, τοὺς δὲ αὑτοῦ πέμποι πρὸς ἄλλον τινὰ τῶν φαυλοτέρων, ἔι τις ἀμελήσας τῶν ἑαυτοῦ γονέων ἀλλοτρίους ἐθέλοι προτιμᾶν, οὓς ἂν αἴσθηται πλουσιωτέρους ἐκείνων μᾶλλον ἐνδόξους.
49.14οὔτε γὰρ δικαιότερον οὔτε μὰ Δία ἥδιον τῶν ἀναγκαίων ὑπεριδόντα τοῖς μηδὲν προσήκουσιν ὠφέλιμον γίγνεσθαι. οὐκοῦν τό γε ἀκόλουθόν ἐστι τοῖς λόγοις τούτοις ἄρχειν αὐτὸν βουλομένων ὑμῶν. ἀλλ’εὖ ἴστε ὅτι εἰ μή τι ἦν ἀδύνατον, οὐκ ἂν περιέμενον ὥστε ὑμᾶς ἀξιοῦν, ἀλλ’αὐτὸς ἂν ἠξίουν καὶ παρεκάλουν. ἓν γάρ τι καὶ τοῦτό ἐστι τῶν καλῶν καὶ σωφρόνων, αὐτὸν παραγγέλλοντα καὶ χάριν εἰδότα τῆς χειροτονίας ἄρχειν τῶν πολιτῶν, ἀλλὰ μὴ καθαιροῦντα μη δὲ ἄτιμον τὸ πρᾶγμα ποιήσαντα.
49.15τί οὖν ἐστι τὸ ἀδύνατον ἐν τῷ παρόντι; ἐγὼ μὲν καὶ τἄλλα ἀξιῶ πιστεύεσθαι ἐφ’ὧν λέγω οὐδέποτε γὰρ ὑμᾶς ἐξηπάτησα, ὡς ἐφὼ νομίζω, ὑπὲρ οὐδενός · οὐ δὲ πρότερον ἄλλως διανοούμενος εἶπον ἀλλ’ἀεὶ πλείους ἀσχολίαι […] καταλιπεῖν μέχρι τοῦδε οὐχ ἑκόντα με κατέσχηκεν. τὸ δὲ νῦν οὐκέτι ἐγχωρεῖ σχεδόν. οὔτε γὰρ ἐμοὶ οὔτε ἴσως ὑμῖν ἄμεινόν ἐστιν ἐμὲ διατρίβειν ἐνθάδε. ὥστε παραιτοῦμαι τὴν ψῆφον. ἐπίσταμαι γὰρ ὅτι οὐκ ἂν ἐδεήθην ἐξετάσεως, ἀλλὰ ὥσπερ πρότερον ἐν τῷ φανερῷ πάντες ἐψηφίσασθε, ὁπότε με ὑπενοήσατε βούλεσθαι, τὸ αὐτὸ καὶ νῦν ἂν ἐποιήσατε. ἀλλ’οὐκ ἔχω οὕτως, ἀλλ’ἵνα μὲν ἄρξω, ἐπίσταμαι ὅτι οὐκ ἂν ἔδει με παρακαλεῖν, ἵνα δὲ ἀφεθῶ, ὑπὲρ τούτου παρακαλῶν οὐκ αἰσχύνομαι.