Orations, Oration 6

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
6.1Διογένης Σινωπεύς, ὅτε ἔφυγεν ἐκ Σινώπης ἀφικόμενος εἰς τὴν Ἑλλάδα διῆγε ποτὲ μὲν ἐν Κορίνθῳ, ποτὲ δὲ Ἀθήνησιν. ἔφη δὲ μιμεῖσθαι τοῦ Περσῶν βασιλεὺς τὴν δίαιταν · καὶ γὰρ ἐκεῖνος τοῦ μὲν χειμῶνος ἐν Βαβυλῶνι καὶ Σούσοις, ἐνίοτε δὲ ἐν Βάκτροις διῆγεν, ἐν τοῖς εὐδιεινοτάτοις τῆς Ἀσίας, τοῦ δὲ θέρους ἐν Ἐκβατάνοις τῆς Μηδικῆς, ὅπου ψυχρότατος ἀὴρ ἀεί ποτέ ἐστι καὶ τῷ περὶ Βαβυλῶνα χειμῶνι τὸ θέρος ὅμοιον.
6.2οὕτως δὲ καὶ αὐτὸς μεταλλάττειν τὴν οἴκησιν κατὰ τὰς ὥρας τοῦ ἔτους. τὴν μὲν γὰρ Ἀττικὴν μήτε ὄρη μεγάλα ἔχειν μήτε ποταμοὺς διαρρέοντας, καθάπερ τήντε Πελοπόννησον καὶ Θετταλίαν · εἶναι γὰρ τὴν χώραν ἀραιὰν καὶ τὸν ἀέρα κοῦφον, ὡς μήτε ὕεσθαι πολλάκις μήτε ὑπομένειν τὸ γιγνόμενον ὕδωρ. περιέχεσθαίτε ὀλίγου πᾶσαν αὐτὴν ὑπὸ τῆς θαλάττης · ὅθεν δὴ καὶ τοὔνομα λαβεῖν, οἷον ἀκτήν τινα οὖσαν. τὴν δὲ αὖ πόλιν ἐν τῷ χθαμαλῷ κεῖσθαι καὶ πρὸς μεσημβρίαν.
6.3σημεῖον δέ · τοὺς γὰρ ἀπὸ τοῦ Σουνίου καταίροντας εἰς τὸν Πειραιᾶ μὴ δύνασθαι ἄλλως νότῳ κατάραι. εἰκότως οὖν τὸν χειμῶνα γίγνεσθαι πρᾷον. ἐν δὲ τῇ Κορίνθῳ τὸ θέρος εὔπνουν, διὰ τοὺς εἰσέχοντας κόλπους ἀεί ποτε τῶν πνευμάτων ἐκεῖσε συρρεόντων · τε Ἀκροκόρινθος ἐπισκιάζει καὶ αὐτὴ μᾶλλον ἐπὶ τὸ Λέχαιον καὶ πρὸς τὴν ἄρκτον ἀποκλίνει.
6.4πολὺ δὲ καλλίονας ὑπάρχειν τὰς πόλεις ταύτας Ἐκβατάνων καὶ Βαβυλῶνος, καὶ πολὺ ἄμεινον κατεσκευάσθαι τῶν ἐκεῖ βασιλείων τότε Κράνειον καὶ τὴν Ἀθήνησιν ἀκρόπολιν καὶ τὰ προπύλαια, μεγέθει δὲ λείπεσθαι μόνον · καίτοι διακοσίων σταδίων εἶναι τὴν περίμετρον τῶν Ἀθηνῶν, τοῦ Πειραιῶς συντεθειμένου καὶ τῶν διὰ μέσου τειχῶν πρὸς τὸν περίβολον τοῦ ἄστεος οἰκεῖσθαι γὰρ οὐ πάλαι καὶ ταῦτα σύμπαντα ὥστε τὸ ἥμισυ ἔχειν Ἀθηνᾶς Βαβυλῶνος, εἰ τυγχάνει ἀληθῆ λεγόμενα περὶ τῶν ἐκεῖ.
6.5καὶ μὴν τό γε τῶν λιμένων κάλλος, ἔτι δὲ ἀνδριάντας καὶ γραφὰς καὶ χρυσόντε καὶ ἄργυρον καὶ χαλκόν, τότε νόμισμα καὶ τὰ ἔπιπλα, καὶ τὴν τῶν οἰκιῶν κατασκευὴν ὑπερβάλλειν μὲν τὰ ἐνταῦθα · πλὴν αὐτῷ γε οὐ πολὺ μέλειν τῶν τοιούτων.
6.6τὸ δὲ τῆς ὁδοῦ μῆκος ἐκείνῳ μὲν ὥστε μεταβῆναι πάμπολυ γίγνεσθαι · σχεδὸν γοῦν αὐτὸν ἐν ὁδῷ διάγειν τοῦ χειμῶνος καὶ τοῦ θέρους τὸ πλέον · αὐτὸν δὲ πλησίον καταλύσαντα Μεγάρων Ἀθήνησι γενέσθαι τῇ ὑστεραίᾳ πάνυ ῥᾳδίως , εἰ μὲν βούλοιτο, ἐπ’Ἐλευσῖνος · εἰ δὲ μή, βραχυτέραν διὰ Σαλαμῖνος μὴ δι’ἐρήμων σταθμῶν πορευόμενον · ὥστε πλεονεκτεῖν βασιλέως καὶ μᾶλλον τρυφᾶν · ἄμεινον γὰρ κατεσκευάσθαι τὴν οἴκησιν.
6.7ταῦτα δὲ εἰώθει μὲν παίζων λέγειν · ὅμως δὲ ἐνεδείκνυτο τοῖς θαυμάζουσι τὸν πλοῦτον τοῦ Πέρσου καὶ τὴν λεγομένην εὐδαιμονίαν ὅτι οὐδέν ἐστι τῶν ἐκείνου πραγμάτων οἷον νομίζουσι. τῶν μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, τὰ δὲ καὶ σφόδρα πένησιν ἐξεῖναι ποιεῖν.
6.8οὐ δὲ γάρ, ὡς ἐνόμιζον ἔνιοι τῶν ἀφρόνων, ἀμελὲς ἦν αὐτῷ περὶ τοῦ σώματος, ἀλλ’ἐκεῖνοι μὲν ὁρῶντες ῥιγῶντα καὶ θυραυλοῦντα καὶ διψῶντα πολλάκις ἡγοῦντο ἀμελεῖν τοῦ ὑγιαίνειν καὶ τοῦ ζῆν · δὲ ταῦτα πάσχων μᾶλλον μὲν ὑγίαινε τῶν ἀεὶ ἐμπιμπλαμένων, μᾶλλον δὲ τῶν ἔνδον μενόντων καὶ μηδέποτε μήτε ψύχους μήτε καύματος πειρωμένων, ἔτι δὲ ἥδιον μὲν ἀλεαινόμενος ᾐσθάνετο, ἥδιον δὲ σιτία προσεφέρετο ·
6.9πολὺ δὲ μάλιστα ταῖς ὥραις ἔχαιρεν, καὶ τοῦτο μὲν εὐφραίνετο θέρους προσιόντος, ὁπότε ἤδη διαχέοι τὸν ἀέρα, τοῦτο δὲ οὐκ ἤχθετο παυομένου, ἅτε ἀπαλλαττόμενος τοῦ σφοδροῦ καύματος, ταῖς δὲ ὥραις ξυνεπόμενος καὶ κατ’ὀλίγον αὐτῶν πειρώμενος ἀλύπως πρὸς ἑκατέραν τὴν ὑπερβολήν.
6.10πυρὶ δὲ σκιᾷ σκέπῃ σπανίως ἐχρῆτο, προλαμβάνων τὸν καιρόν, οὐ δὲ ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, ὅτι μὲν ἔξεστιν αὐτοῖς ἀεὶ πῦρ καίειν, εὐποροῦσι δὲ ἐσθῆτος, ἔχουσι δὲ οἰκίας, ἐὰν καὶ μικρὸν αἴσθωνται ψύχους, εὐθὺς ἀποδιδράσκουσι τὸν ἀέρα καὶ τὰ σώματα ἀχρεῖα ποιοῦσι καὶ ἀδύνατα ἀνέχεσθαι χειμῶνος, ὅτι δὲ ἔξεστιν αὐτοῖς σκιᾷ μὲν ἀφθόνῳ χρῆσθαι τοῦ θέρους, πίνειν δὲ οἶνον ὁπόσον βούλονται, διὰ τοῦτο ἄπειροι μὲν ἡλίου διατελοῦσιν, ἄπειροι δὲ τοῦ διψῆν κατὰ φύσιν, οἰκότροφοι μὲν οὐχ ἧττον τῶν γυναικῶν, ἄπονοι δὲ καὶ ἀργοὶ τὰ σώματα, κραιπάλης δὲ καὶ λήθης τὰς ψυχὰς γέμοντες.
6.11ὅθεν δὴ καὶ ἐπιμηχανῶνται αὑτοῖς καὶ σιτία πονηρὰ καὶ βαλανεῖα τούτων χάριν, τῆς δ’αὐτῆς ἡμέρας πολλάκις δέονται μὲν ἀνέμου, δέονται δὲ ἐσθῆτος, δέονται δὲ ὁμοῦ χιόνος καὶ πυρός, τὸ δὲ πάντων ἀτοπώτατον, ἐπιθυμοῦσι καὶ λιμοῦ καὶ δίψους.
6.12ἀκόλαστοι δὲ ὄντες οὐχ ἥδονται ἀφροδισίοις διὰ τὸ μὴ περιμένειν ὀρέγεσθαι αὐτῶν · ὅθεν ζητοῦσιν ἀχαρίστους καὶ ἀτερπεῖς ἡδονάς. δὲ λιμῷ μὲν ἐχρῆτο καὶ δίψει πρὸ τῆς τροφῆς ἑκάστοτε, καὶ ἐνόμιζε τοῦτο ἱκανώτατον καὶ δριμύτατον τῶν ὄψων. τοιγαροῦν ἥδιον μὲν προσεφέρετο μᾶζαν οἱ ἄλλοι τὰ πολυτελέστατα τῶν σιτίων, ἥδιον δὲ ἔπινε τοῦ ῥέοντος ὕδατος οἱ ἄλλοι τὸν Θάσιον οἶνον.
6.13κατεγέλα δὲ τῶν, ὁπότε διψῷεν, τὰς μὲν κρήνας παρερχομένων, ζητούντων δὲ πάντως ὁπόθεν ὠνήσονται Χῖον Λέσβιον, καὶ πολὺ ἔφασκεν ἀφρονεστέρους εἶναι τῶν βοσκημάτων · ἐκεῖνα γὰρ οὐδέποτε διψῶντα κρήνην οὐ δὲ ῥεῦμα καθαρὸν παρελθεῖν οὐ δὲ πεινῶντα ἀπέχεσθαι τῶν ἁπαλωτάτων φύλλων καὶ πόας τῆς ἱκανῆς τρέφειν.
6.14οἰκίας δὲ τὰς καλλίστας καὶ ὑγιεινοτάτας ἐν ἁπάσαις ταῖς πόλεσιν ἔχειν ἀναπεπταμένας, τὰτε ἱερὰ καὶ τὰ γυμνάσια. ἱμάτιον δὲ ἓν ἐξήρκει τοῦ θέρους αὐτῷ καὶ τοῦ χειμῶνος · τοῦ γὰρ ἀέρος ἠνείχετο ῥᾳδίως, ἅτε δὴ συνήθης αὐτῷ γενόμενος.
6.15τοὺς δὲ πόδας οὐδέποτε ἔσκεπεν · οὐ γὰρ ἔφη τρυφερωτέρους εἶναι τῶν ὀφθαλμῶν καὶ τοῦ προσώπου. ταῦτα γάρ, ἀσθενέστατα πεφυκότα, μάλιστα ἀνέχεσθαι τὸ ψῦχος διὰ τὸ γυμνοῦσθαι ἀεί · μὴ γὰρ εἶναι τοῖς ἀνθρώποις δυνατὸν καταδησαμένους τὰ ὄμματα βαδίζειν, ὥσπερ τοὺς πόδας. ἔφη δὲ τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι · δεῖσθαι γὰρ ἀεί ποτε σπαργάνων.
6.16ὑπὲρ οὗ δὲ πλεῖστα μὲν πράγματα ἔχουσιν ἄνθρωποι πλεῖστα δὲ χρήματα ἀναλίσκουσι, πολλαὶ δὲ ἀνάστατοι πόλεις διὰ ταῦτα γεγόνασι, πολλὰ δὲ ἔθνη τοῦτον ἕνεκεν οἰκτρῶς ἀπόλωλεν, ἁπάντων ἐκείνῳ χρημάτων ἀπονώτατον ἦν καὶ ἀδαπανώτατον.
6.17οὐ γὰρ ἔδει αὐτὸν οὐδαμόσε ἐλθεῖν ἀφροδισίων ἕνεκεν, ἀλλὰ παίζων ἔλεγεν ἁπανταχοῦ παρεῖναι αὐτῷ τὴν Ἀφροδίτην προῖκα · τοὺς δὲ ποιητὰς καταψεύδεσθαι τῆς θεοῦ διὰ τὴν αὑτῶν ἀκρασίαν, πολύχρυσον καλοῦντας. ἐπεὶ δὲ πολλοὶ τοῦτο ἠπίστουν, ἐν τῷ φανερῷ ἐχρῆτο καὶ πάντων ὁρώντων · καὶ ἔλεγεν ὡς εἴπερ οἱ ἄνθρωποι οὕτως εἶχον, οὐκ ἂν ἑάλω ποτὲ Τροία, οὐ δ’ἂν Πρίαμος Φρυγῶν βασιλεύς, ἀπὸ Διὸς γεγονώς, ἐπὶ τῷ βωμῷ τοῦ Διὸς ἐσφάγη.
6.18τοὺς δὲ Ἀχαιοὺς οὕτως εἶναι ἄφρονας ὥστε καὶ τοὺς νεκροὺς νομίζειν προσδεῖσθαι γυναικῶν καὶ τὴν Πολυξένην σφάττειν ἐπὶ τῷ τάφῳ τοῦ Ἀχιλλέως. ἔφη δὲ τοὺς ἰχθύας σχεδόν τι φρονιμωτέρους φαίνεσθαι τῶν ἀνθρώπων · ὅταν γὰρ δέωνται τὸ σπέρμα ἀποβαλεῖν, ἰόντας ἔξω προσκνᾶσθαι πρός τι τραχύ.
6.19θαυμάζειν δὲ τῶν ἀνθρώπων τὸ τὸν μὲν πόδα μὴ θέλειν ἀργυρίου κνᾶσθαι μη δὲ τὴν χεῖρα μη δὲ ἄλλο μηδὲν τοῦ σώματος, μη δὲ τοὺς πάνυ πλουσίους ἀναλῶσαι ἂν μηδεμίαν ὑπὲρ τούτου δραχμήν · ἓν δὲ ἐκεῖνο τὸ μέρος πολλάκις πολλῶν ταλάντων, τοὺς δέ τινας ἤδη καὶ τὴν ψυχὴν παραβαλλομένους.
6.20ἔλεγε δὲ παίζων τὴν συνουσίαν ταύτην εὕρεμα εἶναι τοῦ Πανός, ὅτε τῆς Ἠχοῦς ἐρασθεὶς οὐκ ἐδύνατο λαβεῖν, ἀλλ’ἐπλανᾶτο ἐν τοῖς ὄρεσι νύκτα καὶ ἡμέραν, τότε οὖν τὸν Ἑρμῆν διδάξαι αὐτόν, οἰκτείραντα τῆς ἀπορίας, ἅτε υἱὸν αὐτοῦ. καὶ τόν, ἐπεὶ ἔμαθε, παύσασθαι τῆς πολλῆς ταλαιπωρίας · ἀπ’ἐκείνου δὲ τοὺς ποιμένας χρῆσθαι μαθόντας.
6.21τὰ μὲν οὖν τοιαῦτα ἐνίοτε τῶν ἀνθρώπων καταγέλων ἔλεγεν τῶν τετυφωμένων καὶ ἀνοήτων · μάλιστα δὲ ὕβριζε τοὺς σοφιστὰς τοὺς σεμνοὺς εἶναι θέλοντας καὶ πλέον τι τῶν ἄλλων εἰδέναι οἰομένους. ἔλεγε δὲ διὰ τὴν μαλακίαν τοὺς ἀνδρώπους ἀθλιώτερον ζῆν τῶν θηρίων.
6.22ἐκεῖνα γὰρ ὕδατι μὲν πότῳ χρώμενα, τροφῇ δὲ βοτάνῃ, τὰ πολλὰ δὲ αὐτῶν γυμνά ὄντα δι’ἔτους, εἰς οἰκίαν δὲ οὐδέποτε εἰσιόντα, πυρὶ δὲ οὐδὲν χρώμενα, ζῆν μὲν ὁπόσον φύσις ἑκάστοις ἔταξε χρόνον, ἐὰν μηδεὶς ἀναιρῇ · ἰσχυρὰ δὲ καὶ ὑγιαίνοντα διάγειν ὁμοίως ἅπαντα, δεῖσθαι δὲ μηδὲν ἰατρῶν μη δὲ φαρμάκων.
6.23τοὺς δὲ ἀνθρώπους οὕτως μὲν πάνυ φιλοζῴους ὄντας, τοσαῦτα δὲ μηχανωμένους πρὸς ἀναβολὴν τοῦ θανάτου, τοὺς μὲν πολλοὺς αὐτῶν μη δὲ εἰς γῆρας ἀφικνεῖσθαι, ζῆν δὲ νοσημάτων γέμοντας μη δὲ ὀνομάσαι ῥᾴδιον, τὴν δὲ γῆν αὐτοῖς μὴ ἐξαρκεῖν παρέχουσαν φάρμακα, δεῖσθαι δὲ καὶ σιδήρου καὶ πυρός.
6.24καὶ μήτε Χείρωνος μήτε Ἀσκληπιαδῶν ἰωμένων μηδὲν αὐτοῖς ὄφελος εἶναι διὰ τὴν αὐτῶν ἀκολασίαν καὶ πονηρίαν, μη δὲ μάντεων μαντευομένων μη δὲ ἱερέων καθαιρόντων.
6.25εἰς δὲ τὰς πόλεις συνελθόντας, ὅπως ὑπὸ τῶν ἔξωθεν μὴ ἀδικῶνται, τοὐναντίον αὑτοὺς ἀδικεῖν καὶ τὰ δεινότατα πάντα ἐργάζεσθαι, ὥσπερ ἐπὶ τούτῳ ξυνεληλυθότας. διὰ ταῦτα δὲ δοκεῖν αὐτῷ καὶ τὸν μῦθον λέγειν ὡς τὸν Προμηθέα κολάζοι Ζεὺς διὰ τὴν εὕρεσιν καὶ μετάδοσιν τοῦ πυρός, ὡς ἀρχὴν τοῦτο καὶ ἀφορμὴν τοῖς ἀνθρώποις μαλακίας καὶ τρυφῆς · οὐ γὰρ δὴ τὸν Δία μισεῖν τοὺς ἀνθρώπους οὐ δὲ φθονεῖν αὐτοῖς ἀγαθοῦ τινος.
6.26ἐπεὶ δὲ ἔλεγόν τινες οὐ δυνατὸν εἶναι ζῆν τὸν ἄνθρωπον ὁμοίως τοῖς ἄλλοις ζῴοις διὰ τὴν ἁπαλότητα τῶν σαρκῶν καὶ διότι ψιλός ἐστὶν, οὔτε θριξὶ σκεπόμενος, ὥσπερ τὰ πολλὰ τῶν θηρίων, οὔτε πτεροῖς, οὐ δὲ δέρμα ἰσχυρὸν ἐπαμπέχεται, πρὸς ταῦτα ἀντέλεγεν οὕτως μὲν σφόδρα ἁπαλοὺς εἶναι διὰ τὴν δίαιταν ·
6.27φεύγειν μὲν γὰρ ὡς τὸ πολὺ τὸν ἥλιον, φεύγειν δὲ τὸ ψῦχος · τὴν δὲ ψιλότητα τοῦ σώματος μηδὲν ἐνοχλεῖν. ἐπεδείκνυε δὲ τούςτε βατράχους καὶ ἄλλα οὐκ ὀλίγα ζῷα πολὺ μὲν ἁπαλώτερα ἀνθρώπου, πολὺ δὲ ψιλότερα, καὶ ἔνια τούτων ἀνεχόμενα οὐ τὸν ἀέρα μόνον, ἀλλὰ καὶ ἐν τῷ ψυχροτάτῳ ὕδατι ζῆν δυνάμενα τοῦ χειμῶνος.
6.28ἐπεδείκνυε δὲ τῶν ἀνθρώπων αὐτῶν τούςτε ὀφθαλμοὺς καὶ τὸ πρόσωπον οὐδὲν δεόμενα σκέπης. καθόλου δὲ ἐν μηδενὶ τόπῳ γίγνεσθαι ζῷον, μὴ δύναται ζῆν ἐν αὐτῷ · πῶς ἂν ἐσώθησαν οἱ πρῶτοι ἄνθρωποι γενόμενοι, μήτε πυρὸς οὗτος μήτε οἰκιῶν μήτε ἐσθῆτος μήτε ἄλλης τροφῆς τῆς αὐτομάτου; ἀλλὰ τὴν πανουργίαν τοῖς ὕστερον καὶ τὸ πολλὰ εὑρίσκειν καὶ μηχανᾶσθαι πρὸς τὸν βίον οὐ πάνυ τι συνενεγκεῖν.
6.29οὐ γὰρ πρὸς ἀνδρείαν οὐ δὲ δικαιοσύνην χρῆσθαι τῇ σοφίᾳ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς ἡδονήν · διώκοντας οὖν τὸ ἡδὺ ἐξ ἅπαντος ἀεὶ ζῆν ἀηδέστερον καὶ ἐπιπονώτερον, καὶ δοκοῦντας προμηθεῖσθαι σφῶν αὐτῶν κάκιστα ἀπόλλυσθαι διὰ τὴν πολλὴν ἐπιμέλειάντε καὶ προμήθειαν. καὶ οὕτως δὴ τὸν Προμηθέα δικαίως λέγεσθαι δεδεμένον ἐν πέτρᾳ κείρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ ἀετοῦ.
6.30ὁπόσα μὲν οὖν πολυδάπανα καὶ δεόμενα πραγματείας καὶ ταλαιπωρίας, ταῦτα μὲν ἀφῄρει καὶ βλαβερὰ τοῖς χρωμένοις ἀπέφαινεν · ὅσα δὲ ῥᾳδίως καὶ ἀπραγμόνως ἔστιν ἐπικουρεῖν τῷ σώματι καὶ πρὸς χειμῶνα καὶ πρὸς λιμὸν καὶ πρὸς τὸ παῦσαί τινα ὄρεξιν τοῦ σώματος, οὐ παρέπεμπεν οὐδὲν αὐτῶν, ἀλλὰ καὶ τόπους ᾑρεῖτο τοὺς ὑγιεινοὺς μᾶλλον τοὺς νοσώδεις καὶ τοὺς προσφόρους ἑκάστῃ ὥρᾳ, καὶ τροφῆς ὅπως εὐπορήσει τῆς ἱκανῆς ἐπεμελεῖτο καὶ ἐσθῆτος τῆς μετρίας, πραγμάτων δὲ καὶ δικῶν καὶ φιλονεικιῶν καὶ πολέμων καὶ στάσεων ἐκτὸς ἦν.
6.31καὶ μάλιστα ἐμιμεῖτο τῶν θεῶν τὸν βίον · ἐκείνους γὰρ μόνους φησὶν Ὅμηρος ῥᾳδίως ζῆν, ὡς τῶν ἀνθρώπων ἐπιπόνως καὶ χαλεπῶς βιούντων. τὰ δὲ τοιαῦτα ἔφη καὶ τὰ θηρία διορᾶν ·
6.32τοὺς μὲν γὰρ πελαργοὺς τὰ θερμὰ τοῦ θέρους ἀπολείποντας εἰς τὸν εὔκρατον ἀέρα ἀφικνεῖσθαι, καὶ διαγαγόντας ἐνταῦθα ὁπόσον ἥδιστον τοῦ χρόνου, μετὰ ταῦτα ἀθρόους ἀπιέναι, τὸν χειμῶνα ὑποχωροῦντας, τὰς δὲ γεράνους ἐπιφοιτᾶν τῷ σπόρῳ, χειμῶνα μετρίως φερούσας, καὶ τῆς τροφῆς ἕνεκα ·
6.33τὰς δὲ ἐλάφους καὶ τοὺς λαγὼς τοῦ μὲν ψύχους εἰς τὰ πεδία καὶ τὰ κοῖλα καταβαίνειν ἐκ τῶν ὁρῶν, κἀνταῦθα ὑποστέλλειν τοῖς ἀπηνέμοις καὶ προσηνέσι, τοῦ δὲ καύματος εἰς τὴν ὕλην ἀποχωρεῖν καὶ τὰ βορειότατα τῶν χωρίον.
6.34ὁρῶν δὲ τοὺς ἄλλους ἀνθρώπους ἅπαντα μὲν τὸν βίον ταραττομένους, ἅπαντα δὲ ἀλλήλοις ἐπιβουλεύοντας, ἀεὶ δὲ ἐν κακοῖς ὄντας μυρίοις, μηδέποτε δὲ ἡσυχίαν δυναμένους ἄγειν, ἀλλὰ μη δὲ ἐν ταῖς ἱερομηνίαις μη δὲ ἂν ἐκεχειρίαν ἐπαγγέλλωσι, καὶ ταῦτα ξύμπαντα δι’οὐδὲν ἕτερον τὰ μὲν δρῶντας, τὰ δὲ πάσχοντας, ὅπως ζῆν δυνήσονται, καὶ μάλιστα δὴ δεδιότας μήποτε αὐτοὺς ἐπιλίπῃ τἀναγκαῖα δὴν λεγόμενα, ἔτι δὲ φροντίζοντας καὶ ζητοῦντας ὅπως παισὶ τοῖς αὑτῶν καταλίπωσι πολλὰ χρήματα, ἐθαύμαζεν ὅτι μηδὲν αὐτὸς πράττοι τοιοῦτον, ἀλλὰ μόνος δὴ τῶν ἁπάντων ἐλεύθερός ἐστι καὶ οὐδεὶς ἄλλος συνίησι τῆς αὑτοῦ μάλιστα εὐδαιμονίας.
6.35ὥστε οὐκέθ’αὑτὸν ἠξίου τῷ Περσῶν βασιλεῖ παραβάλλειν · πολὺ γὰρ εἶναι τὸ μεταξύ. τὸν μὲν γὰρ ἀθλιώτατον ἁπάντων τυγχάνειν, φοβούμενον μὲν ἐν τοσούτῳ χρυσῷ πενίαν, φοβούμενον δὲ νόσους, τῶν δὲ νοσερῶν ἀπέχεσθαι μὴ δυνάμενον, ἐκπεπληγμένον δὲ τὸν θάνατον καὶ πάντας ἐπιβουλεύειν αὐτῷ νομίζοντα μέχρι τῶν παίδωντε καὶ ἀδελφῶν.
6.36διὰ δὲ ταῦτα μήτε ἐσθίοντα ἥδεσθαι, τῶν ἡδίστων αὐτῷ παρόντων, μήτε πίνοντα ἐπιλανθάνεσθαι τῶν ὀχληρῶν. μηδεμίαν δὲ ἡμέραν διάγειν ῥᾳδίως, ἐν βλέπειν αὐτὸν μὴ τὰ δεινότατα πάσχοντα. καὶ τοῦτο μὲν νήφοντα ἐπιθυμεῖν μέθης, ὡς τότε ἀπαλλαγησόμενον τῶν συμφορῶν, τοῦτο δ’αὖ μεθύοντα ἀπολωλέναι νομίζειν, ὡς ἀδύνατον αὐτῷ βοηθεῖν.
6.37ἔτι δὲ ἐγρηγορότα μὲν εὔχεσθαι καθυπνῶσαι ὅπως ἐπιλάθηται τῶν φόβων, κοιμώμενον δὲ ἀναστῆναι τὴν ταχίστην, ἅτε ὑπ’αὐτῶν τῶν ἐνυπνίων ἀπολλύμενον, τῆς δὲ χρυσῆς αὐτῷ πλατάνου καὶ τὴν Σεμιράμιδος οἰκοδομημάτων καὶ τῶν ἐν Βαβυλῶνι τειχῶν μηδὲν ὄφελος γιγνόμενον.
6.38τὸ δὲ δὴ πάντων παραλογώτατον, φοβεῖσθαι μὲν τοὺς ἀνόπλους, πιστεύειν δὲ αὑτὸν τοῖς ὡπλισμένοις, καὶ διερευνᾶσθαι μὲν τοὺς προσιόντας μή τις ἔχοι σίδηρον, ἐν μέσῳ δὲ ζῆν τῶν σιδηροφορούντων. φεύγειν δὲ ἀπὸ μὲν τῶν ἀνόπλων πρὸς τοὺς ὡπλισμένους, ἀπὸ δὲ τῶν ὡπλισμένων πρὸς τοὺς ἀνόπλους · ἀπὸ μέν γε τοῦ πλήθους φυλάττεσθαι τοῖς δορυφόροις, ἀπὸ δὲ τῶν δορυφόρων εὐνούχοις. οὐκ ἔχειν δὲ οἷς ἂν πιστεύσας οὐ δὲ ὅποι τραπόμενος δυνήσεται ζῆσαι μίαν ἡμέραν ἀφόβως.
6.39ὑφορᾶσθαι δὲ καὶ τὰ σιτία καὶ τὸ ποτόν, καὶ τοὺς προπειράσοντας ταῦτα ἔχειν ὥσπερ ἐν ὁδῷ πολεμίων γεμούσῃ τοὺς προερευνῶντας. ἀλλὰ μη δὲ τοῖς ἀναγκαίοις θαρρεῖν, μήτε παισὶ μήτε γυναικί. οὕτως δὲ χαλεποῦ ὄντος τοῦ πράγματος καὶ δυστυχοῦς τῆς μοναρχίας, μη δὲ ἀπαλλαγῆναί ποτε αὐτοῦ μήτε βούλεσθαι μήτε δύνασθαι.
6.40καίτοι πάντα ὅσα δεινὰ τοῖς ἀνθρώποις παραμυθίαν ἔχει, τὸ τυχὸν ἂν παύσασθαι αὐτῶν. καὶ γὰρ ὅστις ὑπὸ δεσμῶν ἔχεται, προσδοκᾷ ποτε λυθῆναι, καὶ τῷ τὴν πατρίδα φεύγοντι οὐκ ἀδύνατον κατελθεῖν, καὶ τῷ νοσοῦντι μέχρι τῆς τελευτῆς ἔστιν ἐλπίζειν τὴν ὑγίειαν · τῷ δὲ οὐκ ἔστιν ἀπαλλαγῆναι τοῦ πράγματος, ἀλλ’οὐ δ’εὔξασθαι γοῦν, εἰ μή τι ἕτερον. ὅσοις δὲ ἀνιᾶσθαι συμβέβηκε τῶν φίλων τινὸς ἀποθανόντος, σαφῶς ἐπίστανται ὅτι παύσονταί ποτε λυπούμενοι τῷ χρόνῳ · τοῖς δὲ τοὐναντίον ἐπιτείνεται μᾶλλον τὰ χαλεπά.
6.41οὐ ῥᾴδιον μὲν γὰρ ἄνδρα γηρᾶσαι τύραννον, χαλεπὸν δὲ τυράννου γῆρας, οὐχ οἷον ἵππου φασίν. οἵτε γὰρ πεπονθότες κακῶς πλείους οἵτε καταφρονοῦντες · αὐτὸς δὲ τῷ σώματι βοηθεῖν ἀδύνατος αὑτῷ. πάντα μὲν οὖν τὰ δεινὰ πέφυκε μᾶλλον ἐκπλήττειν τοὺς προσδεχομένους λυπεῖν τοὺς πειραθέντας, καὶ πενία καὶ φυγὴ καὶ δεσμοὶ καὶ ἀτιμία.
6.42τοῦ θανάτου δὲ εἴ τις ἀφέλοι τὸ δέος, οὐδὲν ὑπολείπεται δυσχερές · οὐ γὰρ μόνον αὐτὸς οὐκ ἐνοχλεῖ τοὺς παθόντας, ἀλλ’οὐδὲν ἔτι λυποῦνται. δὲ φόβος οὕτω χαλεπός ἐστιν ὥστε πολλοὶ ἤδη προέλαβον τὸ ἔργον · οἱ μὲν γὰρ ἐν νηὶ χειμαζόμενοι οὐ περιέμειναν καταδῦναι τὴν ναῦν, ἀλλὰ πρότερον αὑτοὺς ἀπέσφαξαν, οἱ δὲ πολεμίων περιειληφότων, σαφῶς εἰδότες ὅτι οὐδὲν πείσονται δεινότερον.
6.43τοῦτο δὴ τὸ χαλεπὸν ἀεὶ πάρεστι τοῖς μονάρχοις, ὁμοίως μὲν ἡμέρας, ὁμοίως δὲ νυκτός. καὶ τοῖς μὲν καταδικασθεῖσιν ἡμέρα ῥητὴ πρόκειται, ἐν δεῖ ἀποθνῄσκειν, τοῖς δὲ καὶ τοῦτο ἄδηλον, εἴτε μετ’ὀλίγον εἴτε ἤδη, καὶ οὐδεὶς καιρός, οὐ δὲ βραχύτατος, ἀπήλλακται τούτου τοῦ δέους, ἀλλὰ καὶ ἐσθίοντα ἀνάγκη δεδιέναι καὶ θύοντα τοῖς θεοῖς.
6.44εἰ δέ ποτε ἐπέλθοι παίζειν τοῖς τοιούτοις, καὶ πρὸς ἀφροδισίοις γιγνόμενον, ἐὰν καὶ πάνυ τύχῃ ἐρῶν, μεμνῆσθαι τοῦ θανάτου, ὡς τυχὼν ὑπ’αὐτῶν τῶν ἐρωμένων ἀπολούμενον, καὶ συμπίνειν τούτῳ τῷ φόβῳ καὶ συγκαθεύδειν.
6.45ὥστε μοι δοκεῖ τότε μόνον χαίρειν, ἐπειδὰν πληγῇ, ἀνὴρ τύραννος, ὡς τοῦ μεγίστου κακοῦ ἀπηλλαγμένος. τὸ δὲ πάντων ἀτοπώτατον, οἱ μὲν γὰρ ἄλλοι ἴσασιν ἐν ταῖς ἀνιάτοις γιγνόμενοι συμφοραῖς, ὥστε οὐ πολὺν χρόνον κακοπαθοῦσιν, οἷς ἂν μὴ ἀδύνατον τὸ ἀποθνῄσκειν · οἱ δὲ τύραννοι τὰ μέγιστα κακὰ ἔχοντες ἐν τοῖς μεγίστοις νομίζουσιν ἀγαθοῖς εἶναι, οἶμαι τῇ δόξῃ τῶν ἄλλων ἀνθρώπων ἐξηπατημένοι τῶν ἀπείρων τοῦ πράγματος.
6.46καὶ ταύτην θεὸς αὐτοῖς τὴν ἄγνοιαν συνέζευξεν, ἵνα παραμένωσι κολαζόμενοι. δοκεῖ δὲ τοῖς μὲν εὖ πράττουσι τῶν ἀνθρώπων μὲν βίος ἀμείνων, δὲ θάνατος διὰ τοῦτο λυπηρότερος ·
6.47οἱ δὲ αὖ κακῶς ζῶντες τὸν βίον δοκοῦσι δυσχερέστερον φέρειν, τὸν δὲ θάνατον ἥδιον προσδέχεσθαι. τοῖς δέ γε τυράννοις ἀμφότερα ταῦτα χαλεπώτερα τοῖς ἄλλοις · ζῶσι μὲν γὰρ πολὺ ἀηδέστερον τῶν πάνυ ἐπιθυμούντων τεθνάναι, τὸν δὲ θάνατον οὕτω δεδοίκασιν ὡς ἥδιστα διάγοντες ἐν τῷ βίῳ.
6.48πεφυκότος δὲ τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα, σχεδὸν ἀμφότερα τοῖς τυράννοις καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ ἀεὶ πάρεστιν, ὡς λυπούμενον μὲν μηδέποτε παύεσθαι σχεδόν, ἡδόμενον δὲ μηδέποτε αἰσθάνεσθαι.
6.49δέδοικε δὲ ἀεί ποτε τῶν μὲν πλουσίων τὴν δύναμιν, τῶν δὲ ἀπορῶν τὴν ἐπιθυμίαν τοῦ πλούτου. μόνοις δὲ τοῖς μονάρχοις τῶν μὲν εὖ παθόντων οὐδεὶς οἶδε χάριν · οὐδέποτε γὰρ ἡγοῦνται τῶν ἱκανῶν τυγχάνειν, οἱ δὲ μὴ τυγχάνοντες ὧν βούλονται πάντων μάλιστα μισοῦσιν αὐτούς.
6.50καὶ μὴν ἐπιφθονώτατος ἁπάντων πλεῖστα μὴ δικαίως ἔχων · ὥστε οὐδεὶς τυράννου ἐπιφθονώτερός ἐστιν. πρὸς δὲ τούτοις ἀνάγκη μὲν αὐτῷ χαρίζεσθαι τοῖς περὶ αὐτῶν · εἰ δὲ μή, τάχιστα ἀπολεῖται. χαρίζεσθαι δὲ πολλάκις πολλοῖς οὐ ῥᾴδιον μὴ ἄλλων ἀφαιρούμενον. ἔχει δὴ καὶ τοὺς ἀφαιρεθέντας ἐχθροὺς καὶ τοὺς εἰληφότας ὑπόπτους καὶ ζητοῦντας ὅτι τάχιστα ἀπηλλάχθαι. τὰ μὲν οὖν πόρρω διὰ τὸ πολὺ ἀφεστάναι φοβεῖται, τὰ δὲ ἐγγύς, ὅτι πλησίον ἐστιν αὐτῷ · καὶ παρὰ μὲν τῶν μακρόθεν ὑφορᾶται πόλεμον, παρὰ δὲ τῶν ἐγγὺς δόλον.
6.51καὶ τὴν μὲν εἰρήνην ἀσύμφορον νομίζει διὰ τὴν τῶν ἀνθρώπων σχολήν, τὸν δὲ πόλεμον, ὅτι ἀνάγκη τοὺς ὑπηκόους ἐνοχλεῖν καὶ χρήματα πορίζοντα καὶ στρατεύεσθαι προσαναγκάζοντα. τοιγαροῦν πολέμου μὲν ὄντος εἰρήνης ἐρῶσιν, εἰρήνης δὲ γενομένης εὐθὺς μηχανῶνται πόλεμον.
6.52καὶ τοῦτο μὲν τῶν ἐπιτηδείων ἀφθόνων ὄντων δεδοίκασι τοῦ πλήθους τὴν ὕβριν, τοῦτο δὲ εἴ τις ἔνδεια καταλαμβάνοι, τὴν ὀργήν. ἡγοῦνται δὲ μήτε ἀποδημεῖν ἀσφαλὲς μήτε μένειν μήτε προϊέναι μήτ’ἔνδον διαιτᾶσθαι παρ’αὑτοῖς, ἀλλὰ μη δὲ ἐπιβαίνειν οὗ ἂν ἐπιβαίνωσιν ἀσφαλῶς, ἅπαντα δὲ εἶναι μεστὰ ἐνέδρας καὶ δόλων.
6.53ἀναλογίζεται δὲ ἕκαστος αὐτῶν καὶ τοὺς θανάτους τῶν τυράννων καὶ τὰς ἐπιβουλάς, ὅσαι πώποτε γεγόνασι, καὶ ξύμπαντα ταῦτα ἐφ’αὑτὸν ἰέναι νομίζει, καὶ οὕτως ἔχει περιφόβως ὡς ξύμπαντας ἐκείνους τοὺς θανάτους ἀποθανούμενος · καὶ περιβλέπειν μὲν ἀεὶ καὶ περιστρέφεσθαι βούλεται, πληγήσεσθαι πανταχόθεν οἰόμενος, αὐτὸ δὲ τοῦτο οὐκ ἔξεστι ποιεῖν ὑπὸ αἰσχύνης ἅμα καὶ φόβου.
6.54ὅσῳ γὰρ ἂν ἐνδηλότερος φοβούμενος ἀνὴρ τύραννος, τοσούτῳ μᾶλλον ἐπιβουλεύουσι καταφρονοῦντες τῆς δειλίας. ἔστιν οὖν βίος ὅμοιος ὥσπερ εἴ τις καθείρξειέ τινα ἐν εἱρκτῇ μικρᾷ, τῶν μὲν ἄνωθεν ξιφῶν κρεμαμένων, τῶν δὲ κυκλόθεν περιπεπηγότων, καὶ τούτων ἁπτομένων τοῦ χρωτός ·
6.55οὕτως οὐ τῷ σώματι μόνον, ἀλλὰ τῇ ψυχῇ τοῦ τυράννου περιπέπηγε τὰ ξίφη, ὥστε τὸν ἐν Ἅιδου Τάνταλον, ὅν φασι κεφαλῆς ὑπερτέλλοντα δειμαίνειν πέτρον, πολὺ ῥᾷον διάγειν. οὐ γὰρ δὴ ἔτι φοβεῖται Τάνταλος μὴ ἀποθανῇ · τῷ δὲ τυράννῳ ζῶντι τοῦτο ξυμβέβηκεν ἐκείνῳ νεκρῷ λέγουσιν.
6.56ὅσοι μὲν οὖν μιᾶς γεγόνασι τύραννοι πόλεως χώρας ὀλίγης, τούτοις οὐκ ἀδύνατον ἀποδράντας ἐκ τῆς ἀρχῆς ἀλλαχόσε ποι καταφυγόντας ζῆν · καίτοι οὐδεὶς ἄνδρα ἀγαπᾷ τύραννον, ἀλλὰ μισοῦσίτε καὶ ὑποπτεύουσι καὶ ῥᾳδίως ἐκδιδόασι τοῖς ἠδικημένοις · ὅσοι δὲ πολλῶν πόλεων ἄρχουσι καὶ ἐθνῶν καὶ ἀπείρου γῆς, ὥσπερ τῶν Περσῶν βασιλεύς, τούτοις, οὐ δ’ἂν ποτε παραστῇ συνεῖναι τῶν κακῶν κἂν θεῶν τις ἀφέλῃ τὴν ἄγνοιαν αὐτῶν, οὐ δυνατὸν ἐκφυγεῖν.
6.57δοκεῖ δὲ οὐδέποτε ἂν ἀσφαλῶς ζῆν, οὐ δ’εἰ χαλκοῦς σιδηροῦς γένοιτο, ἀλλὰ καὶ οὕτως ἂν κατακοπεὶς καταχωνευθείς ἀπολέσθαι. ἐὰν μὲν οὖν τις αὐτῷ διαλέγηται θαρρῶν, δὲ ὀργίζεται καὶ δέδοικε τὴν παρρησίαν · ἐὰν δὲ θεραπεύων καὶ ὑποκατακλινόμενος, ὑποπτεύει τὴν θεραπείαν.
6.58καὶ ὑπὸ μὲν τῶν ἐλευθερίως προσερχομένων οἴεται ὑβρίζεσθαι, ὑπὸ δὲ τῶν ταπεινοτέρων ἐξαπατᾶσθαι. καὶ λοιδορούμενος μὲν πολλαπλασίως ἀνιᾶται ἄλλος, ὅτι δὴ τύραννος ὢν ἀκούει κακῶς · ἐπαινούμενος δὲ οὐχ ἥδεται ·
6.59οὐ γὰρ φρονοῦντας οὕτως οἴεται λέγειν. τοῦ δὲ καλλίστου καὶ λυσιτελεστάτου κτήματος ἁπάντων ἐστὶν ἀπορώτατος · εὐνοίας καὶ φιλίας ἐλπίσαι οὐδὲν δύναται παρ’οὐδενός, ἀλλὰ πρότερον τοὺς ἀγρίους λέοντας οἱ τρέφοντες ἀγαπήσουσιν τοὺς τυράννους οἱ θεραπεύοντες καὶ προσιόντες.
6.60ἐγὼ δὲ βαδίζω μὲν ὅποι βούλομαι, φησί, νύκτωρ, βαδίζω δὲ μέθ’ἡμέραν μόνος, θαρρῶ δέ εἰ δέοι, καὶ διὰ στρατοπέδου πορευόμενος ἄνευ κηρυκείου καὶ διὰ λῃστῶν · οὐδεὶς γὰρ ἐμοὶ πολέμιος οὐ δὲ ἐχθρός ἐστι βαδίζοντι. ἂν δὲ ἅπας μὲν ἐκλίπῃ χρυσός, ἅπας δὲ ἄργυρος, ἅπας δὲ χαλκός, οὐκ ἂν ἐγὼ βλαβείην οὐ δὲ μικρόν.
6.61ἐὰν δὲ ἅπασαι μὲν αἱ οἰκίαι πέσωσιν ὑπὸ σεισμοῦ, καθάπερ ἐν Σπάρτῃ ποτέ, καὶ πάντα διαφθαρῇ τὰ πρόβατα, ὡς μηδένα ἐσθῆτος εὐπορῆσαι, μὴ μόνον δὲ τὴν Ἀττικήν, ἀλλὰ καὶ Βοιωτίαν καὶ Πελοπόννησον καὶ Θετταλίαν ἀπορία καταλάβῃ, ὥσπερ ἤδη πρότερόν φασιν, οὐδὲν ἐγὼ χεῖρον οὐ δὲ ἀπορώτερον βιώσομαι.
6.62παρὰ πόσον μὲν γὰρ ἔσομαι γυμνότερος τοῦ νῦν, πόσῳ δὲ ἀοικότερος; ἱκανὰ δέ μοι τροφὴν παρασχεῖν καὶ μῆλα καὶ κέγχροι καὶ κριθαὶ καὶ ὄροβοι καὶ τὰ εὐτελέστατα τῶν ὀσπρίων καὶ φηγὸς ὑπὸ τῇ τέφρᾳ καὶ τῆς κρανείας καρπός, φησιν Ὅμηρος εὐωχεῖν τοὺς τοῦ Ὀδυσσέως ἑταίρους τὴν Κίρκην, ὑφ’ὧν ἀντέχει τρεφόμενα καὶ τὰ μέγιστα θηρία.