Orations, Oration 21

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
21.1ὡς ὑψηλὸς νεανίσκος καὶ ὡραῖος · ἔτι δὲ ἀρχαῖον αὐτοῦ τὸ εἶδος, οἷον ἐγὼ οὐχ ἑώρακα τῶν νῦν, ἀλλ’ τῶν Ὀλυμπίασιν ἀνακειμένων τῶν πάνυ παλαιῶν · αἱ δὲ τῶν ὕστερον εἰκόνες ἀεὶ χείρους καὶ ἀγεννεστέρων φαίνονται, τὸ μέν τι ὑπὸ τῶν δημιουργῶν, τὸ δὲ πλέον καὶ αὐτοὶ τοιοῦτοί εἰσιν. δεινὸν λέγεις, εἰ ὥσπερ φυτόν τι ζῷον ἐκλελοίπασι τῷ χρόνῳ οἱ καλοί, οἷον δή φασι τοὺς λέοντας παθεῖν τοὺς ἐν τῇ Εὐρώπῃ · οὐ γὰρ ἔτι αὐτῶν εἶναι τὸ γένος · πρότερον δὲ ᾖσαν καὶ περὶ Μακεδονίαν καὶ ἐν ἄλλοις τόποις · εἰ οὕτως οἴχεται δὴ κάλλος ἐξ ἀνθρώπων.
21.2τό γε ἀνδρεῖον, βέλτιστε · τὸ μέντοι γυναικεῖον ἴσως πλεονάζει. ἀνὴρ δὲ καλὸς καὶ σπάνιον μὲν γίγνεται νῦν, καὶ γενόμενος τοὺς πλείστους λανθάνει, πολλῷ μᾶλλον οἱ καλοὶ ἵπποι τοὺς ὀρεωκόμους. εἰ δ’ἄρα καὶ ἅψαιντο τῶν τοιούτων, μεθ’ὕβρεως καὶ πρὸς οὐδὲν ἀγαθόν ὥστε μοι δοκοῦσι καὶ οἱ γενόμενοι ταχὺ λήγειν καὶ ἀφανίζεσθαι. οὐ γὰρ μόνον ἀρετὴ ἐπαίνῳ αὔξεται, ἀλλὰ καὶ τὸ κάλλος ὑπὸ τῶν τιμώντων αὐτὸ καὶ σεβομένων · ἀμελούμενον δὲ καὶ οὐδενὸς εἰς αὐτὸ βλέποντος πονηρῶν βλεπόντων σβέννυται, ὥσπερ τὰ κάτοπτρα. ἆρ’οὖν, ὅπερ Ἀθηναῖοι πολλάκις, καὶ ἡμᾶς χρὴ ἀναρχίαν ἀναγράφειν τὸν παρόντα καιρόν, ὡς οὐδενὸς ὄντος καλοῦ;
21.3ναὶ μὰ Δία, ὡς Πέρσαι γε ἐνόμιζον · Ἑλλήνων δὲ οὐδεὶς πλὴν εἰς τὶς ἐκ τῶν τριάκοντα. οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ’αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην αὐτὸν εἵλοντο ἐπί γε τῷ μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν. εἶεν · οἱ δὲ Πέρσαι πῶς ἐνόμιζον;
21.4οὐ γὰρ φανερόν, ὅτε εὐνούχους ἐποίουν τοὺς καλούς, ὅπως αὐτοῖς ὡς κάλλιστοι ὦσιν; τοσοῦτον διαφέρειν ᾤοντο πρὸς κάλλος τὸ θῆλυ. σχεδὸν δὲ καὶ πάντες οἱ βάρβαροι, ᾗπερ τὰ ἄλλα ζῷα, διὰ τὸ μόνον τὰ ἀφροδίσια ἐννοεῖν. ὡς οὖν λέγεται Δαίδαλος ποιῆσαι τὸν ταῦρον ἐξαπατῶν, περιτεῖναι τῷ ξύλῳ δέρμα βοός, κἀκεῖνοι γυναικὸς εἶδος περιτιθέασι τοῖς ἄρρεσιν, ἄλλως δὲ οὐκ ἐπίστανται ἐρᾶν.
21.5ἴσως δὲ καὶ τροφὴ αἰτία τοῖς Πέρσαις, τὸ μέχρι πολλοῦ τρέφεσθαι ὑπότε γυναικῶν καὶ εὐνούχων τῶν πρεσβυτέρων, παῖδας δὲ μετὰ παίδων καὶ μειράκια μετὰ μειρακίων μὴ πάνυ συνεῖναι μη δὲ γυμνοῦσθαι ἐν παλαίστραις καὶ γυμνασίοις. ὅθεν ἐγὼ οἶμαι ξυμβῆναι αὐτοῖς ταῖς μητράσι μίγνυσθαι · ὥσπερ οἱ πῶλοι, ἐπειδὰν ἁδρότεροι ὄντες ἀκολουθῶσιν ἔτι ταῖς μητράσιν, ἐπιβαίνειν ζητοῦσιν.
21.6τὸ μέντοι τῆς τροφῆς καὶ ἐνταῦθα δείκνυσι τὴν ἰσχύν. κάλλιον μὲν γὰρ δὴ πολὺ ἵππος ὄνου, οἱ δέ γε ὄνοι οὐκ ἐπιθυμοῦσιν ἵππων διὰ τὴν φύσιν, εἰ μὴ ὃς ἂν τεθραμμένος ἵππου γάλακτι · ὁμοίως δὲ καὶ ἵππος πωλευθεὶς ὑπὸ ὄνου τὸ αὐτὸ πάσχει. ἐν δὲ τοῖς ἀνθρώποις καὶ ἐξουσία παράνομόν τί ἐστι. Νέρωνα γοῦν πάντες ἐπιστάμεθα ἐφ’ἡμῶν ὅτι οὐ μόνον ἐξέτεμε τὸν ἐρώμενον, ἀλλὰ καὶ τὸ ὄνομα αὐτοῦ μετωνόμασε γυναικεῖον, τῆς αὑτοῦ ἐρωμένης καὶ γυναικός, ἧς ἐκεῖνος ἐπιθυμήσας ἔγημεν, ἀναφανδὸν εἴρξας τὴν πρόσθεν, ἐφ’ τὴν βασιλεῖαν εἰλήφει. καὶ τί ἦν τὸ ὄνομα τῇ γυναικί, τῷ εὐνούχῳ ἔθετο;
21.7τί δὲ σοὶ τοῦτο; πάντως γὰρ οὐ Ῥοδογούνη ἐλέγετο. ἀλλ’ἐκεῖνός γε καὶ τὰς ἐν τῇ κεφαλῇ τρίχας διεκέκριτο, καὶ παιδίσκαι ἠκολούθουν, ὁπότε βαδίζοι, καὶ ἀμπείχετο ἐσθῆτα γυναικείαν, καὶ τά γε ἄλλα οὕτως ἠναγκάζετο ποιεῖν · τέλος δὲ προυτέθησαν μεγάλαι καὶ τιμαὶ καὶ χρήματα ἄπειρα τὸ πλῆθος, ὅστις αὐτὸν γυναῖκα ποιήσειεν. οὖν καὶ ὑπέσχοντο;
21.8τί δὲ οὐκ ἔμελλον ἐκείνῳ ὑποσχέσθαι τοσαῦτα διδόντι; οὐκ οἶσθα τὴν δύναμιν τοῦ διδόντος ὅση ἐστίν; ὅπου γε καὶ ὁπόταν βασιλέα ἀποδεῖξαι δέῃ, τὸν πλουσιώτατον αἱροῦνται καὶ παρ’οὗ ἂν ἐλπίσωσιν ὡς πλεῖστον ἀργύριον λήψεσθαι, τὰ δὲ ἄλλα οὐδὲν φροντίζουσιν ὁποῖος ἂν , κἂν μέλλῃ πάντας διατεμεῖν παραλαβὼν τὴν ἀρχήν, τούςτε ἄλλους ἅπαντας καὶ αὐτοὺς ἐκείνους τοὺς εἰληφότας τὰ χρήματα, καὶ ἔτι πάντων αὐτοὺς καὶ τῶν ὑπαρχόντων ἀφαιρήσεσθαι.
21.9τούτῳ δὴ μάλιστα περιῆν Νέρων, καὶ οὐδεὶς ἀντέλεγεν αὐτῷ περὶ οὐδενὸς τι εἴποι οὐ δ’ἀδύνατον ἔφη εἶναι κελεύσειεν, ὥστε καὶ εἰ πέτεσθαι κελεύοι τινά, καὶ τοῦτο ὑπέσχετο αὐτῷ, καὶ συχνὸν χρόνον ἐτρέφετο ἔνδον παρ’αὐτῷ ἐν τοῖς βασιλείοις, ὡς πτησόμενος. μόνος γὰρ δὴ οὐδένα τρόπον ἐφείδετο χρημάτων, οὔτε διδοὺς οὔτε λαμβάνων. διὰ μόνην μέντοι ταύτην τὴν ὕβριν καὶ ἀπέθανε τὴν εἰς τὸν εὐνοῦχον. ὀργισθεὶς γὰρ ἐξήνεγκεν αὐτοῦ τὰ βουλεύματα τοῖς περὶ αὐτόν · καὶ οὕτως ἀπέστησαν ἀπ’αὐτοῦ καὶ ἠνάγκασαν ὅτῳ ποτὲ τρόπῳ ἀπολέσθαι αὐτόν · οὐδέπω γὰρ καὶ νῦν τοῦτό γε δῆλόν ἐστιν ·
21.10ἐπεὶ τῶν γε ἄλλων ἕνεκεν οὐδὲν ἐκώλυεν αὐτὸν βασιλεύειν τὸν ἅπαντα χρόνον, ὄν γε καὶ νῦν ἔτι πάντες ἐπιθυμοῦσι ζῆν. οἱ δὲ πλεῖστοι καὶ οἴονται, καίπερ τρόπον τινὰ οὐχ ἅπαξ αὐτοῦ τεθνηκότος, ἀλλὰ πολλάκις μετὰ τῶν σφόδρα οἰηθέντων αὐτὸν ζῆν. σὺ μὲν ἀεὶ λόγους ἀνευρίσκεις, ὥστε διασύρειν τὰ τῶν ἀνθρώπων, καὶ νῦν ἐξ οὐδενός, ὡς εἰπεῖν, ἐπὶ ταῦτα ἦλθες. δὲ ἐβουλόμην ἐρέσθαι, οὐκ εἴασας.
21.11ἴσως γάρ μου καταφρονεῖς καὶ ἡγῇ με ληρεῖν, ὅτι οὐ περὶ Κύρου καὶ Ἀλκιβιάδου λέγω, ὥσπερ οἱ σοφοί ἔτι καὶ νῦν, ἀλλὰ Νέρωνος καὶ τοιούτων πραγμάτων, νεωτέρωντε καὶ ἀδόξων ὧν μνημονεύω. τούτου δὲ αἴτιον τὸ μὴ πάνυ φιλεῖν τοὺς τραγῳδοὺς μη δὲ ζηλοῦν · ἐπεὶ οἶδα ὅτι αἰσχρόν ἐστιν ἐν τραγῳδίᾳ τοὺς νῦν ὄντας ὀνομάζειν, ἀλλ’ἀρχαίου τινος ἔδει πράγματος καὶ οὐ δὲ πάνυ πιστοῦ. οἱ μὲν οὖν ἔμπροσθεν οὐκ ᾐσχύνοντο τοὺς τότε ὄντας ὀνόμαζεν καὶ λέγοντες καὶ γράφοντες · οἱ δὲ νῦν ἐκείνους ἐξ ἅπαντος ὀνομάζειν ζητοῦσιν.
21.12ᾗτινι δὲ τῇ σοφίᾳ πράττουσιν αὐτό, ἐγώ σοὶ ἐρῶ καὶ μὴ πάντα φλυαρεῖν με φῂς · ἀλλ’ἴσως πολλοῦ δέω πάντως γάρ τισι τῶν βιβλιοπωλῶν προσέσχηκας; διὰ τί δὴ τοῦτό με ἐρωτᾷς; ὅτι εἰδότες τὰ ἀρχαία τῶν βιβλίων σπουδαζόμενα, ὡς ἄμεινον γεγραμμένα καὶ ἐν κρείττοσι βυβλίοις, οἱ δὲ τὰ φαυλότατα τῶν νῦν καταθέντες εἰς σῖτον, ὅπως τό γε χρῶμα ὁμοία γένηται τοῖς παλαιοῖς, καὶ προσδιαφθειράντες ἀποδίδονται ὡς παλαιά. ἀλλὰ τί ἦν πάλαι δὴ ἐρέσθαι σπεύδεις;
21.13περὶ τοῦδε τοῦ νεανίσκου, ὅστιςτέ ἐστι καὶ οὗτινος · ὡς ἐγὼ οὐδένα πώποτε οὕτως ἐξεπλάγην. μὲν γὰρ ἡλικία παῖδα αὐτὸν ἐνδείκνυσιν ἑκκαίδεκα ἴσως ἑπτακαίδεκα ἐτῶν · τὸ δὲ μέγεθος οὐδενὸς ἧττον τῶν ἀνδρῶν · δὲ αἰδὼς τοσαύτη ὥστε καὶ τὸν προσιόντα αἰδεῖσθαι εὐθὺς ποιεῖ. καὶ οὐκ ἐστιν ἐπὶ πλέον αὐτοῦ εἰς τὸ πρόσωπον ὁρᾶν, εἰ μὴ καὶ αὐτὸς ἀποβλέψειεν ἀπὸ τύχης. οὐδεὶς γὰρ οὕτως ἀναιδὴς οὐ δὲ λίθινός ἐστιν ὅστις ὑπομενεῖ καὶ ἀντιστήσεται ὁρῶν αὐτόν, ἀλλ’εὐθὺς ἀνάγκη τραπῆναι καὶ μεταβαλέσθαι τὼ ὀφθαλμώ. τοῦτο δὲ ἐγὼ τὸ πάθος πάνυ θαυμάζω, ὅτι τὸ κάλλος, ἐὰν μετὰ αἰδοῦς , καὶ τοὺς ἀναιδεῖς τρέπειτε καὶ ἀναγκάζει αἰδεῖσθαι.
21.14ἴσως γὰρ οὐ προσενόησας τὸ ἐν τοῖς ὕδασι γιγνόμενον. τί δή; ὅτι τοῦ ἡλίου ἐπιλάμψαντος εἰς τὸ κατ’εὐθὺ μάλιστα ἀντιλάμπει. καὶ ἴσως ἑώρακας ἐν τοῖς τοίχοις τὸ κινούμενον καὶ περιτρέχον φῶς, οὐκ ὃν ἀληθινόν, ἀλλ’ἀπὸ τῆς ἐν τοῖς ὕδασιν αὐγῆς τοῦ ἡλίου γεγονὸς πρὸς τὸ μάλιστα κατ’εὐθύ. τοιοῦτον οὖν τι καὶ ἀπὸ τῆς ἀληθινῆς αἰδοῦς ἀντιλάμπειτε καὶ ποιεῖ δοκεῖν αἰδεῖσθαι τοὺς ὁρῶντας · ἔπειτ’εὐθὺς ἀπελθόντες ἀναιδεῖς εἰσιν. ὡς ἔμοιγε καὶ παιδοτρίβης ἐδόκει καὶ αὐτὸς οἷον ἐνθουσιῶντε καὶ ἐκπεπληγμένος.
21.15οὐκοῦν ἔτι μᾶλλον θαυμάσεις, ἐπειδὰν πύθῃ ὅτι οὗτος τοιοῦτος ὢν οὐδενός ἐστιν. πῶς λέγεις μηδενὸς εἶναι αὐτόν; οὕτως ὅπως σὺ ἐπύθου ὅτου ἐστίν. οἶμαι γὰρ ἐρωτᾶν σε ὅτου υἱός ἐστιν. ἀλλ’ τῶν Σπαρτῶν ἐστιν εἷς; πρέποι μὲν ἂν τῷ μεγέθει αὐτοῦ καὶ τῇ ἀνδρείᾳ, εἴ γε ἐπιεικεῖς ᾖσαν καὶ φιλάνθρωποι τὰς φύσεις ὥσπερ ὅδε, ἀλλὰ μὴ παντελῶς σκληροὶ καὶ ἄγριοι, τῆς γῆς τὰ τέκνα · ἐπεὶ τό γε σῶμα οὐ φαύλως εἰκάζεις Βοιωτίῳ μᾶλλον εἰκάζων αὐτὸ Λακωνικῷτε καὶ Ἀττικῷ. ὅτι μὲν γὰρ Ἑλληνικὸν ἄκρως ἐστίν, οὐ δεῖ δήπου ἀγνοῆσαι.
21.16τί γάρ; εἴη τὶς ἂν τοῦ γένους διαφορὰ πρός γε τὸ κάλλος; οὐδένα οἴει γίγνεσθαι ἐν τοῖς βαρβάροις καλόν; ἀλλ’οὐκ οἴει τὸ μέν τι βαρβαρικὸν εἶναι, ὥσπερ εἶδος, καὶ κάλλος, τὸ δὲ Ἑλληνικόν, ὥσπερ καὶ φωνὴν καὶ ἐσθῆτα · ἀλλ’ὁμοίως σοὶ δοκεῖ γενέσθαι καλὸς Ἀχιλλεύςτε καὶ Ἕκτωρ; οὐ γὰρ μόνον ὡς περὶ ἀνδρείου τοῦ Ἕκτορος ποιητὴς διέξεισιν; ὅπου γε τὰς ναῦς ἐμπίμπρησιν · οὐ γάρ, οἶμαι, περὶ κάλλους ἔπρεπεν αὐτόθι μεμνῆσθαι. τελευτήσαντος δὲ καὶ γυμνωθέντος ἐκπλαγῆναι φησιν αὐτοῦ τὸ κάλλος τοὺς Ἀχαιοὺς ἰδόντας, οὕτω πως λέγων · οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος.
21.17οὐ γὰρ ἦν αὐτοῖς πρότερον, οἶμαι, σχολὴ θηήσασθαι αὐτὸν ἀκριβῶς · καὶ τὰ ἄλλα σχεδὸν σαφέστερον ἐπέξεισιν καὶ ὡς οὐ περὶ ἄλλου τινὸς τῶν καλλίστων · τήντε γὰρ κεφαλὴν χαρίεσσαν αὐτοῦ φησιν εἶναι καὶ τὴν κόμην πάνυ μέλαιναν καὶ τὸ σῶμα οὐ σκληρόν. περὶ δὲ τοῦ Ἀχιλλέως εἴδους οὐδὲν λέγει καθ’ἕκαστον ἀλλ’ τῆς κόμης, ὅτι ξάνθος ἦν, καὶ περὶ τῆς Εὐφόρβου κόμης καὶ Πατρόκλου ὡς μάλιστα ἐν ἀκμῇ τελευτησάντων, καὶ περὶ τῶν ἄλλων σμικρόν τι περὶ ἑκάστου καὶ ἀνδρῶν καὶ γυναικῶν τῶν καλλίστων · πλὴν ὅτι γε οὐδεὶς ἂν εἴποι τούσδε ὁμοίως ἂν εἶναι καλούς, οὐ δὲ Ἀλέξανδρον Εὔφορβον Τρωίλον ἐοικέναι τι Μενελάῳ καὶ Πατρόκλῳ καὶ Νιρεῖ, οὐ δὲ ἐν τοῖς βαρβάροις Σέσωστριν τὸν Αἰγύπτιον Μέμνονα τὸν Αἰθίοπα Νινύαν Εὐρύπυλον Πέλοπα.