Dio Chrysostom

Orations, Oration 22

22.1πολλὰ μὲν καὶ ἄλλα εὕροι τις ἂν καὶ ξύμπαντα ἀτεχνῶς τὰ ἔργου τινὸς ἔχόμενα καὶ πράξεως κοινὰ τοῖς φιλοσόφοις, καὶ ῥήτορσιν ὅσοι μὴ ἀγοραῖοι μη δὲ μίσθαρνοι, πρὸς χρήματα ὁρῶντες μόνον καὶ τὰς ἰδιωτικὰς ἀμφιλογίας περὶ συμβολαίων τινων δανείων ἐπὶ τόκῳ ἀλλὰ δημοσίᾳ συμβουλεύειν καὶ νομοθετεῖν ἀξιούμενοι · καθάπερ, οἶμαι, Περικλῆς καὶ Θουκυδίδης Ἀθήνησι καὶ Θεμιστοκλῆς ἔτι πρότερον καὶ Κλεισθένης, καὶ Πεισίστρατος ἕως ἔτι ῥήτωρ καὶ δημαγωγὸς ἠνείχετο καλούμενος ·
22.2Ἀριστείδην μὲν γὰρ καὶ Λυκοῦργον καὶ Σόλωνα καὶ Ἐπαμεινώνδαν, καὶ εἴ τις ἕτερος τοιοῦτος, φιλοσόφους ἐν πολιτείᾳ θετέον ῥήτορας κατὰ τὴν γενναίαντε καὶ ἀληθῆ ῥητορικήν · λέγω δὲ οἷον περίτε ἀγωγῆς τῶν νέων συμβουλεύοντας καὶ νομοθετοῦντας, ὥσπερ ἐν Λακεδαίμονι Λυκοῦργος, καὶ περὶ τῆς ἐρωτικῆς ὁμιλίας καὶ περὶ χρημάτων κτήσεως, ὅσηντε καὶ ὅπως δεῖ ποιεῖσθαι, καὶ περὶ γάμου καὶ περὶ κοινωνίας καὶ περὶ νομίσματος καὶ περὶ τιμῆς καὶ ἀτιμίας καὶ περὶ οἴκων κατασκευῆς, πότερα χρὴ τετειχισμένην οἰκεῖν πόλιν καθάπερ θεὸς παρῄνεσε Λακεδαιμονίοις, ἀτείχιστον, καὶ περὶ ἀσκήσεως τῶν πολεμικῶν καὶ τάξεως, οὐ μόνον ὁπλιτικῆς, ἀλλὰ καὶ οἵαν Ἐπαμεινώνδας εὑρεῖν λέγεται, τοὺς ἐραστὰς μετὰ τῶν ἐρωμένων τάξας ἵνα σῴζοιντο μᾶλλον καὶ μάρτυρες ὦσιν ἀλλήλοις τῆς ἀρετῆς καὶ τῆς κακίας · καὶ τὸν λόχον τοῦτον, ἱερὸν ἐπονομασθέντα, κρατῆσαι Λακεδαιμονίων τῇ περὶ Λεῦκτρα μάχῃ, ξυμπάντων ἐκείνοις ἑπομένων τῶν Ἑλλήνων.
22.3τὸ δὲ δὴ κεφάλαιον, καὶ πολλάκις πολλοὶς παρέπιπτε, περίτε εἰρήνης καὶ πολέμου, νῦν τυγχάνει ζητούμενον. πᾶν δὲ τὸ τοιοῦτον γένος παρὰ τοῖς φιλοσόφοις καλεῖται περὶ τοῦ προσήκοντος, οἷον εἰ γαμητέον, εἰ πολιτευτέον, εἰ βασιλείᾳ χρηστέον δημοκρατίᾳ ἄλλῃ τινὶ καταστάσει πολιτείας · ἐν οἷς ἐστι καὶ τοῦτο, ἐμοὶ δοκεῖν, εἰ πολεμητέον. οὐ γὰρ μόνον ἁπλῶς οἱ φιλόσοφοι ζητοῦσι περὶ τούτων, ἀλλὰ πηνίκα καὶ πρὸς τίνας καὶ τίνος συμβάντος μὴ συμβάντος ἕκαστα τούτων πρακτέον. διαφέρει δὲ τοσοῦτον, ὅτι οἵ γε ῥήτορες ἐπὶ τῶνδε τῶνδε σκοποῦσιν, οἷον εἰ συμφέρει πολεμεῖν Ἀθηναῖοις πρὸς Πελοποννησίους βοηθεῖν Κερκυραίοις πρὸς Κορινθίους Φιλίππῳ συμμαχῆσαι Θηβαίοις ἐπὶ Φωκέας Ἀλεξάνδρῳ διαβῆναι εἰς τὴν Ἀσίαν.
22.4ἐν γὰρ ταύταις ἁπάσαις ταῖς βουλαῖς οὐχ ἥκιστα ἐμπίπτει καὶ τὸ τοιοῦτον, εἰ δίκαιον τοῖς μὴ προαδικήσασι πολεμεῖν · εἰ συμβέβηκεν ἀδίκημα παρὰ τούτων οἷς διανοοῦνται πολεμεῖν, πηλίκον τι τοῦτο τὸ συμβεβηκός. οἱ φιλόσοφοι δὲ πόρρωθεν τὰ πράγματα ὁρῶσιν, ἐπ’αὐτῶν ἐξετάζοντες ὁποῖ’ἄττα ἐστίν. πολὺ γὰρ κρεῖττον τὸ βεβουλεῦσθαι περὶ ἁπάντων ἐκ πλείονος καὶ διεγνωκότας, ἐπειδὰν ἥκῃ τινὸς πράγματος καιρός, αὐτούςτε εἰδότας ἔχειν χρῆσθαι καὶ ἑτέροις παραινεῖν, ἀλλὰ μὴ τρόπον τινὰ ἐξαίφνης ληφθέντας ταράττεσθαι καὶ αὐτοσχεδιάζειν περὶ ὧν οὐκ ἴσασιν.
22.5οἱ μὲν γὰρ ῥήτορες, ὅταν δέῃ σκοπεῖν περί τινος, οὐδὲν εἰδότες τῶν ἄλλων πλέον οὐ δὲ ἐσκεμμένοι πρότερον, ἅματε αὐτοὶ βουλεύονται τρόπον τινὰ καὶ συμβουλεύουσιν ἑτέροις. οἱ φιλόσοφοι δὲ περὶ τῶν πράξεων προοίδασι καὶ πάλαι βεβουλευμένοι τυγχάνουσιν · ὥστε ἂν τις αὐτοὺς παρακαλῇ συμβούλους τῶν πόλεων τῶν ἐθνῶν τῶν βασιλέων, κρεῖττον ἕξουσι καὶ ἀσφαλέστερον ἀποφαίνεσθαι οὐ τὸ ἐπιὸν αὐτοῖς, οὐ δὲ νῦν μὲν ταῦτα, πάλιν δὲ τἀναντία, δι’ὀργὴν φιλονικίαν χρήμασι πληγέντες, ὥσπερ ἐπὶ τρυτάνης, ἔφη τις, οἶμαι, τῶν ῥητόρων αὐτῶν, κατὰ τὸ λῆμμα ἀεὶ ῥέποντες. λέγω δὲ οὐ ψέγων ῥητορικὴν οὐ δὲ ῥήτορας τοὺς ἀγαθούς, ἀλλὰ τοὺς φαύλους καὶ τοὺς προσποιουμένους τὸ πρᾶγμα.