Orations, Oration 20
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
20.1τι γάρ ποτε τὸ τῆς ἀναχωρήσεώς ἐστι καὶ τίνας χρὴ τιθέναι τοὺς ἀναχωροῦντας; ἆρά γε τοὺς ἀπὸ τῶν προσηκόντων ἔργων αὐτοῖς καὶ πράξεων ἀφισταμένους, τούτους χρὴ φάσκειν ἀναχωρεῖν; οἷον εἴ τὶς Ἀθηναῖος ὤν, δέον αὐτὸν στρατεύεσθαι ὑπὲρ τῆς πατρίδος Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν Ἀττικὴν ἢ Φιλίππου ἐπιόντος ἢ ἄλλων πολεμίων, ὁ δὲ ἀναχωρήσειεν εἰς Μέγαρα ἢ Αἴγιναν ἕνεκα τοῦ μὴ στρατεύεσθαι μη δὲ κινδυνεύειν, οὗτος ἂν ἀνακεχωρηκέναι λέγοιτο; ἢ εἴ τὶς συχνὴν οὐσίαν κεκτημένος ἕνεκα τοῦ διαφυγεῖν τὰς λειτουργίας ἀπέλθοι ἐκ τῆς πόλεως; 20.2ἢ εἴ τὶς ἰᾶσθαι τοὺς νοσοῦντας ἱκανὸς ὤν, καὶ φίλων δὴ καὶ ἐπιτηδείων αὐτῷ καμνόντων, ὅπως μὴ κακοπαθῇ καὶ πράγματα ἔχῃ τούτους θεραπεύων, ἀπολίποιτε αὐτοὺς καὶ ἀποδημήσειεν εἰς ἕτερον τόπον; ἢ εἴ τὶς ἄλλος, ἐν πόλει δέον ἐξετάζεσθαι καὶ αὐτὸν, ἄρχειν καὶ ἀρχαῖς ὑπηρετεῖν καὶ φυλακάς τινὰς φυλάττειν, ἀγρυπνῶν μὴ βούλοιτο, ἀλλ’ὅπως τούτων ἀπηλλαγμένος ἁπάντων ἔσται καὶ μη δὲ εἰς αὐτὸν ἐξελέγξει μη δὲ κωλύσει πίνοντα καὶ καθεύδοντα καὶ ῥᾳθυμοῦντα, ἑτέρωσε ἀποχωροῖ ποι — ἆρα τούτους ἀναχωρεῖν ῥητέον; ἀλλ’οὗτοι μὲν δῆλον ὅτι φεύγουσίτε καὶ δραπετεύουσι, καὶ οὐκ ἂν εἴη πρόφασις αὐτοῖς οὐ δὲ συγγνώμη τῆς τοιαύτης σχολῆςτε καὶ ἀποδράσεως. 20.3μὴ οὖν τοὺς ἀπὸ τῶν ἀνωφελῶν πραγμάτων καὶ τῶν οὐ προσηκουσῶν αὐτοῖς ἀσχολιῶν ἀπιόντας καὶ σχολήν τινα πορίζοντας αὑτοῖς ἀπὸ τῶν ἐνοχλούντων μάτην ῥητέον ὡς ἀναχωροῦντας. ἀλλ’οὕτως μέν, οὐχ ὁ μεταβὰς ἐκ πόλεώς τινος εἰς ἑτέραν πόλιν ἢ ἐκ τόπου εἰς ἕτερον τόπον ἀναχωρεῖν λέγοιτ’ἄν · ὅπου γὰρ ἂν ἀφίκηται, πολλὰ ἂν εἴη τὰ ἐμποδὼν αὐτῷ γιγνόμενα καὶ οὐκ ἐῶντα τὰ προσήκοντα ποιεῖν. καὶ γὰρ τὸ ἐπὶ πολύ τῷ ξυνεῖναι καὶ τὸ πίνοντα ἢ κυβεύοντα ἢ ἄλλο τι τῶν βλαβερῶν καὶ ἀσυμφόρων πράττοντα διατελεῖν, πανταχοῦ τοιαῦτά ἐστιν, καὶ τὸ συνδιατρίβειν ἀεὶ τῷ ἐντυχόντι ἀδολεσχοῦντα καὶ ἀκούοντα λόγων οὐδὲν χρησίμων ἢ περὶ τὰ βασιλέως πράγματα διατρίβειν ἢ τὰ τοῦ δεῖνος, ὡς ἔφη τὶς. 20.4οὐ γάρ ἐστὶν ἀνόητος τῆς αὑτοῦ ψυχῆς κύριος, ἀλλὰ ῥεμβόμενόςτε καὶ ἀγόμενος ῥᾳδίως ὑπὸ τῆς τυχούσης προφάσεως καὶ ὁμιλίας. ὥστε οἱ πολλοὶ ἄνθρωποι, καθάπερ οἱ ἄσωτοι τῶν χρημάτων οὐκ ἂν δύναιντο ἀποδοῦναι λόγον πρὸς ὅ τι ἀνηλώκασιν ἕκαστον αὐτῶν, φαίνεται δ’ὅμως ἀνηλωμένα πάνυ συχνὰ χρήματα, οὐ δὲ οὗτοι τοῦ χρόνουτε καὶ βίου δύναιντ’ἂν ἀποδοῦναι λόγον, πρὸς ὅ τι ἑκάστην ἡμέραν ἀνήλωσαν ἢ μῆνα ἢ ἐνιαυτόν · φαίνεται δ’οὖν παριὼν ὁ βίος καὶ δαπανώμενος ὁ χρόνος, οὐκ ὀλίγου ἄξιος τοῖς ἀνθρώποις οὐ δὲ ἥττονος, ἐμοὶ δοκεῖν, ἢ τὸ ἀργύριον. 20.5ἀλλ’ὅμως μιᾶς δραχμῆς ἀπολομένης ἀνάγκη αἰσθέσθαι καὶ δηχθῆναι ἀμῃγέπη · εἰ δὲ καὶ πλείους τὶς ἐκβάλοι, οὐ πολλοί εἰσιν οἱ ἐπὶ τῷ τοιούτῳ πρᾴως ἔχοντες · λέγω δὲ οὐ διὰ τὴν ἀμέλειαν λυπούμενοι καὶ δακνόμενοι καὶ διὰ τὸ μὴ προσέχειν ἐφ’οἷς ἄξιον ἦν δάκνεσθαι, ἀλλ’ἐπὶ τῇ ἀπωλείᾳ τῶν δραχμῶν. ἡμέρας δὲ ἐξελθούσης καὶ ἀπολομένης καὶ δύο καὶ τριῶν οὐδείς ἐστιν ὃς ἐφρόντισεν. 20.6ἀλλ’ἐκεῖ μὲν δύνανται λογίζεσθαι τὸ τοσοῦτον, ὅτι εἰ μὴ προσέξουσι μη δὲ φροντιοῦσι τῶν τοιούτων, λάθοι ἂν αὐτοὺς ἡ σύμπασα οὐσία διαρρυεῖσα καὶ ἀπολομένη · ἐνταῦθα δὲ οὐ δύνανται τα- ταὐτὸ τοῦτο λογίσασθαι, ὡς εἰ μὴ προνοήσουσιν ἑκάστης ἡμέρας καὶ φυλάξουσι μὴ εἰκῇ προϊέναι, λάθοι ἂν αὐτοὺς ὁ σύμπας βίος διαρρυεὶς καὶ ἀπολόμενος. 20.7ἀλλ’ὅτι γε οὐ τόπος ἐστὶν ὁ παρέχων, οὐ δὲ τὸ ἀποδημῆσαι, τὸ μὴ φαῦλ’ἄττα πράττειν, δῆλον, οὐ δὲ εἰς Κόρινθον ἢ Θήβας ἀνακεχωρηκέναι, τὸ δὲ τὸν βουλόμενον πρὸς αὑτῷ εἶναι · καὶ γὰρ ἐν Θήβαις καὶ ἐν Μεγάροις καὶ πανταχοῦ σχεδὸν οὗ τὶς ἂν ἀπέλθῃ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας ἔνεστι τότε ἀργεῖν καὶ τὸ ῥᾳθυμεῖν, καὶ οὐκ ἀπορήσει προφάσεως, ὅπου ἂν τύχῃ ὤν, δι’ἣν βλακεύωντε καὶ ἀσχολούμενος ἀναλώσει καὶ πάνυ πολὺν χρόνον, ἂν οὕτως τύχῃ. 20.8μὴ οὖν βελτίστη καὶ λυσιτελεστάτη πασῶν ἡ εἰς αὑτὸν ἀναχώρησις καὶ τὸ προσέχειν τοῖς αὑτοῦ πράγμασιν, ἐάντ’ἐν Βαβυλῶνι τύχῃ τὶς ὢν ἐάντ’Ἀθήνησιν ἐάντ’ἐν στρατοπέδῳ ἐάντ’ἐν νήσῳ μικρᾷ καὶ μόνος. αἱ γὰρ τοιαῦται ἀναχωρήσεις καὶ ἀποδημίαι μικράν τινα ἔχουσι ῥοπὴν πρὸς τὸ σχολὴν ἄγειν καὶ τὸ πράττειν τὰ δέοντα · ὥσπερ τοῖς ἀσθενοῦσιν ἐφ’ἑτέρας καὶ ἑτέρας κλίνας κατακλίνεσθαι φέρει μέν τινα ἐνίοτε ἀπαλλάξαι · 20.9ἰδεῖντε ἔστι καὶ ἐν τῷ πάνυ πολλῷ θορύβῳτε καὶ πλήθει οὐ κωλυόμενον πράττειν ἕκαστον τὸ αὑτοῦ ἔργον, ἀλλ’ὅτε αὐλῶν ἢ διδάσκων αὐλεῖν τοῦτο ποιεῖ, πολλάκις ἐπ’αὐτῆς τῆς ὁδοῦ τὸ διδασκαλεῖον ἔχων, καὶ οὐδὲν αὐτὸν ἐξίστησι τὸ πλῆθος οὐ δὲ ὁ θόρυβος τῶν παριόντων, ὅτε ὀρχούμενος ὁμοίως ἢ ὀρχηστοδιδάσκαλος πρὸς τούτῳ ἐστίν, ἀμελήσας τῶν μαχομένωντε καὶ ἀποδιδομένων καὶ ἄλλα πραττόντων, ὅτε κιθαριστὴς ὅτε ζωγράφος · ὃ δὲ πάντων σφοδρότατόν ἐστιν · οἱ γὰρ τῶν γραμμάτων διδάσκαλοι μετὰ τῶν παίδων ἐν ταῖς ὁδοῖς κάθηνται, καὶ οὐδὲν αὐτοῖς ἐμποδών ἐστιν ἐν τοσούτῳ πλήθει τοῦ διδάσκειντε καὶ μανθάνειν. 20.10ἤδη δέ ποτε εἶδον ἐγὼ διὰ τοῦ ἱπποδρόμου βαδίζων πολλοὺς ἐν τῷ αὐτῷ ἀνθρώπους ἄλλο τι πράττοντας, τὸν μὲν αὐλοῦντα, τὸν δὲ ὀρχούμενον, τὸν δὲ θαῦμα ἀποδιδόμενον, τὸν δὲ ποίημα ἀναγιγνώσκοντα, τὸν δὲ ᾄδοντα, τὸν δὲ ἱστορίαν τινὰ ἢ μῦθον διηγούμενον · καὶ οὐ δὲ εἷς τούτων οὐδένα ἐκώλυσε προσέχειν αὑτῷ καὶ τὸ προκείμενον πράττειν. 20.11καίτοι τούτων οὐδέν ἐστι τῶν ἔργων ὃ συνάγει τὴν ψυχὴν καὶ καθίστησι καὶ καταφρονεῖν ποιεῖ τῶν ἄλλων ἁπάντων. παιδεία δέ, ὡς ἔοικε, καὶ φιλοσοφία, αἳ μάλιστα τοῦτο διαπράττονται, πολλῆς ἐρημίαςτε καὶ ἀναχωρήσεως τυγχάνουσι δεόμεναι · καὶ ὥσπερ τοῖς νοσοῦσιν, εἰ μὴ πανταχόθεν ἐστὶ σιωπήτε καὶ ἡσυχία, οὐ δυνατὸν ὕπνου μεταλαβεῖν, οὕτως ἄρα καὶ τοῖς φιλολόγοις · εἰ μὴ πάντες ὑποσιγήσουσιν αὐτοῖς καὶ μήτε ὅραμα μηδὲν ἄλλο ἔσται μήτε ἀκούσματος ἀκούειν μηδενός, οὐκ ἄρα οἷατε ἔσται ἡ ψυχὴ τοῖς αὑτῆς προσέχειν καὶ περὶ ταῦτα γίγνεσθαι. 20.12ἀλλ’ἔγωγε ὁρῶ καὶ τοὺς πλησίον τῆς θαλάττης οὐδὲν πάσχοντας, ἀλλὰ καὶ διανοεῖσθαι δυναμένοις ἃ βούλονται διανοεῖσθαι καὶ λέγοντας καὶ ἀκούοντας καὶ καθεύδοντας ὁπόταν αὐτοῖς ᾖ καιρός, ὅτι οὐδὲν οἴονται προσήκειν αὑτοῖς τοῦ ψόφου τούτου οὐ δὲ φροντίζουσιν. εἰ δέ γε ἐβούλοντο προσέχειν ὁπότε μείζων ἢ ἐλάττων γίγνοιτο ἦχος ἢ διαριθμεῖν τὰ κύματα τὰ προσπίπτοντα ἡ τοὺς λάρουςτε καὶ τὰ ἄλλα ὄρνεα ὁρᾶν, ὅπως ἐπιπέτονται ἐπὶ τὰ κύματα καὶ νήχονται ῥᾳδίως ἐπ’αὐτῶν, οὐκ ἂν ἦν αὐτοῖς σχολὴ ἄλλο τι ποιεῖν. 20.13οὐκοῦν καὶ ὅστις δυνατὸς ἐννοῆσαι περὶ τῶν πολλῶν ἀνθρώπων καὶ τοῦ θορύβου τοῦ κατ’αὐτοὺς καὶ τῶν πραγμάτων, ὅτι οὐδὲν διαφέρει ταῦτα τῶν ἐν τῇ θαλάττῃ γιγνομένων, οὐκ ἂν ἐνοχλοῖτο ὑπὸ πάντων. ἀλλὰ τοῦτό ἐστιν, ὡς ἔοικε, πολλοῦ ἄξιον τι μάθημα καὶ δίδαγμα, τὸ τὴν ψυχὴν ἐθίζειν ἕπεσθαι τῷ λόγῳ καὶ μὴ ἐπ’ἀλλ’ἄττα τρέπεσθαι ἢ τάτε προκείμενα καὶ δοκοῦντα ὀρθῶς ἔχειν · 20.14καὶ ἡμῖν οὕτως ἐθισθεῖσα ἡ ψυχὴ λόγῳ δυνήσεται ἅπαντα διαπράττεσθαι τὰ προσήκοντα αὐτῇ, ἡ δὲ ῥεμβομένητε καὶ ἀλύουσα καὶ ἄλλοτε ἐπ’ἄλλο τρεπομένη, ὅταν τι προφανῇ ποτε ἡδονήν τινα ἢ ῥᾳστώνην ἔχον, ὥσπερ ὕδατος ἐν ἑτεροκλινεῖ χωρίῳ ὅποι ἔτυχε τρεπομένου, οὐδὲν ἂν ὠφεληθείη οὐ δ’ὑπὸ τῆς πάσης ἡσυχίαςτε καὶ ἐρημίας. 20.15οἶδα γὰρ ἔγωγε καὶ τῶν κυνῶν τὰς μὲν καλῶς ἀχθείσας καὶ φιλοπόνους, ἐπειδὰν ἀφεθῶσιν, εὐθὺς ἀναζητούσας τὸ ἴχνος, καὶ οὐ δ’εἰ πάντες ἀποκαλοῖεν, οὐκ ἄν ποτε τοῦτο ἀπολειπούσας, οὐ δ’εἰ πολλαὶ μὲν φωναὶ πανταχόθεν φέροιντο, πολλαὶ δὲ ὀσμαὶ ἀπότε τῶν καρπῶν καὶ ἀνθῶν ἐμπλέκοιντο, πολὺ δὲ πλῆθος ἀνθρώπωντε καὶ ἄλλων ζῴων φαίνοιτο καὶ ἴχνη τὰ μὲν ἵππων, τὰ δὲ βοῶν, τὰ δὲ προβάτων · οὐδὲν οὔτε ὁρᾷ τούτων οὔτε αἰσθάνεται αὐτῶν οὐδενός, ἀλλὰ ἐκεῖνα παριδοῦσα πανταχόθεν ἐκλέγει τὸ ἴχνος κα- κἀκείνῳ ἕπεται μέχρις ἂν εὕρῃτε καὶ ἀναστήσῃ τὸν λαγών, καὶ μετὰ ταῦτα κατέχει διώκουσα, δι’ὁποίων ἄν ποτε ἴῃ χωρίων, καὶ οὔτε πεδίον οὔτε ὁδὸς οὔτε τὰ λίαν τραχέα οὔτε χαράδρα ἢ ῥεῦμα ἀποκωλύει αὐτήν, πολλούς τινὰς δρόμους τοῦ λαγὼ θέοντος καὶ πειρωμένου ἐξαπατᾶν · 20.16τὰς δὲ ἀμαθεῖςτε καὶ ἀπαιδεύτους κύνας βραδέως μὲν αἰσθανομένας, ταχέως δὲ ἀπαγορευούσας, εἰ δέ ποθεν ἀλλαχόθεν προσπέσοι θροῦς, εἴτε ὑλακὴ κυνῶν εἴτε ἀνθρώπων φθεγξαμένων ὁδοιπόρων ἢ νομέων, εὐθὺς ἀνακυπτούσας ἐκ τοῦ ἴχνους κα- κἀκεῖ φερομένας. τούτων δὴ πάντων, ὅπερ ἔφην, τὸ ἔθος αἴτιον. ὁμοίως δὲ καὶ τὴν ψυχὴν ἐθίζειν ἂν δέοι μηδέποτε ἀποτρέπεσθαι μη δὲ ἀναχωρεῖν τοῦ δοκοῦντος εἶναι προσήκοντος ἔργου. εἰ δὲ μή, οὐ ῥᾴδιον περιγενέσθαι οὐ δὲ ἐξεργάσασθαι οὐδὲν ἱκανῶς. 20.17ἢ οὐκ ἐν ταῖς ἐρημίαις καὶ ἡσυχίαις, οὐκ ἐνταῦθα μάλιστα ἀνευρήκασιν οἱ ἀνόητοι ἄνθρωποι, ὅπως μηδὲν διανοῶνται τῶν δεόντων, ἕτερα πολλὰ καὶ ἄτοπα διανοήματα, οἷς ἀγαπῶσι ξυνόντες, τυραννίδαςτε καὶ πλούτους καὶ ἄλλ’ἄττα θαυμαστὰ ἀναπλάττοντες αὑτοῖς; οἱ μὲν θησαυρούς τινας ἀνασκάπτοντες χρυσοῦτε καὶ ἀργύρου πλῆθος ἐξαίφνης ἀμήχανον ὅσον κτώμενοι, οἱ δὲ βασιλεῖςτε καὶ μονάρχους πόλεώντε καὶ ἐθνῶν ἀποδεικνύντες σφᾶς αὐτούς, ἔπειτα ἤδη τὰ ἑξῆς περὶ τὴν τυραννίδα πάντα πράττοντες, παρθένοις δὲ καὶ μειρακίοις καὶ γυναιξὶ πλησιάζοντες αἷς ἂν ἐθέλωσιν, ἑστιάσεων δὲ καὶ εὐωχιῶν τῶν πολυτελεστάτων μεταλαμβάνοντες, οἱ δέ τινες ἀργύριον ἐκδανείζοντες ἢ ἄλλας ἐργασίας, οἷον ἐγρηγορότεςτε καὶ ὁρῶντες ὀνείρατα ποικίλα καὶ παντοδαπὰ πλάττοντες αὑτοῖς. 20.18ἐνίοτέ γε μὴν ἐκ τῶν ὀνειράτων τούτων ἀποβαίνει καὶ ὕπαρ αὐτοῖς τὰ φαυλότατα καὶ ἀτοπώτατα. τυραννίδες μὲν γὰρ οὐ πάνυ τι ἐκ τῶν τοιούτων γίγνονται · οὐ γὰρ ἐθέλει ἡ τυραννὶς ὑπὸ ῥᾳθύμουτε καὶ τρόπον τινὰ ἀεὶ κοιμωμένης διανοίας θηρεύεσθαι, ἀλλὰ το- τοὐναντίον ὑπὸ δριμείαςτε καὶ ἀγρύπνου φροντίδος · δαπάναι δὲ καὶ ἔρωτες καὶ τοιαῦταί τινες διατριβαὶ πολλοῖς ἤδη πολλάκις ἀπήντησαν. 20.19οἷον δὴ ἐγὼ οἶμαι τὸν Ἀλέξανδρον, ὡς ἐτύγχανε σχολὴν ἀγὼν ἐν τῇ Ἴδῃ περὶ τὰ βουκόλια, τοιαύτης ἐννοίας καὶ ἐπιθυμίας αὐτῷ γενομένης ὡς ἄρα εὐδαίμοντε καὶ μακάριον τὸ τὴν πασῶν καλλίστην γυναῖκα ἔχειν, καὶ οὔτε βασιλεία τούτου ἄξιον τοῦ χρήματος οὔτε πλοῦτος οὔτε κρατεῖν μαχόμενον ἁπάντων ἀνθρώπων, μετὰ ταῦτα ἤδη διανοεῖσθαι τίςτε δὴ καὶ παρὰ τίσιν ἡ τοιαῦτα γυνὴ καὶ πόθεν ἂν αὐτῷ τοιοῦτος ὑπάρξαι γάμος · 20.20καὶ δὴ τὰς μὲν ἐν Ἰλίῳ νύμφας καὶ παρθένους ἅτε τύραννος ὢν ἠτίμαζε καὶ οὐκ ᾤετο ἀξίας αὑτοῦ τυχεῖν, ὁμοίως δὲ καὶ τὰς Λυδῶντε καὶ Φρυγῶν, τάςτε ἐν Λέσβῳ καὶ τὰς ἐν Μυσίᾳ γυναῖκας ὑπερεώρα. πυνθανόμενος δὲ ἐν Σπάρτῃ τινὰ εἶναι Διὸς λεγομένην θυγατέρα, Μενελάῳ συνοικοῦσαν, ἀνδρὶ βασιλεῖ καὶ βασιλέως ἀδελφῷ τῆς ξυμπάσης Ἑλλάδος, ἢν ἐμνήστευσάντε καὶ ἔσπευσαν λαβεῖν πολλὰ ἕδνα καὶ δῶρα διδόντες οἱ πρῶτοίτε καὶ ἄκροι τῶν Ἑλλήνων · καὶ δὴ καὶ ἀδελφῶν ἀγαθῶν ἐλέγετο εἶναι Πολυδεύκους καὶ Κάστορος, Διὸς υἱῶν γενομένων · ἐπεθύμησεν αὑτῷ ταύτην γενέσθαι τὴν γυναῖκα. 20.21ἄλλως μὲν οὖν οὐ πάνυ τι ἡγεῖτο δυνατόν · εἰ δὲ θεός τὶς ὑπόσχοιτο καὶ δοίη, τάχ’ἂν γενέσθαι τὸ τοιοῦτον. καὶ τίνα δὴ θεὸν ἄλλην εἰκὸς τὰς τοιαύτας χαρίζεσθαι χάριτας ἢ τὴν κρατοῦσάντε καὶ ἄρχουσαν τῶν περὶ τοὺς γάμουςτε καὶ ἔρωτας; οὔκουν ἐκείνης διδούσης ἀδύνατον ἡγεῖτο τὸν γάμον. πῶς ἂν οὖν ἐκείνην πείσαι χαρίσασθαι ἢ εἰ τρόπον τινὰ γίγνοιτο αὐτὸς προσφιλὴς τῇ θεῷ καὶ δωρεάν τινα καὶ χάριν δεδωκώς; ἀλλ’οὔτε χρημάτων αὐτὴν τυγχάνειν δεομένην, ἅτε χρυσῆν οὖσαν καὶ πάντα χρήματα ἁπλῶς κεκτημένην, οὔτε θυσιῶν · πάντας γὰρ αὐτῇ πανταχοῦ θύειν · οὔτε ἄλλῃ τινὶ ὁμιλίᾳ καὶ δεήσει ῥᾳδίως ὑπακοῦσαι ἄν · ἀλλ’εἰ οὗ μάλιστα ἐπιθυμεῖ καὶ ὃ πάντων τιμιώτατον νενόμικε, τοῦτο προσθείη τὶς αὐτῇ καὶ μαρτυρήσειεν ὥς ἐστι καλλίστη, τάχ’ἂν ἀγαπῆσαι αὐτήν. 20.22νικᾶν δὲ καὶ προκρίνεσθαι κατὰ τοῦτο τίνος ἄν ποτε ἀξιώσειεν ἢ θεῶν τῶν πρώτων καὶ μεγίστων, Ἀθηνᾶςτε καὶ Ἥρας; καὶ ἔτι μᾶλλον, εἰ φαίνοιντο ἐκεῖναι μεγάλα καὶ θαυμαστὰ παρεχόμεναι δῶρα ἕνεκα τῆς νίκης. οὕτω δὴ διελθώντε καὶ ἐξεργασάμενος τὴν αὑτοῦ δόξαν καὶ ἐπίνοιαν, οἷον ψυχῆς ἐν ὕπνῳ φαντασίαις καὶ δόξαις ἐπακολουθούσης καὶ μακρόν τι καὶ συντεταγμένον ὑφαινούσης ὄναρ, κριτήςτε ὑπὸ Διὸς γίγνεται τῶν θεῶν · καὶ τὰς μὲν ἄλλας, αὐτὰςτε ὑπερεῖδε καὶ τὰ δῶρα αὐτῶν, τὴν δὲ προέκρινεν ἐπὶ μισθῷτε καὶ δώρῳ τῷ λαβεῖν τὸν γάμον ἐκείνης τῆς γυναικὸς ὑπὲρ ἧς ἐνεθυμήθητε καὶ εὔξατο. 20.23εἰ μὲν οὖν αὐτὸ τοῦτο βουκόλος καὶ ἰδιώτης ἔτυχεν ὤν, οὐδὲν ἂν πρᾶγμα ἀπήντησεν ἐκ τοῦ τοιούτου ὀνείρατος. νῦν δὲ ἐπειδὴ τύραννος καὶ δυνάστης ἦν καὶ πλούτῳτε ἰσχύων καὶ ἀρχῇ πόλεως τῆς τότε μεγίστης καὶ τῇ τῶν γονέων πρὸς αὐτὸν εὐνοίᾳ, τὰ λοιπὰ ἤδη ἔργῳ ἐξειργάσατο ὡς ἐπὶ τούτοις ἀληθῶς γεγονόσι, ναῦςτε ναυπηγησάμενος καὶ ἑταίρους συναγαγών · καὶ πλεύσας ἐπίτε τὴν Ἑλλάδα καὶ Σπάρτην καὶ εἰς τὴν οἰκίαν ἀφικόμενος τὴν Μενελάου καὶ Ἑλένης καὶ ξενίων τυχών, ἀναπείσας καταλιπεὶν αὐτὴν τὸν ἄνδρα καὶ τὴν Ἑλλάδα ἧκεν ἀγὼν εἰς Τροίαν πολλῶν καὶ χαλεπῶν πραγμάτων καὶ συμφορῶν ἀρχήν. 20.24οὕτως αἱ μὲν ἰδιωτικῆς καὶ ἀδυνάτου ψυχῆς ἔννοιαίτε καὶ ἐπιθυμίαι ὑπηνέμιοίτε καὶ ἀδρανεῖς, καὶ οὐδὲν ἀπ’αὐτῶν γίγνεται χαλεπόν, ἀλλ’ὥσπερ τὰ τῷ ὄντι ὀνείρατα ἀναστάντων εὐθὺς οἴχεται καὶ οὐδὲν αὐτῶν, ὥς φασι, τὸν ἥλιον οὐ δὲ τὴν ἡμέραν ὑπομένει, παραπλησίως καὶ τὰ τοιαῦτα ἔχει ἐπιθυμήματάτε καὶ ἐλπίσματα, τὰ δὲ τῶν μονάρχων ἢ πλουσίων ἢ ἄλλην τινὰ ἐχόντων δύναμιν ἐπὶ πέρας ἀφικνεῖται πολλάκις χαλεπόντε καὶ φοβερόν. 20.25καὶ ἔστιν ὅμοιον, ὥσπερ ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ὑπηνεμίοις γεννήμασιν. φασὶ γὰρ δὴ ᾠὰ γίγνεσθαι οὕτως ἄνευ συνουσίαςτε καὶ μίξεως ἄρρενος, ἃ καλοῦσιν ὑπηνέμια, ὡς ὑπ’ἀνέμῳ προσπεσόντι γιγνόμενα. ὅθεν δὴ καὶ Ὅμηρος, ἐμοὶ δοκεῖν, οὐκ ἀδύνατον ἡγησάμενος οὐ δὲ ἀπίθανον τοῖς ἀνθρώποις φανῆναι ἵππων ὑπηνέμιον γένος, τὸν Βορρᾶν ἔφη ἐρασθέντα Τρωικῶν τινων ἵππων ἐμπλῆσαίτε αὐτὰς γονῆς καὶ γένος ἵππων ἐξ αὐτῶν γενέσθαι. ὁμοίως φιλεῖ πολλάκις ἔκ τινος ἐνθυμήματος ψεύδους καὶ ἀδυνάτου ἀποβῆναι πρᾶγμα ἀληθές. 20.26εἴρηται δέ μοι πάντα ταῦτα ἀπ’ἐκείνης τῆς ἀρχῆς καὶ ἐκτροπῆς, ὅτι δεῖ τὴν ψυχὴν ἐθίζεσθαι τὰ δέοντα πράττειν καὶ διανοεῖσθαι πανταχοῦτε καὶ ἐν ἅπαντι θορύβῳ καὶ ἐν ἁπάσῃ ἡσυχίᾳ. εἰ δὲ μή, τὸ τῆς ἐρημίαςτε καὶ ἡσυχίας οὐδὲν μεῖζον καὶ ἀσφαλέστερον τοῖς ἀνοήτοις τῶν ἀνθρώπων πρὸς τὸ μὴ πολλὰ καὶ ἄτοπα διανοεῖσθαίτε καὶ ἁμαρτάνειν.