Orations, Oration 35
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
35.1οὐκ ἐπιδειξόμενος ὑμῖν, ὦ ἄνδρες, παρῆλθον οὐ δὲ ἀργυρίου παρ’ὑμῶν δεόμενος οὐ δ’ἔπαινον προσδεχόμενος. ἐπίσταμαι γὰρ οὔτε αὐτὸς ἱκανῶς παρεσκευασμένος, ὥστε ὑμῖν ἀρέσαι λέγων, οὔτε ὑμᾶς οὕτως ἔχοντας, ὥστε προσδεῖσθαι τῶν ἐμῶν λόγων. πλεῖστον δὲ τὸ μεταξὺ τῆς ὑμετέρας βουλήσεως καὶ τῆς ἐμῆς δυνάμεως. ἐγὼ μὲν γὰρ ἁπλῶς πέφυκα καὶ φαύλως διαλέγεσθαι καὶ οὐδενὸς ἄμεινον τῶν τυχόντων · ὑμεῖς δὲ θαυμαστῶς καὶ περιττῶς ἐπιθυμεῖτε ἀκούειν καὶ μόνων ἀνέχεσθε τῶν πάνυ δεινῶν. 35.2οὐ δὴ τούτου χάριν προῆλθον, ἵνα με θαυμάσητε · οὐ γὰρ ἔστιν ὅπως ἂν ἐγὼ θαυμασθείην ὑφ’ὑμῶν, οὐ δὲ ἂν ἀληθέστερα λέγω τῶν Σιβύλλης ἢ Βάκιδος · ἀλλὰ ἵνα μηδεὶς ὑποβλέπῃ με μη δὲ πυνθάνηται παρ’ἑτέρων ὅστις εἰμι καὶ ὁπόθεν ἔλθοιμι. νῦν γὰρ ἴσως ὑπονοοῦσιν εἶναί με τῶν σοφῶν ἀνθρώπων καὶ πάντα εἰδότων, γελοίῳ καὶ ἀτόπῳ τεκμηρίῳ χρώμενοι, τῷ κομᾶν. εἰ γὰρ τοῦτο αἴτιον ὑπῆρχεν ἀρετῆς καὶ σωφροσύνης, οὐδεμιᾶς ἂν ἐδεῖτο μεγάλης οὐ δὲ χαλεπῆς δυνάμεως τὰ τῶν ἀνθρώπων. 35.3ἀλλ’ἐγὼ δέδοικα μὴ οὐδὲν ᾖ τοῖς ἀνοήτοις ὄφελος τοῦ κομᾶν, οὐ δ’ἂν τὴν καρδίαν αὐτὴν γένωνται δασεῖς, καθάπερ Ἀριστομένη τὸν Μεσσήνιόν φασιν, ὃς πλεῖστα Λακεδαιμονίοις πράγματα παρέσχε, καὶ πολλάκις ἁλοὺς ἀπέδρα παρ’αὐτῶν, τοῦτον, ἐπεὶ δή ποτε ἀπέθανεν, οὕτως ἔχοντα εὑρεθῆναι. φημὶ τοίνυν οὐδὲν ὄφελος εἶναι τοῖς γυμνῆσι τούτοις, οὐ δ’ἂν πελτασταὶ γένωνται, πρός γε τὸ δίκαιον καὶ σωφροσύνην ἀληθῆ καὶ φρόνησιν, οὐ δ’ἂν ἔτι μᾶλλον ἀποδύσωνται καὶ γυμνοὶ περιτρέχωσι τοῦ χειμῶνος ἢ τὴν Μήδων καὶ Ἀράβων στολὴν λάβωσιν, ὥσπερ οὐ δὲ αὐλεῖν ἱκανοὶ ἔσονται τὰ τῶν αὐλητῶν ἐνδεδυκότες. οὐ δὲ γὰρ τοὺς ὄνους ἵππους γενέσθαι δυνατόν, οὐ δ’ἂν ἔτι πλέον τὰς ῥῖνας ἀνατμηθῶσιν, οὐ δ’ἂν τὰς γνάθους τρήσαντες αὐτῶν ψάλιον ἐμβάλωσιν, οὐ δὲ ἂν ἀφέλῃ τις τὰ σάγματα · ἀλλὰ ὀγκήσονται πρὸ τῶν τειχῶν πάνυ μέγα καὶ τα- τἄλλα ποιήσουσι τὰ πρέποντα αὐτοῖς. 35.4ὥστε μηδεὶς ἕνεκα τοῦ σχήματος νομισάτω διαφέρειν με μηδενὸς μη δὲ τούτῳ πεποιθότα λέγειν, ἀλλὰ το- τοὐναντίον ὁρᾶν, ἂν μὲν ἡσυχίαν ἄγω καθάπαξ καὶ διαλέγωμαι μηδενί, πολλῷ μᾶλλον ὑπονοεῖν τοὺς ἀνθρώπους, ὡς ἄν, οἶμαι, σεμνυνόμενον, ὡς σπουδαῖον κρύπτοντα · πολλοὶ γὰρ δὴ δι’αὐτὸ τοῦτο ἐθαυμάσθησαν, τὸ σιγᾶν · ἐὰν δὲ ἐν τῷ μέσῳ καταστὰς μηδενὸς ἄμεινον λέγων φαίνωμαι τῶν καπήλων καὶ τῶν ὀρεοκόμων, οὐκ ἐνοχλήσειν, σαφῶς αὐτοὺς ἑωρακότας ὁποῖός εἰμι. 35.5σχεδὸν δὲ τοῦτο καὶ ἐπ’ἄλλων ἰδεῖν ἐστι γιγνόμενον · οἷον ἐπειδάν τινες ὑπονοήσωσιν ἔχειν τινὰ τοῦτο αὐτό, ὃ τυγχάνουσι ζητοῦντες, προσίασι καὶ ἀνερευνῶσιν · ἐὰν οὖν περιστείλῃ καὶ μὴ ἐθέλῃ δεικνύειν, ἔτι μᾶλλον ὑπονοοῦσιν · ἐὰν δὲ παραχρῆμα ἀποκαλύψῃ καὶ γένηται φανερὸς οὐκ ἔχων οὐδέν, ἀπίασι, διημαρτηκέναι νομίσαντες. πολὺ δὴ κρεῖττον τοῖς οὐ δεομένοις δόξης ἀποκαλύπτεσθαι πρὸς τοὺς πολλοὺς καὶ φανερὸν τῷ λόγῳ ποιεῖν αὑτὸν τοῖς δυναμένοις ξυνεῖναι τὸν ἄνθρωπον ὁποῖός ἐστιν. οἶμαι γὰρ αὐτοὺς καταφρονήσειν σαφῶς, ὡς ἔγωγε νῦν πέπονθα, καὶ οὐ ξυνήσειν ἀλλήλων ἡμᾶς, οὔτε ἐμὲ τῶν ἀκουόντων οὔτε ἐκείνους τοῦ λέγοντος. τούτου δὲ αἴτιον ἔγωγε θείην ἂν ἐμαυτὸν μᾶλλον ἢ ὑμᾶς. 35.6μία μὲν οὖν αὕτη πρόφασις τοῦ προελθεῖν. ἑτέρα δὲ τὸ φοβεῖσθαι μὴ διαφθαρῶ αὐτὸς διὰ τὴν ὑμετέραν ὑποψίαν καὶ τῷ ὄντι νομίσω προσεῖναι σπουδαῖόν τι ἐμαυτῷ. μεγάλης γὰρ διανοίας καὶ δυνάμεως ἔοικε δεῖν, ὅταν θαυμάσωσιν ἕνα πολλοὶ καὶ διαφέρειν ἡγῶνται τῶν ἄλλων, εἰ μέλλει σωφρονεῖν οὗτος ὁ ἀνὴρ καὶ μηδὲν ἀνόητον πάσχειν μη δὲ ἐπαίρεσθαι τοῖς τῶν πολλῶν λόγοις, ὥσπερ πτεροῖς · καθάπερ τὸν Ἀχιλλέα πεποίηκεν Ὅμηρος διὰ τὴν ἀλαζονείαν ὑπὸ τῶν ὅπλων ἐπαιρόμενον καὶ φερόμενον · τῷ δ’αὖτε πτερὰ γίνετ’, ἄειρε δὲ ποιμένα λαῶν. 35.7ἡλίκη δέ ἐστιν ἡ τῶν πολλῶν δύναμις τοῦ πείθειν ὅ τι ἂν αὐτοὶ θέλωσιν, οὐχ ἥκιστα ἀπὸ τῶν παίδων μάθοι τις ἄν · ὅταν ἀνθρώπῳ σωφρονοῦντι παιδάρια ἀκολουθῇ, φάσκοντα μαίνεσθαι. τὸ μὲν γὰρ πρῶτον ἄπεισιν ἀγανακτῶν καθ’αὑτόν, ἔπειτα προσκρούων ἀεὶ καὶ λοιδορούμενος ἑκάστῳ καὶ διώκων αὐτὸ τοῦτο ἔπαθεν, ἐξέστη τελευτῶν, καὶ τὴν φήμην ὑπέλαβε θεῖον εἶναι, οὐ μόνον τὴν τῶν ἀνδρῶν, ἀλλὰ καὶ τὴν τῶν παίδων. 35.8δοκεῖ δέ μοι καὶ τὸ τῶν σοφιστῶν γένος ἐντεῦθεν αὔξεσθαί ποθεν. ἐπειδὰν πολλοὶ νεανίσκοι σχολὴν ἄγοντες ἕνα θαυμάζωσι πηδῶντες, καθάπερ αἱ Βάκχαι περὶ τὸν Διόνυσον, πᾶσα ἀνάγκη τοῦτον τὸν ἄνθρωπον οὐ πολλῷ τινι χρόνῳ πολλοῖς τῶν ἄλλων δόξαι τι λέγειν. σχεδὸν γὰρ ὥσπερ οἱ γονεῖς διαλέγεσθαι τὰ παιδία διδάσκουσιν, ἐπὶ παντὶ χαίροντες ὅ τι ἂν εἴπωσιν · οὐκοῦν ἐκ τούτων θαρρεῖ καὶ μᾶλλον πρόεισι καὶ σαφέστερον ἀεὶ διαλέγεται καὶ τέλος ἐξέμαθε τὴν φωνὴν τῶν ξυνόντων, ἐάντε Ἕλληνες ὦσιν ἐάντε βάρβαροι · καὶ τοὺς σοφιστὰς ἀνάγκη τὴν διάνοιαν τῶν ἀκροατῶν ἀναλαβεῖν, τοιαῦτα καὶ λέγοντας καὶ διανοουμένους, ὁποῖοί ποτ’ἂν οὗτοι τυγχάνουσιν ὄντες · εἰσὶ δὲ οἱ πλείους ἐπιεικῶς ἠλίθιοι καὶ δυστυχεῖς. 35.9οὗτος μὲν οὖν ἴσως οὐ μέγας κίνδυνος, εἴ τις αὑτῷ καὶ ἑτέροις δοκεῖ δεῖνος εἶναι καὶ περιάξει πλῆθος ἀνθρώπων ἀνοήτων · ὥσπερ τὸν Ὀρφέα φασὶ τὰς δρῦς καὶ τὰς πέτρας καὶ τοὺς λίθους · τὸ δ’αὐτὸν ἀνόητον ὄντα καὶ δειλὸν καὶ ἀκόλαστον καὶ μηδὲν διαφέροντα τῶν βοσκημάτων ἀρετῆς τι νομίσαι προσήκειν αὑτῷ καὶ καλοκἀγαθίας, τοῦτο δὴ παντελῶς δεινὸν καὶ τῆς χαλεπωτάτης πασῶν ἀνοίας καὶ μανίας. ἀλλ’ὅταν φήμη καταλαμβάνῃ τινὰ καὶ τοιοῦτος ἄρξηται λόγος ὑποτύφεσθαι, δεῖ περιρρηξάμενον ἐκπηδᾶν γυμνὸν εἰς τὰς ὁδούς, ἐπιδεικνύντα πᾶσιν ὅτι μηδενός ἐστι βελτίων. 35.10ἐὰν δὲ ἐπακολουθῇ τις φάσκων εἶναι μαθητής, ἀπελαύνειν παίοντα καὶ βάλλοντα ταῖς βώλοις καὶ τοῖς λίθοις, ὡς ἀνόητον ἢ πονηρόν. λέγω δὲ οὐ πρὸς ἅπαντας · εἰσὶ γὰρ οἱ καλῶς καὶ συμφερόντως τὸ πρᾶγμα πράττοντες, οἷς ἔδει σπένδειν καὶ θυμιᾶν · ἀλλ’οὓς σοφοὺς ὑμῖν ἀποδεικνύουσι, τρεῖς ἢ τέτταρας κομήτας, καθάπερ τοὺς ἱερέας τῶν παρ’ὑμῖν · τοὺς μακαρίους λέγω, τοὺς ἁπάντων ἄρχοντας τῶν ἱερέων, τοὺς ἐπωνύμους τῶν δύο ἠπείρων τῆς ἑτέρας ὅλης. ταῦτα γάρ ἐστι τὰ ποιοῦντα καὶ τούτους εὐδαίμονας, στέφανος καὶ πορφύρα καὶ παιδάρια κομῶντα λιβανωτὸν φέροντα. 35.11ταῦτα μὲν οὖν ὅπως ποτὲ ἔχει, λελέχθω · τὸ δὲ κομᾶν οὐ χρὴ πάντως ὑπολαμβάνειν ὡς ἀρετῆς σημεῖον. πολλοὶ γὰρ δὴ διὰ θεόν τινα κομῶσιν ἄνθρωποι · καὶ γεωργοὶ κομῆται, μη δὲ το- τοὔνομα ἀκούσαντές ποτε τὸ φιλοσοφίας, καὶ νὴ Δία οἱ πλείους τῶν βαρβάρων, οἱ μὲν σκέπης ἕνεκεν, οἱ δὲ καὶ πρέπειν αὑτοῖς νομίζοντες. τούτων οὐκ ἔστιν ἐπίφθονος οὐδεὶς οὐ δὲ καταγέλαστος. 35.12ἴσως γὰρ ὀρθῶς αὐτὸ πράττουσιν · ἐπεὶ καὶ τοὺς λαγὼς ὁρᾶτε τοὺς πάνυ ἀσθενεῖς ὑπὸ τῆς δασύτητος σῳζομένους, καὶ τῶν ὀρνέων τοῖς ἀσθενεστάτοις ἐξαρκεῖ τὰ πτερὰ εἴργειν τὸν ἄνεμον καὶ τὸ ὕδωρ. ἡμεῖς δὲ τὴν μὲν κόμην ἀφαιροῦμεν, ὥσπερ οἱ νομεῖς τῶν ἵππων, ἃς ἄν ἐθέλωσι παραβαλεῖν τοῖς ὄνοις, καὶ τὰ γένεια ἀποκείρομεν, τὰς δὲ κεφαλὰς σκέπομεν. τοὺς δὲ ἀλεκτρυόνας ὁρῶμεν οὐδενὸς τοιούτου προσδεομένους, ὧν ἄνθρωποι, σισύρας καὶ πίλους καὶ τοιαῦθ’ἕτερα ξυρράπτοντες. καίτοι ποῖος ἂν γένοιτο πῖλος Ἀρκαδικὸς ἢ Λακωνικὸς μᾶλλον ἁρμόττων τῆς αὑτοῦ κόμης ἑκάστῳ; “καὶ τί δεῖ”, φησί, “τοσούτων τῶν σκεπασμάτων”; οὐδὲν τοῖς γε πλουσίοις · ἐκείνοις μὲν οὐ δὲ χειρῶν οὐ δὲ ποδῶν. 35.13ἐγὼ δὲ ὁρῶ καὶ ταύτην τὴν πόλιν οὐδεμιᾶς ἐνδεεστέραν τῶν πρώτων, καὶ ξυνήδομαι καὶ ἀγαπῶ. τῆς γὰρ ἠπείρου τὸ καρτερώτατον νέμεσθε καὶ πιότατον, πεδίων δὲ καὶ ὁρῶν μεταξὺ καλλίστων ἵδρυσθε, καὶ πηγὰς ἀφθονωτάτας ἔχετε καὶ χώραν εὐκαρποτάτην ξύμπαντα μυρία φέρουσαν, πυρούςτε ζειάςτ’ἠδ’εὐρυφυὲς κρῖ λευκόν, καὶ πολλὰς μὲν ἀγέλας, πολλὰς δὲ ποίμνας ποιμαίνετε καὶ βουκολεῖτε. τῶντε ποταμῶν οἱ μέγιστοι καὶ πολυωφελέστατοι τὴν ἀρχὴν ἐνθένδε ἔχουσιν, ὅτε Μαρσύας οὗτος, διὰ μέσης τῆς πόλεως ὑμῶν ῥέων, ὅτε Ὀργᾶς, ὅτε Μαίανδρος, πολὺ πάντων τῶν ποταμῶν θειότατος καὶ σοφώτατος, ὃς ἑλίττων μυρίας καμπὰς σχεδόν τι τὴν ἀρίστην τῆς Ἀσίας ἔπεισιν. 35.14τῆςτε Φρυγίας προκάθησθε καὶ Λυδίας, ἔτι δὲ Καρίας, ἄλλατε ἔθνη περιοικεῖ πολυανδρότατα, Καππάδοκέςτε καὶ Πάμφυλοι καὶ Πισίδαι, καὶ τούτοις ἅπασιν ἀγορὰν ὑμεῖς καὶ ξύνοδον παρέχεσθε τὴν αὑτῶν πόλιν. καὶ τοῦτο μὲν πολλὰς τῶν ἀνωνύμων πόλεων, τοῦτο δὲ πολλὰς εὐδαίμονας κώμας ὑπηκόους ἔχετε. σημεῖον δὲ μέγιστον τῆς δυνάμεως ὑμῶν τὸ πλῆθος τῶν φόρων. ὥσπερ γάρ, οἶμαι, τῶν ὑποζυγίων κράτιστα δοκεῖ τὰ πλεῖστον ἕλκοντα, οὕτω καὶ τῶν πόλεων εἰκὸς ἀρίστας εἶναι τὰς πλεῖστον ἀργύριον ὑποτελούσας. 35.15πρὸς δὲ τούτοις αἱ δίκαι παρ’ἔτος ἄγονται παρ’ὑμῖν καὶ ξυνάγεται πλῆθος ἀνθρώπων ἄπειρον δικαζομένων, δικαζόντων, ῥητόρων, ἡγεμόνων, ὑπηρετῶν, οἰκετῶν, μαστροπῶν, ὀρεοκόμων, καπήλων, ἑταιρῶντε καὶ βαναύσων. ὥστε τάτε ὤνια τοὺς ἔχοντας πλείστης ἀποδίδοσθαι τιμῆς καὶ μηδὲν ἀργὸν εἶναι τῆς πόλεως, μήτε τὰ ζεύγη μήτε τὰς οἰκίας μήτε τὰς γυναῖκας. 35.16τοῦτο δὲ οὐ σμικρόν ἐστι πρὸς εὐδαιμονίαν · ὅπου γὰρ ἂν πλεῖστος ὄχλος ἀνθρώπων ξυνίῃ, πλεῖστον ἀργύριον ἐξ ἀνάγκης ἐκεῖ γίγνεται, καὶ τὸν τόπον εἰκὸς εὐθηνεῖν · ὥσπερ, οἶμαί, φασι τὴν χώραν, οὗ ἂν πρόβατα πλεῖστα αὐλισθῇ, κρατίστην γίγνεσθαι τοῖς γεωργοῖς διὰ τὴν κόπρον, καὶ πολλοὶ δέονται τῶν ποιμένων παρ’αὐτοῖς αὐλίζειν τὰ πρόβατα. 35.17τοιγαροῦν μέγιστον νομίζεται πρὸς ἰσχὺν πόλεως τὸ τῶν δικῶν καὶ πάντες ἐσπουδάκασιν ὑπὲρ οὐδενὸς οὕτω. μέτεστι δὲ αὐτοῦ ταῖς πρώταις πόλεσιν ἐν μέρει παρ’ἔτος. φασὶ δὲ νῦν ἔσεσθαι διὰ πλείονος χρόνου, τοὺς γὰρ ἀνθρώπους οὐχ ὑπομένειν ξυνεχῶς ἐλαύνεσθαι πανταχοῦ. καὶ μὴν τῶν ἱερῶν τῆς Ἀσίας μέτεστιν ὑμῖν τῆςτε δαπάνης τοσοῦτον ὅσον ἐκείναις ταῖς πόλεσιν, ἐν αἷς ἐστι τὰ ἱερά. οὔκουν ἔγωγε ταύτης εὐποτμοτέραν ἐπίσταμαι πόλιν οὐ δὲ ἀνθρώπους ἄμεινον ζῶντας, χωρὶς Ἰνδῶν. 35.18ἐκεῖ γάρ, ὥς φασι, ποταμοὶ ῥέουσιν οὐχ ὥσπερ παρ’ὑμῖν ὕδατος, ἀλλ’ὁ μὲν γάλακτος, ὁ δὲ οἴνου διαυγοῦς, ἄλλος δὲ μέλιτος, ἄλλος δὲ ἐλαίου. ῥέουσι δ’ἐγγύθεν ἐκ λόφων, ὥσπερ ἐκ μαστῶν τῆς γῆς. πάντα δὲ ταῦτα τῶν παρ’ἡμῖν ἄπειρον διαφέρει πρόςτε ἡδονὴν καὶ δύναμιν. τὰ μὲν γὰρ ἐνθάδε γλίσχρως καὶ μόλις ἀπὸ ζῴων τινῶν καὶ φυτῶν συλλέγομεν, καρποὺς ξύλων βρίζοντες καὶ τροφὴν ζῴων βδάλλοντες καὶ βλίττοντες, τὰ δὲ ἐκεῖ τῷ παντὶ καθαρώτερα, χωρίς, οἶμαι, βίας καὶ πανουργίας. οἱ δὲ ποταμοὶ ῥέουσιν ἕνα μῆνα τῷ βασιλεῖ, καὶ φόρος οὗτός ἐστιν αὐτῷ, τὸν δὲ λοιπὸν χρόνον τοῖς δημόταις. 35.19ξυνιᾶσιν οὖν καθ’ἑκάστην ἡμέραν μετὰ παίδων καὶ γυναικῶν εἴςτε τὰς πηγὰς καὶ πρὸς τὰ ῥεύματα τῶν ποταμῶν παίζοντες καὶ γελῶντες, ὡς ἂν ἐπ’εὐωχίαν. φύεται δὲ παρὰ ταῖς ὄχθαις ὅτε λωτὸς ἰσχυρὸς καὶ σχεδὸν ἁπάντων σιτίων ἥδιστος, οὐχ ὥσπερ ὁ παρ’ἡμῖν τετράποσι τροφή, καὶ πολλὰ σήσαμα καὶ σέλινα, ὡς ἂν εἰκάσειέ τις ἐκ τῆς ὁμοιότητος · τὴν δὲ ἀρετὴν οὐκ ἄξιον συμβάλλειν. γίγνεται δὲ αὐτόθι ἕτερον σπέρμα, τῶν πυρῶν καὶ τῶν κριθῶν ἀμείνων τροφὴ καὶ μᾶλλον ξυμφέρουσα. φύεται δὲ ἐν κάλυξι μεγάλαις, οἷον ῥόδων, εὐοσμοτέραις δὲ καὶ μείζοσιν. ταύτας τὰς ῥίζας καὶ τὸν καρπὸν ἐσθίουσιν, οὐδὲν πονήσαντες. 35.20εἰσὶ δὲ ὀχετοὶ πολλοὶ ῥέοντες ἐκ τῶν ναμάτων, οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, ξυμμιγνύντες ἀλλήλοις, τῶν ἀνθρώπων πεποιηκότων, ὅπως ἂν αὐτοῖς δοκῇ. μετοχετεύουσι δὲ ῥᾳδίως, ὥσπερ ἡμεῖς τὸ ἐν τοῖς κήποις ὕδωρ. ἔστι δὲ καὶ λουτρὰ πλησίον αὐτοῖς ὕδατος, τὸ μὲν θερμὸν λευκότερον ἀργύρου, τὸ δὲ ὑπὸ τοῦ βάθους καὶ τῆς ψυχρότητος κυανοῦν. ἐνταῦθα νήχονται γυναῖκες ἅμα καὶ παῖδες, καλοὶ πάντες. ἔπειτα, οἶμαι, κατακλινέντες ἐν τοῖς λειμῶσιν ᾄδουσι καὶ μινυρίζουσιν. 35.21εἰσι δὲ λειμῶνες αὐτόθι πάγκαλοι καὶ φύσις ἀνθῶντε καὶ δένδρων παρεχόντων τὴν μὲν σκιὰν ἄνωθεν ἐξ ὕψους, τὸν δὲ καρπὸν ἐν ἐφικτῷ τοῖς βουλομένοις λαβεῖν νευόντων τῶν κλάδων. οἵτε ὄρνιθες κατᾳδοῦσιν, οἱ μὲν ἐν ταῖς ὀργάσιν ἐγκαθήμενοι, πολύ τι πλῆθος, οἱ δὲ ἄνωθεν ἀπὸ ἀκρεμόνων, εὐφωνότεροι τῶν παρ’ἡμῖν ὀργάνων. πνεῦμάτε ἀεὶ μέτριον διαρρεῖ, καὶ τῶν ἀέρων ἡ κρᾶσις ὁμοία διὰ παντός, μάλιστα δὲ ἔοικεν ἀρχομένῳ θέρει. πρὸς δὲ τούτοις ὅτε οὐρανὸς ἐκεῖ καθαρώτερος καὶ τὰ ἄστρα πλείω καὶ λαμπρότερα. ζῶσι δὲ πλεῖον τετρακοσίων ἐτῶν, πάντα τὸν χρόνον τοῦτον ὡραῖοι καὶ νέοι καὶ οὔτε γῆράς ἐστι παρ’ἐκείνοις οὔτε νόσος οὔτε πενία. 35.22τούτων δὲ τοιούτων ὄντων καὶ τοσούτων ὑπαρχόντων ἀγαθῶν, ὅμως εἰσὶν ἄνθρωποι καλούμενοι Βραχμᾶνες, οἳ χαίρειν ἐάσαντες τούςτε ποταμοὺς ἐκείνους καὶ τοὺς παρ’αὐτοῖς ἐρριμμένους ἐκτραπέντες ἰδίᾳ τι ξυλλογίζονται καὶ φροντίζουσι, πόνουςτε θαυμαστοὺς ἀναλαβόμενοι τοῖς σώμασιν οὐδενὸς ἀναγκάζοντος καὶ καρτερήσεις δεινὰς ὑπομένοντες. φασὶ δὲ ἐξαίρετον αὐτοῖς εἶναι μίαν πηγὴν τὴν τῆς ἀληθείας, πολὺ πασῶν ἀρίστην καὶ θειοτάτην, ἧς οὐδέποτε ψεύσασθαι τοὺς ἐμπιμπλαμένους. τὰ μὲν οὖν ἐκεῖθεν λόγος ἐστὶν ἀψευδής. ἤδη γάρ τινες τῶν ἀφικνουμένων ἔφασαν · ἀφικνοῦνται δὲ οὐ πολλοί τινες ἐμπορίας ἕνεκεν · οὗτοι δὲ ἐπιμίγνυνται τοῖς πρὸς θαλάττῃ. 35.23τοῦτο δὲ ἄτιμόν ἐστιν Ἰνδῶν τὸ γένος, οἵτε ἄλλοι ψέγουσιν αὐτούς. τούτους ἀνάγκη ὁμολογεῖν ὑμῶν εὐδαιμονεστέρους, τῶν δὲ ἄλλων ὑμᾶς, πλὴν ἑνὸς ἀνθρώπων ἔτι γένους, τῶν πολυχρυσοτάτων. τὸ δὲ χρυσίον λαμβάνουσι παρὰ μυρμήκων, οὗτοι δέ εἰσιν ἀλωπέκων μείζονες, τα- τἄλλα δὲ ὅμοιοι τοῖς παρ’ἡμῖν. ὀρύττουσι δὲ κατὰ γῆς, ὥσπερ οἱ λοιποὶ μύρμηκες. ὁ δὲ χοῦς αὐτοῖς ἐστι χρυσίον καθαρώτατον πάντων χρυσίων καὶ στιλπνότατον. εἰσὶν οὖν πλησίον ἐφεξῆς, ὥσπερ κολωνοὶ τοῦ ψήγματος, καὶ τὸ πεδίον ἅπαν ἀστράπτει. χαλεπὸν οὖν ἰδεῖν ἐστι πρὸς τὸν ἥλιον, καὶ πολλοὶ τῶν ἐπιχειρούντων ἰδεῖν τὰς ὄψεις διεφθάρησαν. 35.24οἱ δὲ προσοικοῦντες ἄνθρωποι τὴν μεταξὺ χώραν διελθόντες, ἔρημον οὖσαν οὐ πολλήν, ἐφ’ἁρμάτων, ὑποζεύξαντες ἵππους ταχίστους, ἀφικνοῦνται τῆς μεσημβρίας, ἡνίκα δεδύκασι κατὰ γῆς · ἔπειτα φεύγουσι τὸν χοῦν ἁρπάσαντες. οἱ δὲ αἰσθανόμενοι διώκουσι καὶ μάχονται καταλαβόντες, ἕως ἂν ἀποθάνωσιν ἢ ἀποκτείνωσιν · ἀλκιμώτατοι γάρ εἰσι θηρίων ἁπάντων. ὥστε οὗτοί γε ἐπίστανται τὸ χρυσίον ὁπόσου ἐστὶν ἄξιον, καὶ οὐ δὲ προΐενται πρότερον ἢ ἀποθανεῖν. 35.25φέρε δή, τίνας ἄλλους τῶν καθ’ἡμᾶς εὐδαίμονας ἀκούομεν; Βυζαντίους, χώραντε ἀρίστην νεμομένους καὶ θάλατταν εὐκαρποτάτην. τῆς δὲ γῆς ἠμελήκασι διὰ τὴν ἀρετὴν τῆς θαλάττης. ἡ μὲν γὰρ διὰ μακροῦ φέρει τὸν καρπὸν αὐτοῖς καὶ δεῖ λαβεῖν ἐργασαμένους, ἡ δὲ αὐτόθεν μηδὲν πονήσασιν.