27.1οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν ἕκαστος ἐν ταῖς πανηγύρεσιν οὐχ ἧττον ἢ ἐν τοῖς συμποσίοις, πλὴν ὅτι ποικιλώτερον τὸ τῶν πανηγύρεων καὶ χρόνου πλείονος. οὐκοῦν εἰς τὰ συμπόσια δήπου οἱ μέν τινες ἀφικνοῦνται τοῦ πιεῖν ἕνεκεν καὶ οὐθὲν ἄλλο πράττουσιν, ὥσπερ οἱ διψῶντες τῶν ὁδοιπόρων, ἐπειδὰν ἔλθωσιν ἐπὶ κρήνην τινά, πίνουσιν ἐπικύψαντες. ἀλλὰ ἐκεῖνοι μὲν ἐμπλησθέντες καὶ τὸ δίψος ἀποσβέσαντες ἡσυχῇ ἀπαλλάττονται, οὔτε πράξαντες οὔτε εἰπόντες ἄτοπον οὐδέν, οἱ δὲ πολλὰ καὶ δυσχερῆ ἐνίοτε καὶ λέγουσι καὶ δρῶσιν. 27.2οὐ γὰρ ὁμοίως ὑποδέχονται τοὺς δεομένους αὐτῶν αἵτε Νύμφαι καὶ ὁ Διόνυσος · ἀλλὰ ἅτε διθύραμβος ὢν ὁ Διόνυσος καὶ ὑπὸ κεραυνοῦ καὶ βροντῆς γενόμενος, ὥς φασιν οἱ ποιηταί, τοὺς ἀμαθέστερον χρωμένους ἀτεχνῶς πυρὸς πίμπλησι καὶ τῷ ὄντι πολλοὺς αὐτῶν ἐμβροντήτους ἐποίησεν. οὗτοι μὲν οὖν σχεδόν τι μαινόμενοι πολλὰ κακὰ δρῶσιν, ὥσπερ Ὅμηρός φησι τὸν Κένταυρον μεθυσθέντα ἐν τῇ τοῦ Πειρίθου οἰκίᾳ κακὰ ἐργάσασθαι. 27.3καὶ ἄλλοι δὲ φύσει ἀδολέσχαι οἷον ἀκροατῶν τινων λαβόμενοι τῶν συμποτῶν ἀναισθήτους καὶ μακροὺς διατίθενται λόγους · οἱ δὲ ᾄδουσι καὶ ἀπᾴδουσι, σφόδρα ἄμουσοι ὄντες, καὶ σχεδόν τι μᾶλλον λυποῦσι τῶν μαχομένων καὶ λοιδορουμένων. ἕτεροι δὲ αὐστηροὶ καὶ σώφρονες εἶναι λέγοντες ἀποκναίουσιν ἀηδίᾳ, μήτε ποτοῦ τὸ μέτριον μήτε λαλιᾶς κοινωνεῖν ἀξιοῦντες. 27.4ὃς δ’ἂν ᾖ πρᾷος ἀνὴρ καὶ τὸν τρόπον ἱκανῶς ἡρμοσμένος, τῶντε ἄλλων ῥᾳδίως ὑπομένει τὴν δυσκολίαν καὶ αὐτὸς εὐσχημονεῖ ὡς οἷόντε τὸν ἀμαθῆ χορὸν εἰς τὸ δέον καθιστὰς ῥυθμῷτε καὶ μέλει τῷ προσήκοντι, τούςτε οἰκείους λόγους εἰσφέρων καὶ δεξιότητι καὶ πειθοῖ προσαγόμενος τοὺς παρόντας, ὥστε ἐμμελέστερον καὶ φιλικώτερον ξυνεῖναι ἀλλήλοις. 27.5τὰ μὲν δὴ τῶν συμποσίων τοιαῦτα. ἀφικνοῦνται δὲ καὶ πρὸς τὰς πανηγύρεις, οἱ μὲν ἱστορίας ἕνεκεν τῶντε ἄλλων θεαμάτων καὶ τῶν ἀγώνων · καὶ τούτων ὅσοι σφόδρα ἐσπουδακότες περὶ τὸ πρᾶγμα, διατελοῦσιν οὐθὲν ἄλλο πράττοντες ἐξ ἑωθινοῦ · πολλοὶ δὲ ὤνια κομίζοντες παντοδαπά, ἀγοραῖος ὄχλος, οἱ δέ τινες ἑαυτῶν ἐπιδειξόμενοι τέχνας καὶ δημιουργίας, ἄλλοι δὲ σοφίαν τινὰ αὑτῶν ἐκφαίνοντες, πολλοὶ μὲν ποιήματα ἐπιδεικνύντες τραγῳδίαςτε καὶ ἐπῶν, πολλοὶ δὲ καταλογάδην συγγράμματα, τὸν σχολῆς ἕνεκεν ἥκοντα καὶ ῥᾳθυμεῖν βουλόμενον ἐνοχλοῦντες · 27.6οὗτοι δὲ μάλιστα ἐοίκασι τοῖς μινυρίζουσι καὶ ᾄδουσιν ἐν τοῖς συμποσίοις, ὧν ἐξ ἀνάγκης ἀκούειν ἔστι, κα- κἂν μὴ θέλῃ τις. ἐν τούτοις ὁ δυνάμενος λόγους εἰπεῖν ὠφελίμους καὶ συμφέροντας καὶ τὴν ὅλην σύνοδον εὐσημονεστέραν καὶ ἀμείνω παρασχεῖν, οὗτος ὑπὸ τῆς ταραχῆς καὶ τοῦ πλήθους τῶν ἄλλων ἡσυχίαν ἄγει καὶ τρέπεται καθ’αὑτόν. 27.7πεπόνθασι γὰρ δὴ οἱ πολλοὶ πρὸς τοὺς ἐκ φιλοσοφίας λόγους ὅπερ, οἶμαι, πρὸς τὰ τῶν ἰατρῶν φάρμακα. οὔτε γάρ τις ἐκείνοις εὐθὺς πρόσεισιν οὐ δὲ ὠνεῖται πρὶν ἢ περιπεσεῖν φανερῷ νοσήματι καὶ ἀλγῆσαί τι τοῦ σώματος · οὔτε τῶν τοιούτων λόγων ἀκούειν ἐθέλουσιν ὡς τὸ πολύ, ὅτῳ ἂν μὴ λυπηρόν τι ξυνενεχθῇ καὶ τῶν δοκούντων χαλεπῶν. 27.8αὐτίκα τὸν εὐτυχοῦντα, ὁποίαν τινά φασιν οἱ πολλοὶ τὴν εὐτυχίαν, οἷον χρήματα εἰσδανείζοντα πολλὰ ἢ χώραν ἱκανὴν κεκτημένον καὶ αὐτὸν ὑγιαίνοντα καὶ τέκνων σῳζομένων καὶ γυναικός, καί τινα δύναμιν καὶ ἀρχὴν ἔχοντα μεγάλην ἄνευ πολέμου καὶ στάσεως καί τινων φανερῶν κινδύνων, οὐκ ἂν εὕροι τις ῥᾳδίως προσιόντα τοῖς τοιούτοις οὐ δὲ ἀξιοῦντα κοινωνεῖν τῶν ἐκ φιλοσοφίας λόγων. 27.9εἰ δέ τῷ ξυμβαίη τι πταῖσμα κατὰ τὸν βίον καὶ ἤτοι πένης ἐκ πλουσίου γένοιτο ἢ ἀσθενὴς καὶ ἀδύνατος ἐκ δυναμένου ἢ ἄλλην τινὰ ἔχων λύπην, οἱ δὲ οἰκειότερόν πως διατίθενται πρὸς τὸ πρᾶγμα καὶ τρόποων τινὰ ὑπομένουσι τοὺς τῶν φιλοσόφων λόγους καί πώς φασι δεῖσθαι παραμυθίας. κα- κἂν ἀπολέσας τύχῃ τινὰ τῶν οἰκείων, ἢ γυναῖκα ἢ παῖδα ἢ ἀδελφόν, ἀξιοῦσιν ἀφικνεῖσθαι τὸν φιλόσοφον καὶ παρηγορεῖν, ὡς τότε δέον σκοπεῖν ὅπως μετρίως φέρῃ τις τὰ γιγνόμενα καὶ δυνήσονται ἀντέχειν τοῖς λοιποῖς, πρότερον δὲ οὔ · 27.10ὥσπερ καὶ περὶ τὸ σῶμα ἔχουσι σχεδὸν οἱ ἀνόητοι · τὸν μὲν ἄλλον χρόνον οὐθὲν αὐτοῖς μέλει ὅπως δύνωνται ὑγιαίνειν, ἀλλὰ σιτίοιςτε καὶ οἴνῳ καὶ ἀφροδισίοις καὶ τῇ ἄλλῃ διαίτῃ ὡς οἷόντε ἀκολάστως καὶ ἀδεῶς χρῶνται, ἐὰν δ’ἄρα τις καταλαμβάνῃ κόπος καὶ πυρετὸς περὶ τὰς τοῦ ἀέρος μεταβολάς, καὶ θεραπεύειν σφᾶς κελεύουσι μεστοὶ ὄντες ἀταξίας πολλῆς καὶ νοσημάτων ἰσχυρῶν, οἷον εἰκὸς τοὺς τοιούτους καταλαμβάνειν, ὅπως δὲ μηδὲν ἰατροῦ δεήσονται, τοῦτο τὴν ἀρχὴν οὐ σκοποῦσιν.