Dio Chrysostom

Orations, Oration 19

19.1ἐδέοντο μὲν πάλαι τῶν οἰκείων τῶν ἐμῶν τινες ἐντυγχάνειν μοι · καὶ τῶν πολιτῶν δὲ ἐλέγοντο ἐπιθυμεῖν πολλοὶ θεάσασθαι, νομίζοντες πλέον τι παρὰ τοὺς ἄλλους ἔχειν με διὰ τὴν ἄλην καὶ τὴν μεταβολὴν τοῦ βίου καὶ διὰ τὴν δοκοῦσαν αὐτοῖς τοῦ σώματος ταλαιπωρίαν · τελευτῶντες δὲ ἤδη καὶ ἐνεκάλουν, ἀδικεῖσθαι φάσκοντες. ἐγὼ δὲ οὐκ ἤθελον ἐγγὺς ἰέναι πρὸς αὐτοὺς τοὺς ὅρους, ἀλλὰ ἐδόκει μοι τὸ τοιοῦτο παντελῶς ἀχθομένου τινὸς εἶναι τῇ φυγῇ καὶ ἐπιθυμοῦντος κατελθεῖν · ὥσπερ οἱ μηδὲν καταλιπόντες ἐν τῇ κύλικι δῆλοί εἰσι πάνυ διψῶντες.
19.2ἐλθὼν οὗν εἰς Κύζικον ἐκεῖ διέτριβον καὶ παρεῖχον, εἴ τις βούλεταί μοι τῶν ἐπιτηδείων συγγίγνεσθαι. καὶ δὴ τὸ τοῦ κιθαρῳδοῦ τοῦτο λέγουσιν ἔσωσέ με, ᾠδήν τινα ᾄσαντος αὐτοῖς. ἐπεὶ γὰρ ἧκεν ἄριστος τῶν νῦν κιθαρῳδῶν, ὡς δ’ἔνιοί φασιν, οὐ δὲ τῶν πρότερον οὐδενὸς ἐνδεέστερος, ἀλλ’οὐ δὲ Ἀρίονος τοῦ ἐκ πελάγους, μαντευόμενοι δῆλον ὅτι, πῶς γὰρ ἂν εἰδεῖειν τὸ σαφὲς οὐκ ἀκούσαντες ἐκείνου; ὡς δ’οὖν τάχιστα ᾔσθοντο ἐπιδημοῦντα τὸν ἄνδρα, εὐθὺς καὶ σπουδὴ ἀμήχανος καὶ πάντες ἐβάδιζον εἰς τὸ βουλευτήριον.
19.3ἐγὼ οὖν καὶ αὐτός, ἐξεῖναι νομίζων καὶ ἡμῖν ἀκοῦσαι καὶ μεταλαβεῖν οὕτω καλῆς εὐωχίας ἐν ἀνθρώποις τρισχιλίοις καὶ πλείοσιν, ἧκον ἐν πρώτοις πάνυ θαρρῶν. εἰμὶ δὲ φιλήκοος καὶ φιλόμουσος ἀτεχνῶς, οὐ πάνυ ἔμπειρος ὢν μουσικῆς · ὥστε εἴπερ ἔτυχον γεγονὼς κατὰ ταὐτὸν Ὀρφεῖ, δοκῶ μοι, πρῶτος ἂν ἐπηκολούθουν, εἰ καὶ ἔδει μετὰ νεβρῶν τινων μόσχων, οὐδὲν αἰδούμενος · ἐπεὶ καὶ νῦν ταὐτὸ τοῦτο πάσχω πολλάκις, ἐπειδὰν εἰσαφίκωμαι σοφιστοῦ, διὰ τὴν προσοῦσάν μοι ἀκρασίαν περὶ τοὺς λόγους, καὶ μετὰ τοιούτων συναγελάζομαι θρεμμάτων, ὡραίων καὶ καλῶν, ἄλλως δὲ θορυβούντων καὶ σκιρτᾶν προθυμουμένων.
19.4τοῦτο δὲ πέπονθα πρὸς τοὺς σοφιστάςτε καὶ ῥήτορας ἅπαντας σχεδόν. καθάπερ οἱ πτωχοὶ καὶ τοὺς μετρίως εὐπόρους μακαρίζουσι διὰ τὴν αὑτῶν ἀπορίαν κἀγὼ τοὺς ἁμῃγέπῃ δυνατοὺς λέγειν θαυμάζω καὶ ἀγαπῶ διὰ τὸ αὐτὸς ἀδύνατος εἶναι λέγειν. τὸ μέντοι τῶν κιθαρῳδῶντε καὶ νὴ Δία τῶν ὑποκριτῶν οὐ παρ’ὀλίγον μοι δοκεῖ διαφέρειν πρὸς ἡδονήν. τε γὰρ φωνὴ μείζων καὶ δῆλον ὅτι ἐμμελεστέρα, τε λέξις οὐκ αὐτοσχέδιος, ὥσπερ τῶν ῥητόρων ἐξ ὑπογύου τὰ πολλὰ πειρωνένων λέγειν, ἀλλὰ ποιητῶν ἐπιμελῶς καὶ κατὰ σχολὴν πεποιηκότων.
19.5καὶ τά γε πολλὰ αὐτῶν ἀρχαῖά ἐστι καὶ πολὺ σοφωτέρων ἀνδρῶν τῶν νῦν. τὰ μὲν τῆς κομῳδίας ἅπαντα, τῆς δὲ τραγῳδίας τὰ μὲν ἰσχυρά, ὡς ἔοικε, μένει · λέγω δὲ τὰ ἰαμβεῖα, καὶ τούτων μέρη διεξίασιν ἐν τοῖς θεάτροις · τὰ δὲ μαλακώτερα ἐξερρύηκε, τὰ περὶ τὰ μέλη · ὥσπερ, οἶμαι, τῶν ἀνθρώπων τῶν παλαιῶν ὅσα μέν ἐστι στερεὰ τοῦ σώματος ὑπομένει τῷ χρόνῳ, τάτε ὀστᾶ καὶ οἱ μύες, τἄλλα δὲ ἐλάττω γίγνεται. οὐκοῦν τὰ σώματα ὁρᾶται τὰ τῶν παντελῶς γερόντων ἐνδεδωκότα καὶ λαγαρά · ὅσοι δ’αὖ παχεῖς γέροντες ὑπὸ πλούτου καὶ τρυφῆς, ἰσχυροῦ μὲν οὐδενὸς προσόντος ἔτι, πιμελῆς δὲ ἀντὶ τῶν σαρκῶν, εὐτραφεῖς δὴ ὁρῶνται καὶ νεώτεροι τοῖς πολλοῖς.