Orations, Oration 40

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
40.1ἐνόμιζον μέν, ἄνδρες πολῖται, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ἄξειν τὴν ἅπασαν ἡσυχίαν, δεῦρο ἀφικόμενος, καὶ μὴ προσάψεσθαι μήτε ἑκὼν μήτε ἄκων μηδενὸς κοινοῦ πράγματος, δι’ἓν μὲν ὅτι καὶ πολλοὺς ὁρῶ σὺν τοῖς θεοῖς ἀεὶ τῶν πρεσβυτέρων καὶ τῶν νεωτέρων βουλομένους καὶ δυναμένους ἐπιτροπεύειν τὴν πόλιν καὶ προΐστασθαι τῶν ὑμετέρων ὀρθῶς οὔτε τοῦ λέγειν οὔτε τοῦ πράττειν ἐνδεῶς ἔχοντας, ἔτι δὲ τῆς παρ’ὑμῖν πολιτείας ἐμπείρους ὄντας, ἐμὲ δὲ ὑπώπτευον · τὸ γὰρ ἀληθὲς εἰρήσεται · βαρύνεσθαί τινας ὡς ξένον καὶ περιττόν ·
40.2ἔπειτα οἶμαι καὶ τοῦ σώματος δέον ποιήσασθαί τινα πρόνοιαν, ἐκ πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας ἀπειρηκότος, καὶ τῶν περὶ τὴν οἰκίαν, κομιδῇ φαύλως διακειμένων, τοσοῦτον ἀπολωλότα χρόνον οὐδεμιᾶς ἐπανορθώσεως τετύχηκεν. ὅπου γὰρ ἀποδημία δεσπότου χρονίσαντος ἱκανὴ διαφθεῖραι καὶ τὴν μεγίστην οὐσίαν, τί χρὴ προσδοκᾶν ἐν τοσούτοις ἔτεσι φυγῆς; ὅθεν οὐδεὶς ἂν προσεδόκησεν ἐμὲ σωθῆναι χωρὶς ὑμῶν δι’εὐνοίας ὑπερβολήν. καίτοι μέχρι μὲν ὑπῆρχε πενίας κίνδυνος ἡμῖν, οὐδὲν ἦν δεινόν. οὐ γάρ εἰμι πρὸς τοῦτο ἀμελέτητος σχεδόν, τοσοῦτον χρόνον πλανηθεὶς οὐ μόνον ἄοικος καὶ ἀνέστιος, ἀλλὰ μη δὲ ἀκόλουθον ἕνα γοῦν ἐπαγόμενος. οὐ τοίνυν οὐ δὲ τὸν υἱὸν ἤλπιζον χαλεπῶς ἂν ὑπομεῖναι πενίαν, οὐκ ὄντα ἐμοῦ χείρω τὴν φύσιν.
40.3ἐπεὶ δὲ λόγος ἡμῖν ἐστιν ὑπὲρ τοῦ μὴ ψεύσασθαι τὴν πατρίδα μη δὲ ἀποστερῆσαι τὴν ὑπόσχεσιν ὑμᾶς, ἣν ὑπεσχόμεθα μηδενὸς ἀναγκάζοντος, οὐδαμῶς ῥᾳδίαν οὐ δὲ ὀλίγων χρημάτων, τοῦτο οἶμαι χαλεπὸν καὶ πολλῆς φροντίδος ἄξιον · οὗ γε οὐδέν ἐστι βαρύτερον οὐ δὲ ὀφειλόμενον ἐπὶ πλείονι τόκῳ χάριτος. καὶ τοῦτό ἐστι τὸ ἀναίσχυντον δάνειον καὶ πικρόν, ὅταν οἶμαι τῷ βραδύνειν χάρις εἰς χρέος μεταστῇ · τῷ παντὶ χαλεπώτερον ἀπαιτοῦσιν οἱ σιωπῶντες τῶν βοώντων.
40.4οὐδὲν γὰρ οὕτω δύναται τοὺς ὀφείλοντας ὑμῖν τὰ τοιαῦτα ὑπομιμνήσκειν, ὡς τὸ ὑμᾶς ἐκλελῆσθαι. διὰ μὲν δὴ ταῦτα ἀναγκαῖον ἐνόμιζον γενέσθαι πρὸς τοῖς ἐμαυτοῦ καὶ μηδενὶ τῶν κοινῶν προσιέναι μη δὲ μέχρι λόγου τέως, ἕως ἂν αἴσθωμαι τοῦτο δὴ τὸ παρὰ τῷ ποιητῇ λεγόμενον ·
40.5, ττι μοι ἐν μεγάροισι κακόντ’ἀγαθόντε τέτυκται. πρότερον γὰρ οὐ δ’ἐπ’ὀλίγον σχολὴν ἤγαγον ἴσως διὰ τὴν ἐμαυτοῦ πολυπραγμοσύνην, ὃς δέον ἐντυχεῖν ὑμῖν καὶ φιλοφρονήσασθαι τοσοῦτο μόνον καὶ θῦσαι τοῖς θεοῖς καὶ νὴ Δία ἀναγνῶναι τὰ γράμματα τὰ τοῦ αὐτοκράτορος, ὅτι ἀναγκαῖον ἦν, ἔπειτα εὐθὺς ἀναχωρῆσαι καὶ τρέπεσθαι καθ’αὑτόν, λόγον τινὰ εἶπον ὑπὲρ ἔργου τινός, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ τῶν ἡγεμόνων ἐσπουδακότων, ἴσως μὲν ὑμῖν, ἴσως δὲ κἀμοὶ χαρίζεσθαι βουλομένων καὶ τὴν πόλιν ἄμεινον κατασκευάζειν καὶ σεμνοτέραν ποιεῖν ἅπασαν. πρότερον γὰρ ἴστε δήπουθεν ὅτι τοῖς τοιούτοις καὶ τῶν ἀστυγειτόνων ἐλειπόμεθα.
40.6τοῦτον ἐμοῦ τότε εἰπόντος τὸν λόγον, ἐπήρθητε πρὸς αὐτὸν δῆμος · οὐ γάρ ἐστε ἀγεννεῖς οὐ δὲ ἀναίσθητοι τὰς φύσεις · καὶ πολλοὶ προετράπησαν φιλοτιμηθῆναι τῶν πολιτῶν. πάλιν δὲ ὕστερον ἐμοῦ τὸ πρᾶγμα ἐφ’ὑμῖν ποιουμένου πολλάκις μὲν ἐν τῷ βουλευτηρίῳ, πολλάκις δ’ἐν τῷ θεάτρῳ, ἵνα, εἰ μὴ δοκιμάζοιτε μη δὲ βούλοισθε, μηδένα ἐνοχλῶ · τὴν γὰρ ἀσχολίαν τὴν ἐσομένην ὑπώπτευόν μοι περὶ ταῦτα · πολλάκις μὲν ὑφ’ὑμῶν ἐκυρώθη, πολλάκις δὲ ὑπὸ τῶν ἡγεμόνων, οὐδενὸς ἀντειπόντος.
40.7ἐπεὶ δὲ ἀρχὴν ἔλαβεν, ὅσα μὲν αὐτὸς ἔπαθον μετρῶν καὶ διαμετρῶν καὶ λογιζόμενος, ὅπως μὴ γένοιτο ἀπρεπὲς μη δὲ ἀχρεῖον, ὁποῖα ἔργα πολλὰ γέγονε παρ’ἑτέροις μάτην ἀπολόμενα, καὶ τελευταῖον εἰς τὰ ὄρη φθειρόμενος, οὐκ ὢν ἔμπειρος τῶν τοιούτων οὐδενὸς οὐ δὲ ἀπορῶν ἔργου τινός, ἀλλ’ἕτερα μᾶλλον πράττειν δυνάμενος σπουδαιότερα ἴσως, ἀφ’ὧν οὐ παρὰ μόνοις ὑμῖν εὐδοκιμεῖν ἔμελλον, ἐῶ νῦν ἐπεξιέναι. οὐδὲν γὰρ ἦν ἐμοὶ βαρὺ δι’ὑμᾶς ὑπομένοντι.
40.8λόγοι δὲ ἐγίγνοντο πολλοὶ μέν, οὐ παρὰ πολλῶν δέ, καὶ σφόδρα ἀηδεῖς, ὡς κατασκάπτω τὴν πόλιν, ὡς ἀνάστατον πεποίηκα σχεδὸν ἐξελαύνων τοὺς πολίτας, ὡς ἀνῄρηται πάντα, συγκέχυται, λοιπὸν οὐδέν ἐστιν. καί τινες ἦσαν οἱ σφόδρα ὀδυρόμενοι τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, χαλεπῶς ἔχοντες, εἰ μὴ μενεῖ ταῦτα τὰ ὑπομνήματα τῆς παλαιᾶς εὐδαιμονίας, ὥσπερ τῶν Ἀθήνησι Προπυλαίων κινουμένων τοῦ Παρθενῶνος τὸ Σαμίων Ἥραιον ἡμᾶς ἀνατρέποντας τὸ Μιλησίων Διδύμειον τὸν νεὼν τῆς Ἐφεσίας Ἀρτέμιδος, ἀλλ’οὐκ αἰσχρὰ καὶ καταγέλαστα ἐρείπια, πολὺ ταπεινότερα τῶν κλεισίων, οἷς ὑποδύεται τὰ πρόβατα, τῶν ποιμένων δὲ οὐδεὶς ἂν δύναιτο εἰσελθεῖν οὐ δὲ τῶν γενναιοτέρων κυνῶν ·
40.9ἐφ’οἷς ὑμεῖς μὲν ἠρυθριᾶτε καὶ διετρέπεσθε τῶν ἡγεμόνων εἰσιόντων, οἱ δὲ ἀηδῶς ἔχοντες πρὸς ὑμᾶς ἐπέχαιρον καὶ ἐγέλων · ὅπου μη δὲ τοῖς χαλκεῦσιν ἐξῆν διάρασθαι σχεδόν, ἀλλὰ εἰργάζοντο κεκυφότες · καὶ ταῦτα πίπτοντα καὶ ὑπερηρεισμένα, πρὸς τὴν πληγὴν τοῦ ῥαιστῆρος ἔτρεμε καὶ διίστατο · ἀλλ’ὅμως ἦσαν οἳ χαλεπῶς ἑώρων ἀφανιζόμενα τὰ σημεῖα τῆς ἔμπροσθεν πενίας καὶ ἀδοξίας, οὐχ ὅτι τῶν κιόνων ἔμελεν αὐτοῖς τῶν ἱσταμένων οὐ δὲ τῶν γείσων, οὐ τῶν οἰκοδομουμένων ἐργαστηρίων ἄλλοσε, ἀλλ’ἵνα μηδέποτε μεῖζον ὑμεῖς ἐκείνων φρονῆτε.
40.10εὖ γὰρ ἴστε ὅτι καὶ τοῖς οἰκοδομήμασι καὶ ταῖς ἑορταῖς καὶ τῷ δικάζειν αὐτοὶ καὶ τῷ μὴ παρ’ἑτέροις ἐξετάζεσθαι μη δὲ συντελεῖν ἄλλοις καθάπερ οἶμαι κώμην, πᾶσι τούτοις συναίρεσθαι πέφυκε τὸ φρόνημα τῶν πόλεων καὶ μεῖζον ἀξίωμα γίγνεσθαι τὸ τοῦ δήμου καὶ πλέονος τυγχάνειν τιμῆς καὶ παρὰ τῶν ἐπιδημούντων ξένων καὶ παρὰ τῶν ἡγεμόνων. ταῦτα δὲ τοῖς μὲν ἀγαπῶσι τὰς αὑτῶν πατρίδας καὶ μὴ φοβουμένοις μήποτε ἐλάττους αὐτῶν φανῶσι θαυμαστὴν ἔχει τὴν ἡδονήν · τοῖς δὲ ἐναντίως ἔχουσι καὶ βουλομένοις ἐν ἀσθενέσιν ἰσχύειν καὶ τὴν δόξαν τῆς πόλεως ἀδοξίαν αὑτῶν νομίζουσι δέοντως φέρει λύπην καὶ φθόνον.
40.11καίτοι τὸ μὲν ὑπόδημα δεῖ πρὸς αὑτὸν ἁρμόττειν καὶ τὸν αὑτοῦ πόδα, καὶ ἂν δοκῇ μεῖζον, περιτεμεῖν · πόλιν δὲ οὐδέποτε δεῖ κολούειν οὐ δὲ κατάγειν πρὸς αὑτὸν οὐ δὲ πρὸς τὴν ἑαυτοῦ ψυχὴν μετρεῖν, ἐὰν τύχῃ σμικρὰν ἔχων καὶ ἀνελεύθερον, καὶ ταῦτα παραδειγμάτων ὄντων · λέγω δὲ τὸ τῶν Σμυρναίων, τὸ τῶν Ἐφεσίων, Ταρσεῖς ἐκείνους, Ἀντιοχέας. καὶ ταῦτα ἐπίσταμαι σαφῶς ὅτι καὶ πρότερόν τινες ἀκούοντες διερρήγνυντο καὶ χαλεπῶς ἔφερον, εἰ τοιούτων ἐθίζεσθε ἀκροᾶσθαι λόγων καὶ μετὰ τοιούτων πόλεων τολμᾷ τις ὀνομάζειν τὴν ὑμετέραν.
40.12ὅμως δ’ἐπὶ τούτοις σχετλιάζοντες καὶ τοιαῦτα λέγοντες καὶ διδόναι μηδένα ἐῶντες καὶ τοῖς ἔργοις ἐμποδὼν γιγνόμενοι, οὕτως ἐμὲ διέθηκαν, ὥστε ὀλίγου φυγὴν ἐμαυτοῦ καταψηφίσασθαι. καὶ γὰρ ἦν γελοῖον μετὰ φυγὴν οὕτως μακρὰν καὶ πράγματα τοσαῦτα καὶ τύραννον ἐχθρὸν δεῦρο ἀφικόμενον, ὥστε ἀναπαύσασθαι καὶ τὸ λοιπὸν ἐπιλαθέσθαι τῶν πρότερον χαλεπῶν, οἷον ἐκ δεινοῦ καὶ ἀγρίου πελάγους καὶ χειμῶνος ἀδοκήτως σωθέντα μόλις δι’εὔνοιαν θεοῦ τινος, ἔπειτα ἐνταῦθα ὥσπερ ἐν λιμένι ναυαγεῖν.
40.13θαυμάζω δὲ μάλιστα ἐνίων ἀνθρώπων τὴν κακοήθειαν, μᾶλλον δὲ τὴν ἄνοιαν, ὑπομιμνησκόμενος οἷα ἐλογοποίουν τὸ μὲν πρῶτον περὶ τῆς πρεσβείας, ἣν ἐπέμψατε εὐχαριστοῦντες. οὐ γὰρ ἡδέως αὐτὸν ἀποδέξασθαι τοὺς πρέσβεις, ἀλλὰ δυσχερᾶναι μᾶλλον, ὡς δέον αὐτὸν ἐπὶ τῆς πύλης ἀπηντηκέναι καὶ περιβαλεῖν τοὺς ἥκοντας τοὺς μηδέπω παρόντας ὀνομάζειν πυνθάνεσθαι περὶ τοῦδε καὶ τοῦδε, τί πράττουσιν διὰ τί πάντες οὐκ ἦλθον.
40.14οἱ δὲ ἐλογοποίουν ὅτι τοῖς Σμυρναίοις παμπόλλας δωρεὰς δοίη καὶ χρήματα ἀμύθητα πέμψειε μετὰ τῶν Νεμέσεων, καὶ νὴ Δί’ὡς ἄλλου τινὸς διαλεχθέντος μυρίους μὲν αὐτῷ συνεχώρησε βουλευτάς, χρυσίου δ’ἐκέλευσε ποταμὸν εἰς τὴν πόλιν τραπῆναι καὶ μυριάδες ἄπειροί τινες ἐδόθησαν · ὧν οὐδὲν ἦν ἀληθές, ὡς ἐβουλόμην ἂν ἔγωγε.
40.15τὸ γὰρ ἄλλους καλῶς πράττειν καὶ μεγάλων τυγχάνειν οὐκ ἂν οὐδέποτε λυπήσειε τὸν νοῦν ἔχοντα ἄλλωςτε καὶ πρῶτον τυχόντα καὶ τὴν ἀφορμὴν ἴσως παρεσχηκότα. ὅμοιον γάρ, ὥσπερ εἴ τις αὑτῷ μόνον λάμπειν ἠξίου τὸν ἥλιον τὸν Δία ὕειν τοὺς ἀνέμους πνεῖν μηδένα ἄλλον ἀπὸ τῶν κρηνῶν δύνασθαι πιεῖν. ἀλλ’ὁμοῦ φιλανθρωπότατος ὢν αὐτοκράτωρ καὶ συνετώτατος ἁπάντων ἐμοίτε παρέσχεν ὧν ἐγὼ ἐδεόμην καὶ ἄλλοις ὧν ἐκεῖνοι ἐδέοντο.
40.16τίνος οὖν ἕνεκεν εἴρηκα πάντα τοῦτον τὸν λόγον, ὑπὲρ ἄλλων ὑμῶν βουλευομένων; ὅτι καὶ τούτου τοῦ πράγματος ἐγὼ πρότερος ἡψάμην καὶ πολλοὺς εἶπον ἐνθάδε λόγους ὑπὲρ ὁμονοίας, ἡγούμενος συμφέρειν τῇ πόλει τοῦτο καὶ κρεῖττον εἶναι μὴ διαφέρεσθαι πρὸς μηδένα ἀνθρώπων, ἥκιστα δὲ οἶμαι πρὸς τοὺς ἐγγὺς οὕτω καὶ ἀστυγείτονας. οὐ μέντοι πρὸς ἐκείνους γε ἦλθον οὐ δὲ εἶπον φιλάνθρωπον οὐδὲν πρὸ τοῦ καταλλαγῆναι δημοσίᾳ τὴν πόλιν καὶ φίλους ὑμᾶς γενέσθαι. καίτοι ψήφισμά γε ἔπεμψαν εὐθὺς ἐν ἀρχῇ φιλοφρονούμενοι καὶ παρακαλοῦντες ἀφικέσθαι · καὶ πολλὰ δίκαιά μοι πρὸς αὐτοὺς ὑπῆρχεν, ὥσπερ ἄλλῳ τινὶ τῶν ἐντεῦθεν · ἀλλ’ὅμως οὐχ ὑπέμενον φιλανθρωπεύεσθαι κατ’ἐμαυτόν, ἀλλὰ κοινῇ μεθ’ὑμῶν αὐτοῖς ἐβουλόμην γενέσθαι φίλος.
40.17ὅθεν ὑφεωρῶντό με καὶ δυσχερῶς εἶχον. καὶ νῦν πυθόμενος τὰς διαλύσεις καὶ τὴν φιλίαν ταύτην πραττομένην, καὶ ψηφισαμένων ὑμῶν ἐμὲ καλεῖν, ἴσως καὶ ταύτης ἕνεκα τῆς χρείας (τυχὸν γὰρ ἠλπίζετε κἀμοῦ μετασχόντος ῥᾷον μᾶλλον καὶ ἀσφαλέστερον ἔσεσθαι πάντα · καίτοι καὶ νῦν ἴσως οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ κἀμοὶ νέμοντες τιμὴν μετὰ τῶν ἄλλων, λογιζόμενοι κἀμὲ πολίτην ὑμέτερον, τυχὸν προθυμότεροι γεγόνασι πρὸς ὑμᾶς) ὅμως οὐ σφόδρα ἠπείχθην εὐλαβούμενος μὴ γένηται τοῦτο ἐμποδὼν οὐκ ἐκείνοις, ἀλλὰ τῶν ἐντεῦθέν τισι. σχεδὸν γὰρ εἰώθασι πολλοὶ τῶν ἀνθρώπων οὐ τοῖς πραττομένοις, ἀλλὰ τοῖς πράττουσι φθονεῖν.
40.18ἐπεὶ καὶ πέρυσι τοὺς λόγους τούτους πρὸς ἐμὲ ἔλεγον οἱ προεστῶτες αὐτῶν καὶ τότε ἐξῆν ὑμῖν ἀπηλλάχθαι πραγμάτων · ἀλλ’ὑφεωρώμην ἐγὼ μή τισι τῶν ἐντεῦθεν πρόσαντες γένηται καὶ δυσκόλως φέρωσιν ἐμοῦ πράττοντος αὐτά. καὶ νῦν τρόπον τινὰ ἑκὼν ἐβράδυνα. ὅσα μὲν οὖν καὶ δι’ἐμοῦ καὶ δι’ἑτέρων δυνατὰ γίγνεσθαι τῇ πόλει, ταῦτα ἐκείνοις ἀξιῶ μᾶλλον ἐπιτρέπειν, ἵνα μηδεὶς ἀντιβαίνῃ μη δὲ λυπῆται βασκαίνων. ὅσα δ’οὐ ῥᾴδιον ὑπ’ἄλλου τῶν ἐντεῦθεν πραχθῆναι, τυχὸν δὲ καὶ λίαν χαλεπόν, ἡγεῖσθε πρὸς ἐκείνοις ἀεί με τὴν γνώμην ἔχειν μέχρις ἂν ἐμπνέω.
40.19καὶ μὴν ὅστις ἂν προθυμῆται τὰ περὶ τὴν πόλιν καὶ δύνηταί τι ποιεῖν ὑμῖν συμφέρον, ἐμὲ πρῶτον ἕξει τὸν μαρτυροῦντα καὶ συναγωνιζόμενον, καὶ τὸ αὐτὸ πρᾶγμα, γίγνεται ὀρθόν, πολὺ ἂν ἥδιον ἐπαινέσαιμι καὶ προθυμότερον ἄλλου πράττοντος αὐτὸς εἰσηγούμενος. οὐ δὲ γὰρ εὐδοκιμεῖν βουλόμενος οὐ δὲ τῶν ἐπαινούντων ἀπορῶν οὐ δ’ἐπιθυμίᾳ δόξης, ἀλλὰ τῇ πρὸς ὑμᾶς εὐνοίᾳ βούλομαι γίγνεσθαί τι τῶν δεόντων, καὶ τοῖς θεοῖς εὔχομαι πᾶσι γηρῶν ὡς πλείστους ἐπιδεῖν ἱκανωτέρους ἐμοῦ τὴν πόλιν ὠφελεῖν.
40.20καὶ νῦν ὑπὲρ τούτου ἐπαινῶ τόντε ἄρχοντα καὶ τὸν εἰσηγησάμενον. πᾶσα μὲν γὰρ ὡς ἔπος εἰπεῖν ἔχθρα καὶ διαφορὰ πρὸς ὁντινοῦν γιγνομένη ἐργῶδες καὶ δυσχερὲς καὶ πόλει καὶ ἰδιώτῃ, κἂν ὁπωσοῦν τύχωσι διακείμενοι. τούςτε γὰρ ἀσθενεῖς ἱκανὸν ἐξελέγξαι καὶ ταπεινῶσαι πρὸς τοῖς οὖσι χαλεποῖς καὶ τοὺς εὖ πράττοντας ἐνοχλῆσαι καὶ ταράξαι τὴν ψυχὴν αὐτῶν · ὅθεν οἱ νοῦν ἔχοντες αἱροῦνται φέρειν ἐλαττούμενοι τὰ μέτρια καὶ μὴ σφόδρα ἀκριβῶς περιέχεσθαι τῶν δικαίων φιλονικοῦντες ἐφ’ἑκάστῳ καὶ μηδενὶ μηδὲν εἴκοντες ἀεί τινας ἔχειν τοὺς ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ τοῦτο μὲν τοῖς εὐτυχήμασι νεμεσῶντας καὶ καθ’ὅσον οἷοίτέ εἰσιν ἐμποδὼν ἱσταμένους, τοῦτο δέ, ἂν συμβῇ τι πταῖσμα (πολλὰ δέ, ὡς ἐν ἀνθρώποις, τὰ γιγνόμενα) χαίροντας καὶ ἐπιτιθεμένους.
40.21οὐ γάρ ἐστιν οὐδεὶς ἀσθενὴς οὕτως οὐ δὲ ἀδύνατος τὴν φύσιν, ἄνθρωπος ὢν πρὸς ἄνθρωπον, ὃς οὐ τυγχάνει καιροῦ τὴν δυσμένειαν ἐνδείξασθαι καὶ τὸ μῖσος καθ’αὑτὸν σὺν ἑτέροις καὶ λόγον τινὰ εἰπεῖν, πάντως ἐλύπησε, καὶ πρᾶγμα συνθεῖναι τὸ βλάψον. οὐ δὲ γὰρ νόσημα οὐδὲν οὕτως ἀναίσθητον τοῖς ἔχουσιν ὡς μηδέποτε βλάψαι μη δὲ ἐμποδὼν γενέσθαι μηδεμιᾶς πράξεως, ἀλλὰ κἂν ἐγρηγορότι καὶ βαδίζοντι μὴ σφόδρα ἐνοχλῇ τὴν ἰσχὺν τοῦ σώματος, εἴς γε τὴν κοίτην ἀπήντησε καὶ διασπᾷ καὶ διαφθείρει τὸν ὕπνον.
40.22οὕτως ἔγωγέ φημι μηδέποτε λυσιτελεῖν ἀπεχθάνεσθαι καὶ φιλονικεῖν μη δὲ τῇ μεγίστῃ πόλει πρὸς τὴν βραχυτάτην κώμην · ὅταν δὲ δὴ πρὸς ἀνθρώπους πόλιν οἰκοῦντας οὐ σμικρὰν καὶ πολιτείαν ἐξαίρετον ἔχοντας καὶ παρὰ τοῖς ἡγεμόσι τιμήν τινα καὶ δύναμιν, ἐὰν σωφρονῶσι (δεῖ γὰρ ὑμᾶς ἀκούειν τἀληθῆ καὶ μὴ χαλεπῶς φέρειν, ἐάν τις ἑτέρους ἐπαινῇ βουλόμενος ὑμᾶς ὠφελεῖν) τὸ δὲ μέγιστον ὁμόρους καὶ ἀστυγείτονας καὶ μόνον οὐχὶ καθ’ἑκάστην τὴν ἡμέραν ὑμῖν ἐπιμιγνυμένους, τοῦτο μὲν τοῖς πλείστοις ἐπιγαμίας ὑπαρχούσης, τοῦτο δὲ πολιτῶν τινων, καὶ σχεδὸν τῶν δυνατωτάτων παρ’ἡμῖν, τῆς παρ’ἐκείνοις τιμῆς τετυχηκότων πῶς χρὴ ταύτην ἄλυπον καὶ ἀβλαβῆ τὴν ἔχθραν ὑπολαμβάνειν;
40.23καὶ μηδεὶς ὑπολάβῃ με λέγειν ὡς ἄρα χρὴ τελέως ὑποπεσεῖν καὶ μηδὲν ἐκείνων προαιρουμένων δίκαιον μη δὲ ἐπιεικὲς αὐτοὺς δεῖσθαι καὶ παρακαλεῖν · αἱρουμένων δὲ αὐτῶν καὶ προθυμουμένων τὰ εἰς φιλίαν ἑτοιμοτέρους πρὸς τοῦτο φαίνεσθαι καὶ τὴν φιλονικίαν τὴν ἐκ τῆς διαφορᾶς ἐπὶ τοῦτο μετενεγκεῖν πολὺ κάλλιον, ὅπως αὐτοὶ εὐγνωμονέστεροι φανησόμεθα καὶ μᾶλλον καταφρονοῦντες χρημάτων καὶ τοῦ πλείονος.
40.24οὐ γὰρ οὕτως αἰσχρόν ἐστι λείπεσθαι τοῖς διὰ τὸ μῖσος ἔργοις καὶ νὴ Δία τοῖς πρὸς ἔχθραν ὡς τοῖς ἀπὸ τῆς μετριότητος καὶ τῆς φιλανθρωπίας. μὲν γὰρ ἐν ἐκείνοις ἡττώμενος κινδυνεύει λαβεῖν δόξαν ἀσθενείας, δ’ἐν τούτοις σκαιότητος καὶ φιλονικίας. ὅσῳ δὴ κρεῖττον ἀσθενῆ δόξαι μᾶλλον πονηρόν, τοσούτῳ βέλτιον ὑστέρους εἶναι μαχομένους διαλλαττομένους.
40.25εἰκότως δ’ἄν μοι προσέχοιτε τὸν νοῦν μᾶλλον ἑτέρων τυχὸν μὲν καὶ ἄλλως, ἔτι δὲ κἀκεῖνο σκοποῦντες ὅτι μηδὲν ἰδίᾳ μοι διαφέρει, μη δὲ ὄχλησίν τινα ὀκνῶν δαπάνην ἐμαυτοῦ διὰ τοῦτο ἀμελῶ τοῦ πρέποντος ὑμῖν. ὅτι γάρ με οὐκ ἐνοχλήσετε μὴ βουλόμενον οὐ δὲ κελεύσετε ἀποδημεῖν, ὥσπερ ἤδη πολὺν χρόνον ἔχοντα παρ’ὑμῖν, ἐπίσταμαι σαφῶς · (ἄλλωςτε οὐκ ἀσχολούμενος ἐγὼ νομίζω συμφέρειν ὑμῖν οὐ δὲ τοῦτον ἀποδημῶν τὸν τρόπον) · ἀλλ’ὅπερ ἔφην, βέλτιον ἡγοῦμαι πᾶσιν ἀνθρώποις, οὐ μόνον ὑμῖν, μήτε ἀναιρεῖσθαι ῥᾳδίως ἔχθραν μὴ σφόδρα ἀναγκαίαν, τάςτε πρότερον οὔσας καταλύεσθαι πάντα τρόπον, ἂν δυνατόν, τὴν ἐκ τοῦ διαφέρεσθαί τισι βλάβην μείζονα ἡγουμένους τῆς παρὰ τὰς διαλύσεις ζημίας.
40.26πᾶσα γάρ, ὥς φασιν, εἰρήνη κρείττων πολέμου, καὶ πᾶσα φιλία πολὺ ἀμείνων καὶ λυσιτελεστέρα τοῖς γε νοῦν ἔχουσιν ἔχθρας, καὶ ἰδίᾳ τοῖς οἴκοις καὶ δημοσίᾳ ταῖς πόλεσιν. εἰρήνη μὲν γὰρ καὶ ὁμόνοια τοὺς χρωμένους οὐδὲν πώποτε ἔβλαψεν, ἔχθρα δὲ καὶ φιλονικία θαυμαστὸν εἰ μὴ σφόδρα ἀνήκεστα καὶ μεγάλα. καὶ τῆς μὲν ὁμονοίας τότε ὄνομα εὔφημον τε πεῖρα ἀρίστη καὶ λυσιτελεστάτη πᾶσι · στάσεως δὲ καὶ διαφορᾶς σκυθρωπὴ μὲν προσηγορία καὶ δυσχερής, πολὺ δὲ χείρω καὶ τὰ ἔργα καὶ σκυθρωπότερα. καὶ γὰρ εἰπεῖν ἔστι καὶ ἀκοῦσαι καὶ πολλὰ τῶν ἀβουλήτων καὶ πρᾶξαι καὶ παθεῖν.
40.27 δὲ τῶν ἐγγὺς οὕτως καὶ ὁμόρων διαφορὰ καὶ τὸ μῖσος οὐδενὶ ἄλλῳ ἔοικεν στάσει μιᾶς πόλεως, ὅπου καὶ γάμων κοινωνία πολλοῖς καὶ συμβολαίων καὶ τὸ ἀφικνεῖσθαι παρ’ἀλλήλους σχεδόν τι καθ’ἑκάστην τὴν ἡμέραν καὶ τὸ συγγενεῖς εἶναι καὶ συνήθεις καὶ ξένους τρόπον τινὰ ἀλλήλοις ἅπαντας. παροικοῦσα δὲ πόλις ἐχθρὰ καὶ δυσμενὴς λυπηρὸν πάντα τρόπον καὶ δυσομίλητον, ὥσπερ εὔνους καὶ φίλη συμφέρον καὶ ἀγαπητόν.
40.28ἐνθυμεῖσθε δὲ ὅσῳ μὲν ἥδιον ἀποδημεῖν πρὸς τοὺς πέλας οἰκείως ἔχοντας, ἀλλὰ μὴ ἐχθρῶς, ὅσῳ δὲ βέλτιον τοὺς ἐπιξενουμένους ὑποδέχεσθαι χωρὶς ὑποψίας, ἐν δὲ ταῖς κοιναῖς πανηγύρεσι καὶ θεῶν ἑορταῖς καὶ θέαις ὅσῳ κρεῖττον καὶ σωφρονέστερον ἀναμίγνυσθαι συνθύοντας ἀλλήλοις καὶ συνευχομένους, ἀλλὰ μὴ τοὐναντίον καταρωμένους καὶ βλασφημοῦντας.
40.29αἱ δὲ ἐπιβοήσεις ἑκατέρου τοῦ πλήθους ἐν τοῖς σταδίοις καὶ τοῖς θεάτροις πόσον διαφέρουσι μετὰ ἐπαίνου γιγνόμεναι καὶ πολλῆς εὐφημίας τῶν μετὰ μίσους καὶ λοιδορίας; οὐ γὰρ ἀνθρώπων ἐπιεικῶν οὐ δὲ πόλεων σωφρόνων, μᾶλλον δὲ ἑταιρῶν ἀσχημόνων ἀπὸ οἰκήματος ἑκατέρας οὐδὲν αἰσχυνομένων ῥῆμα ἀκόλαστον εἰπεῖν, φησιν Ὅμηρος, αἵτε χολωσάμεναι ἀγορῆς ἐς μέσσον ἰοῦσαι νεικεῦσ’ἀλλήλῃσι, χόλος δέτε καὶ τὰ κελεύει.
40.30πόσου δὴ ταῦτά ἐστι τὸ μὴ πάσχειν; πόσῳ δὲ πλείονος τὸ μὴ ποιεῖν; ποῖον δ’ἂν τοσοῦτον γένοιτο χρημάτων πλῆθος χώρας μέγεθος ἀνθ’οὗ προσήκει τοὺς νοῦν ἔχοντας ἀνθρώπους ἀντικαταλλάξασθαι τὴν καθ’ἡμέραν εὐφημίαν, τὸ πρεπόντως μὲν θεᾶσθαι, προθύμως δὲ ἀποδημεῖν; καὶ μὴν τά γε τῆς χώρας καὶ τὰ τῆς θαλάττης καὶ τὰ τῶν ὀρῶν ἐξ ἅπαντος ὑμᾶς εἰς τὸ αὐτὸ συνάγει καὶ μὴ βουλομένους καὶ ἀναγκάζει χρήσασθαι ἀλλήλοις. ἐκεῖνοίτε γὰρ δέονται τῆς παρ’ἡμῶν ὕλης καὶ ἑτέρων πολλῶν καὶ ἡμεῖς οὐκ ἔχομεν οὔτε εἰσαγαγέσθαι δι’ἑτέρου λιμένος οὔτε ἐκπέμψαι τὰ γιγνόμενα παρ’ἡμῖν.
40.31πῶς οὖν οὐχ ἁπάντων δυστυχέστατον ὠνεῖσθαι μὲν ἑκάστους παρὰ ἀνθρώπων οὐ φίλων, ἀποδίδοσθαι δὲ τοῖς μισοῦσι, κατάγεσθαι δὲ παρὰ τοῖς βαρυνομένοις, ὑποδέχεσθαι δὲ τοὺς λοιδοροῦντας, συνεστιᾶσθαι δὲ ἐνίοτε τοῖς ἀλλοτριωτάτοις · ἐὰν δὲ πλοίου τις ἐπιβαίνῃ, σαφῶς εἰδέναι καὶ τὸν κυβερνήτην καὶ τοὺς ναύτας ἅπαντας καταρωμένους, τὸ δὲ πάντων ἀηδέστατον ὅραμα ἐχθρῶν, τοῦτο ἀεί ποτε ὁρᾶν καὶ πλέοντας καὶ βαδίζοντας, καὶ τούτοις ἀεὶ πλείστοις κατὰ τὰς ὁδοὺς ἀπαντᾶν, πονηρὸν καὶ δυσχερῆ σύμβολον, ὥστε πάντως εἰπόντα τι παρελθεῖν ἀκούσαντα δυσχερές.
40.32ὥστε ἔγωγε ἐνεθυμούμην πολλάκις τὴν τῶν ἀνθρώπων ἀμαθίαν καὶ διαφθοράν, ὅτι τῶν σφόδρα ἀδόξων καὶ φαυλοτάτων ζῴων χείρους εἰσὶ ταῖς ψυχαῖς. οἱ μὲν γὰρ ἄνθρωποι πολλάκις ἐντυχόντες ἀλλήλοις μάχονται καὶ λοιδορηθέντες ἀπίασιν · οἱ δὲ μύρμηκες οὕτω πυκνοὶ βαδίζοντες οὐδέποτε ἠνώχλησαν ἀλλήλους, ἀλλὰ πάνυ πρᾴως ἐντυχάνουσι καὶ παρίασι καὶ βοηθοῦσιν ἀλλήλοις.
40.33καὶ μὴν τὸ νῦν συμβεβηκὸς περὶ τὴν ἡμετέραν πόλιν τὸ μὲν ἀληθὲς ἅπτεται πολλῶν καὶ κνίζει τοὺς ἄλλους πάντας, ὅτι δὴ τὰς δίκας ὑμεῖς ἀποδέχεσθε καὶ παρ’ὑμῖν αὐτοὺς ἀνάγκη κρίνεσθαι · χρὴ δὲ δι’αὐτὸ μᾶλλον φιλανθρώπως ἔχειν καὶ μὴ παρέχειν ἑαυτοὺς ἐπιφθόνους. αὐτίκα οἱ πρέσβεις οἱ χειροτονηθέντες ἐπὶ τοῦτο τὸ πρᾶγμα πόθεν ἀπίασιν; οὐκ ἐκεῖθεν; οὐ παρὰ τῶν ἐχθίστων ἀναχθήσονται πλέοντες καὶ χρήσονται τῷ λιμένι τῆς ἐχθρᾶς πόλεως; κύκλῳ περιίασιν, ὥσπερ χαλεπῆς καὶ ἀβάτου τῆς ἐγγὺς ἡμῖν θαλάττης; ἐγὼ μὲν γὰρ καὶ τοῖς πρότερον διαφερομένοις πρὸς τοὺς ἀστυγείτονας ταῦτα ἡγοῦμαι χαλεπώτερα καὶ βαρύτερα τοῦ λαβόντας ὅπλα βαδίζειν εἰς τὴν χώραν προσβάλλειν τοῖς τείχεσιν τὰ δένδρα κόπτειν τῷ καρπῷ πῦρ ἐνιέναι.
40.34τούτων γὰρ οἶμαι χαλεπῶν ὄντων, τῷ παντὶ χαλεπώτερόν ἐστιν, ἀφ’ὧν γίγνεται, τὸ τῆς ἔχθρας καὶ τὸ τοῦ μίσους. οὐ γὰρ ἔστι φανῆναί ποτε ἀπὸ τούτου τοῦ πράγματος ὠφέλιμον οὐ δὲ χρηστόν. τε γὰρ τῆς ἔχθρας καρπὸς ἁπάντων πικρότατος καὶ δριμύτατος, ὥσπερ οἶμαι τοὐναντίον τῆς εὐνοίας ἥδιστος καὶ λυσιτελέστατος. τὸ γὰρ μηδέποτε εἴκειν μη δὲ παραχωρεῖν τῷ πλησίον, λέγω δὲ χωρὶς αἰσχύνης, μη δὲ τῶν μὲν τυγχάνειν αὐτούς, τὰ δὲ παριέναι τοῖς ἄλλοις, οὐκ ἀνδρεῖόν ἐστιν, ὥσπερ οἴονταί τινες, οὐ δὲ μεγαλόφρον, ἀλλ’ἀνόητον καὶ ἀμαθές.
40.35οὐχ ὁρᾶτε τοῦ ξύμπαντος οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ θείων καὶ μακαρίων αἰώνιον τάξιν καὶ ὁμόνοιαν καὶ σωφροσύνην, ἧς οὔτε κάλλιον οὔτε σεμνότερον οὐδὲν οἷόντ’ἐπινοῆσαι; πρὸς δὲ αὖ τῶν λεγομένων στοιχείων, ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, τὴν ἀσφαλῆ καὶ δικαίαν δι’αἰῶνος ἁρμονίαν, μεθ’ὅσης εὐγνωμοσύνης καὶ μετριότητος διαμένειν πέφυκεν αὐτάτε σῳζόμενα καὶ σῴζοντα τὸν ἅπαντα κόσμον;
40.36σκοπεῖτε γάρ, εἰ καί τισι δόξει μετέωρος λόγος καὶ οὐ πάνυ τι ὑμῖν συμπαθής, ὅτι ταῦτα πεφυκότα ἄφθαρτα καὶ θεῖα καὶ τοῦ πρώτου καὶ μεγίστου γνώμῃ καὶ δυνάμει κυβερνώμενα θεοῦ τὸν ἅπαντα χρόνον ἐκ τῆς πρὸς ἄλληλα φιλίας καὶ ὁμονοίας σῴζεσθαι φιλεῖ, τάτε ἰσχυρότερα καὶ μείζω καὶ τὰ ἐλάττω δὴ δοκοῦντα. ταύτης δὲ τῆς κοινωνίας διαλυθείσης καὶ στάσεως ἐπιγενομένης οὐχ οὕτως ἀνώλεθρος οὐ δὲ ἄφθαρτος αὐτῶν φύσις, ὥστε μὴ ταραχθῆναι καὶ τὴν ἀμήχανόντε καὶ ἄπιστον, ὥς φασιν, ὑπομεῖναι φθορὰν ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν.
40.37 μὲν γὰρ λεγομένη παρὰ τοῖς σοφοῖς ἐπικράτησις αἰθέρος, ἐν τὸ βασιλεῦον καὶ τὸ κυριώτατον τῆς ψυχικῆς δυνάμεως ὂν οὐκ ἀποτρέπονται πῦρ ὀνομάζειν πολλάκις, ὅρῳτε καὶ πρᾴως γιγνομένη ἔν τισι χρόνοις τεταγμένοις, μετὰ πάσης φιλίας καὶ ὁμονοίας ἔοικε συμβαίνειν. δὲ τῶν ἄλλων πλεονεξία καὶ διαφορὰ παρανόμως γιγνομένη τὸν ἔσχατον ἔχει κίνδυνον ὀλέθρου, περὶ τῶν ὅλων οὔποτε ἐσόμενον διὰ τὸ πᾶσαν εἰρήνην καὶ δικαιοσύνην ἐν αὐτοῖς ὑπάρχειν καὶ πανταχοῦ πάντα δουλεύειν καὶ ξυνακολουθεῖν εὐγνώμονι νόμῳ πειθόμενα καὶ εἴκοντα.
40.38οὐχ ὁρᾶτε τοῦτο μὲν ἥλιον νυκτὶ μεθιστάμενον καὶ παρέχοντα ἀνατεῖλαι τοῖς ἀφανεστέροις ἄστροις, τοῦτο δὲ σελήνην ἐῶντα καταλάμψαι τὴν ἅπασαν γῆν ἐν ἐρημίᾳ τοῦ κρείττονος φωτός; τοῦτο δὲ ἄστρα ὑποχωροῦντα ἡλίῳ καὶ μηδὲν ἡγούμενα πάσχειν μη δὲ ἀπόλλυσθαι διὰ τὴν ἐκείνου τοῦ θεοῦ δύναμιν; τοῦτο δὲ αὖ τὸν ἥλιον περὶ μέσην ἐνίοτε ἡμέραν ἐπισκοτούμενον σελήνης ὑποδραμούσης, τὸ φῶς αὐτὸς δίδωσι, πολλάκις γε μὴν ὑπὸ τῶν ἀσθενεστάτων νεφῶν ἀποκρυπτόμενον τινος ἀραιᾶς ὁμίχλης περίτε λίμνας καὶ ποταμοὺς ἱσταμένης, ὡς ἔσθ’ὅτε μὲν εἴργεσθαι παντελῶς, ἐνίοτε δὲ ἀδρανῆ τὴν ἀκτῖνα καὶ λεπτὴν διαπέμπειν ·
40.39τοῦτο δὲ τῶν πλανωμένων ἀστέρων τὴν ἄπαυστον χορείαν, μηδέποτε ἀλλήλοις ἐμποδὼν ἵσταται; πρὸς δὲ αὖ γῆ μὲν τὴν κατωτάτω χώραν λαχοῦσα ὑπομένει, καθάπερ ἕρμα νεώς, ὕδωρ δὲ περὶ ταύτῃ κεχυμένον, ὕπερθεν δὲ ἀμφοῖν ἀὴρ μαλακόςτε καὶ εὔπνους, δὲ ἀνωτάτω καὶ ξύμπαντα ἔχων αἰθὴρ πυρὸς θείου κύκλῳ περιδραμόντος αὐτοῖς; καὶ ταῦτα μέν, οὕτως ἰσχυρὰ καὶ μεγάλα, τὴν πρὸς ἄλληλα κοινωνίαν ἀνέχεται καὶ διατελεῖ χωρὶς ἔχθρας · μικρὰ δὲ οὕτω πολίχνια τῶν ἐπιτυχόντων ἀνθρώπων καὶ ἔθνη ἀσθενῆ κατοικοῦντα ἐν μέρει τῆς γῆς οὐ δύναται τὴν ἡσυχίαν ἄγειν οὐ δὲ ἀθορύβως ἀλλήλοις γειτνιᾶν;
40.40ἀλλ’ὄρνιθες μὲν ἐγγὺς ἀλλήλων ποιησάμενοι νεοττιὰς οὐκ ἐπιβουλεύουσιν αὑτοῖς οὐ δὲ διαφέρονται περὶ τροφῆς καὶ φρυγάνων, οὐ δὲ μύρμηκες πλησίον ὀπὰς ἔχοντες, ἐκ τῆς αὐτῆς ἅλω πολλάκις εἰσφερόμενοι σῖτον, ἀλλὰ παραχωροῦσιν αὑτοῖς καὶ τῶν ὁδῶν ἐκτρέπονται καὶ συνεργάζονται πολλάκις, οὐ δὲ ἑσμοὶ πλείονες μελιττῶν, ἕνα καὶ τὸν αὐτὸν νεμόμενοι λειμῶνα, τῶν ἔργων ἀμελήσαντες περὶ τῶν ἀνθῶν τῆς δρόσου διαφέρονται.
40.41καὶ μὴν ἀγέλαι βοῶντε καὶ ἵππων ἀναμιχθεῖσαι πολλάκις ἀθορύβως καὶ πρᾴως νέμονται, ὥστε μίαν ἐξ ἀμφοῖν ἀγέλην ὁρᾶσθαι · ἔτι δὲ αἰπόλια καὶ ποίμνια συμμιχθέντα ἐπὶ νομῆς διημερεύσαντα ῥᾳδίως καὶ πρᾴως ὑπὸ τῶν νομέων διεκρίθησαν. ἄνθρωποι δὲ βοσκημάτων καὶ θηρίων χείρους, ὡς ἔοικε, τὰ πρὸς φιλίαν καὶ τὸ κοινωνεῖν ἀλλήλοις. γὰρ φύσις ἐποίησεν εὐνοίας ἕνεκα, ταῦτα ἰδεῖν ἔστιν ἔχθρας καὶ μίσους αἴτια γιγνόμενα. αὐτίκα πρώτη καὶ μεγίστη φιλία γονεῦσι πρὸς παῖδας.