Dio Chrysostom

Orations, Oration 54

54.1Ἱππίας Ἠλεῖος καὶ Γοργίας Λεοντῖνος καὶ Πῶλος καὶ Πρόδικος οἱ σοφισταὶ χρόνον τινὰ ἤνθησαν ἐν τῇ Ἑλλάδι καὶ θαυμαστῆς ἐτύγχανον φήμης, οὐ μόνον ἐν ταῖς ἄλλαις πόλεσιν, ἀλλὰ καὶ ἐν τῇ Σπάρτῃ καὶ παρ’Ἀθηναῖοις, καὶ χρήματα πολλὰ συνέλεξαν, δημοσίᾳτε παρὰ τῶν πόλεων καὶ παρὰ δυναστῶν τινων καὶ βασιλέων καὶ ἰδιωτῶν, ὡς ἕκαστος ἔχοι δυνάμεως. ἔλεγον δὲ πολλοὺς μὲν λόγους, νοῦν δὲ οὐκ ἔχοντας οὐ δὲ βραχύν · ἀφ’ὧν ἔστιν, οἶμαι, χρήματα πορίζειν καὶ ἀνθρώπους ἠλιθίους ἀρέσκειν.
54.2ἄλλος δέ τις ἀνὴρ Ἀβδηρίτης οὐχ ὅπως ἀργύριον παρ’ἑτέρων ἐλάμβανεν, ἀλλὰ καὶ διέφθειρε τὴν οὐσίαν τὴν αὑτοῦ συχνὴν οὖσαν καὶ ἀπώλεσε φιλοσοφῶν, ἀναισθήτως δῆλον ὅτι, καὶ ζητῶν ὧν οὐδὲν ὄφελος αὐτῷ.
54.3ἦν δὲ καὶ Σωκράτης Ἀθήνησι πένης ἀνὴρ καὶ δημοτικός, οὐ δὲ οὗτος ὑπὸ τῆς πενίας ἀναγκαζόμενος οὐθὲν λαμβάνειν · καίτοι γυναῖκα εἶχεν οὐ μισοῦσαν ἀργύριον καὶ παῖδας δεομένους διατροφῆς καὶ τῶν νέων λέγεται τοῖς πλουσιωτάτοις συνεῖναι, ὧν φασιν ἐνίους μηδενὸς ἁπλῶς φείδεσθαι πρὸς αὐτόν. ἦν δὲ τἄλλα τῷ τρόπῳ κοινὸς καὶ φιλάνθρωπος, καὶ παρεῖχεν αὑτὸν τοῖς βουλομένοις προσιέναι καὶ διαλέγεσθαι, περίτε τὴν ἀγορὰν τὰ πολλὰ διατρίβων καὶ εἰς τὰς παλαίστρας εἰσιὼν καὶ πρὸς ταῖς τραπέζαις καθεζόμενος ὥσπερ οἱ τὰ ὤνια τὰ φαῦλα δεικνύντες ἐν τῇ ἀγορᾷ καὶ περιφέροντες ἐπὶ τὰς θύρας εἴ τις ἄρα ἐθελήσει πυθέσθαι τι καὶ ἀκοῦσαι τῶν νεωτέρων τῶν πρεσβυτέρων. οἱ μὲν οὖν πολλοὶ τῶν δυνατῶν καὶ ῥητόρων προσεποιοῦντο μη δὲ ὁρᾶν αὐτόν · δὲ προσελθών, ὥσπερ οἱ προσπταίσαντες, ἀλγήσας ταχὺ ἀπηλλάττετο.
54.4ἀλλὰ δὴ τῶν μὲν θαυμαζομένων ἐκείνων σοφιστῶν ἐκλελοίπασιν οἱ λόγοι καὶ οὐδὲν τὰ ὀνόματα μόνον ἔστιν · οἱ δὲ τοῦ Σωκράτους, οὐκ οἶδ’ὅπως, διαμένουσι καὶ διαμενοῦσι τὸν ἅπαντα χρόνον, τούτου μὲν αὐτοῦ γράψαντος καταλιπόντος οὔτε σύγγραμμα οὔτε διαθήκας. ἐτελεύτα γὰρ ἀνὴρ ἀδιάθετος τήντε σοφίαν καὶ τὰ χρήματα. ἀλλὰ οὐσίαν μὲν οὐκ εἶχεν, ὥστε δημευθῆναι καθάπερ εἴωθε γίγνεσθαι ἐπὶ τῶν καταδικασθέντων οἱ λόγοι δὲ τῷ ὄντι ἐδημεύθησαν, μὰ Δί’οὐχ ὑπ’ἐχθρῶν, ἀλλὰ ὑπὸ τῶν φίλων · οὐδὲν μέντοι ἧττον καὶ νῦν φανερῶντε ὄντων καὶ τιμωμένων ὀλίγοι ξυνιᾶσι καὶ μετέχουσιν.