Orations, Oration 45

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
45.1ἄνδρες πολῖται, βούλομαι ὑμῖν ἀποδοῦναι λόγον τῆς ἐπιδημίας ταύτης, ἐπειδὴ καὶ βραχὺν οἴομαι τὸν λοιπὸν ἔσεσθαί μοι χρόνον. τὴν μὲν γὰρ φυγὴν ὅπως διήνεγκα, μὴ φίλων ἐρημίας ἡττηθείς, μὴ χρημάτων ἀπορίας, μὴ σώματος ἀσθενείας, πρὸς δὲ τούτοις ἅπασιν ἐχθρὸν ἀνεχόμενος οὐ τὸν δεῖνα οὐ δὲ τὸν δεῖνα τῶν ἴσων τινὰ καὶ τῶν ὁμοίων ἐνίοτε φθεγγομένων, ἀλλὰ τὸν ἰσχυρότατον καὶ βαρύτατον καὶ δεσπότην ὀνομαζόμενον καὶ θεὸν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις, τὸ δὲ ἀληθὲς ὄντα δαίμονα πονηρόν, καὶ ταῦτα οὐ θωπεύων αὐτὸν οὐ δὲ τὴν ἔχθραν παραιτούμενος, ἀλλὰ ἐρεθίζων ἄντικρυς καὶ τὰ προσόντα κακά, μὰ Δί’, οὐ μέλλων νῦν ἐρεῖν γράψειν, ἀλλὰ εἰρηκὼς ἤδη καὶ γεγραφώς, καὶ τούτων πανταχῇ τῶν λόγων καὶ τῶν γραμμάτων ὄντων, οὐχ ὑπὸ μανίας καὶ ἀπονοίας ταῦτα πράττειν ἐπαιρόμενος, ἀλλὰ κρείττονι πεποιθὼς δυνάμει καὶ βοηθείᾳ τῇ παρὰ τῶν θεῶν, ἧς καταφρονοῦσιν οἱ πολλοὶ καὶ ἀνωφελῆ νομίζουσιν .
45.2τὸ δὲ περὶ τούτων καθ’ἕκαστον λέγειν ἡγοῦμαι εἶναι περιττόν παρ’ἄλλοις γὰρ μᾶλλον γιγνώσκεται ταῦτα καὶ τυγχάνει δόξης καὶ τιμῆς τῆς προσηκούσης · παρ’ὑμῖν δὲ ἂν διεξίω τὸν τῆς φυγῆς χρόνον, οὐκ ὀδύρεσθαί με φήσει τις, πολὺ δὲ μᾶλλον ἀλαζονεύεσθαι. τελευτήσαντος δὲ ἐκείνου καὶ τῆς μεταβολῆς γενομένης ἀνῄειν μὲν πρὸς τὸν βέλτιστον Νέρβαν. ὑπὸ δὲ νόσου χαλεπῆς κατασχεθεὶς ὅλον ἐκεῖνον ἐζημιώθην τὸν καιρόν, ἀφαιρεθεὶς αὐτοκράτορος φιλανθρώπου κἀμὲ ἀγαπῶντος καὶ πάλαι φίλου. καὶ ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, οὐκ ἐφ’οἷς ἂν εἰς ἐμαυτὸν τῶν ἐμῶν τινα ἔλαβον, οὐκ ἐπὶ τούτοις ἄχθομαι διαμαρτών, ἀλλ’ἐφ’οἷς ὑμῖν καὶ δημοσίᾳ τῇ πόλει παρασχεῖν ἐδυνάμην, ταύτην ἐγὼ μεγάλην ἀριθμῷ βλάβην καὶ ζημίαν.
45.3ὧν γὰρ νῦν ἐτύχομεν, τότε ἐξῆν ταῦτα ἔχειν καὶ τῷ παρόντι καιρῷ πρὸς ἑτέρας κεχρῆσθαι δωρεάς. ἐπεὶ δ’οὖν ὑπῆρξε παρὰ τούτου φιλανθρωπία καὶ σπουδὴ τοσαύτη περὶ ἡμᾶς ὅσην ἐπίστανται μὲν οἱ παρατυχόντες, ἐγὼ δὲ ἂν λέγω νῦν, σφόδρα λυπήσω τινάς ἴσως δὲ οὐ δὲ φανεῖται πιστὸς λόγος τὸ τηλικαύτης τιμῆς τυγχάνοντα καὶ συνηθείας καὶ φιλίας ἅπαντα ταῦτα ἐᾶσαι καὶ παριδεῖν, ἐπιθυμήσαντα τῆς ἐνταῦθα ταραχῆς καὶ τῆς ἀσχολίας, ἵνα μηδὲν εἴπω πλέον ὅμως δ’εἰς οὐδὲν τῶν ἰδίων κατεθέμην τὸν καιρὸν ἐκεῖνον οὐ δὲ τὴν τοῦ κρατοῦντος εὔνοιαν οὐ δὲ ἀπὸ μέρους, οἷον τὰ τῆς οὐσίας ἐπανορθώσας διεφθαρμένης προσλαβών τινα ἀρχήν δύναμιν, ἀλλ’ἅπαν ὅσον ποτὲ ἦν εἰς ὑμᾶς ἔτρεψα καὶ μόνον εἶδον τὸ τῆς πόλεως.
45.4ταῦτα δὲ εἰ μέν ἐστι χρήσιμα καὶ μεγάλα, μὴ πολλοῖς ὑπάρξαντα ἑτέροις ἀλλὰ μιᾷ πόλει, καὶ ταύτη σχεδόν τι τῶν ἐλλογιμωτάτων κατὰ τὴν Ἀσίαν καὶ τηλικοῦτον ἐχούσῃ δίκαιον πρὸς τὸν αὐτοκράτορα, τοῦ θεοῦ παρ’ἐκείνοις μαντευσαμένου καὶ προειπόντος τὴν ἡγεμονίαν αὐτῷ καὶ πρώτου πάντων ἐκείνου φανερῶς αὐτὸν ἀποδείξαντος τῶν ὅλων κύριον · οὐ λέγω τοιοῦτον οὐδέν, ὅτι δ’ὑμεῖς μάλιστα τούτων ἐπεθυμεῖτε, καὶ χρόνος ἦν πολύς, ὃν ἠλπίζετε, ἐξηπάτησθε, τοῖς ὑποσχομένοις μόνον τῶν ἰδιωτῶν οὐ γὰρ δὴ τῶν ἡγεμόνων οὐδεὶς οὔτε προσεδόκησε πώποτε οὔτε ὑπέσχετο τιμὰς ὑπερβαλλούσας ἐδίδοτε, πρὸ πολλοῦ τῆς πόλεως ἀπαντῶντες πανδημεὶ καὶ περιμένοντες ἐν ἑτέραις πόλεσι · τοῦτο ἴσως ἐννοεῖν ἄξιον.
45.5καίτοι σμικρῶν γενομένων καὶ οὐδενὸς ἀξίων, τὸν ἄνδρα τὸν γενναῖον καὶ μὴ φθόνου καὶ βασκανίας ἥττονα τότε ἐχρῆν λέγειν ὅτι, μαίνεσθε καὶ παρανοεῖτε τοιούτων ἐξεχόμενοι σφόδρα οὕτως καὶ θεραπεύοντες ἀνθρώπους οὕτω ταπεινοὺς ἐπὶ πράγμασιν οὔτε ἀναγκαίοις οὔτε μεγάλοις καὶ ταῦτα ἀδήλοις, ἔτι καὶ μηδὲν ἔχοντες βέβαιον. ἀλλ’, οἶμαι, χαλεπὸν μὲν ἦν αὐτοῖς καὶ ὁπωσοῦν γενόμενόν τι τούτων. οὐ μὴν ὁμοίως ἐλύπει τὸ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν ἡγεμόνων εἶναι τὸν ποιήσαντα καὶ παρασχόντα, μὴ τῶν ἡμετέρων τινὰ πολιτῶν. ἔτι δὲ ἐλπὶς ὑπῄει καὶ ἔθελγεν αὐτοὺς οὐδέποτε γενομένων.
45.6καίτοι καὶ τοῦτο ἀκήκοα πολλῶν ἐγὼ λεγόντων, ὡς πρότερον ἀντιγράψαντος περὶ τῆς διοικήσεως τῶν ἡγεμόνων τινὸς καὶ τοῦ πράγματος ἀποτευχθέντος πολλοὶ κατεγέλων τῆς πόλεως οὐ τῶν ἀστυγειτόνων, ἧττον γὰρ ἂν ἦν τὸ δεινόν, ἀλλὰ τῶν πολιτῶν ὡς μειζόνων καθ’αὑτὴν ἐφιεμένης καὶ διαφερούσης οὐδὲν κατὰ τὴν ἀφροσύνην τῶν παίδων τῶν βασιλέων. καὶ ταῦτα λέγοντες οὐκ ᾐσχύνοντο διασύροντες τὴν αὑτῶν πατρίδα καὶ καθαιροῦντες ἐν τοῖς λόγοις οὕτως ἀνοήτως. εἴτε γάρ εἰσι τῶν πρωτευόντων ἐν αὐτῇ τιμωμένων, αὑτοὺς καθαιροῦσιν ἀσθενοῦς καὶ ἀδόξου πόλεως προεστηκότες · εἴτε τῶν ἀπερριμμένων εἰσὶ καὶ τῶν ὑστάτων, ἔτι μείζω καὶ χαλεπωτέραν ποιοῦς τὴν ἀτιμίαν αὑτοῖς, εἰ τῆς ἐσχάτης πόλεως ἔσχατοι τυγχάνουσιν ὄντες.
45.7ἵνα δὲ μὴ διὰ τοὺς ἐμπίπτοντας λόγους τοῦ προτεθέντος ἐκκρουσθῶ, τούτων ὅπως δήποτε ληφθέντων καὶ κομισθέντων ἐνταῦθα, σκοπεῖτε εἴ τῳ βαρὺς γέγονα τῶν πολιτῶν κατ’ἰδίαν ὑπὲρ ἐμαυτοῦ λέγων κοινῇ προφέρων καὶ ὀνειδίζων χάριτας προαγαγών τινας ὧν ἐβουλόμην · τοὐναντίον οὐκ ἔλαττον ἑκατὸν βουλευτῶν καταλεγέντων ἕτεροι μὲν εἰσήγαγον φίλους αὑτῶν καὶ παρεσκεύασαν ὅπως ἕξουσι τοὺς συναγωνιζομένους καὶ βοηθοῦντας οἷς ἄν ποτε ἐθέλωσιν, ἐγὼ δὲ οὔτ’ἐποίησα τοιοῦτον οὐδὲν οὔτε διελέχθην τοιοῦτον, ὡς ἐμοὶ μᾶλλον ἂν προσθεμένων, εἰ ἐβουλόμην, ἄλλῳ τινί.
45.8μάλιστα μὲν γὰρ ἠξίουν μη δὲ ἕτερον μηδένα τοιοῦτον ἔθος εἰσάγειν μη δὲ καθ’ἑταιρείας πολιτεύεσθαι μη δ’εἰς μέρη διασπᾶν τὴν πόλιν · εἰ δ’οὖν, αὐτὸς ἀπέχεσθαι τῶν τοιούτων ἁμαρτημάτων, εἰ καὶ πάντων ἔλαττον ἰσχύειν ἔμελλον καὶ μηδενὸς ἀξιοῦσθαι λόγου. τί οὖν ἥμαρτον ἐν τούτοις καὶ τί παρελείφθη μοι; δίκαιός εἰμι πρὸς ὑμᾶς ὁμολογεῖν ὅτι μήτε αὐτὸς μηδὲν ἔπραττον ἄδικον καὶ παράνομον μήτε τοὺς ἄλλους ἐκώλυον, ἐξὸν ἑνὶ ῥήματι κωλῦσαι καὶ καταστάντα μηνῦσαι τὸ γιγνόμενον, καίπερ εἰδόσιν, ὑμῖν καὶ τοῖς ἡγεμόσιν. εἰ δὲ μήτε ὑμεῖς προσείχετε μήτε τῶν ἡγεμόνων τὸ πρᾶγμα ἥπτετο, οὐ χαλεπὸν ἦν ἐπιστεῖλαι τῷ αὐτοκράτορι.
45.9τοῦτο οὖν ἦν τὸ ποιῆσαν ἐμὲ τὴν ἡσυχίαν ἄγειν, ἵνα μὴ δοκῶ κατηγορεῖν τινων μη δὲ διαβάλλειν τὴν πόλιν μη δ’ὅλως λυπηρότερος τῶν ἐνθάδε μηδενί. τὸ μὲν δὴ τῆς βουλῆς οὕτω διῳκήθη, τά γ’ἄλλα ὀρθῶς · οὔτε γὰρ φαύλους οὔτε ἀναξίους ἄνδρας ἐχειροτονήσατε · πλὴν ὅτι πάντες τῆς ἴσης τυχόντες τιμῆς, καίτοι δικαίως τυγχάνοντες καὶ δι’αὑτούς, ὅμως καθάπερ οἱ μυούμενοι μυσταγωγῶν ἐδεήθησαν. ἐγὼ δὲ οὐ δὲ ψῆφον ἠξίωσα διενεγκεῖν ὑπὲρ οὐδενὸς μόνος, μὴ ῥοπήν τινα δοκῇ τὸ τοιοῦτον παρέχειν καὶ μαρτυρίαν καὶ τῶν ἄλλων τινὲς ὀκνήσωσιν ἐμοὶ τἀναντία γράφειν καὶ ἀποφαίνεσθαι.
45.10τί οὖν; ἐπὶ δύο ἡμέρας τρεῖς γενομένης τῆς χειροτονίας ἐξῆλθον οὐ δ’ἔμελλον παρατυχὼν τοῖς γεγονόσιν οὐδένα ἔχειν χρεώστην οὐ δὲ συνωμότην οὐ δὲ ἐμοὶ χάριν ὀφείλοντα τοῦ πράγματος. ὑμῖν γάρ, οὐκ ἐμαυτῷ, τοὺς βουλευτὰς ᾐτησάμην. καὶ τοίνυν διοικήσεως νῦν πρῶτον εἰσαχθείσης πολλὰ ὑπὸ πολλῶν ἠδικημένος ὥσπερ εἰκός ἐστι τὸν ἐλθόντα μετὰ τοσαῦτα ἔτη φυγῆς καὶ πρὸς ἐνίους οὐ δὲ δικῶν μοι δέον, ἀλλὰ μᾶλλον εἰπεῖν καὶ μνησθῆναι περὶ τῶν κατεχομένων, πρὸς οὐδένα οὔτ’ἐμνήσθην οὔτε λόγον ἐποιησάμην οὐδένα, τοσούτων δὲ χρήματα ἀπεστερηκότων, τοσούτων δὲ χωρία κατεχόντων, ἅτε μηδενὸς ὄντος τοῦ κωλύσοντος.
45.11οὐ γὰρ δὴ τῷ μὲν Ὀδυσσεῖ πατέρα οἴκοι καταλιπόντι καὶ γυναῖκα ἀγαθὴν καὶ φίλους συνέβη καταφρονηθῆναι διὰ τὴν ἀποδημίαν οὕτως ὥστε τὴν οἰκίαν αὐτοῦ καταλαβόντας ἐνίους ἑστιᾶσθαι καὶ πίνειν καθ’ἑκάστην τὴν ἡμέραν τὸν οἶνον ἀντλοῦντας καὶ τὰ βοσκήματα ἀποκτιννύντας, καὶ μη δὲ τῆς γυναικὸς ἀπέχεσθαι τελευτῶντας, ἀλλ’ἄκουσαν βιάζεσθαι γῆμαι καὶ καταλιπεὶν τὸν ἄνδρα καὶ τὴν οἰκίαν, ἐμὲ δὲ οὐκ ἦν εἰκὸς ὑπὸ πολλῶν πολλὰ τοιαῦτα πεπονθέναι, πάντων ἀπεγνωκότων με καὶ μηδενὸς ἔτι σωθήσεσθαι προσδοκῶντος;
45.12ἀλλὰ περὶ ταῦτα μὲν ἴσως οὐχ ὅμοιως ἑτέροις γέγονα, λέγω δὲ οὐ τῶν ἰδιωτῶν μόνον, ἀλλὰ πολλῶν καὶ φιλοσόφων καλουμένων σωφρονέστερος · ἐλύπησα δὲ ἐν τοῖς ἔργοις τὴν πόλιν. περὶ δὲ τούτων, ὡς ἐγένετο, πολλάκις ἀκηκόατε · δεῖ δὲ καὶ νῦν ἴσως ἀναμνῆσαι. ἐγὼ γάρ, ἄνδρες, τὸ μὲν βούλεσθαι τὴν πόλιν κοσμεῖν καὶ κατασκευάζειν μὴ μόνον στοαῖς καὶ ὕδασιν, ἀλλά, εἰ δυνατὸν ἦν, καὶ τείχεσι καὶ λιμέσι καὶ νεωρίοις ὁμολογῶ.
45.13καὶ τοῦτον τὸν ἔρωτα, οὕτως εἴτε παιδικὸν φήσει τις εἴτε ἀνόητον, οὐκ ἔξαρνός εἰμι, τὸ καὶ συνοικίζειν ἐθέλειν τὴν πόλιν καὶ πλῆθος ἀνθρώπων εἰς αὐτὴν ὅσον δύναμαι συναγαγεῖν, καὶ οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλ’εἰ δυνατὸν ἦν, καὶ ἑτέρας πόλεις συνελθεῖν ἀναγκάσαντα, ὥσπερ Ἐπαμεινώνδας ποτὲ τὴν Βοιωτίαν εἰς τὰς Θήβας συνῴκισε καὶ Θησεὺς τὴν Ἀττικὴν εἰς τὰς Ἀθήνας, καὶ Μυτιληναῖοί ποτε λέγονται τῆς Αἰολίδος κατασχόντες καὶ τῶν περὶ τὸν Ἑλλήσποντον καὶ Τρῳάδα τόπων τὴν Λέσβον ἅπασαν εἰς μίαν τὴν αὑτῶν συναγαγεῖν πόλιν.
45.14οὐ μὴν ἀλλ’ἐπιστάμενός γε τὰς διανοίας τῶν ἐνθάδε ἀνθρώπων ἐνίων καὶ τὴν ἐμαυτοῦ δύναμιν καὶ τὰς ἀσχολίας καὶ τὸν χρόνον τῆς ἐπιδημίας, ὅτι μοι βραχύς ἐστι παντελῶς, οὔτε ἡπτόμην οὐδενὸς μείζονος οὔτε ἤλπιζον, μόνον δὲ τὴν διάνοιαν οὐκ ἐδυνάμην τὴν ἐμαυτοῦ κατέχειν, ἀλλ’ὥσπερ οἱ ἐρῶντες αὐτοὶ περὶ τῶν τοιούτων διεξίασιν οἵων καὶ ἐπιθυμοῦσι, κἀγὼ πολλάκις ἐμεμνήμην ὧν καὶ ἐνόμιζον συμφέρειν γενέσθαι τῇ πόλει κατασκευῆς ἕνεκα καὶ συνοικισμοῦ καὶ προσόδων καὶ μυρίων ἄλλων.
45.15 εἴ ποτε γένοιτο καιρὸς ἐπιτελεσθῆναι καὶ θεῶν τις ποιήσειε, τότε ὄψεσθε τὴν ὑπερβολὴν τῆς τινων ἔχθρας καὶ τοῦ πρὸς ἐμὲ μίσους, ἵνα μὴ λέγω τοῦ πρὸς ὑμᾶς, ὡς οὐκέτι ἀμφιβόλως οὐ δὲ πρᾴως ἐροῦσι καὶ λοιδορήσονται, φανερῶς δὲ καὶ ἄντικρυς, κἂν μὴ κωλῦσαι δυνηθῶσιν, ἀπάγξονται πρότερον τὴν πόλιν ἰδεῖν οἵαν αὐτὴν βουλομένων θεῶν οὐκ ἀδύνατον γενέσθαι. τότε δ’οὖν τοῦ ἡγεμόνος δεξαμένου τὸ πρᾶγμα τυχὸν μὲν δι’ὑμᾶς, ἴσως δὲ καὶ δι’ἐμὲ καὶ συναγαγόντος ἐκκλησίαν, οὐ προειδότος ἐμοῦ, καὶ περὶ τούτων ἀναγιγνώσκοντος, οὐκ ἐδυνήθην τὴν ἡσυχίαν ἄγειν, ἀλλ’ἀνέστην καὶ συνεβούλευσα καὶ ἐνεδειξάμην τοῖς ἀγνοοῦσι τὸ πρᾶγμα.
45.16καὶ μετὰ ταῦτα οὐχ μὲν δῆμος ὑμεῖς ἐπεθυμήσατε τῶν ἔργων, τῶν δὲ ἐν τέλει τις ἀντεῖπεν, οὐ δὲ ἀντεῖπε μὲν οὐδείς, οὐ μὴν προθυμούμενος εὑρέθη καὶ συμπράττων, ἀλλὰ πάντες ὡς ἐπ’ἀγαθοῖς οὖσι καὶ συμφέρουσιν οὐ λόγῳ μόνον συμπράττοντες καὶ συνεισφέροντες · καὶ τὸ πρᾶγμα ὡς καλὸν καὶ μεγαλοπρεπὲς καὶ τῇ πόλει συμφέρον οὕτως ἐγένετο.