Dio Chrysostom

Orations, Oration 23

23.1πότερον δοκεῖ σοι εἶναι ἄνθρωπος εὐδαίμων, εἰ δὲ μή, γεγονέναι ἔσεσθαι, ἀδύνατον ἡγῇ τὸ τοιοῦτον περὶ ἀνθρώπου, ὥσπερ εἴ τις ἀθάνατον ἄνθρωπον λέγοι εἶναι; ἴσως γὰρ ἂν τὴν αὐτὴν ἔχοις δόξαν Ὁμήρῳ καὶ ἄλλοις συχνοῖς τῶν ποιητῶν. καὶ ποῦ ἀποφαίνεται περὶ τούτου Ὅμηρος; ὅπου πεποίηκε τὸν Δία λέγοντα αὐτόν, οὐκ ἄλλον τινὰ τῶν θεῶν, ὡς οὐδέν φησιν ὀϊζυρόμτερον εἶναι ἀνδρὸς ἁπάντων τῶν ζῴων, ὅσσατε γαῖαν ἔπι πνείειτε καὶ ἕρπει. οὐ δοκεῖ σοι τὴν ὀϊζὺν ἄντικρυς κακοδαιμονίαν τινὰ λέγειν; ἔμοιγε.
23.2ἕτερος δὲ ποιητὴς οὐκ ἰδίᾳ οὕτως, ἀλλὰ κοινῇ πρὸς θέατρον ἀγωνιζόμενος εἰσηγεῖται τὸν φύντα θρηνεῖν εἰς ὅσ’ἔρχεται κακά, τὸν δ’αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας καὶ συνηδομένους οἴεται δεῖν ἐκπέμπειν. ἔστι ταῦτα. οὔκουν ὀρθῶς παρῄνεσεν. εἰ γὰρ ἅπαξ δεῖ κλαίειν τοὺς ἀνθρώπους διὰ τὴν ἀτυχίαν, καὶ γενομένους προσήκει θρηνεῖν τῶν ἐσομένων αὐτοῖς κακῶν ἕνεκεν, καὶ τελευτήσαντας, ὅτι πολλὰ καὶ δεινὰ πεπόνθασι, καὶ ζῶντας, ὅτι εἰσὶν ἐν κακοῖς.
23.3ὥστε ὥρα ἂν εἴη κατὰ τὸν ποιητὴν μηδέποτε παύσασθαι ὀδυρομένους πολὺ μᾶλλον τῶν ἀηδόνων. ἐκεῖναι μὲν γὰρ τοῦ ἦρος λέγονται θρηνεῖν τὸν Ἴτυν · τοὺς δὲ ἀνθρώπους εἰκὸς ἦν θρηνεῖν καὶ θέρους καὶ χειμῶνος. πόσῳ δὲ βέλτιον τοὺς γενομένους ἐᾶν εὐθὺς ἀπολέσθαι ὑπὸ τῶν κακῶν, ἀλλὰ μὴ σπαργάνοις ἐνειλοῦντας καὶ λούοντας καὶ τιθηνουμένους τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι ὅπως ἄθλιοι ἔσονται · ἐχθρῶν γάρ, οὐ φίλων οὐ δὲ κηδομένων τὸ τοιοῦτο · καὶ νὴ Δία αὑτοὺς πρώτους ἀπαλλάττειν τοῦ βίου;
23.4κινδυνεύουσι γὰρ κατὰ τὸν λόγον τοῦτον μόνοι φρόνιμοι γενέσθαι οἱ γενόμενοι ἐν Κόλχοις ἐκ τῶν τοῦ δράκοντος ὀδόντων, οὓς ἔσπειρεν Ἰάσων. οὗτοι γὰρ, ὄτε πρῶτον ᾔσθοντο γεγονότες, εὐθὺς ἀλλήλους ἀνῄρουν, ἕως οὐδένα ἔλιπον, βοηθοῦντες ἀλλήλοις δῆλον ὅτι καὶ διὰ φιλίαν τοῦτο πράττοντες, οὐ δι’ἔχθραν.
23.5ἀλλὰ οὗτός γε ποιητὴς ληρεῖν ἔμοιγε φαίνεται. τὸ δὲ τοῦ Ὁμήρου ταράττει με, ὅτι οὕτω σοφὸς ὢν ὑπὲρ τῶν ἀνθρώπων ταύτην ἀπεφήνατο τὴν γνώμην. καὶ τί ἄτοπον εἴρηκεν; οὐ γὰρ ὡς ἅπαντες οἱ ἄνθρωποι ἄθλιοί εἰσί φησιν, ἀλλ’ὅτι οὐθέν ἐστι ζῷον ἀνθρώπου ἀθλιώτερον τοῦ γε ἀθλίου, ὥσπερ ἀμέλει καὶ ἡμεῖς φαῖμεν ἄν. ἴσως γάρ τοι καὶ μόνος τῶν ἄλλων ἄνθρωπος κακοδαίμων ἐστίν, ὥσπερ καὶ εὐδαίμων · ἐπεί τοι καὶ μόνος ἄφρων, ὥσπερ καὶ φρόνιμος. οὔτε γὰρ ἄδικος οὔτε ἀκόλαστος εἴη ἂν ἵππος σῦς λέων, ὥσπερ οὐ δὲ ἄμουσος οὐ δὲ ἀγράμματος.
23.6ἀλλὰ καλῶς μοι δοκεῖς διωρθῶσθαι τὸ τοῦ Ὁμήρου, καὶ ἀποκρίνομαι ὅτι ἡγοῦμαι ἄνθρωπον εὐδαίμονα εἶναι. ἆρ’οὗ δαίμων ἀγαθός ἐστι, τοῦτον εὐδαίμονα εἶναι φῄς, οὗ δὲ μοχθηρός, κακοδαίμονα; ἔγωγε. δαίμονα δὲ ἄλλως ἀγαθὸν λέγεις; πῶς γε; ὥσπερ ἄνθρωπον, ἔτι δὲ μᾶλλον θεόν · τοὺς θεούς, εἴπερ νομίζεις ἀγαθοὺς εἶναι, οὐ δικαίους νομίζεις καὶ φρονίμους καὶ σώφρονας καὶ τὰς ἄλλας ἀρετὰς ἔχοντας, ἀλλὰ ἀδίκους καὶ ἀνοήτους καὶ ἀκολάστους; οὐδαμῶς ἔγωγε. οὐκοῦν καὶ δαίμονα, εἴπερ τινὰ ἀγαθὸν ἡγῇ, δῆλον ὡς δίκαιον ἡγῇ καὶ χρήσιμον καὶ φρόνιμον; πῶς γὰρ οὔ; γὰρ ὃν κακόν τινα νομίζεις, πονηρὸν οἴει τὸν αὐτὸν εἶναι καὶ ἄδικον καὶ ἀνόητον; ἀνάγκη πάντως.
23.7τί δαί; οὐ τῶν ἀνθρώπων ἕκαστον κατὰ τὸν αὑτοῦ δαίμονα βιοῦν, ὁποῖος ἂν ποτε, ἀλλὰ καθ’ἕτερον; οὐδαμῶς καθ’ἕτερον. οὐκοῦν τὸν τυχόντα ἀγαθοῦ δαίμονος ἡγῇ δικαίως ζῆν καὶ φρονίμως καὶ σωφρόνως; τοιοῦτον γὰρ ὁμολογεῖς εἶναι τὸν δαίμονα αὐτοῦ. πάνυ γε. τὸν δὲ μοχθηροῦ δαίμονος πονηρῶς καὶ ἀφρόνως καὶ ἀνοήτως καὶ ἀκολάστως; φαίνεται ταῦτα συμβαίνειν ἐκ τῶν εἰρημένων νῦν. ἆρα ὅστις ἄνθρωπος νοῦν ἔχων ἐστὶ καὶ δίκαιος καὶ σώγρων, οὗτος εὐδαίμων ἐστὶν ἀγαθῷ δαίμονι συνών · ὅστις δὲ ἀσελγὴς καὶ ἄφρων καὶ πανοῦργος, ἀνάγκη κακοδαίμονα φάσκειν ἐκεῖνον κακῷ δαίμονι συνεζευγμένον καὶ λατρεύοντα; ἀληθές.
23.8σοφὸν δὲ ἄλλον τινὰ καλεῖς τὸν φρόνιμον ἄνθρωπον καὶ δίκαιον καὶ ὅσιον καὶ ἀνδρεῖον, φαῦλον δὲ τὸν ἄδικον καὶ ἀνόσιον καὶ δειλόν; φημί. μὴ τοίνυν ἔτι θαύμαζε τῶν λεγόντων, ὅτι μόνον καὶ πάντα φασὶ τὸν σοφὸν εὐδαίμονα εἶναι, τῶν δὲ φαύλων οὐδένα ὅντινα οὐ κακοδαίμονα · ἐπειδή γε καὶ σοὶ ταῦτα δοκεῖ.
23.9τὰ μὲν ἄλλα δοκεῖς μοι οὐ παρὰ δόξαν διειλέχθαι · ὅπως δὲ χρὴ δαιμόνιόν τι πονηρὸν ἡγεῖσθαι καὶ ἄδικον καὶ ἀνόητον, οὐκ ἔχω εἰπεῖν. ἄλλωςτε οὐ πρὸς ὑμῶν τῶν φιλοσόφων ἐστίν, εἴπερ θεῖον τὸ δαιμόνιον ἡγεῖσθε, τοιοῦτον ὑπολαμβάνειν. ἀλλ’ἐγὼ νῦν οὐ κατὰ τὴν ἐμαυτοῦ δόξαν διείλεγμαι τὰ πολλά, πλήν γε αὐτὸ τοῦτο, ὅτι μοι δοκεῖ πᾶς καὶ μόνος εὐδαίμων σόφος · τὰ δὲ ἄλλα κατὰ τὴν τῶν πολλῶν ἀνθρώπων, ὅπως μὴ δοκῶ βιάζεσθαι αὐτούς.
23.10ἐπεὶ φέρε, εἰ οὖν ἡγεῖσθε τὸ δαιμόνιον θεῖον καὶ ἀγαθὸν καὶ μηδενὶ κακοῦ μηδενὸς αἴτιον, πῶς φατε γίγνεσθαι κακοδαίμονα ἄνθρωπον; ὅταν μὴ προσέχωσι μη δὲ πείθωνται τῷ δαιμονίῳ ἀγαθῷ ὄντι; ὥσπερ εἰ νομίζοιμεν τοὺς ἰατροὺς ἅπαντας ἀγαθοὺς εἶναι τὰ τῆς τέχνης καὶ μηδένα αὐτῶν πονηρὸν ἰατρὸν μη δὲ βλαβερόν, τῶν δὲ καμνόντων κακῶς τινας πράττοντας βλέποιμεν καὶ βλαπτομένους ἐν ταῖς νόσοις · δῆλον ὅτι τούτους ἂν φαῖμεν μὴ ἐθέλειν τὰ προσταττόμενα ποιεῖν, τοὺς δὲ πειθομένους ἀνάγκη καλῶς ἀπαλλάττειν · καὶ τι ἂν γίγνοιτο οὐκ ἂν θαυμάζοι τις. οὕτως ἔχει.
23.11πότερον οὖν δοκοῦσί σοι οἱ ἐγκρατεῖς ὄντως καὶ σώφρονες καὶ νοῦν ἔχοντες, οὗτοι ἀπειθεῖν ἂν τοῖς ἰατροῖς τοῖς ἐμπείροις καὶ τὰ συμφέροντα προστάττουσιν, τοὐναντίον οἱ ἀνόητοι καὶ ἀκόλαστοι; δῆλον ὅτι οἱ ἀκόλαστοι. τί δέ; τῷ δαίμονι χρηστῷ ὄντι πείθεσθαι καὶ ζῆν, ἐκεῖνον πότερον ἡγῇ τῶν σωφρόνων εἶναι καὶ νοῦν ἔχόντων τῶν πονηρῶν καὶ ἀνοήτων; τῶν σωφρόνων.
23.12τὸ δέ γε μὴ πείθεσθαι μη δὲ προσέχειν ἀλλ’ἐναντίως τῷ θείῳτε καὶ δαιμονίῳ πράττειν, τῶν κακῶν καὶ ἀγνωμόνων; πῶς δ’ἂν ἄλλως λέγοιμεν; εἶναι δὲ τοὺς πειθομέμους τῷ δαιμονίῳ τοιούτῳ ὄντι εὐδαίμονας, τοὺς δὲ ἀπειθοῦντας κακοδαίμονας; ἀνάγκη. οὐκοῦν κἀνταῦθα συμβαίνει τὸν μὲν σοφὸν καὶ φρόνιμον εὐδαίμονα εἶναι πάντα, τὸν δὲ φαῦλοι κακοδαίμονα, οὐχ ὡς τοῦ δαιμονίου κακοῦ ὄντος, ἀλλ’ὡς αὐτὸν οὐ προσέχοντα ἐκείνῳ χρηστῷ ὄντι.