Orations, Oration 48
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
48.1πρῶτον μέν, ὦ ἄνδρες, τῷ κρατίστῳ Οὐαρηνῷ δεῖ χάριν ἡμᾶς εἰδέναι καὶ διὰ τὴν ἄλλην προθυμίαν ἣν ἐπιδέδεικται πρὸς τὴν πόλιν, καὶ ὅτι βουλομένοις ἡμῖν ἐκκλησιάσαι πάλιν ἐφῆκεν οὐ μόνον ἑτοίμως, ἀλλὰ καὶ ἡδέως. τοῦτο γὰρ ἦν πιστεύοντος ὑμῖν καὶ εἰδότος ὅτι πρὸς οὐδὲν ἄτοπον χρήσεσθε τῇ ἐξουσίᾳ. οὔτε γὰρ ξύλα χλωρὰ δήπουθεν οὐδεὶς συντίθησιν ὥστε κάεσθαι, προειδὼς ὅτι ἀνάγκη γενέσθαι καπνὸν πολὺν καὶ ἄτοπον, οὔτε τεταραγμένον δῆμον εἰς τα- ταὐτὸ συνάγει νοῦν ἔχων ἡγεμών, ἀλλὰ ἂν μή τις μείζων ἀνάγκη καταλάβῃ. 48.2νῦν οὖν ὑμέτερον ἔργον ἐστὶ μὴ ψεύασθαι αὐτοῦ τὴν διάνοιαν, ἀλλ’ἐπιδεῖξαι σωφρόνως καὶ καλῶς αὑτοὺς ἐκκλησιάζοντας, καὶ πρῶτον, ἐμοὶ δοκεῖ, καλλωπίσασθαι τῇ φιλίᾳ τῇ πρὸς ἀλλήλους καὶ ὁμονοίᾳ, κα- κἂν δεῦρο ἀφίκηται παρακληθείς, περὶ μὲν τῶν ἄλλων ὧν ἐβοᾶτε ὑπερθέσθαι · ζητήσει γὰρ αὐτὸς τὰ δημόσια, κα- κἂν ὑμεῖς κωλύειν θέλητε. τὸ δὲ νῦν εὐχαριστήσατε καὶ δεξιώσασθε καὶ μετ’εὐφημίας καὶ τιμῆς ὑποδέξασθε, ἵνα μὴ ὥσπερ ἰατρὸς πρὸς νοσοῦντας ὑπόπτως καὶ ἀηδῶς θεραπείας ἕνεκεν, ἀλλ’ὡς πρὸς ὑγιαίνοντας ἡδέως καὶ προθύμως παρῇ. 48.3καὶ γὰρ δὴ νῦν μὲν ἄπεισι μετὰ τὴν τήμερον ἴσως ἡμέραν, ἀφικνεῖται δὲ ὀλίγον ὕστερον · καὶ τότε, ἂν μὴ πρότερον αὐτοὶ πείσωμεν ὑμᾶς, εἴ τις ἄρα τῶν δημοσίων ἔχει τι, καὶ δικασταῖς καὶ διαιτηταῖς ἀλλήλοις χρησάμενοι, τότε ἐξέσται καὶ λέγειν καὶ καταβοᾶν. τό γε μὴν προεξανίστασθαι μὴ σφόδρα ἄγνωμον ᾖ. ποῦ γὰρ ἀπεπειράθητε ἢ πότε ἠξιώσατέ τι παρ’αὐτῶν; ἢ τίς ὑμῖν οὐχ ὑπήκουσε; καὶ τὴν εὐφημίαν τὴν εἰς ἐμέ, ἐγὼ δέομαι, τρέψατε εἰς ἅπαντας. ὥσπερ γὰρ ἐν ἑστιάσει πάνυ αἰσχρόν ἐστιν ἕνα τῶν κατακειμένων πίνειν, καὶ διὰ τοῦτο μὴ μόνον τῷ οἰνοχόῳ δυσκολαίνομεν, ἀλλὰ καὶ τῷ πίνοντι, τὸ αὐτὸ τοῦτο ἐν τοῖς πολιτικοῖς ἐπαίνοις ἐστίν. 48.4καὶ ταῦτα ποιοῦντες αὑτοὺς κοσμήσετε, ὡς ἔστι κόσμος πόλεως μέγιστος ὁ τῶν πολιτῶν ἔπαινος. ἐπὶ τίνι γὰρ ἄλλῳ μέγα φρονεῖτε; οὐ μεγέθει μὲν ἕτεραι διαφέρουσι πόλεις καὶ νὴ Δία πλούτῳ καὶ περιουσίᾳ καὶ τοῖς δημοσίοις οἰκοδομήμασιν; ἓν δὲ τοῦτό ἐστιν ᾧ φιλοτιμούμεθα σχεδὸν πρὸς ἅπαντας ἀνθρώπους, τὸ ἕχειν ἄνδρας ἱκανοὺς καὶ πρᾶξαι καὶ εἰπεῖν, καὶ τὸ μέγιστον, ἀγαπῶντας τὴν πατρίδα. ἐὰν δέ τις ὑμῖν τοῦτο ἀφέληται, ποίας πόλεως καὶ τῆς βραχύτατης δόξετε ἀμείνους; νῦν γάρ, ἐὰν διενεχθῆτε πρός τινα πόλιν, ὃ μηδεὶς ποιήσειε θεῶν, ἔπειτα δ’ἐκεῖνοι τοὺς ἡμετέρους πολίτας λοιδορῶσι λέγοντες ὅτι εἰσὶν ἅρπαγες, ἄπιστοι, πῶς οἴσετε; οὐχ ἕξετε χαλεπῶς; οὐκ εὐθὺς βοήσετε, λοιδορήσεσθε, εἰς χεὶρας τυχὸν ἐλεύσεσθε, ὃ γέγονε πολλάκις πρότερον; 48.5εἶθ’ἃ λεγόντων ἑτέρων οὐκ ἀνέχεσθε ἀκούοντες, ταῦτα ἐρεῖτε αὐτοὶ καθ’ἑαυτῶν; ἐάν ποτε γένηται διαφορά, κα- κἀκεῖνοι προφέρωσιν ὑμῖν τὸ πονηροὺς ἔχειν πολίτας, τὸ στασιάζειν, οὐκ αἰσχύνεσθε; ὡς ἔγωγε τοὺς θεοὺς ὑμῖν ὀμνύω πάντας, ἦ μὴν σφόδρα ἠχθέσθην εἰπόντος μοί τινος, “διάλλαξον τὴν πόλιν”, καὶ πρὸς αὐτὸν ἠγανάκτησα. μὴ γὰρ ἴδοιμι τὴν ἡμέραν ἐκείνην ἐν ᾗ διαλλαγῶν ὑμεῖς δεήσεσθε, ἀλλ’εἰς ἐχθρῶν, φασί, κεφαλὰς τὰ τοιαῦτα τρέποιτο, τοῦτ’ἔστιν εἰς τοὺς καταράτους Γέτας, εἰς μηδένα δὲ τῶν ἄλλων τῶν ὁμοεθνῶν. 48.6τί γὰρ ἂν εἴη τῆς ἡμετέρας ἐπιδημίας ὄφελος, εἰ μὴ πρὸς τὰ τοιαῦτα πειθομένους ὑμᾶς ἄγοιμεν, λόγων ἀεὶ συναγωγῶν ὁμονοίας καὶ φιλίας συναράμενοι, καθ’ὅσον οἷοίτέ ἐσμεν, ἔχθραν δὲ καὶ ἔριν καὶ φιλονεικίαν ἄλογον καὶ ἀνόητον ἐξαιροῦντες πάντα τρόπον; καλὸν γὰρ δὴ καὶ συμφέρον ὁμοίως ἅπασι πόλιν ὁμογνώμονα ὁρᾶσθαι καὶ φίλην αὑτῇ καὶ συμπαθῆ, ψόγοντε καὶ ἔπαινον ἐπὶ τα- ταὐτὸ φέροντας, τοῖςτε ἀγαθοῖς καὶ τοῖς φαύλοις πιστὴν ἑκατέροις μαρτυρίαν. 48.7καλὸν γάρ, ὥσπερ ἐν χορῷ τεταγμένῳ, συνᾴδειν ἓν καὶ τα- ταὐτὸ μέλος, ἀλλὰ μὴ πονηροῦ τρόπον ὀργάνου διαφέρεσθαι διπλοῦς φθόγγουςτε καὶ ἤχους ἀποφαίνοντας ἀπὸ διπλῶν καὶ ποικίλων ἠθῶν, ἐν ᾧ σχεδὸν ἥτε καταφρόνησις καὶ δυστυχία καὶ τὸ μηδὲν ἰσχύειν μήτε παρ’ἑαυτοῖς μήτε παρὰ τοῖς ἡγεμόσιν. οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ὅ τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων. ὥσπερ γὰρ ἐν μιᾷ νηὶ πλέοντας οὐ δυνατόν, οἶμαι, χωρὶς ἕκαστον σωτηρίας τυγχάνειν, ἀλλ’ἅμα πάντας, οὕτως οὐ δὲ τοὺς συμπολιτευομένους. 48.8πρέπει δὲ ὑμῖν παιδείᾳ διαφέροντας καὶ φύσει καὶ τῷ ὄντι καθαρῶς ὄντας Ἕλληνας ἐν αὐτῷ τούτῳ τὴν γενναιότητα ἐπιδεικνύναι. πολλὰ δ’ἄν, οἶμαι, περὶ τούτων ἔλεγον καὶ πρὸς τὸ μέγεθος τῆς ὑποθέσεως, εἰ μὴ τότε σῶμα κομιδῇ φαύλως εἶχον, ὑμᾶςτε, ὅπερ ἔφην, ἑώρων οὐ διαμένοντας. οὐ δὲ γὰρ γέγονεν οὐδὲν οὐ δὲ φύεται παρ’ὑμῖν τοῦτο τὸ νόσημα, ἀλλὰ ἴσως βραχεῖά τις ὑποψία, ἧς καθάπερ ὀφθαλμίας παρὰ τῶν ἐγγὺς ἀπελαύσαμεν. εἴωθε δὲ τοῦτο συμβαίνειν καὶ τῇ θαλάττῃ πολλάκις · τοῦ βυθοῦ κλυσθέντος ἰσχυρῶς καὶ χειμῶνος ἔξω γενομένου πολλάκις ἀδήλως ἐπεσήμηνε καὶ τοῖς λιμέσιν. 48.9οἴεσθε ἀγορᾶς καὶ θεάτρου καὶ γυμνασίων καὶ στοῶν καὶ χρημάτων εἶναί τι ὄφελος τοῖς στασιάζουσιν; οὐ ταῦτά ἐστι τὰ ποιοῦντα πόλιν καλήν, ἀλλὰ σωφροσύνη, φιλία, τὸ πιστεύειν ἀλλήλοις. ὅταν δὲ τὴν βουλῆν ψέγητε, τοὺς προεστῶτας, τοὺς ἐξειλεγμένους, οὐχ αὑτοὺς ψέγετε; εἰ γὰρ οἱ βελτίους ὑμῶν εἰσι πονηροί, τί δεῖ περὶ τῶν ἄλλων ὑπολαβεῖν; “ἡμεῖς ἄρα τὰ αὑτῶν ἀπολέσωμεν”; οὐθείς φησιν · ἀλλ’εὖ ἴστε ὅτι ἐν πάσαις ταῖς πόλεσίν ἐστι χρήματα δημόσια, καὶ ταῦτα ἔχουσιν ἔνιοι, τινὲς μὲν δι’ἄγνοιαν, τινὲς δὲ ἄλλως · καὶ δεῖ προνοεῖν καὶ σῴζειν, οὐ μέντοι μετὰ ἔχθρας οὐ δὲ μετὰ διαφορᾶς. 48.10οὗτοι φιλοτιμοῦνται, πολλάκις ὑμῖν παρ’αὑτῶν εἰσενηνόχασιν. πείθετε αὐτούς, παρακαλεῖτε · ἂν ἀντιτείνωσι, δικαιολογεῖσθε πρὸς μόνους μηθενὸς παρόντος ἔξωθεν. οὐχ ὑμεῖς ἐστε οἱ πολλάκις ἀπαινοῦντες ἡμᾶς δι’ὅλης τῆς ἡμέρας, τοὺς μὲν ἀριστεῖς λέγοντες, τοὺς δὲ Ὀλυμπίους, τοὺς δὲ σωτῆρας, τοὺς δὲ τροφέας; εἶτα πρὸς Διὸς καὶ θεῶν παρ’αὑτοῖς ψευδομαρτυριῶν ἁλώσεσθε, καὶ πότερον νῦν ταῦτα ὀργιζόμενοι λέγετε ἢ τότε ἐκεῖνα κολακεύοντες, καὶ νῦν ἀπατώμενοι μᾶλλον ἢ τότε ἐξαπατώντες; οὐ παύσεσθε τῆς ταραχῆς καὶ γνώσεσθε ὅτι πάνυ χαρίεντας ἔχετε πολίτας καὶ πόλιν δυναμένην εἶναι μακαρίαν; ἐγὼ πολλὰ δύναμαι σὺν τοῖς θεοὶς ἀγαθὰ ποιῆσαι, τούτους ἔχων συναγωνιζομένους, λέγω δὲ τὸ τῆς παροιμίας, εἷς ἀνὴρ οὐδεὶς ἀνήρ. 48.11ἀλλ’ἴσως ἐδυσχεράνατε ὅτι οὐκ ἐγένετο τὸ ἔργον. γίγνεται καὶ σφόδρα ἔσται ταχέως, μάλιστα τούτων προθυμουμένων καὶ σπουδαζόντων, ἐὰν ἑκοντὶ διδῶσιν · οὐ δὲ γὰρ ἄκοντες ὑμῖν ὑπέσχοντο. διὰ τί δὲ παρὰ τούτων μὲν ἀπαιτεῖτε παρ’ἐμοῦ δὲ οὐκ ἀπαιτεῖτε; ὅτι δοκῶ παρεσχηκέναι ὑμῖν; ἔπειτα οἴεσθ’ἐμὲ τοῦτο ἐμποιεῖν εἰ τὴν ἐμαυτοῦ πατρίδα τιμιωτέραν ἐποίησα, χρημάτων τινὰ ἀφορμὴν παρασχὼν ὥσπερ ἀπὸ τῶν βουλευτικῶν καὶ νὴ Δία ἀπὸ τῶν προσόδων ηὐξημένων διὰ τὴν διοίκησιν; ἀλλὰ ταῦτα μὲν ὅμοιά ἐστιν ὥσπερ ἂν εἰ ηὐξάμην ὑπὲρ ὑμῶν, οἱ θεοὶ δὲ ἐποίησαν. 48.12κα- κἂν πάλιν δυνηθῶ, ποιήσω πάλιν. δυνήσομαι δὲ εὐθυμῶν, φίλους ἔχων τοὺς ἐνθάδε, καὶ οὐδὲν ὑμῖν λογιοῦμαι τῶν τοιούτων. οὐ δὲ γὰρ οἱ γονεῖς τοῖς τέκνοις ἀντὶ τῶν ἀναλωμάτων τὰς εὐχᾶς λογίζονται. οἴεσθε ὅτι περὶ στοᾶς ἦν ἂν ἐμοὶ λόγος ἢ ἄλλου τινός, εἰ ἑώρων ὑμᾶς διαφερομένους; ἀλλὰ τοῦτό γε ὅμοιον ἦν ὥσπερ ἂν εἴ τις ἄνθρωπον νοσοῦντα καὶ φρενίτιδι ἐχόμενον, δέον, οἶμαι, καταπλάσαι κατακλίναντα, ὁ δὲ ἀλείφοι μύρῳ καὶ προσφέροι στέφανον · ταῦτα ἐκ περιουσίας ἐστὶ τοῖς ὑγιαίνουσι, τοῖς μηδὲν ἔχουσι κακόν. οὐκ οἴεσθε τοὺς Ἀθηναίους, ὅτ’ἐστασίαζον καὶ τοὺς πολεμίους ἐπηγάγοντο καὶ προεδίδοσαν ἀλλήλους οἱ ταλαίπωροι, καὶ τὰ Προπύλαια ἔχειν καὶ τὸν Παρθενῶνα καὶ τὰς στοὰς καὶ τὸν Πειραιᾶ; ἀλλὰ οἰμώζουσιν αὐτοῖς μεῖζον ἐπήχει τὰ Προπύλαια καὶ τὰ νεώρια καὶ ὁ Πειραιεὺς αὐτός. 48.13καίτοι μεγάλη καὶ πολυάνθρωπος πόλις στασιάζουσα καὶ κακῶς φρονοῦσα δύναται χρόνον τινὰ ἐνεγκεῖν τὴν δυστυχίαν · ἀλλ’ὅμως καὶ ταῦτα ὁρᾶτε ὁποῖά ἐστιν. οὐ κατηγοροῦσιν ἀλλήλων, οὐκ ἐξελαύνουσιν, οὐ τοὺς μὲν εἰς τὴν βουλὴν εἰσάγουσιν καὶ ἑτέρους ἐξάγουσιν; οὐχ ὥσπερ ἐν σεισμῷ πάντα κινεῖται καὶ πάντα μετέωρά ἐστι καὶ οὐθὲν βέβαιον; εἰς τοῦτο ἥκουσιν ὥστε μὴ ἀρκεῖσθαι τοῖς αὑτῶν ἡγεμόσιν, ἀλλ’ὥσπερ ἐν τοῖς ἀνιάτοις νοσήμασι, δέονται ξένων ἰατρῶν. καὶ τοῦτο δὴ τὸ τῶν χαλεπῶν ἵππων γιγνόμεμόν ἐστιν · ὅταν ὁ χαλινὸς μὴ κατισχύῃ, ψάλιον αὐτοῖς ἔξωθεν ἐμβάλλεται. 48.14ἐμοὶ μέλει μὲν καὶ τοῦ καθ’ὑμᾶς, μέλει δὲ καὶ τοῦ κατ’ἐμαυτόν. εἰ γὰρ φιλόσοφος πολιτείας ἁψάμενος οὐκ ἐδυνήθη παρέχειν ὁμονοοῦσαν πόλιν, τοῦτο δεινὸν ἤδη καὶ ἄφυκτον, ὥσπερ εἰ ναυπηγὸς ἐν νηὶ πλέων μὴ παρέχοι τὴν ναῦν πλέουσαν, καὶ εἰ κυβερνήτης φάσκων εἶναι πρὸς αὐτὸ τὸ κῦμα ἀποκλίνοι, ἢ λαβὼν οἰκίαν οἰκοδόμος, ὁρῶν πίπτουσαν, ὁ δὲ τούτου μὲν ἀμελῶν, κονιῶν δὲ καὶ χρίων οἴοιτό τι ποιεῖν. εἴ μοι προέκειτο νῦν ὑπὲρ ὁμονοίας λέγειν, εἶπον ἂν πολλὰ καὶ περὶ τῶν ἀνθρωπίνων καὶ περὶ τῶν οὐρανίων παθημάτων, ὅτι τὰ θεῖα ταῦτα καὶ μεγάλα ὁμονοίας τυγχάνει δεόμενα καὶ φιλίας · εἰ δὲ μή, κίνδυνος ἀπολέσθαι καὶ φθαρῆναι τῷ καλῷ τούτῳ δημιουργήματι τῷ κόσμῳ. 48.15ἀλλ’ἴσως μακρολογῶ, δέον βαδίζειν καὶ παρακαλεῖν τὸν ἡγεμόνα. τοσοῦτον δὴ μόνον ἐρῶ · οὐκ αἰσχόν ἐστιν, εἰ μέλιτται μὲν ὁμονοοῦσι, καὶ οὐδεὶς οὐδέποτε ἑώρακεν ἑσμὸν στασιάζοντα καὶ μαχόμενον αὑτῳ · συνεργάζονται δὲ καὶ ζῶσιν ἅμα, καὶ παρέχουσαι τὴν τροφὴν αὑταῖς καὶ χρώμεναι; τί οὖν; οὐχὶ κάκεῖ γίγνονται κηφῆνές τινες λεγόμενοι χαλεποὶ καὶ κατεσθίοντες τὸ μέλι; νὴ Δία, γίγνονται μέν · ὅμως δὲ καὶ τούτους πολλάκις ἐῶσιν οἱ γεωργοί, μὴ βουλόμενοι ταράττειν τὸν ἑσμόν, καὶ βέλτιον νομίζουσι παραναλίσκειν τοῦ μέλιτος ἢ πάσας θορυβῆσαι τὰς μελίττας. 48.16οὐ μέντοι παρ’ἡμῖν τυχὸν οὐδείς ἐστι κηφὴν ἀργός, βομβῶν σαθρόν, γευόμενος τοῦ μέλιτος. καὶ μέντοι καὶ μύρμηκας πανύ ἡδέως ἰδεῖν ἔστιν, ὅποως μὲν οἰκοῦσι μετ’ἀλλήλων εὐκολως, ὅπως δὲ ἐξίασιν, ὅπως δὲ τὰ βάρη μεταλαμβάνουσιν, ὅπως δὲ παραχωροῦσιν ἀλλήλοις τῷ ὁδῶν. οὔκουν αἰσχρὸν ἀνθρώπους ὄντας ἀφρονεστέρους εἶναι θηρίων οὕτω σμικρῶν καὶ ἀφρόνων; ταῦτα μὲν οὖν ἄλλως ἐρρήθη τρόπον τινά. στάσιν δὲ οὐ δὲ ὀνομάζειν ἄξιον παρ’ἡμῖν μήτε λεγέτω μηδείς. 48.17ἀλλά μοι δοκεῖ περικαθήραντας τὴν πόλιν — μὴ σκίλλῃ μη δὲ ὕδατι, πολὺ δὲ καθαρωτέρῳ χρήματι τῷ λόγῳ — κοινῇ πράττειν τὰ λοιπά, καὶ περὶ τῶν ἀγορανόμων καὶ τῶν ἄλλων φροντίζειν καὶ τὴν βουλὴν παρακαλεῖν πρὸς ταῦτα, ἵνα, ὥσπερ εἴωθε, προνοῇ τῆς πόλεως · ἔσται γὰρ ὑμῖν πάνυ ῥᾴδια. τοῦτο δὲ ἄξιον ὑμῖν σπουδάσαι καὶ διὰ τὸν ἄρχοντα ὃν πεποιήκατε, ἵνα μὴ λαβόντες ἄπειρον ἄνθρωπον ἔπειτα ἐν κλύδωνι καὶ σάλῳ ἐᾶτε.