Orations, Oration 34

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
34.1οὐκ ἀγνοῶ μέν, ἄνδρες Ταρσεῖς, ὅτι νομίζεται καὶ παρ’ὑμῖν καὶ παρὰ τοῖς ἄλλοις τοὺς πολίτας παριέναι καὶ συμβουλεύειν, οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς γνωρίμους καὶ τοὺς πλουσίους, ἔτι δὲ τοὺς καλῶς λελειτουργηκότας. οὐ γὰρ εὔλογον ἴσως τῆς μὲν οὐσίας τῆς τῶν πλουσίων μετέχειν ὑμᾶς τὸ μέρος, τῆς δὲ διανοίας μὴ ἀπολαύειν, ὁποία ποτ’ἂν . καίτοι κιθαρῳδῶν γε ὁπόταν ἀκούειν ἐθελήσητε αὐλητῶν ἀθλητὰς θεωρεῖν, οὐ καλεῖτε τοὺς πλουσίους οὐ δὲ τοὺς πολίτας, ἀλλὰ τοὺς ἐπισταμένους καὶ δυναμένους, οὐχ ὑμεῖς μόνον, ἀλλὰ πάντες οἱ τοιοῦτοι.
34.2οὐ μὴν οὐ δὲ ἐκεῖνο λανθάνει με, ὅτι τοὺς ἐν τούτῳ τῷ σχήματι σύνηθες μέν ἐστι τοῖς πολλοῖς Κυνικοὺς καλεῖν · οὐ μόνον δὲ οὐδὲν οἴονται διαφέρειν αὑτῶν οὐ δ’ἱκανοὺς εἶναι περὶ πραγμάτων σπουδαίων διαλέγεσθαι, ἀλλὰ τὴν ἀρχὴν οὐ δὲ σωφρονεῖν ἡγοῦνται, μαινομένους δέ τινας ἀνθρώπους καὶ ταλαιπώρους εἶναι. σκώπτειν δὲ καὶ καταγελᾶν ἔνιοι τούτων ἑτοίμως ἔχουσι καὶ πολλάκις μη δὲ σιγῶσιν ἐπιτρέπειν, οὐχ ὅπως λεγόντων ἀνέχεσθαι.
34.3ἔτι δέ φασιν ὑμᾶς ἐν τῷ παρόντι καὶ λίαν παρωξύνθαι πρὸς τοὺς φιλοσόφους. καὶ καταρᾶσθαί γε, οὐ πᾶσιν, ἀλλὰ ἐνίοις αὐτῶν, πάνυ μὲν εὐλαβῶς καὶ μετρίως τοῦτο ποιοῦντας, ὅτι μὴ κοινῇ κατὰ πάντων ἐβλασφημεῖτε, εἴ τι οἱ ἐνθάδε ἡμάρτανον, ἐκεῖνο δὲ ἴσως ἀγνοοῦντας, ὅτι, εἴπερ κατηρᾶσθε, οὐ τοῖς φιλοσόφοις. οὐ γάρ ἐστιν οὐδεὶς φιλόσοφος τῶν ἀδίκων καὶ πονηρῶν, οὐ δ’ἂν τῶν ἀνδριάντων περιίῃ γυμνότερος. οἱ δὲ δὴ τὴν πατρίδα βλάπτοντες καὶ συνιστάμενοι κατὰ τῶν πολιτῶν πόρρω που δοκοῦσιν εἶναί μοι τούτου τοῦ ὀνόματος.
34.4τί ποτ’οὖν ἐλπίσας καὶ τί βουληθεὶς παρελήλυθα τοιοῦτος ὢν ἐν καιρῷ τοιούτῳ; μανίας γὰρ τοῦτο ἀληθινῆς. ὅτι μηδενὸς αὐτὸς δέομαι παρ’ὑμῶν, ἀλλὰ τῆς ὑμετέρας ὠφελείας ἕνεκα ἐσπούδακα. ἐὰν οὖν μὴ ἀνάσχησθέ μου, δῆλον ὅτι ὑμᾶς αὐτούς, οὐκ ἐμέ, ζημιώσετε. καίτοι οὐ προσήκει γε ὑμῖν, εἴ με ἡγεῖσθε καὶ τῷ ὄντι μαίνεσθαι, δι’αὐτὸ τοῦτο ἀκοῦσαι. μὴ γὰρ οἴεσθε ἀετοὺς μὲν καὶ ἱέρακας προσημαίνειν ἀνθρώποις τὸ δέον, καὶ τὴν παρὰ τῶν τοιούτων συμβουλὴν πιστὴν εἶναι διὰ τὸ αὐτόματον καὶ τὸ θεῖον, ἄνδρα δὲ ἀφιγμένον οὕτως καὶ μηδαμόθεν ὑμῖν προσήκοντα μὴ κατὰ τὸ δαιμόνιον ἥκειν ἐροῦντα καὶ συμβουλεύσοντα.
34.5καίτοι τὰ μὲν τῶν οἰωνῶν εἰκάζειν δεῖ, τῶν δὲ ὑπ’ἐμοῦ λεγομένων ἔστιν ἀκούσασι συνιέναι καὶ σκέψασθαι, ἐὰν ἄρα σαφῶς τι χρήσιμον. βούλομαι δέ, ἐπεὶ τῶν τοιούτων ἐμνήσθην, ἐν Φρυγίᾳ τι συμβὰν εἰπεῖν, ἵν’εὐθὺς ἐνθένδε μου καταγελᾶν ἔχητε. ἀνὴρ Φρὺξ ἐπὶ κτήνους ἐβάδιζεν. ὡς δ’ἐθεάσατό τινα κορώνην, οἰωνισάμενος, οἱ γὰρ Φρύγες τὰ τοιαῦτα δεινοί, λίθῳ βάλλει καί πως τυγχάνει αὐτῆς. πάνυ οὖν ἥσθη, καὶ νομίσας εἰς ἐκείνην τετράφθαι τὸ χαλεπὸν ἀναιρεῖται καὶ ἀναβὰς ἤλαυνεν. δὲ μικρὸν διαλιποῦσα ἀνέσφηλε · τὸ δὲ κτῆνος πτοηθὲν ἀποβάλλει τὸν ἄνδρα, καὶ ὃς πεσὼν κατάγνυσι τὸ σκέλος. ἐκεῖνος μὲν οὖν οὕτως ἀπήλλαξεν, ἀχάριστος γενόμενος περὶ τὸ σύμβολον.
34.6ἐγὼ δὲ πολύ μοι δοκᾶ τῆς κορώνης ἀσφαλέστερον βεβουλεῦσθαι καὶ πρὸς εὐγνωμονεστέρους ἄνδρας ἥκειν τοῦ Φρυγός. ἐὰν γὰρ ὑμῖν δοκῶ φλυαρεῖν, οὐ δήπου λίθοις βαλεῖτέ με, ἀλλὰ θορυβήσετε. φέρε οὖν, ἐπεὶ σιωπᾶτε καὶ ὑπομένετε, πρῶτον μὲν ἐκεῖνο, εἰ μὴ σαφῶς ἴστε, ἐπιδείξω, ὅτι δεῖσθε γνώμης ἐν τῷ παρόντι, καὶ τοιαῦτα ὑμῶν τὰ πράγματά ἐστιν ὥστε βουλῆς ἄξια εἶναι καὶ πολλῆς προνοίας · ἔπειθ’, ὅτι μηδεὶς ὑμῖν δύναται ῥᾳδίως τούτων τὸ δέον παραινέσαι, οἱ μὲν ἀγνοίᾳ τοῦ συμφέροντος, οἱ δέ τινες καὶ δειλίᾳ τῇ πρὸς ὑμᾶς τῇ πρὸς ἑτέρους καὶ τὸ αὑτῶν ἴσως μᾶλλον ἔνιοι σκοποῦντες ·
34.7ἔπειτα, ἣν αὐτὸς ἔχω γνώμην περὶ τούτων, καὶ τί πράξασιν ὑμῖν ἐπὶ τοῦ παρόντος καὶ πῶς καθόλου προϊσταμένοις τῆς πόλεως εἰς ἅπαντα καὶ τὸν αὖθις οἶμαι συνοίσειν χρόνον. ὑμῖν γάρ, ἄνδρες Ταρσεῖς, συμβέβηκε μὲν πρώτοις εἶναι τοῦ ἔθνους, οὐ μόνον τῷ μεγίστην ὑπάρχειν τὴν πόλιν τῶν ἐν τῇ Κιλικίᾳ καὶ μητρόπολιν ἐξ ἀρχῆς, ἀλλ’ὅτι καὶ τὸν δεύτερον Καίσαρα ὑπὲρ πάντας ἔσχετε οἰκείως ὑμῖν διακείμενον. τὸ γὰρ δι’ἐκεῖνον ἀτύχημα τῇ πόλει συμβὰν εἰκότως αὐτὸν εὔνουν ὑμῖν ἐποίει καὶ σπουδάζειν, ὅπως μείζονες ὑμῖν φανήσονται τῶν δι’αὐτὸν συμφορῶν αἱ παρ’αὐτοῦ χάριτες.
34.8τοιγαροῦν τις ἂν φίλοις ὄντως καὶ συμμάχοις καὶ τηλικαύτην προθυμίαν ἐπιδειξαμένοις κἀκεῖνος ὑμῖν παρέσχε, χώραν, νόμους, τιμήν, ἐξουσίαν τοῦ ποταμοῦ, τῆς θαλάττης τῆς καθ’αὑτούς · ὅθεν ταχὺ μείζων ἐγένετο πόλις καὶ διὰ τὸ μὴ πολύν τινα χρόνον διελθεῖν τὸν ἀπὸ τῆς ἁλώσεως, καθάπερ οἱ μεγάλῃ μὲν νόσῳ χρησάμενοι, ταχὺ δ’ἀνασφήλαντες, ἐπειδὰν τύχωσιν ἱκανῆς τῆς μετὰ ταῦτα ἐπιμελείας, πολλάκις μᾶλλον εὐέκτησαν.
34.9καὶ μὴν τά γε ἐφεξῆς οὐχ ὡς οἴεταί τις ὤνησε τὴν πόλιν τὸ γενέσθαι τινὰς τῶν ἡγεμόνων βιαίους καὶ τούτοις ἐπεξελθεῖν ὑμᾶς. πρὸς μέν γε τὸ φανῆναί τινας ὄντας καὶ μὴ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις βοηθῆσαι, καὶ νὴ Δία ὥστε τοὺς αὖθις ὀκνηρότερον ἐξαμαρτάνειν, συνήνεγκε τὸ δίκην ἐκείνους ὑποσχεῖν · ἄλλως δὲ τὴν πόλιν ἐπίφθονον ἐποίησε καὶ δυσχερεστέρους ὑμᾶς δοκεῖν φύσει καὶ ῥᾳδίως αἰτιᾶσθαι. τὸ γὰρ πολλάκις ἐγκαλεῖν ἤδη ποτὲ ἔδοξε τοῦ συκοφαντεῖν σημεῖον, ἄλλωςτε ὁπόταν περὶ ἡγεμόνων λόγος πρὸς ἡγεμόνας. οὐ γὰρ τῷ πλέον τι πάσχειν, ἀλλὰ τῷ μὴ ἐθέλειν ἄρχεσθαι τὴν ἀπέχθειαν ὑπονοοῦσι γίγνεσθαι.
34.10πάλιν τοίνυν ἕτερον πρᾶγμα συμβὰν ὑπὲρ ὑμῶν τρόπον τινὰ ὅμοιον τούτῳ γέγονεν. οἱ γὰρ Αἰγαῖοι φιλοτιμίαν ἀνόητον ἐπανελόμενοι πρὸς ὑμᾶς, τὸ περὶ τὰς ἀπογραφὰς ἐξαμαρτάνοντες, αὐτοὶ μὲν ἔπταισαν, ἔτι δὲ μᾶλλον τὸν καθ’ὑμῶν φθόνον καὶ τοιαύτην τινὰ ἡσυχῇ διαβολὴν εἰργάσαντο πρὸς τὴν πόλιν ὡς ἐπαχθῆ καὶ βαρεῖαν ταῖς ἄλλαις.
34.11καὶ ταῦτα μὲν ἐκ τοῦ πρότερον χρόνου. τὰ δὲ νῦν οἵ γε Μαλλῶται διαφέρονται πρὸς ὑμᾶς, αὐτοὶ μὲν ἅπαντα ἀδικοῦντες καὶ θρασυνόμενοι, τῷ δὲ ἀσθενεῖς εἶναι καὶ πολὺ ἥττους ἀεὶ μᾶλλον τὴν τῶν ἀδικουμένων τάξιν ἀεὶ λαμβάνοντες. οὐ γὰρ ποιοῦσιν ἔνιοι σκοποῦσιν, ἀλλὰ τίνες ὄντες, οὐ δὲ τοὺς ἀδικοῦντας βιαζομένους ἐθέλουσιν ἐξετάζειν πολλάκις, ἀλλ’οὓς εἰκὸς βιάζεσθαι τῷ δύνασθαι πλέον. εἰ γοῦν ὑφ’ὑμῶν ἐπράχθη τι τοιοῦτον οἷον ὑπ’ἐκείνων νῦν γέγονε, πορθεῖν ἂν ἐδοκεῖτε τὰς πόλεις καὶ ἀποστάσεως ἄρχειν καὶ πολέμου, καὶ στρατοπέδου δεῖν ἐφ’ὑμᾶς.
34.12οὐκοῦν δεινὰ πάσχομεν, ἐρεῖ τις, εἰ τούτοις μὲν ἐξέσται ποιεῖν τι ἂν ἐθέλωσι καὶ τοῦτο ἀπολαύσουσι τῆς ἐρημίας τῆς ἑαυτῶν, ἡμεῖς δὲ κινδυνεύσομεν, ἐὰν μόνον κινηθῶμεν. ἔστω δεινὸν καὶ ἄδικον. ἀλλ’οὐκ, εἴ τι μὴ δίκαιον πέφυκε γίγνεσθαι, δεῖ πρὸς τοῦτο φιλονικοῦντας αὑτοὺς περιβάλλειν ἀτόπῳ τινί, μᾶλλον δὲ προορᾶν καὶ φυλάττεσθαι. τὸ γὰρ συμβαῖνον ὅμοιόν ἐστι τῷ περὶ τοὺς ἀθλητάς, ὅταν ἐλάττων πρὸς πολὺ μείζω μάχηται.
34.13τῷ μὲν γὰρ οὐδὲν ἔξεστι παρὰ τὸν νόμον, ἀλλὰ κἂν ἄκων ἁμάρτῃ τι, μαστιγοῦται · τὸν δ’οὐδεὶς ὁρᾷ πάνθ’ δύναται ποιοῦντα. τοιγαροῦν κἀκεῖ σωφρονοῦντος ἀνδρός ἐστι καὶ ταῖς ἀληθείαις κρείττονος τῇ δυνάμει περιεῖναι, τὰς δὲ πλεονεξίας ταύτας ἐᾶν, καὶ ὑμεῖς ἂν ἔχητε νοῦν, τοῖς δικαίοις περιέσεσθε καὶ τῷ μεγέθει τῆς πόλεως τῶν φθονούντων, πρὸς ὀργὴν δὲ οὐδὲν οὐ δὲ ἀγανακτοῦντες δράσετε. καὶ περὶ μὲν τούτων αὖθις, ὥσπερ οἶμαι καὶ προεθέμην.
34.14νῦν δὲ καὶ τὰ λοιπὰ ἐπέξειμι δι’ πλείονος σκέψεως ἧς φημι δεῖσθαι τὸν ἐνεστῶτα καιρόν. μέν γε τῶν Μαλλωτῶν ἀπέχθεια καὶ στάσις ἧττον ὀφείλει λυπεῖν ὑμᾶς. τὸ δὲ Σολεῖς τούτους καὶ Ἀδανεῖς καί τινας ἴσως ἄλλους ὁμοίως ἔχειν καὶ μηδὲν ἐπιεικέστερον, ἀλλὰ καὶ βαρύνεσθαι καὶ βλασφημεῖν καὶ μᾶλλον ἑτέρων ὑπακούειν ἐθέλειν, ὑποψίαν ποιεῖ τοῦ μη δὲ τοὺς Αἰγαίους τάχα μη δὲ τοὺς Μαλλώτας παντάπασιν ἀδίκως ἄχθεσθαι, μη δὲ τοὺς μὲν φθόνῳ, τοὺς δὲ πλεονεκτεῖν βουλομένους ἠλλοτριῶσθαι πρὸς ὑμᾶς, ἀλλ’ἴσως εἶναί τι τοιοῦτον περὶ τὴν πόλιν καὶ ὑβρίζειν πως καὶ ἐνοχλεῖν τοὺς ἐλάττονας.
34.15ταῦτα γὰρ ἔστι μὲν οὐκ ἀληθῆ, ταὐτὰ δ’ἂν ὑμᾶς ὡς ἀληθῆ βλάψειεν. φέρε δὴ καὶ τὰ πρὸς τὸν στρατηγὸν ὑμῖν ὡς ἔχει λογίσασθε. πρότερον μὲν ὑποψία μόνον ὑπῆρχεν ὡς οὐχ ἡδέως ὑμῶν διακειμένων, ἀλλ’ὅμως ἐκεῖνόςτε ἐπολιτεύετο πρὸς ὑμᾶς καὶ ὑμεῖς πρὸς ἐκεῖνον καὶ φανερὸν οὐδὲν ἦν · ἄρτι δὲ ὑμεῖςτε τῷ δοκεῖν ἐλαττοῦσθαι παροξυνθέντες εἴπατέ τι κἀκεῖνος προήχθη καὶ γράψαι πρὸς ὀργὴν καὶ ποιῆσαι τοῦθ’, ὅπερ μὴ πρότερον.
34.16νὴ Δία ἀλλά γε τὰ τῆς πόλεως αὐτῆς καὶ τὰ πρὸς ἀλλήλους ὑμῖν ὡς δεῖ πρόεισιν. οὐ χθὲς καὶ πρῴην χωρὶς ἦν δῆμος καὶ χωρὶς βουλὴ καὶ νῦν ἔτι καθ’αὑτοὺς οἱ γέροντες, ἰδίᾳ τὸ συμφέρον ἕκαστοι δῆλον ὅτι σκοποῦντες; ὥσπερ εἰ κατα πλεόντων ἰδίᾳ μὲν οἱ ναῦται τὸ συμφέρον αὑτοῖς ζητοῖεν, ἰδίᾳ δὲ κυβερνήτης, ἰδίᾳ δὲ ναύκληρος. καὶ γὰρ εἰ πολλάκις ταῦτα λέγεται, ἀλλ’οὐ προσήκει με διὰ τοῦτο παραπέμπειν. οὐ γὰρ τὸ πρώτως ῥηθὲν οὐ δ’ μὴ πρότερόν τις ἤκουσε δεῖ προθύμως ἀποδέχεσθαι, τὸ δὲ οἰκεῖον τῷ πράγματι καὶ τὸ χρείαν τινὰ ἔχον.
34.17νὴ Δία, ἀλλὰ νῦν ὡμολογήκαμεν καὶ κοινῇ βουλευόμεθα. καὶ τίς ἂν ἀσφαλῆ καὶ βέβαιον ἡγήσαιτο τὴν τοιαύτην ὁμόνοιαν, τὴν ὑπ’ὀργῆς μὲν γενομένην, τριῶν δὲ οὖσαν τεττάρων ἡμερῶν; οὐ δὲ γὰρ ὑγιαίνειν ἀσφαλῶς εἴποι τις ἂν τὸν πρὸ μικροῦ πυρέττοντα. μὴ τοίνυν μη δὲ ὑμεῖς αὑτοὺς ὁμονοεῖν λέγετε, πρὶν ἂν ὑμῖν μάλιστα μὲν πολλαπλάσιος διέλθῃ χρόνος · εἰ δ’οὖν, τοσοῦτος ὅσον δὴ διεφέρεσθε · μη δ’εἰ ταὐτό ποτ’ἐφθέγξασθε καὶ τὴν αὐτὴν ἔσχετε ὁρμήν, καὶ δὴ νομίζετε ἐξῃρῆσθαι τὸ νόσημα τῆς πόλεως.
34.18καὶ γὰρ ἐν τοῖς ἀναρμόστοις ὀργάνοις ἐνίοτε οἱ φθόγγοι συνεφώνησαν πρὸς ὀλίγον, εἶτα εὐθὺς ἀπᾴδουσιν. ὥσπερ οὖν τὸ μὲν τρῶσαί τι καὶ διελεῖν ταχὺ γίγνεται καὶ πάνυ ῥᾳδίως, τὸ δὲ συμφῦσαι καὶ συναγαγεῖν χρόνου δεῖται καὶ προσοχῆς, οὕτω καὶ ἐπὶ τῶν πόλεων ἔχει. τὸ μὲν διενεχθῆναι καὶ στασιάσαι πρόχειρον καὶ διὰ μικρὰ συμβαίνει πολλάκις, τὸ δὲ καταστῆναι καὶ τὴν προσήκουσαν λαβεῖν διάθεσιν καὶ πίστιν μὰ Δί’οὐκ ἔστιν εἰπόντας οὐ δὲ δόξαντας μετανοεῖν εὐθὺς ἔχειν.
34.19ἴσως μὲν γὰρ οὐ παρὰ μόνοις ὑμῖν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι μεγάλης τινὸς τοῦτο δεῖται θεραπείας, μᾶλλον δὲ εὐχῆς. οὐ γὰρ ἔστιν ἄλλως τῶν κινούντων κακῶν καὶ ταρασσόντων ἀπολυθέντας, φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν ἕκαστον αὔξειν ἑαυτὸν καὶ τὴν πατρίδα καὶ τὸ κοινῇ συμφέρον ἐάσαντα συμπνεῦσαί ποτε ἰσχυρῶς καὶ ταὐτὰ προελέσθαι. ὡς παρ’οἷς ἂν ἰσχύῃ ταῦτα καὶ τοιαῦθ’ἕτερα, τούτους ἀνάγκη τὸν ἀεὶ χρόνον ἐπισφαλεῖς εἶναι καὶ διὰ μικρὰ συμπίπτειν καὶ θορυβεῖσθαι, καθάπερ ἐν θαλάττῃ πνευμάτων ἐναντίων ἰσχυόντων.
34.20ἐπεί τοι μη δὲ τὴν βουλὴν αὐτὴν ἡγεῖσθ’ὁμονοεῖν μη δ’ὑμᾶς τὸν δῆμον. εἰ γοῦν τις ἐπεξίοι πάντας, δοκεῖ μοι μη δ’ἂν δύο ἄνδρας εὑρεῖν ἐν τῇ πόλει τὸ αὐτὸ φρονοῦντας, ἀλλ’ὥσπερ ἔνια τῶν ἀνιάτων καὶ χαλεπῶν νοσημάτων, δι’ὅλων εἴωθεν ἔρχεσθαι τῶν σωμάτων καὶ οὐδέν ἐστι μέρος εἰς μὴ κάτεισιν, οὕτως τραχύτης αὕτη καὶ τὸ μικροῦ δεῖν ἅπαντας ἀλλήλων ἀπεστράφθαι διαπεφοίτηκε τῆς πόλεως.
34.21ἵνα γὰρ τὴν βουλὴν ἀφῶ καὶ τὸν δῆμον τούςτε νέους καὶ τοὺς γέροντας, ἐστὶ πλῆθος οὐκ ὀλίγον ὥσπερ ἔξωθεν τῆς πολιτείας · τούτους δὲ εἰώθασιν ἔνιοι λινουργοὺς καλεῖν · καὶ ποτὲ μὲν βαρύνονται καί φασιν ὄχλον εἶναι περισσὸν καὶ τοῦ θορύβου καὶ τῆς ἀταξίας αἴτιον, πάλιν δὲ μέρος ἡγοῦνται τῆς πόλεως καὶ πολλοῦ ἀξιοῦσιν. οὓς εἰ μὲν οἴεσθε βλάπτειν ὑμᾶς καὶ στάσεως ἄρχειν καὶ ταραχῆς, ὅλως ἐχρῆν ἀπελάσαι καὶ μὴ παραδέχεσθαι ταῖς ἐκκλησίαις · εἰ δὲ τρόπον τινὰ πολίτας εἶναι τῷ μὴ μόνον οἰκεῖν, ἀλλὰ καὶ γεγονέναι τοὺς πλείους ἐνθάδε καὶ μηδεμίαν ἄλλην ἐπίστασθαι πόλιν, οὐ δὲ ἀτιμάζειν δήπου προσήκει οὐ δὲ ἀπορρηγνύειν αὑτῶν.
34.22νυνὶ δὲ ἐξ ἀνάγκης ἀφεστᾶσι τὴν γνώμην τοῦ κοινῇ συμφέροντος, ὀνειδιζόμενοι καὶ δοκοῦντες ἀλλότριοι. τούτου δὲ οὐθέν ἐστι βλαβερώτερον ταῖς πόλεσιν οὐ δὲ μᾶλλον στάσιν ἐγείρει καὶ διαφοράν, ὥσπερ ἐπὶ τῶν σωμάτων προσγενόμενος ὄγκος, ἂν μὲν οἰκεῖος τῷ λοιπῷ σώματι καὶ συμφυής, εὐεξίαν ποιεῖ καὶ μέγεθος · εἰ δὲ μή, νόσου καὶ διαφθορᾶς αἴτιος γίγνεται.
34.23τί οὖν σὺ κελεύεις ἡμᾶς; τοὺς ἅπαντας ἀναγράψαι πολίτας ναί φημι καὶ τῶν αὐτῶν ἀξίους, ἅμα μη δὲ ὀνειδίζειν μη δὲ ἀπορρίπτειν, ἀλλὰ μέρος αὑτῶν, ὥσπερ εἰσί, νομίζειν. οὐ μὲν γάρ, ἄν τις καταβάλῃ πεντακοσίας δραχμάς, δύναται φιλεῖν ὑμᾶς καὶ τῆς πόλεως εὐθὺς ἄξιος γεγονέναι · εἰ δέ τις πένης ὢν πολιτογραφοῦντός τινος οὐ μετείληφε τοῦ ὀνόματος, οὐ μόνον αὐτὸς παρ’ὑμῖν γεγονώς, ἀλλὰ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τῶν προγόνων, οὐχ οἷός ἐστιν ἀγαπᾶν τὴν πόλιν οὐ δ’ἡγεῖσθαι πατρίδα, καὶ λίνον μὲν εἴ τις ἐργάζεται, χείρων ἐστὶν ἑτέρου καὶ δεῖ τοῦτο προφέρειν αὐτῷ καὶ λοιδορεῖσθαι · βαφεὺς δὲ σκυτοτόμος τέκτων ἐάν, οὐδὲν προσήκει ταῦτα ὀνειδίζειν.
34.24καθόλου δὲ οὐ τοῦτο μάλιστα τῶν ἐν τῇ πόλει βουλόμενος εἰπεῖν οὐ δὲ οἷόν ἐστι δεῖξαι προῆλθον ἴσως, ἀλλ’ἐκεῖνο σαφὲς ὑμῖν ποιήσων, ὅπως διάκεισθε πρὸς ἀλλήλους, καὶ νὴ Δία εἰ πιστεύειν ὑμᾶς ἄξιον τῇ παρούσῃ καταστάσει καὶ κατ’ἀλήθειαν οἴεσθαι νῦν συμπεπνευκέναι. οἰκίαν γὰρ ἔγωγε καὶ ναῦν καὶ τἄλλα οὕτως ἀξιῶ δοκιμάζειν οὐ τὸ παρὸν σκοποῦντας, εἰ σκέπει νῦν καὶ μὴ δέχεται τὴν θάλατταν, ἀλλὰ καθόλου πῶς παρεσκεύασται καὶ πέπηγεν, εἰ μηδέν ἐστι διεστηκὸς μη δὲ σαθρόν.
34.25καὶ μὴν γε ἔφην τὸ πρότερον αὐξῆσαι τὴν πόλιν, τοῦτο οὐχ ὁρῶ νῦν ὑμῖν ὑπάρχον, τὸ ἐξαίρετον εὐεργεσίαν καὶ χάριν καταθέσθαι τῷ κρατοῦντι, δῆλον ὅτι τῷ μὴ δεηθῆναι μηδενὸς αὐτὸν τοιούτου · πλὴν ὅτι γε εἰ μηδὲν τῶν ἄλλων ἔχετε πλεῖον πρὸς αὐτόν · ὥστε ὧν παρ’ἐκείνου τότε δι’εὔνοιαν καὶ φιλίαν ἐτύχετε, ταῦτα ὀφείλετε φυλάττειν τὸν λοιπὸν χρόνον δι’εὐταξίαν καὶ τὸ μηδεμίαν αἰτίαν διδόναι καθ’αὑτῶν.
34.26καὶ μηδείς με νομίσῃ ταῦτα λέγειν ἁπλῶς ἁπάντων ἀνέχεσθαι παραινοῦντα ὑμῖν καὶ πάντα πάσχειν, ἀλλ’ὅπως ἔμπειροι τῶν καθ’αὑτοὺς ὄντες καὶ νῦν ἄμεινον βουλεύησθε καὶ τὸ λοιπὸν οὕτως ἀπαιτῆτε τὸν παριόντα μὴ ῥᾳδίως ὑμῖν μη δ’ὡς ἂν ἐπέλθῃ μηδὲν εἰσηγεῖσθαι, πάντα δὲ εἰδότα καὶ περὶ πάντων ἐσκεμμένον. καὶ γὰρ ἰατρόν, ὅστις ἐξήτακεν ἀκριβῶς τὰ τοῦ κάμνοντος, ὡς μηδὲν αὐτὸν λανθάνειν, τοῦτον εἰκὸς ἄριστα θεραπεύειν.
34.27ὅτι μὲν οὖν δεῖται τὰ παρόντα προσοχῆς καὶ βελτίονος συμβούλου οὐ τῶν ἀπὸ τῆς τύχης καὶ δι’ἀργύριον διὰ γένος παριόντων, ἐνθένδε ὁρᾶτέ πως. ὅταν γὰρ μήτε αὐτοὶ βεβαίως ὁμονοῆτε μήθ’αἱ πλείους τῶν πέριξ πόλεων οἰκείως ὑμῖν ἔχωσιν, ἀλλ’οἱ μὲν φθονῶσιν, ἐκ πολλοῦ ἀντιφιλοτιμούμενοι πρὸς ὑμᾶς, οἱ δὲ ἀπεχθάνωνται, διὰ τὸ ὑπὲρ τῆς χώρας ἀμφισβητεῖν, οἱ δὲ οὐκ οἶδα ὅπως γε ἐνοχλεῖσθαι λέγωσιν, δὲ στρατηγὸς οἴηται μὲν τὰ βελτίω φρονεῖν περὶ αὐτοὺς ὑμᾶς, ἠναγκασμένοι δὲ ἦτε προσκροῦσαι καὶ πρότερον ἀλλήλοις, ἔτι δὲ ἐπίφθονοι τῷτε μεγέθει τῆς πόλεως νομίζησθε καὶ τῷ πολλὰ τῶν ὄντων ἀπολαβεῖν δυνήσεσθαι · πῶς οὐχὶ διὰ ταῦτα ἐπιμελοῦς καὶ περιεσκεμμένης γνώμης δεῖσθε;
34.28τί οὖν; οὐχ ἱκανοὶ ταῦτα οἱ πολῖται συνιδεῖν καὶ παραινέσαι; πόθεν; εἰ γὰρ ἦσαν ἱκανοὶ τὸ δέον εὑρίσκειν ἐν ταῖς πόλεσιν οἱ προεστῶτες καὶ πολιτευόμενοι, πάντες ἂν ἀεὶ καλῶς ἀπήλλαττον καὶ ἀπαθεῖς ἦσαν κακῶν, εἰ μή τις αὐτόματος ἄλλως ἐπέλθοι τισὶ συμφορά. ἀλλ’οἶμαι καὶ πάλαι καὶ νῦν πλείονα εὕροι τις ἂν συμβεβηκότα δεινὰ ταῖς πόλεσι δι’ἄγνοιαν τοῦ συμφέροντος καὶ τὰ τῶν προεστώτων ἁμαρτήματα τῶν ἐκ τοῦ δαιμονίου καὶ παρὰ τῆς τύχης.
34.29οἱ μὲν γὰρ οὐδὲν δυνάμενοι τῶν δεόντων ἰδεῖν οὐ δ’ἐπιμεληθέντες αὑτῶν πρότερον, μη δὲ κώμην ὄντες ἱκανοὶ διοικῆσαι κατὰ τρόπον, ἄλλως δὲ ὑπὸ χρημάτων γένους συνιστάμενοι προσέρχονται τῷ πολιτεύεσθαι · τινὲς δὲ ταύτην ἐπιμέλειαν εἶναι νομίζοντες, ἂν ῥήματα συμφορῶσι καὶ ταῦτα τῶν πολλῶν ὁπωσδὴ θᾶττον συνείρωσι, μηδενὸς τἄλλα ἀμείνους ὄντες. τὸ δὲ μέγιστον, διὰ μὲν τὸ βέλτιστον καὶ τῆς πατρίδος αὐτῆς ἕνεκεν οὔ, λοιπὸν δὲ διὰ δόξας καὶ τιμὰς καὶ τὸ δύνασθαι πλέον ἑτέρου καὶ στεφάνους καὶ προεδρίας καὶ πορφύρας διώκοντες, πρὸς ταῦτα ἀποβλέποντες καὶ τούτων ἐξηρτημένοι τοιαῦτα πράττουσι καὶ λέγουσιν, ἐξ ὧν αὐτοί τινες εἶναι δόξουσιν.
34.30τοιγαροῦν ἐστεφανωμένους πολλοὺς ἰδεῖν ἔστι καθ’ἑκάστην πόλιν καὶ θύοντας ἐν κοινῷ καὶ προϊόντας ἐν πορφύρᾳ · γενναῖον δὲ καὶ φρόνιμον ἄνδρα καὶ κηδεμόνα ὄντως τῆς ἑαυτοῦ πατρίδος καὶ φρονοῦντα καὶ λέγοντα τἀληθῆ καὶ δι’ὃν ἄμεινον οἰκεῖται καὶ μετέσχηκεν ἀγαθοῦ τινος πειθομένη πόλις, σπάνιον εὑρεῖν. καὶ τοῦτο ἀναγκαῖον συμβαίνειν τρόπον τινά.
34.31ὅταν γὰρ οἴωνται τοὺς λελειτουργηκότας τοὺς μέλλοντας ἑαυτοῖς δεῖν συμβουλεύειν, κἂν τις γυμνασίαρχος δημιουργός τις, καὶ τῷ τοιούτῳ μόνῳ λέγειν ἐπιτρέπωσιν νὴ Δία τοῖς καλουμένοις ῥήτορσιν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ τοὺς κήρυκας ἐκάλουν μόνους τοὺς κιθαρῳδοὺς τοὺς τραπεζίτας. τοιγαροῦν ἄνθρωποι παρίασι καὶ ἀνόητοι καὶ δοξοκόποι καὶ πρὸς τὸν ἀπὸ τοῦ πλήθους θόρυβον κεχηνότες, οὐδὲν ἀπὸ γνώμης ἀσφαλοῦς οὐ δὲ συνέντες λέγουσιν, ἀλλ’ὥσπερ ἐν σκότει βαδίζοντες κατὰ τὸν κρότον ἀεὶ καὶ τὴν βοὴν φέρονται.
34.32καίτοι κυβερνήταις εἴ τις λέγοι αὐτοῖς ὥστε ζητεῖν ἐξ ἅπαντος ἀρέσκειν τοῖς ἐπιβάταις, καὶ κροτουμένοις ὑπ’αὐτῶν, ὅπως ἂν ἐκεῖνοι θέλωσιν, οὕτως κυβερνᾶν, οὐ μεγάλου τινὸς αὐτοῖς δεήσει χειμῶνος, ὥστε ἀνατρέψαι. πολλάκις γοῦν ἄγροικος ἄνθρωπος ναυτιῶν γύναιον, ἐὰν ἴδῃ πέτρας, γῆν ἑωρακέναι δοκεῖ καὶ λιμένα, καὶ δεῖται προσσχεῖν.
34.33ἐγὼ δὲ τὸν σύμβουλον τὸν ἀγαθὸν καὶ τὸν ἄξιον προεστάναι πόλεώς φημι δεῖν πρὸς ἅπαντα μὲν ἁπλῶς παρεσκευάσθαι τὰ δοκοῦντα δυσχερῆ, μάλιστα δὲ πρὸς τὰς λοιδορίας καὶ τὴν τοῦ πλήθους ὀργήν, καὶ ταῖς ἄκραις ὅμοιον εἶναι ταῖς ποιούσαις τοὺς λιμένας, αἵτινες ἅπασαν ἐκδέχονται τὴν βίαν τῆς θαλάττης, τὸ δὲ ἐντὸς ἀκίνητον καὶ γαληνὸν φυλάττουσι, κἀκεῖνον δὲ ἐκκεῖσθαι τῷ δήμῳ, κἂν ὀργισθῆναί ποτε θέλῃ κἂν κακῶς εἰπεῖν κἂν ὁτιοῦν ποιῆσαι, πάσχειν δὲ μηδὲν ὑπὸ τῶν τοιούτων θορύβων, μήτε ἂν ἐπαινῆται, διὰ τοῦτο ἐπαίρεσθαι, μήτε ἂν ὑβρίζεσθαι δοκῇ, ταπεινοῦσθαι.
34.34τὸ μέντοι γε παρ’ὑμῖν γιγνόμενον οὐ τοιοῦτόν ἐστι, καὶ οὐδείς, ὡς ἐγὼ πυνθάνομαι, τῶν πολιτευομένων τοῦτο ἔχει προκείμενον οὐ δ’ἐστὶν ἔτι τῶν κοινῶν · ἀλλ’οἱ μὲν ὅλως ἀφεστᾶσιν, οἱ δ’ἐκ παρέργου προσίασιν ἁπτόμενοι μόνον τοῦ πράγματος, ὥσπερ οἱ σπονδῆς θιγγάνοντες, οὐκ ἀσφαλὲς εἶναι λέγοντες ἀναθεῖναι αὑτοὺς πολιτείᾳ. καίτοι ναυκληρεῖν μὲν δανείζειν γεωργεῖν οὐδεὶς ἂν ἱκανῶς δύναιτο πάρεργον αὐτὸ ποιούμενος, πολιτεύεσθαι δὲ ἐπιχειροῦσιν ἐκ περιουσίας καὶ πάντα ἔμπροσθεν τούτου τιθέντες.
34.35ἔνιοι δ’, ἂν εἰς ἀρχήν τινα καταστῶσιν, ἐν ἐκείνῃ μόνον ζητοῦσιν ἅψασθαί τινος πράξεως, ὅπως ἀπέλθωσιν ἐνδοξότεροι, τοῦτο μόνον σκοποῦντες. τοιγαροῦν πρὸς ἓξ μῆνάς εἰσιν ὑμῖν ἀνδρεῖοι, πολλάκις οὐ δὲ ἐπὶ τῷ συμφέροντι τῆς πόλεως. ὥστε νῦν μέν ἐστιν οὗτος λέγων, κἀκείνῳ ἔτι εὐθὺς ἄλλος, εἶθ’ἕτερος · καὶ τὸν πρὸ τριάκοντα ἡμερῶν λαμπρὸν καὶ μόνον φάσκοντα κήδεσθαι τῆς πόλεως οὐ δ’ἰδεῖν ἔστι προσιόντα τῇ ἐκκλησίᾳ, καθάπερ οἶμαι τῶν πομπευόντων αὐτὸς ἕκαστος ὀφθῆναι ἐπιθυμῶν κατὰ τοῦτ’ἐσπούδακεν, ἕως ἂν παρέλθῃ, μικρὸν δὲ ἀποστὰς ἔλυσε τὸ σχῆμα καὶ τῶν ἄλλων εἷς ἐστι καὶ ὅπως δήποτε ἄπεισιν.
34.36ἐχρῆν μέντοι τὸν μὲν πρυτανεύοντα τῆς ἀρχῆς τοὺς ἓξ μῆνας ἡγεῖσθαι μέτρον · τοῦτο γὰρ νόμος κελεύει · τὸν μέντοι γε πολιτευόμενον τῆς εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς ὑπὲρ τῶν κοινῶν ἐπιμελείας καὶ σπουδῆς μὴ μὰ Δία καιρόν τινα ἐξαίρετον ἔχειν, καὶ ταῦτα βραχὺν οὕτως, ἀλλ’εἰς αὐτὸ τοῦτο ἀποδύεσθαι καὶ ἀεὶ παραμένειν.
34.37νῦν δὲ ὥσπερ οἱ τοῖς ἀπογείοις, μᾶλλον δὲ τοῖς ἀπὸ τῶν γνόφων πνεύμασι πλέοντες, οὕτως φέρεσθε, ἄνδρες Ταρσεῖς, οὔτε τῆς τοιαύτης πολιτείας οὔτ’ἐκείνου τοῦ πλοῦ βέβαιον οὐ δ’ἀσφαλὲς ἔχοντος οὐδέν. διαρκέσαι μὲν γὰρ ἄχρι παντὸς διαστήματος οὐχ οἷαίτέ εἰσιν αἱ τοιαῦται προσβολαί, πολλάκις δὲ κατέδυσαν ἀκαίρως προσπεσοῦσαι. ἔδει δὲ πόλιν οὕτως μεγάλην καὶ λαμπρὰν ἔχειν τοὺς ἀληθῶς προνοοῦντας. ταύτῃ δὲ ἴσως ὑπὸ τῶν ἐφημέρων τούτων καὶ πρὸς ὀλίγον δημαγωγῶν οὐδὲν ἔστιν ἀγαθὸν παθεῖν.
34.38περὶ μὲν οὖν τούτων καὶ μυρίων ἄλλων πολλὰ ἂν ἔχοι τις λέγειν. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφ’ἧς ἐπεδήμησα ἡμέρας ὑμῖν γέγονα δημαγωγός, καὶ ταῦτα ἐπιτιμῶν τοῖς τοιούτοις, ὅμως εἰπεῖν ἅπερ ὑπεσχόμην, γιγνώσκω περὶ τῶν παρόντων. καὶ πρῶτον μὲν τὰ πρὸς τὸν στρατηγόν. ἔσται δέ μοι περὶ πάντων λόγος. φημὶ δὴ τοίνυν τοὺς ἐν τοιαύτῃ καταστάσει τυγχάνοντας, ὁποία δὴ τὰ νῦν ἐστι παρὰ πᾶσιν, οὕτω προσήκειν φρονεῖν, ὡς μήτε πάντα ἀνεξομένους καὶ παρέξοντας αὑτοὺς ἁπλῶς χρῆσθαι τοῖς ἐπὶ τῆς ἐξουσίας, ὅπως ἂν αὐτοὶ θέλωσι, κἂν εἰς ὁτιοῦν προΐωσιν ὕβρεως καὶ πλεονεξίας, μήτε ὡς ὅλως μηδὲν οἴσοντας διακεῖσθαι, μη δὲ προσδοκᾶν ὅτι Μίνως τις ὑμῶν ἀφίξεται νῦν Περσεὺς ἐπιμελησόμενος.
34.39τὸ μὲν γὰρ ἐφ’ἅπαν ἀποστῆναι τοῦ βοηθεῖν αὑτοῖς ἀνδραπόδων ἐστί, καὶ δυσχερές, εἰ μηδεὶς ὄκνος μη δὲ ὑποψία καταλειφθήσεται τοῖς ἀγνωμονοῦσιν. τὸ δὲ πλῆθος ἀπεχθάνεσθαι καὶ πάντα ἐξετάζειν οὐχ ὑπὲρ ὑμῶν ἐστιν. ἐὰν γὰρ ἀλόγως ἐνίοτε ἐγκαλεῖν δόξητε καί τις ὑμῶν περιγένηται · διὰ πολλὰς δ’ἂν αἰτίας τοῦτο συμβαίη · δέδοικα μὴ τελέως ἀποβάλητε τὴν παρρησίαν. ὁρᾶτε δὲ τοὺς περὶ τὴν Ἰωνίαν, ὅτι μηδενὸς ἁπλῶς κατηγορεῖν ἐψηφίσαντο. δεῖ δὴ τοὺς νοῦν ἔχοντας ἅπαντα ταῦτα προορᾶσθαι, καὶ μὴ καθάπερ τοὺς ἀπείρους ἐν τῷ μάχεσθαι ῥᾳδίως ἀφέντας τὸ παρὸν αὐτοῖς ἀνόπλους εἶναι τὸ λοιπὸν καὶ μηδὲν ἔχειν ποιῆσαι, μη δ’ἂν ἀποσφάττῃ τις.
34.40ἐκεῖνο μέντοι καθόλου λέγω, τὴν τοιαύτην ἀνάτασιν μηδαμῶς συμφέρειν, καθ’ἣν οὐδὲν ποιῆσαι διεγνωκότες εἰς ὑποψίαν ἔρχεσθε τοῖς ἡγεμόσιν · ἀλλ’ὃν μὲν ἂν κρίνητε ἐξαιρήσεσθαι καὶ δοκῇ τοιαῦτα ἀδικεῖν, ὥστε παραπέμψαι μὴ συμφέρειν, τοῦτον ὡς ἐξελέγξοντες παρασκευάζεσθε, καὶ τὴν γνώμην εὐθὺς ἔχετε ὡς πρὸς ἐχθρὸν καὶ ἐπιβουλεύοντα ὑμῖν. περὶ οὗ δ’ἂν ἄλλως προνοῆτε μηδὲν μὴ μεγάλα ἁμαρτάνειν δι’ἣν δήποτε αἰτίαν μὴ νομίζητε ἐπιτήδειον εἶναι, τοῦτον μη δὲ ἐρεθίζετε μη δὲ εἰς ὀργὴν κατὰ τῆς πόλεως ἄγετε ·
34.41ὥσπερ οἶμαι τὰ βάρη ταῦτ’, ἂν μὲν σφόδρα πιέζῃ καὶ ἀνέχεσθαι μὴ δυνώμεθα, ζητοῦμεν ὡς τάχιστα ἀπορρῖψαι, μετρίως δὲ ἐνοχλούμενοι καὶ ὁρῶντες ἀνάγκην οὖσαν φέρειν τοῦτο μεῖζον ἕτερον, σκοποῦμεν ὡς κουφότατα ἐπέσται. ταῦτά ἐστι σωφρονούσης πόλεως. οὕτως καὶ ἀγαπήσουσιν ὑμᾶς οἱ πλείους καὶ φοβήσεταί τις ἀδικεῖν, καὶ οὐ μὴ πλῆθος ἄδικον μη δὲ ἀλόγιστον ὄχλον ὑμᾶς νομίσωσιν, ὁρμῇ τινι καὶ φορᾷ χρώμενον.
34.42τουτὶ μὲν γάρ, ποιεῖ νῦν πρύτανις, καὶ παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν · μηδέπω μέντοι καιρὸς φανερῶς οὕτως διαφέρεσθαι καὶ προλέγειν. ἀλλ’ἐπειδή τις τῶν ὑμετέρων πολιτῶν ἐν καιροῖς ἀναγκαίοις τῇ πόλει παρέσχεν αὑτὸν καὶ λαμπρὸς ἔδοξε δυοῖν ἡγεμόνων κατηγορήσας ἐφεξῆς, οἱ πολλοὶ νομίζουσι τοιούτου τινὸς ἔργου δεῖν αὐτοῖς. τοῦτο δὲ ὅμοιόν ἐστιν, ὥσπερ εἴ τις ἰατρὸν ἰδὼν εἴς τι τῶν ὠφελίμων φαρμάκων ἐκ μέρους τι μιγνύντα καὶ θανάσιμον, μηδὲν ἄλλο εἰδώς, μήτε ὅπως συνετέθη μήτε ὁπόσον δεῖ λαβεῖν, μιμεῖσθαι βούλοιτο. τὸ μὲν οὖν αὐτοσχεδιάζειν τὰ μέγιστα καὶ προεστάναι πόλεως ἡγεῖσθαι παντὸς εἶναι τοῦ ἐλπίσαντος οὐ πολὺ τῶν τοιούτων ἀφέστηκεν.
34.43ἐγὼ δ’ὑπὲρ τῶν πρὸς τοὺς Μαλλώτας καὶ τὰς ἄλλας πόλεις εἰπὼν ἔτι παύσομαι. καὶ γὰρ ἱκανῶς ἀνέχεσθαι δοκεῖτέ μοι. πρὸς μὲν οὖν τούτους, λέγω δὲ Μαλλώτας, εἴ τι πεποιήκασιν ἀγνωμόνως, ὥσπερ πεποιήκασι, τὴν ὀργὴν καταβαλόντες καὶ τὴν τιμωρίαν, ἣν ἐνομίζετε ὀφείλεσθαι ὑμῖν, αὐτοῖς χαρισάμενοι, περὶ τοῦ πράγματος διακρίθητε καὶ τὸ περὶ τῆς χώρας, τὸ φέρειν τὰ τοιαῦτα καὶ μὴ φιλονικεῖν, τοῦθ’, ὥσπερ ἐστίν, ἡγησάμενοι μέγα καὶ τῷ παντὶ κρειττόνων ἀνδρῶν, ἄλλωςτε πρὸς τοσούτῳ καταδεεστέρους οὐ γάρ ἐστι κίνδυνος μὴ Μαλλωτῶν ἐσομένων ἀσθενέστεροι δόξετε μη δὲ τοὺς παροξυνοῦντας ὑμᾶς, ἀλλὰ μάλιστα μὲν αὐτοὶ δικασταὶ γενόμενοι καὶ τὸ πρᾶγμα ἐπιμελῶς ἐξετάσαντες ἄνευ πάσης ἀπεχθείας καὶ τῆς πρὸς αὑτοὺς χάριτος καταθέσθαι, μὴ μόνον ἀποστάντες τῆς ἔριδος καὶ τοῦ ζητεῖν ἐξ ἅπαντος πλέον ἔχειν, ἀλλὰ συγχωροῦντέςτε καὶ παριέντες αὐτοῖς , τι ἂν μέτριον.
34.44ὥσπερ γὰρ καὶ τῶν ἰδιωτῶν ἐπαινεῖτε τοὺς εὐγνώμονας καὶ βλαβῆναί τινας μᾶλλον αἱρουμένους διαφέρεσθαι πρός τινας, οὕτω καὶ κοινῇ συμβαίνει τὰς τοιαύτας πόλεις εὐδοκιμεῖν.
34.45αἱ μὲν οὖν θῖνες καὶ τὸ πρὸς τῇ λίμνῃ χωρίον οὐδενὸς ἄξια. τίς γάρ ἐστιν τούτων πρόσοδος λυσιτέλεια; τὸ μέντοι χρηστοὺς φαίνεσθαι καὶ μεγαλόφρονας οὐκ ἔστιν εἰπεῖν ὅσου νομίζεται δικαίως ἄξια. τὸ μὲν γὰρ ἁμιλλᾶσθαι πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ δικαιοσύνης καὶ ἀρετῆς καὶ τὸ φιλίας καὶ ὁμονοίας ἄρχειν καὶ τούτοις περιεῖναι τῶν ἄλλων καὶ κρατεῖν καλλίστη πασῶν νίκη καὶ ἀσφαλεστάτη. τὸ δ’ἐξ ἅπαντος τρόπου ζητεῖν μαχομένους ὑπερέχειν ἀλεκτρυόνων ἐστὶ μᾶλλον γενναίων ἤπερ ἀνδρῶν.
34.46εἰ μὲν οὖν παρὰ τὰς θῖνας ἔμελλε Μαλλὸς μείζων ἔσεσθαι τῆς Ταρσοῦ καὶ παρὰ τὴν ἐπὶ τῆς ψάμμου νομήν, τάχα ἔδει σπουδάζειν ὑμᾶς ἐπὶ τοσοῦτον. νυνὶ δὲ αἰσχύνη καὶ γέλως ἐστὶν ὑπὲρ ὧν διαφέρεσθε. τί οὖν οὐκ ἐκεῖνοι κατεφρόνησαν; ὅτι οὐκ εἰσὶ βελτίους ὑμῶν. ὑμεῖς δέ γε βούλεσθε πρὸς τοῦ Διός. ἀλλ’ἔγωγε ἠξίουν ἐπιτιμῆσαι λόγῳ πέμψαντας αὐτούς. τοῦτο γὰρ ἦν ὑπερεχόντων καὶ φρονούντων. τὸ δὲ μᾶλλον τοῦ δέοντος κεκινῆσθαι καὶ καταφεύγειν ἐπὶ τὴν ἐξουσίαν εὐθὺς καὶ νομίζειν ὑβρίζεσθαι μικροπολιτῶν μᾶλλον ἀνθρώπων ἐστίν.
34.47ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις ὑμᾶς ἀξιῶ προσφέρεσθαι πρᾴως καὶ κηδεμονικῶς καὶ φιλοτίμως καὶ μὴ ἀπεχθῶς. οὕτω γὰρ ἑκόντες ἀκολουθήσουσιν ὑμῖν ἅπαντες θαυμάζοντες καὶ ἀγαπῶντες · μεῖζόν ἐστι τοῦ θύειν παρ’ὑμῖν καὶ δικάζεσθαι Μαλλόν. ταῦτα μὲν γὰρ οὐ δ’ἡντινοῦν ἔχει ὠφέλειαν, ἐπελθεῖν ἐπὶ θυσίαν δεῦρο τοὺς Ἀδανεῖς τοὺς Αἰγαίους, ἀλλὰ τῦφον καὶ ἀπάτην καὶ φιλοτιμίαν ἄλλως ἀνόητον.
34.48 δὲ εὔνοια καὶ τὸ φαίνεσθαι διαφέροντας ἀρετῇ καὶ φιλανθρωπίᾳ, ταῦτά ἐστιν ὄντως ἀγαθά, ταῦτά ἐστιν ἄξια ζήλου καὶ σπουδῆς. καὶ σκοπεῖτε · ὡς τά γε νῦν γέλως ἐστίν. καὶ εἴτε Αἰγαῖοι πρὸς ὑμᾶς εἴτε Ἀπαμεῖς πρὸς Ἀντιοχεῖς εἴτε ἐπὶ τῶν πορρωτέρω Σμυρναῖοι πρὸς Ἐφεσίους ἐρίζουσι, περὶ ὄνου σκιᾶς, φασί, διαφέρονται. τὸ γὰρ προεστάναιτε καὶ κρατεῖν ἄλλων ἐστίν.
34.49ἀλλὰ καὶ πρότερον ἦν ποτε Ἀθηναίοις πρὸς Λακεδαιμονίους ζηλοτυπία, καὶ τό γε πρῶτον ἡγοῦντο οἱ Λάκωνες, εἶτα συνέβη πρὸς τοὺς Ἀθηναίους μᾶλλον ἀποκλῖναι τοὺς Ἕλληνας μετὰ τὰ Μηδικά. τί οὖν Σπαρτιάτης; καὶ τὸν νησιώτην καὶ τὸν Ἴωνα καὶ τὸν Ἑλλησπόντιον ἀφεὶς αὑτὸν ἐσωφρόνιζε, καὶ τὰ τῆς Σπάρτης ἑώρα, σαφῶς εἰδὼς ὅτι καὶ τῶν νόμων καὶ τῆς εὐταξίας οὐδὲν δεῖ περὶ πλείονος ποιεῖσθαι. τοιγαροῦν μάλιστα εὐδαιμόνησαν ἐκεῖνον τὸν χρόνον.
34.50τοῖς δὲ Ἀθηναίοις συνέβη, μέχρι μὲν οἰκείως πρὸς αὐτοὺς αἱ πόλεις εἶχον καὶ κατ’εὔνοιαν ἡγοῦντο, μετὰ ταῦτα δέ, ὡς ἐγκλήματα καὶ φθόνος αὐτοῖς συνελέγη καὶ μὴ βουλομένων ἄρχειν ἠξίουν, πολλὰ καὶ δυσχερῆ παθεῖν · καὶ πρῶτον μὲν ἁπάντων ἀπολέσαι τὸν ἔπαινον καὶ τὴν εὐφημίαν, ἔπειτα καὶ τὴν ἰσχὺν καὶ τὰ χρήματα, καὶ τελευταῖον ὑπὸ τοῖς ἐχθροῖς γενέσθαι · καὶ τοῖς Λακεδαιμονίοις ὁμοίως, ἐπειδὴ κἀκεῖνοι πάλιν εἴχοντο τῆς ἀρχῆς, ἀποστάντες τῆς πρότερον αὐτοῖς γνώμης, ἐν τοῖς αὐτοῖς γενέσθαι.
34.51καίτοι τὰ μὲν ἐκείνων εἶχεν ἀληθῆ δύναμιν καὶ μεγάλας ὠφελείας, εἰ δεῖ τὰς πλεονεξίας οὕτως καλεῖν · τὰ δὲ τῶν νῦν ἀμφισβητήματα καὶ τὰ αἴτια τῆς ἀπεχθείας κἂν αἰσχυνθῆναί μοι δοκεῖ τις ἂν ἰδών. ἔστι γὰρ ὁμοδούλων πρὸς ἀλλήλους ἐριζόντων περὶ δόξης καὶ πρωτείων. τί οὖν; οὐδὲν ἀγαθόν ἐστιν ἐν τῷ χρόνῳ τούτῳ, περὶ οὗ χρὴ σπουδάζειν; ἔστι τὰ μέγιστα καὶ μόνα σπουδῆς ἄξια καὶ τότε ὄντα καὶ νῦν καὶ ἀεὶ ἐσόμενα · ὧν οὐκ ἔχει δήπουθέν τις ἐξουσίαν οὔτ’ἄλλῳ παρασχεῖν οὔτε ἀφελέσθαι δύναται τὸν κτησάμενον, ἀλλ’ἀεί ἐστιν ἐπ’αὐτῷ, κἂν ἰδιώτης κἂν πόλις · ὑπὲρ ὧν ἴσως μακρότερον λέγειν πρὸς ὑμᾶς.
34.52καίτοι με οὐ λέληθεν ὅτι τοὺς φιλοσόφους πολλοὶ νομίζουσιν ἐκλύειν ἅπαντα καὶ ἀνιέναι τὰς ὑπὲρ τῶν πραγμάτων σπουδάς, καὶ διὰ τοῦτο βλάπτειν μᾶλλον · ὥσπερ εἴ τις τὸν μουσικὸν βούλοιτο ἁρμοζόμενον, ἔπειτ’ἀνιέντα τῶν φθόγγων τινὰς καὶ πάλιν ἑτέρους ἐπιτείνοντα σκῶψαι τὸν αὐτόν. ἔχει δὴ καὶ τὰ τῶν πόλεων πράγματα οὕτως.
34.53αἱ μὲν γὰρ πονηραὶ καὶ ἀνωφελεῖς σπουδαὶ καὶ φιλοτιμίαι μᾶλλόν εἰσι τοῦ προσήκοντος ἐντεταμέναι καὶ τρόπον τινὰ δι’αὑτοὺς ἀπορρήγνυνται πάντες · αἱ δὲ ὑπὲρ τῶν καλλίστων ὅλως ἐκλύονται. θεάσασθε δ’εὐθέως, εἰ βούλεσθε, τὴν τῆς φιλαργυρίας ἐπίτασιν, τὴν τῆς ἀκρασίας. ἀλλ’ἔοικα γὰρ πόρρω προάγειν, καὶ καθάπερ οἱ ἐν ταῖς γαλήναις μακρότερον νηχόμενοι, τὸ μέλλον οὐ προορᾶν.