Orations, Oration 50

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
50.1ἐγὼ καὶ πρότερον μὲν ὑμᾶς ἠγάπων, ἄνδρες, ὥσπερ εἰκὸς ἦν τὸν ἄνδρα τὸν ἐπιεικῆ καὶ οὐκ ἀνόητον τὸ φρονιμώτατον στέργειν τῆς πατρίδος καὶ βεβαιότατον · τὸ δὲ ὑμῶν ἄλλους προτιμᾶν ὅμοιον ὥσπερ εἴ τις φιλόπολις εἶναι λέγων ταῖς οἰκίαις μὲν ἥδοιτο καὶ τοῖς ἐργαστηρίοις τοῖς ἐν τῇ πόλει, τὴν δὲ ἀγορὰν αἱ τὸ πρυτανεῖον καὶ τὸ βουλευτήριον καὶ τὰ ἄλλα ἱερὰ ἀμελέστερον ὅρῴη, νὴ Δία εἴ τις Λακεδαιμονίων τὸ μὲν πλῆθος ἐφίλει, τοὺς δὲ βασιλέας καὶ τοὺς ἐφόρους καὶ τοὺς γέροντας ἠτίμαζε τοὺς σωφροσύνῃ τῶν ἄλλων διαφέροντας καὶ δι’οὓς ἅπασα πόλις ἐσῴζετο.
50.2ὅπου καὶ παρὰ τοῖς Ἀθηναῖοις, οἳ μάλιστα ἀνθρώπων ἐδημοκρατοῦντο καὶ πλεῖστον ἔνεμον τοῖς πολλοῖς καὶ δημοτικοῖς, οὐδεὶς πώοτε οὕτως ἐγένετο θρασὺς δημαγωγός, οὐ δὲ Ὑπέρβολος ἐκεῖνος Κλέων, ὥστε τὸν Ἄρειον πάγον τὴν βουλὴν τοὺς ἑξακοσίους ἀτιμότερον τοῦ δήμου νομίζεν. εἰ δὲ συνεχῶς μέμνημαι Λακεδαιμονίων καὶ Ἀθηναίων, συγγνώμην ἐχέτωσαν οἱ πάνυ δριμεῖς, ὅτι τῶν τοιούτων παραδειγμάτων ὑμᾶς ἀξίους κρίνω, καὶ πρὸς Ἕλληνας, ὡς οἶμαι, διαλεγόμνος οὐκ ἄλλων τινῶν μᾶλλον ἡγοῦμαι πρέπειν μνημονεύειν τῶν ἄκρως Ἑλλήνων.
50.3τῆς δ’οὖν εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς πίστεως ἐκεῖνο ὑμῖν γιγνέσθω τεκμήριον, ὅτι μήτε ἑταιρείᾳ τινὶ πεποιθὼς μήτε συνήθεις ἐξ ὑμῶν ἔχων τινὰς θαρρῶν εἰσέρχομαι πρὸς ὑμᾶς, καὶ νομίζω μηδενὸς ἔλαττον ἂν ἔχειν, δῆλον ὅτι τῇ κοινῇ φιλίᾳ πεπιστευκὼς καὶ τῇ πρὸς ἅπαντας εὐνοίᾳ, μη δὲ ἰσχυρὸς φοβερὸς εἶναι δοκῶν βουλόμενος διὰ τοῦτο θεραπεύεσθαι. εἰ δὲ ἠλέουν τοὺς δημοτικοὺς ὅτε ἦσαν ἐλεεινοί, καὶ καθ’ὅσον οἶόντε ἦν ἐπικουφίζειν ἐπειρώμην, οὐθέν ἐστι τοῦτο σημεῖον τοῦ πρὸς ἐκείνους ἔχειν οἰκειότερον · ἐπεὶ καὶ τοῦ σώματος ἀεὶ τὸ κάμνον θεραπεύομεν καὶ πλείονα ποιούμεθα πρόνοιαν ποδῶν ὀφθαλμῶν, ὅταν οἱ μὲν ἀλγῶσι καὶ πεπονθότες ὦσιν, οἱ δὲ ὑγιαίνωσιν.
50.4εἰ δὲ εἶπον ἐλεεινοὺς τοὺς δημοτικούς, μηδεὶς ὑπολάβῃ λέγειν με ὡς ἄδικα καὶ παράνομα ἔπασχον, ὁπότε καὶ τοὺς ὑπὸ ἰατρῶν τεμνομένους καομένους, ἐπὶ σωτηρίᾳ πάσχοντας ταῦτα, ἐλεοῦμεν, καὶ δακρύουσιν ἐπ’αὐτοῖς καὶ μητέρες καὶ πατέρες, εἰδότες ὠφελουμένους. δὲ ἔφην, ὅτι καὶ πρότερον ὑμᾶς ἠγάπων πρὶν πεῖραν ἱκανὴν εἰληφέναι τῆς διανοίας, νῦν γε ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, μὴν ἔγωγε τὴν βουλὴν οὐ μόνον ἀξίαν τιμῆς κρίνω καὶ φιλίας, ἀλλὰ καὶ θαυμάζω τὴν ἰσχὺν ὑμῶν καὶ τὴν ἀλήθειαν καὶ τὴν ἐλευθερίαν.
50.5καὶ τοῦτον ἔσχηκα τὸν τρόπον, ὥστε τῷ δήμῳ μὲν ἐκτετικέναι δοκεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν ὡς πολίτης, ὑμῖν δὲ ὀφείλειν καὶ μηδέποτε ἂν δυνηθῆναι τὴν ὑμετέραν εὔνοιαν ὑπερβαλέσθαι. καὶ τοῦτο δὴ τὸ ῥηθὲν ὑπὸ τῶν παλαιῶν τινος ῥητόρων, ὑπερβολήν τινα ἔχειν δοκοῦν κολακείας, ὅτι τὸν δῆμον εἰκότως ἂν ἐν τοῖς ὀφθαλμοῖς περιφεροίμην, ἐγὼ δικαίως ἂν εἴποιμι πρὸς ὑμᾶς. καὶ τὸν υἱὸν τοῦτον, εἰ νοῦν ἔχει καὶ σωφρονεῖ, νομίζω πάντα τὸν βίον ὑμῖν ἀναθήσειν καὶ θεραπεύσειν ὑμᾶς οὐχ ἧττον ἐμοῦ.
50.6τίνος γενομένου, φήσει τις, καὶ τίνα τῶν ἀνδρῶν πεῖραν εἰληφὼς οὕτως ὑπερδιατείνῃ; ἴσως ἐπίπνοιά τίς μοι γέγονεν αὐτόματος καὶ φορὰ τῆς ψυχῆς τοιαύτη πρὸς ὑμᾶς · ἐκεῖνο δ’οὖν ἐπίστασθε σαφῶς ὅτι οὔτε δῆμον οὔτε βουλὴν οὔτε ἄνδρα, σατράπην δυνάστην τύραννον, στέργειν θεραπεύειν τοῖς λόγοις ἐγὼ δύναμαι, μὴ παρ’ἐμαυτῷ πρότερον αὐτὸν ἐπαινέσας καὶ τὸ τῆς ψυχῆς ἦθος ἀποδεξάμενος. ὑμᾶς δὲ ὁρῶ, σχεδὸν ὁσάκις ὑμῶν γέγονε πεῖρα τῆς διανοίας, μηδὲν πώποτε ἄδικον μη δὲ ἀμφίβολον μη δὲ ταπεινὸν μη δὲ εὐμετάβολον μη δὲ ἀναίσθητον μη δ’ἧτταν θορύβων πραγμάτων ἐπιδεδειγμένους ·
50.7ὥστε εἰποιμ’ἂν θαρρῶν, ἔχετε μὲν προστάτας χρηστούς, οὐδένα δὲ ἄξιον ἑαυτῶν, ἀλλ’οὐ δὲ τῶν πρότερον τὸν ἐμὸν πατέρα πάππον οὐ δὲ τοὺς τῶν ἄλλων, πάντας ἀγαθοὺς καὶ τιμῆς ἀξίους. καὶ μηδείς με νομίσῃ λέγειν ἐμαυτὸν εἰσποιοῦντα τῷ προΐστασθαι τῆς βουλῆς · ἐγὼ μὲν γὰρ ἄπειμι διὰ πολλὰς αἰτίας καὶ πιστεύσατε ὡς νῦν γοῦν ἀληθῶς λέγω καὶ ἴσως οὐκ ἐμαυτοῦ χάριν ὠφελείας τρυφῆς τινος · ἢν δὲ εἶχον ἀποκρύψασθαι γνώμην οὐκ ἐδυνάμην.
50.8καὶ οὐκ ἔστι δέος μήποτε ἐγὼ δόξω κολακεύειν ὑμᾶς, οὐ κολακεύσας τὸν ἐχθρὸν τύραννον οὐ δὲ ῥῆμα ἀγεννὲς οὐ δὲ ἀνελεύθερον εἰπών, ὅτε πολλοῖς ἀγαπητὸν ἦν ζῆν ὁτιοῦν πράττουσι καὶ λέγουσιν. ἀλλά μοι δοκεῖ μέγα καὶ θεῖον εἶναι τὸ γιγνόμενον παρ’ὑμῖν. ἰδίᾳ μὲν γὰρ ὁποῖοί ποτέ ἐστε οὐ σφόδρα ἀκριβῶς ἐπίσταμαι · νομίζω δὲ βελτίους τῶν πολλῶν · κοινῇ δέ, ὅταν συνέλθητε δεῦρο πάλιν εἰς τὴν ἐκκλησίαν, οὐδὲν πώποτε οὔτε ταπεινὸν οὔτε ἀνελεύθερον οἶδα εἰπόντας φρονήσαντας ὑμᾶς, οὐ παράκλησιν ἰσχύουσαν παρ’ὑμῖν, οὐχ ὑπόσχεσιν, οὐκ ἀπείλησιν, εἴ τις ἄρα τοιοῦτός ἐστιν, ὥστ’ἰσχύειν ἀπειλῶν. διὰ τί δὲ μὴ φῶ τὰ δοκοῦντα ἐμαυτῷ, καθάπερ δέον τὸν φιλόσοφον τὰ πονηρὰ μόνον ἐξελέγχειν, τὰ δὲ βελτίω παρακαλύπτεσθαι, τὴν ἀλήθειαν ἐπὶ μόνοις τοῖς κακοῖς οὖσαν ὠφέλιμον, ἀλλ’οὐ καὶ ἐπὶ τοῖς ἀγαθοῖς οὐδὲν ἧττον, ὅτι εὔφημος;
50.9σὺ δ’οὖν, φήσει τις, ἐγκώμιον ἀναστὰς ἠθέλησας εἰπεῖν τῆς βουλῆς; καὶ τί δεινόν, ἐὰν ἀληθὲς ; τὸ δὲ ἐγκώμιον τοῦτο, ἐὰν φαίνησθε ἀνόμοιοι τοῖς λεγομένοις, οὐχ ὑμέτερός ἐστιν ἔπαινος, τοῦ δὲ εἰπόντος κατηγορία. ὅμως δὲ οὐκ ἂν ἀποιησάμην οὐδένα λόγον τοιοῦτον εἰ μὴ σφόδρα ἤλγησα, ὥσπερ πρότερόν ποτε, ἀκούσας ὅτι καθυφίεμαι τὸ ὑμέτερον. καὶ διὰ τοῦτο ἀπελογησάμην, οὐχ ὑπερορῶν ἀπολογεῖσθαι · πόθεν; οὐ δὲ κρίνων ἐμαυτοῦ ταπεινότερον. νυστάζοντι μὲν γάρ, ὥς φασι, δικαστῇ, καὶ νὴ Δία τυράννῳ κακοήθει καὶ πονηρῷ ταπεινὸν ἀπολογεῖσθαι · πολίταις δὲ καὶ συγγενέσι καὶ φίλοις, οὕς τις ἡγεῖται μετρίους, οὐ ταπεινόν, ἀλλ’εὔγνωμον καὶ δίκαιον. καὶ τότε οὖν ὀρθῶς ἐποίησα καὶ νῦν πολλῷ μᾶλλον, ὅτε ὑμᾶς σαφέστερον ἐπίσταμαι.
50.10πυνθάνομαι γὰρ ὥς τινες ἔδοξαν καὶ λόγος ἐρρύη τοιοῦτος ὡς ἐμὲ ἐμποδὼν γενόμενον τῷ συνάγεσθαι βουλήν · ἐπεὶ καὶ τόδε ἤκουσα ὡς πάντα ἁπλῶς νομίζουσι τὰ τῆς ἀρχῆς γίγνεσθαι κατὰ τὴν ἐμὴν γνώμην. ἐγὼ δὲ ἐκεῖνο μὲν οὐκ ἀφαιροῦμαι τὸν υἱόν, τὸ μηδὲν ἄκοντος ἂν ἐμοῦ ποιῆσαι τῶν ἐφ’ἑαυτῷ μη δὲ ἄλλως ἂν στοχαζόμενον καὶ τῆς ἐμῆς γνώμης · ὀμνύω δὲ μὴ προστάξαι μηδεπώποτε μηδέν, λέγω δὲ τῶν κοινῶν, τὸ δὲ συμβουλεύειν πατέρα ὄντα τὰ κρείττονα δοκοῦντα προστάγματος ἔχει τάξιν. καὶ διὰ τὴν ὑποψίαν ταύτην ἀπὸ χρόνου τινὸς οὐ δὲ ταῖς βουλαῖς παρετύγχανον. τὸ γὰρ ἔχειν αὐτὸν ἀξιώσαντα τῶν τῆς πόλεως ὡς ἱκανὸν ὄντα βουλεύεσθαι ἤδη καὶ διοικεῖν τὰ κοινά, μεταξὺ δὲ ἔργῳ ποιεῖν ἰδιώτην καὶ τῆς ἐξουσίας τῆς κατὰ τὸν νόμον ἄκυρον οὔτε ἄλλως ἐπιεικὲς οὔτε ἴσον αὖ τοῖς τηλικούτοις.