Orations, Oration 17

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
17.1οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων ὑπὲρ τούτων οἴονται δεῖν λέγειν ὑπὲρ ὧν ἕκαστος οὐκ ἔχει τὴν ἀληθῆ δόξαν, ὅπως ἀκούσαντες ὑπὲρ ὧν ἀγνοοῦσι μάθωσι · περὶ δὲ τῶν γνωρίμων καὶ πᾶσιν ὁμοίως φαινομένων περιττὸν εἶναι διδάσκειν. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἡμᾶς οἷς νομίζομεν ὀρθῶς ἔχειν ἐμμένοντας καὶ μηδὲν ἔξωθεν πράττοντας τῆς ὑπαρχούσης ὑπολήψεως, οὐ δ’ἂν αὐτὸς ᾤμην ἀναγκαῖον εἶναι διατείνασθαι περὶ τῶν προδήλων.
17.2ἐπεὶ δὲ οὐχὶ τὴν ἄγνοιαν ἡμᾶς τῶν ἀγαθῶν καὶ τῶν κακῶν τοσοῦτον ὁρῶ λυποῦσαν ὅσον τὸ μὴ πείθεσθαι τοῖς ὑπὲρ τούτων διαλογισμοῖς μη δὲ ἀκολουθεῖν αἷς ἔχομεν αὐτοὶ δόξαις, μεγάλην ὠφέλειαν ἡγοῦμαι τὸ συνεχῶς ἀναμιμνήσκειν καὶ διὰ τοῦ λόγου παρακαλεῖν πρὸς τὸ πείθεσθαι καὶ φυλάττειν ἔργῳ τὸ προσῆκον. ὥσπερ γάρ, οἶμαι, καὶ τοὺς ἰατροὺς καὶ τοὺς κυβερνήτας ὁρῶμεν πολλάκις τὰ αὐτὰ προστάττοντας, καίτοι τὸ πρῶτον ἀκηκοότων οἷς ἂν κελεύωσιν, ἀλλ’ἐπειδὰν ἀμελοῦντας αὐτοὺς καὶ μὴ προσέχοντας βλέπωσιν, οὕτως καὶ κατὰ τὸν βίον χρήσιμόν ἐστι γίγνεσθαι πολλάκις περὶ τῶν αὐτῶν τοὺς λόγους, ὅταν εἰδῶσι μὲν οἱ πολλοὶ τὸ δέον, μὴ μέντοι πράττωσιν.
17.3οὐ γάρ ἐστι τέλος οὔτε τοῖς κάμνουσι τὸ γνῶναι τὸ συμφέρον αὐτοῖς, ἀλλ’, οἶμαι, τὸ χρήσασθαι · τοῦτο γὰρ αὐτοῖς παρέξει τὴν ὑγίειαν · οὔτε τοῖς ἄλλοις τὸ μαθεῖν τάτε ὠφελοῦντα καὶ βλάπτοντα πρὸς τὸν βίον, ἀλλὰ τὸ μὴ διαμαρτάνειν τῇ τούτων αἱρέσει. καθάπερ γὰρ ἔστιν ἰδεῖν τοὺς ὀφθαλμιῶντας ἐπισταμένους μὲν ὅτι λυπεῖ τὸ προσάγειν τοῖς ὀφθαλμοῖς τὰς χεῖρας, ὅμως δὲ οὐκ ἐθέλοντας ἀπέχεσθαι, παραπλησίως καὶ περὶ τὰ ἀλλὰ πράγματα οἱ πολλοὶ καὶ λίαν εἰδότες ὡς οὐ λυσιτελεῖ τι ποιεῖν, οὐδὲν ἧττον ἐμπίπτουσιν εἰς αὐτό.
17.4τίς γοῦν οὐκ οἶδε τὴν ἀκρασίαν ὡς μέγα ἐστὶ κακὸν τοῖς ἔχουσιν; ἀλλ’ὅμως μυρίους ἄν τις ἀκρατεῖς εὕροι. καὶ νὴ Δία γε τὴν ἀργίαν ἅπαντες ἴσασιν ὡς οὐ μόνον οὐχ οἵατε πορίζειν τὰ δέοντα πρὸς τὸ ζῆν, ἀλλ’ἔτι καὶ τὰ ὄντα ἀπόλλυσι · καίτοι τῷ ὄντι πλείους ἔστιν εὑρεῖν τοὺς ἀργοὺς τῶν ἐθελόντων τι πράττειν.
17.5ὅθεν, οἶμαι, προσήκει τοὺς ἄμεινον φρονοῦντας ἀεὶ συνεχῶς ὑπὲρ τούτων λέγειν, ἐάν πως γένηται δυνατὸν ἐπιστρέψαι καὶ βιάσασθαι πρὸς τὸ κρεῖττον. ὥσπερ γὰρ ἐν τοῖς μυστηρίοις ἱεροφάντης οὐχ ἅπαξ προαγορεύει τοῖς μνουμένοις ἕκαστον ὧν χρή, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπὲρ τῶν συμφερόντων λόγους ὥσπερ τινὰ πρόρρησιν ἱερὰν λυσιτελεῖ πολλάκις, μᾶλλον δὲ ἀεὶ λέγεσθαι.
17.6τὰ γοῦν φλεγμαίνοντα τῶν σωμάτων οὐκ εὐθὺς ἐνέδωκε πρὸς τὴν πρώτην καταιόνησιν, ἄλλ’ἂν συνεχῶς τοῦτο ποιῇ τις, ἐμαλάχθη καὶ ῥᾷον ἔσχεν · οὐκοῦν ὁμοίως καὶ τὴν ἐν τῇ ψυχὴ τῶν πολλῶν φλεγμονὴν ἀγαπητὸν εἴ τις δύναιτο πραΰναι διηνεκῶς τῷ λόγῳ χρώμενος. φημὶ δὴ καὶ περὶ τῆς πλεονεξίας εἰδέναι μὲν ἅπαντας ὡς οὔτε συμφέρον οὔτε καλόν ἐστιν, ἀλλὰ τῶν μεγίστων κακῶν αἴτιον, μὴ μέντοι γε ἀπέχεσθαι μη δὲ ἐθέλεν μηδένα ἀνθρώπων ἴσον ἔχειν τῷ πέλας.
17.7καίτοι τὴν μὲν ἀργίαν καὶ τὴν ἀκρασίαν καὶ καθόλου πάσας ἁπλῶς τὰς ἄλλας κακίας εὕροι τις ἂν αὐτοῖς τοῖς ἔχουσι βλαβεράς, καὶ νουθεσίας μέν, οἶμαι, καὶ καταγνώσεως τοὺς ἐν τινι τούτων ὑπάρχοντας δικαίως τυγχάνοντας, οὐ μὴν μισουμένους γε οὐ δὲ κοινοὺς ἅπασι δοκοῦντας ἐχθροῦς · πλεονεξία δὲ μέγιστον μέν ἐστιν αὐτῷ τινι κακὸν, λυπεῖ δὲ καὶ τοὺς πέλας. καὶ τὸν πλεονέκτην οὐδεὶς ἐλεεῖ δήπουθεν οὐ δὲ ἀξιοῖ διδάσκειν, προβάλλονται δὲ ἅπαντες καὶ πολέμιον αὑτῶν νομίζουσιν.
17.8ἕκαστος οὖν τῶν αὐτοῦ εἰ βούλεται γνῶναι τὸ μέγεθος τῆς τοιαύτης πονηρίας, ἐννοησάτω πῶς αὐτὸς ἔχει πρὸς τοὺς ἐπιχειροῦντας πλεονεκτεῖν · οὕτως γὰρ ἂν συμβάλοι πῶς καὶ τοὺς λοιποὺς ἀνάγκη πρὸς ἐκεῖνον ἔχειν, ἐὰν τοιοῦτος. καὶ μὴν γε Εὐριπίδης, οὐδενὸς ἧττον ἔνδοξος ὢν τῶν ποιητῶν, τὴν Ἰοκάστην εἰσάγει λέγουσαν πρὸς τὸν Ἐτεοκλέα, παρακαλοῦσαν αὐτὸν ἀποστῆναι τοῦ πλεονεκτεῖν τὸν ἀδελφόν, οὕτω πως ·
17.9τί τῆς κακίστης δαιμόνων ἐφίεσαι πλεονεξίας, παῖ; μὴ σύ γ’. ἄδικος θεός. πολλοὺς δ’ἐς οἴκους καὶ πόλεις εὐδαίμονας εἰσῆλθε κἀξῆλθ’ἐπ’ὀλέθρῳ τῶν χρωμένων · ἐφ’ σὺ μαίνει. τοῦτο κάλλιστον βροτοῖς, ἰσότητα τιμᾶν καὶ φίλους εἶναι φίλοις πόλειςτε πόλεσι συμμάχουςτε συμμάχοις συνδεῖν · τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ’ἀεὶ πολέμιον καθίσταται τοὔλασσον, ἔχθραςθ’ἡμέρας κατάρχεται.
17.10παρεθέμην δὲ ἑξῆς τὰ ἰαμβεῖα · τὸ γὰρ τοῖς καλῶς εἰρημένοις αὐτοῖς χρῆσθαι νοῦν ἔχοντός ἐστιν. ἐν δὴ τούτοις ἅπαντα ἔνεστι τὰ συμβαίνοντα ἐκ τῆς πλεονεξίας, ὅτι μήτε ἰδίᾳ μήτε κοινῇ συμφέρει, τοὐναντίον δὲ καὶ τὴν τῶν οἴκων εὐδαιμονίαν καὶ τὴν τῶν πόλεων ἀνατρέπει καὶ διαφθείρει καὶ πάλιν ὡς νόμος ἀνθρώποις τιμᾶν τὸ ἴσον, καὶ τοῦτο μὲν κοινῆν φιλίαν καὶ πᾶσιν εἰρήνην πρὸς ἀλλήλους ποιεῖ, τὰς δὲ διαφορὰς καὶ τὰς ἐμφύλους ἔριδας καὶ τοὺς ἔξω πολέμους κατ’οὐδὲν ἕτερον συμβαίνοντας διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν, ἐξ ὧν ἕκαστος καὶ τῶν ἱκανῶν ἀποστερεῖται.
17.11καὶ γάρ τοι τί τοῦ ζῆν ἀναγκαιότερόν ἐστιν, τί τούτου περὶ πλείονος ποιοῦνται πάντες; ἀλλ’ὅμως καὶ τοῦτο ἀπολλύουσι χρημάτων, οἱ δὲ καὶ τὰς πατρίδας τὰς αὑτῶν ἀναστάτους ἐποίησαν. μετὰ ταῦτα τοίνυν αὐτὸς ποιητὴς οὔ φησιν ἐν τοῖς θείοις εἶναι πλεονεξίαν · διὰ τοῦτο ἄφθαρτα καὶ ἀγήρω μένειν αὐτά, τὴν προσήκουσαν ἓν ἕκαστον ἑαυτῷ τάξιν φυλάττοντα, τήντε νύκτα καὶ τὴν ἡμέραν καὶ τὰς ὥρας. εἰ γὰρ μὴ τοῦτον εἶχε τὸν τρόπον, οὐκ ἂν αὐτῶν οὐδὲν δύνασθαι διαμένειν. ὅταν οὖν καὶ τοῖς θείοις πλεονεξία φθορὰν ἐπιφέρῃ, τί χρὴ νομίζειν τἀνθρώπεια πάσχειν ἀπὸ ταύτης τῆς νόσου; καλῶς δὲ μέμνηται καὶ μέτρων καὶ σταθμῶν, ὡς ὑπὲρ τοῦ δικαίου καὶ τοῦ πλεονεκτεῖν μηδένα μηδενὸς τούτων εὑρημένων.
17.12 δὲ Ἡσίοδος καὶ πλέον εἶναι τοῦ παντός φησι τὸ ἥμισυ, τὰς ἐκ τοῦ πλεονεκτεῖν βλάβας, οἶμαι, καὶ ζημίας λογιζόμενος. τίς γὰρ πώποτε βασιλεὺς δυνάστης δῆμος ἐπιχειρήσας ὑπερβῆναι τὸ δίκαιον καὶ τοῦ πλείονος ὀρεχθῆναι οὐχ ἅπασαν μὲν τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἀπέβαλε, μεγάλαις δὲ καὶ ἀμηχάνοις ἐχρήσατο συμφοραῖς, ἅπασι δὲ τοῖς μετ’αὐτὸν παραδείγματα ἐμφανῆ τῆς ἀνοίας καὶ τὴν πονηρίας κατέλιπεν; τίς τῶν ἐλαττοῦσθαι βουλομένων καὶ τὴν δοκοῦσαν ἧτταν ῥᾳδίως ὑπομένειν οὐ πολλαπλάσια μὲν τῶν ἄλλων ἐκτήσατο, αὐτομάτως αὐτῷ καὶ δίχα πόνου περιγιγνόμενα, πλεῖστον δὲ χρόνον τὴν εὐημερίαν κατέσχεν, ἀσφαλέστατα δὲ ἐχρήσατο τοῖς παρὰ τῆς τύχης ἀγαθοῖς;
17.13αὐτίκα γοῦν οἱ τῆς Ἰοκάστης υἱεῖς οὐκ, ἐπεὶ διέστησαν τοῦ πλείονος χάριν, μὲν μόνος ἄρχειν βουλόμενος, δ’ἐξ ἅπαντος τρόπου ζητῶν κομίσασθαι τῆς δυναστείας τὸ μέρος, οὐκ ἀδελφοὶ μὲν ὄντες ἀλλήλους ἀπέκτειναν, μεγάλων δὲ κακῶν αἴτιοι κατέστησαν τοῖς συναραμένοις ἀμφότεροι, τῶν μὲν ἐπιστρατευσάντων παραχρῆμα ἀπολομένων, ὧν δὲ ἀμυναμένων μετὰ μικρὸν ἡττηθέντων, ἐπειδὴ τοὺς νεκροὺς οὐκ εἴων ταφῆναι;
17.14καὶ μὴν δι’ἑνὸς ἀνδρὸς πλεονεξίαν, τοῦ τὴν Ἑλένην ἁρπάσαντος καὶ τὰ τοῦ Μενελάου κτήματα, οἱ τὴν μεγίστην τῆς Ἀσίας οἰκοῦντες πόλιν ἀπώλοντο μετὰ παίδων καὶ γυναικῶν, καὶ μίαν γυναῖκα ὑποδεξάμενοι καὶ χρήματα ὀλίγα τηλικαύτην τιμωρίαν ἔτεισαν. τοίνυν Ξέρξης, τῆς ἑτέρας ἠπείρου κύριος, ἐπειδὴ καὶ τῆς Ἑλλάδος ἐπεθύμησε καὶ τοσοῦτον στόλον καὶ τοσαύτας μυριάδας συναγαγὼν ἤνεγκεν, ἅπασαν μὲν αἰσχρῶς ἀπέβαλε τὴν δύναμιν, μόλις δὲ τὸ σῶμα ἴσχυσε διασῶσαι φεύγων αὐτός. πορθουμένης δὲ μετὰ ταῦτα τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐπὶ θαλάττῃ φέρειν ἠναγκάζετο.
17.15καὶ μὴν Πολυκράτην φασίν, ἕως μὲν Σάμου μόνης ἦρχεν, εὐδαιμονέστατον ἁπάντων γενέσθαι · βουλόμενον δέ τι καὶ τῶν περᾶν πολυπραγμονεῖν, διαπλεύσαντα πρὸς Ὀροίτην, ὡς χρήματα λάβοι, μη δὲ ῥᾳδίου γε θανάτου τυχεῖν, ἀλλὰ ἀνασκολοπισθέντα ὑπὸ τοῦ βαρβάρου διαφθαρῆναι. ταῦτα μέν, ἵν’ παραδείγματα ὑμῖν, ἐκτε τῶν σφόδρα παλαιῶν καὶ τῶν μετὰ ταῦτα καὶ τῶν ἐν ποιήμασι καὶ τῶν ἄλλως ἱστορουμένων παρήνεγκα.
17.16ἄξιον δ’ἐνθυμηθῆναι καὶ τὸν θεόν, ὡς κἀκεῖνος κολάζειν πέφυκε τοὺς πλεονεκτοῦντας. Λακεδαιμονίοις γὰρ χρωμένοις, εἰ δίδωσιν αὐτοῖς τὴν Ἀρκαδίαν, οὐ μόνον ἀπεῖτε καὶ τὴν ἀπληστίαν ὠνείδισεν, οὕτως εἰπών · Ἀρκαδίην μ’αἰτεῖς, μέγα μ’αἰτεῖς, οὔτοι δώσω · ἀλλὰ καὶ τιμωρίαν αὐτοῖς ἐπέθηκε, προειπὼν μὲν τὸ μέλλον, οὕτως δὲ ὥστε ἐκείνους μὴ συνέντας ἐπὶ Τεγέαν στρατεύεσθαι καὶ ταῖς γιγνωσκομέναις ὑπὸ πάντων συμφοραῖς περιπεσεῖν. καίτοι φανερῶς τὴν Ἀρκαδίαν αὐτοῖς ἀρνούμενος οὐ δὲ τὴν Τεγέαν ἐδίδου. τὸ γὰρ ἰσχυρότατον τῆς Ἀρκαδίας καὶ μέγιστον τοῦτ’ἦν. ἀλλ’ὅλως διὰ τὴν πλεονεξίαν οὐ δὲ ὦτα ἔχουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ δὲ τῶν λεγομένων αἰσθάνονται.
17.17πάλιν τοίνυν Ἀθηναῖοις ἐρωτῶσι περὶ τῆς νήσου Σικελίας ἔχρησε προσλαβεῖν τῇ πόλει τὴν Σικελίαν, λόφον τινὰ ἐγγὺς ὄντα τῆς πόλεως. οἱ δὲ τῶν μὲν παρακειμένων καὶ τῶν ἐν ὀφθαλμοῖς ἠμέλησαν · οὕτως ἔκφρονες ὑπῆρχον διὰ τὴν ἐπιθυμίαν τοῦ πλείονος, ὥστε τὸν θεὸν αὐτοῖς ἐνόμιζον λέγειν ἐν ἑνὶ τείχει περιλαβεῖν τὰς Ἀθηνᾶς καὶ τὴν ἀπὸ μυρίων που σταδίων οὖσαν νῆσον. τοιγαροῦν ἐκεῖσε πλεύσαντες οὐ μόνον Σικελίας διήμαρτον, ἀλλὰ καὶ τῆς Ἀττικῆς ἐστερήθησαν, καὶ τὴν πόλιν αὐτὴν ἐπεῖδον ἐπὶ τοῖς πολεμίοις γεγενημένην.
17.18καὶ τὰ μὲν τοιαῦτα εἰ θέλοι τις ἐπεξιέναι, δῆλον ὡς οὐ δ’ἐν ἔτει ἐπιλείψει. σκοπεῖτε δ’ὅτι τὴν ἰσχὺν οἱ πλεῖστοι τῶν ἀγαθῶν εἶναι νομίζουσιν. ἀλλ’οἶμαι, τοῖς ἐπ’ἄκρον ἰσχύουσι καὶ λίαν ὑπερβάλλουσι τῇ κατὰ τὸ σῶμα εὐεξίᾳ συμφέρει μέρος τι αὐτῆς ἀφελεῖν · τὸ γὰρ πλέον, οἶμαι, τοῦ συμμέτρου παγχάλεπον. ὁμοίως πλοῦτος ἔχων τὴν χρείαν, ἐὰν μὲν μέτριος, οὐ λυπεῖ τοὺς ἔχοντας, ἀλλ’εὐχερέστερον καὶ νὴ Δί’ἀνεπιδεῆ παρέχει τὸν βίον · ἐὰν δὲ ὑπερβάλῃ, πλείονας παρέχει τὰς φροντίδας καὶ τὰ λυπηρὰ τῆς δοκούσης ἡδονῆς, καὶ πολλοὶ μετενόησαν σφόδρα πλουτήσαντες, οἱ δὲ δι’αὐτὸ τοῦτο ἄποροι καὶ τῶν ἐλαχίστων κατέστησαν.
17.19εἶεν · ἀλλ’ἐν ἡμῖν αὐτοῖς, εἰ τῶν τῆς φύσεως μερῶν ἕκαστον ἐθέλοι πλεονεκτεῖν, ἔσθ’ὅπως τὸν βραχύτατον καιρὸν διαμεῖναι δυνησόμεθα; λέγω δὲ οἷον εἰ πλέον τινὶ τοῦ συμμέτρου αἷμα γίγνοιτο, νὴ Δία τὸ πνεῦμα τὸ θερμὸν τι δήποτ’ἐν ἡμῖν ἐπιτείνοι παρὰ τὴν σύμμετρον καὶ τὴν προσήκουσαν, οὐχὶ μεγάλας ἐπίστασθε καὶ χαλεπὰς ἐκ τούτων ἀπαντᾶν νόσους; ἐν δὲ ταῖς ἁρμονίαις τῶν ὀργάνων τούτων, εἰ πλεονεκτήσειε τῶν χορδῶν τις τῇ τάσει, πρὸς τοῦ Διὸς οὐκ ἀνάγκη πᾶσαν λελύσθαι τὴν ἁρμονίαν;
17.20σφόδρα δ’ἔγωγε θαυμάζω τί ἂν ἐποιήσαμεν, εἰ μὴ καὶ τοῦ βίου τὸ ἐλάχιστον παρὰ τῶν θεῶν μέτρων εἴχομεν · ἀλλ’, ὥσπερ εἰς τὸν αἰῶνα παρασκευαζόμενοι πλέον ἄλλος ἄλλου φιλοτιμούμεθα ἔχειν. ὥσπερ οὖν εἴ τις εἰδὼς ὅτι δύ’ τριῶν ἡμερῶν, ἐὰν πλεῖστος διαγένηται χρόνος, ἔχει πλοῦν, ἔπειτα δὲ ἐνιαυτοῦ σῖτα ἐμβάλοιτο, ἀνόητος δόξει · τὸν αὐτὸν τρόπον, εἴ τις ἐπιστάμενος ὅτι πλείω τῶν ἑβδομήκοντα ἐτῶν οὐκ ἂν βιώσειεν, εἰς ἔτη χίλια πορίζοιτο βίον οὐκ ἴσως καὶ ὁμοίως ἂν εἴη μαινόμενος; ἔνιοι μὲν γὰρ τοσαῦτα παρασκευάζονται, ὡς εἴ γ’ἔπλεον, εὐθὺς ἂν καταδῦναι τὴν ναῦν. καὶ νὴ Δία γε συμβαίνει μυρίοις.
17.21εἶεν · εἰ δὲ δή τις ἐφ’ἑστίασιν κεκληκὼς δέκα ἀνθρώπους πεντεκαίδεκα, τοσούτους αὐτὸν ἐμπλῆσαι δέον, δὲ πεντακοσίοις χιλίοις ἑτοιμάζοι τροφήν, οὐ παντελῶς ἐξεστάναι δόξει; τοιγαροῦν καὶ ἡμεῖς εἰδότες τὰς τοῦ σώματος χρείας εὐαριθμήτους τινάς · ἐσθῆτος γάρ, οἶμαι, καὶ σκέπης καὶ τροφῆς δεόμεθα · ἔπειτα κατατεινόμεθα ὥσπερ στρατοπέδῳ τὰ ἐπιτήδεια συνάγοντες · καὶ νὴ Δία εἰκότως. οἱ γὰρ πολλοὶ βόσκουσι παρ’ἑαυτοῖς τῶν ἐπιθυμιῶν στρατόπεδον. καὶ ἐσθῆτα μὲν οὐδεὶς βούλεται μείζω τοῦ σώματος ἔχειν, ὡς δύσχρηστον ὄν · οὐσίαν δὲ τῷ παντὶ μείζω τῆς χρείας ἔχειν ἅπαντες ἐπιθυμοῦσιν, οὐκ εἰδότες ὅτι τοῦτο ἐκείνου χαλεπώτερον.
17.22δοκεῖ δέ μοι Κροῖσος καλῶς Λυδός, τὴν ἀπληστίαν τῶν ἀνθρώπων ἐλέγξαι βουλόμενος, εἰς τοὺς θησαυροὺς εἰσαγαγών τινας τοσοῦτο χρυσίον αὐτοῖς ἐπιτρέπειν ἐξενεγκεῖν ὅσον ἕκαστος ἂν δύνηται τῷ σώματι. τοὺς γὰρ πολλοὺς οὐ μόνον τὸν κόλπον ἐμπλήσαντας, ἀλλὰ καὶ τῇ κεφαλῇ τοῦ ψήγματος ἐκφέρειν καὶ τῷ στόματι, καὶ μόλις πορεύεσθαι πάνυ γελοίους καὶ διεστραμμένους. οὕτως ἡγοῦμαι καὶ κατὰ τὸν βίον πορεύεσθαί τινας ἀσχημονοῦντας ὑπὸ τῆς πλεονεξίας καὶ καταγελάστους ὄντας.