Orations, Oration 38

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
38.1ὅταν ἐκλογίσωμαι τὰς αἰτίας, ἄνδρες Νικομηδεῖς, δι’ἃς ἐποιήσασθέ με πολίτην · οὐ γὰρ πλοῦτον ὄντα ὁρῶ μοι μέγαν, ὥστε νομίζειν ὅτι διὰ χρήματα ἐσπουδάσθην ὑφ’ὑμῶν · οὔτε πρὸς τὸ θεραπεύειν τοὺς ὄχλους ἐπιτηδείως ἔχοντι ἐμαυτῷ σύνοιδα · οὐκοῦν οὐ δὲ εἰς τοῦτό μου χρῄζειν δοκεῖτε, τὸ ταῖς ὁρμαῖς ὑμῶν ἁπάσαις ὑπηρετεῖν ἑτοίμως ἐμέ · ἀλλὰ μὴν οὐ δὲ συμποτικός εἰμί τις οὐ δὲ κοινὸς ἐν ταῖς τοιαύταις συνουσίαις, ὥστε ἀπό γε τούτου παρέχειν τοῖς πλήθεσιν ἡδονήν · εἰ δὲ μὴ διαμαρτάνω μήτε τῆς ὑμετέρας περὶ ἐμαυτοῦ προαιρέσεως, ὅσατε ὑμῖν δύναμαι χρήσιμος εἶναι, ταῦτα ἐπίσταμαι, τὸ λοιπόν ἐστιν, δι’ πολίτης ἐγὼ γεγένημαι παρ’ὑμῖν, οὐδὲν ἄλλο τὸ συμβουλεύειν ἐμέ τι περὶ τῶν κοινῇ συμφερόντων ἴσως μᾶλλον ἑτέρων καὶ βούλεσθαι καὶ δύνασθαι.
38.2τοῦτο δὲ εἰ μὲν οὐκ ἐστι τοιοῦτον, ὑμεῖςτε τῆς περὶ ἐμὲ σπουδῆς διημάρτετε ἐγώτε ἔοικα μάτην ὑπακούσας ὑμῖν ἐπ’ἐλπίδι τοῦ γενήσεσθαι τῇ πόλει χρήσιμος, οὐ ποιούμενον μου χρείαν ὑμῶν εἰς ἣν μόνον ἐπιτήδειός εἰμι. εἰ δὲ πάσαις μὲν ταῖς πόλεσι, μᾶλλον δὲ ταῖς μεγάλαις, δεῖ μὲν καὶ τῶν πλουσίων, ἵνα καὶ χορηγῶσι καὶ φιλοτιμῶνται ταυτὶ τὰ νενομισμένα δαπανήματα, δεῖ δὲ καὶ κολάκων ἀνδρῶν, ἵνα δημαγωγοῦσιν αὐτοῖς ἥδωνται · δεῖ δὲ καὶ συμβούλων, ἵνα σῴζωνται ταῖς πολιτείαις, κἀγὼ καθ’ὅσον μοι δυνατὸν οὐκ ὀκνήσω περὶ τῶν μεγίστων συμβουλεύων ὠφελεῖν τὴν πόλιν.
38.3ἐστι μὲν οὖν καὶ ἄλλα τινὰ παρ’ὑμῖν ἐπανορθώσεως ἄξια καὶ κατὰ μέρος αὐτῶν ποιήσομαι τὴν θεραπείαν, ἂν τἀληθῆ λέγων πιστευθῶ περὶ τῶν μειζόνων. τί δὲ παθὼν τί βουλόμενος οὐχ ὑπὲρ τῶν μικροτέρων συμβουλεύω πρότερον, οὐ δὲ ἐν ἐκείνοις ἀποπειρῶμαι τοῦ δήμου τῆς εὐπειθείας, ἀλλ’εὐθὺς ἀξιῶ κινδυνεύειν περὶ τοῦ μεγίστου συμβουλεύων πράγματος; ὅτι πολλῷ μοι δοκεῖ ῥᾷον εἶναι πεῖσαι περὶ τῶν μεγίστων τῶν μικροτέρων καὶ φαύλων. τῶν μὲν γὰρ ἔξεστι καὶ καταφρονῆσαι τῆς ἀπ’αὐτῶν γιγνομένης βλάβης, δὲ χωρὶς ὧν ἀμήχανόν ἐστιν αὐτῷ σῴζεσθαι, περὶ τούτων οὐκ ἐθελήσας πεισθῆναι δῆλός ἐστιν ὑπὲρ τῶν μικροτέρων οὐ δὲ ἀκουσόμενος.
38.4ὅτι μὲν οὖν, ἐὰν ὑπομείνητε τὴν συμβουλίαν, πεισθήσεσθέ μοι περὶ ὧν συμβουλεύων πάρειμι, καὶ δὴ σφόδρα θαρρῶ. τί δαί; δύσκολον τοῦτ’ἔστι, τὸ μήτε φορτικὴν ὑμᾶς ἡγήσασθαι τὴν ἀκρόασιν τὴν περὶ τοῦ πράγματος μήτε περιττὴν μήτε ἄκαιρον. ἵνα οὖν μοι μὴ ταῦτα προαπαντήσῃ παρ’ὑμῶν, Τί δὲ συμβουλεύεις σὺ περὶ ὧν ἡμεῖς τὴν ἀρχὴν οὐ δὲ βουλευόμεθα; τί δὲ σεαυτῷ λόγου μεταδίδως, οὗ σοὶ μὴ μετέδομεν ἡμεῖς; διὰ τί δὲ τοσούτων πεπολιτευμένων παρ’ἡμῖν ἀνδρῶν ἐπιχωρίων, εἰσποιητῶν, ῥητόρων, φιλοσόφων, γερόντων, νέων, οὐδέποτε οὐδεὶς ἐτόλμησεν ἡμῖν συμβουλεῦσαι ταύτην τὴν συμβουλίαν;
38.5αἴτημα θέλω ποιήσασθαι τοῦτο αὐτὸ παρ’ὑμῶν, ἄνδρες Νικομηδεῖς, καὶ χαρίσασθέ μοι καὶ ὑπομείνατε, ἀκούσαι λόγου περιττοῦ καὶ ἀκαίρου καὶ μὴ πείσοντος ὑμᾶς. καὶ οὐ δὲ μεγάλην εἶναι νομίζω τὴν δωρεάν · εἴτε γὰρ πεισθήσεσθε, ἄξιόν ἐστιν ἀκοῦσαι τοῦ τὰ λυσιτελῆ λέγοντος · εἴτε ἐφ’ὑμῖν ἀπόκειται τὸ πεισθῆναι, τί τοῦτο δύσκολον ἐστιν, ἀνδρὶ φίλῳ λόγου μεταδοῦναι βουλομένῳ μάτην εἰπεῖν; καὶ τί δὴ τοῦτό ἐστιν, ὑπὲρ οὗ μέλλω μὲν συμβουλεύειν, ὀνομάσαι δὲ αὐτὸ ὀκνῶ; τὸ μὲν ὄνομα οὐκ ἀηδές, ἄνδρες Νικομηδεῖς, οὔτε ἐν ταῖς οἰκίαις οὔτε ἐν ταῖς συγγενείαις οὔτε ἐν ταῖς φιλίαις οὔτε ἐν ταῖς πόλεσιν οὔτε ἐν τοῖς ἔθνεσιν.
38.6ὑπὲρ γὰρ ὁμονοίας ἐρῶν ἔρχομαι, καλοῦ μὲν ὀνόματος, καλοῦ δὲ πράγματος · ἂν δ’εὐθὺς προσθῶ περὶ τῆς πρὸς τίνας ὁμονοίας, τοῦτο δέδοικα, μὴ τὴν μὲν ὁμόνοιαν αὐτὴν ἀφ’ἑαυτῆς καλὴν εἶναι πιστεύσητε, τὸ δὲ πρὸς τούτους ὁμονοεῖν τοὺς ἀνθρώπους, οἷς ὁμονοεῖν φημι δεῖν ὑμᾶς, ἀδύνατον εἶναι νομίσητε. τοῦτο γάρ ἐστιν, μέχρι νῦν εἰς τὴν ἔχθραν καθίστησιν ὑμᾶς τὴν πρὸς ἀλλήλους καὶ οὐκ ἐᾷ γενέσθαι τὴν φιλίαν, τὸ πεπεῖσθαι δίχα λόγου μὴ δυνατὴν εἶναι ταῖς πόλεσι τὴν ὁμόνοια μὴ θορυβήσητε δὲ ἀρχομένῳ πάλιν, ἀλλ’ὑπομείνατε.
38.7φημὶ δεῖν ὑμᾶς, ἄνδρες Νικομηδεῖς, ὁμονοῆσαι πρὸς Νικαεῖς · ἀκούσατε δὲ καὶ μὴ χαλεπήνητε μηδέπω, πρὶν ἂν εἴπω τὰς αἰτίας. οὐ δὲ γὰρ νοσῶν πρὸς τὸν ἰατρὸν ὀργίζεται διατάττοντα τὴν θεραπείαν, ἀλλ’ἀκούει μὲν ἀηδῶς αὐτοῦ λέγοντος, ὅτι αὐτὸν καὶ τμηθῆναι δεῖ καὶ καυθῆναι, πείθεταί δὲ ὅμως · περὶ γὰρ σωτηρίας κίνδυνός ἐστι. καίτοι τι τοῦτο εἶπον; τὸ γὰρ ἐμὸν φάρμακον, προσφέρω ταῖς πόλεσιν, ἥδιστόν ἐστι φάρμακον καὶ χωρὶς οὗ ζῆν οὐδεὶς ἂν ἐθελήσειεν εὖ φρονῶν.
38.8βούλομαι δὲ διελεῖν τὸν λόγον καὶ τὸ πρῶτον ὑπὲρ αὐτῆς εἰπεῖν τῆς ὁμονοίας τῆς καθόλου, ποδαπόντέ ἐστι καὶ τίνων αἴτιον, εἶτα ἐξ ἐναντίας τὴν στάσιν καὶ τὴν ἔχθραν διακρῖναι πρὸς τὴν φιλίαν. ἔσται γὰρ ἀκόλουθον τὸ τῆς ὁμονοίας ἀποδειχθείσης ὠφελίμου τοῖς ἀνθρώποις ἅπασιν ἀποδεῖξαι ταύτην τὴν ὁμόνοιαν τῶν πόλεων τούτων καὶ ἀναγκαιοτάτην οὖσαν ὑμῖν καὶ λυσιτελεστάτην, οὐκ ἀποστήσομαι δὲ εἰπεῖν οὐ δ’ὅπως ἂν μεῖναι γενομένη δύναιτο · καὶ γὰρ τοῦτο ὁρῶ πολλοῖς ἐνοχλοῦν.
38.9εὔχομαι δὲ τοῖς θεοῖς πᾶσι καὶ τοῖς ὑμετέροις καὶ τοῖς ἐκείνων, εἰ ταῦτα εὐνοίᾳ τῇ πρὸς μόνους ὑμᾶς ἐγὼ νῦν λέγω καὶ μηδεμίαν οἰκεῖαν θηρώμενος δόξαν λυσιτέλειαν ἐκ τῆς καταλλαγῆς τῆς ὑμετέρας, καὶ πρὸ πάντων εἰ μέλλει λυσιτελήσειν τῇ πόλει, δοῦναι μὲν ἐμοὶ τοὺς ἀξίους τοῦ πράγματος εἰπεῖν λόγους, παρασχεῖν δὲ ὑμᾶς ἐμοὶ πεισθῆναι τὰ συμφέροντα βουλομένους.
38.10ὁμόνοιαν τοίνυν πάντες μὲν ἐπῄνεσαν ἀεὶ καὶ λέγοντες καὶ γράφοντες, καὶ μεστὰ τῶν ἐγκωμίων αὐτῆς ἐστι καὶ τὰ ποιήματα καὶ τὰ τῶν φιλοσόφων συγγράμματα, καὶ ὅσοι τὰς ἱστορίας ἐξέδοσαν ἐπὶ παραδείγματι αὐτῶν τῶν ἔργων ἀπέδειξαν αὐτὴν μέγιστον οὖσαν τῶν ἀνθρωπείων ἀγαθῶν, καὶ πολλοὶ τολμήσαντες ἤδη τῶν σοφιστῶν παραδόξους εἰπεῖν λόγους μόνον τοῦτον οὐκ ἐπενοήθησαν ἐξενεγκεῖν, ὡς οὐ καλὸν ὁμόνοια καὶ σωτήριόν ἐστιν · ὥστε τοῖςτε νῦν βουλομένοις αὐτὴν ἐγκωμιάζειν καὶ τοῖς ἀεὶ τοῦτο ποιεῖν ἄφθονος τῶν λόγων ὕλη, καὶ ἀεὶ καὶ πλείω καὶ κρείττω περὶ αὐτῆς ἐξέσται λέγειν.
38.11εἴτε γὰρ ὑπὲρ γενέσεως αὐτῆς πολυπραγμονεῖν ἐθέλοι τις, ἀνάγκη τὴν ἀρχὴν αὐτὴν ἐπανάγειν ἐπὶ τὰ μέγιστα τῶν θείων πραγμάτων. γὰρ αὐτὴ καὶ φιλία ἐστὶ καὶ καταλλαγὴ καὶ συγγένεια, καὶ ταῦτα πάντα περιείληφεν. καὶ τὰ στοιχεῖα δὲ τί ἄλλο ὁμόνοια ἑνοῖ; καὶ δι’οὗ σῴζεται πάντα τὰ μέγιστα τοῦτό ἐστι, καὶ δι’οὗ πάντα ἀπόλλυται τοὐναντίον. εἰ μὲν οὖν μὴ θνητὸν ἦμεν οἱ ἄνθρωποι γένος μη δ’ἔδει πολλὰ εἶναι τὰ φθείροντα ἡμᾶς, οὐκ ἂν ἦν οὐ δὲ ἐν τοῖς ἀνθρωπίνοις στάσις, ὥσπερ οὐ δὲ ἐν τοῖς θείοις ἔνεστιν. δὲ μόνῳ τῆς εὐδαιμονίας ἀπολειπόμεθα τῆς θείας καὶ τῆς ἀφθάρτου διαμονῆς ἐκείνων, τοῦτό ἐστιν, ὅτι μὴ πάντες ὁμονοίας αἰσθανόμεθα, ἀλλ’εἰσὶν οἱ καὶ τὴν ἐναντίαν αὐτῇ φιλοῦντες, τὴν στάσιν, ἧς μέρη καὶ ὑπουργήματα πόλεμοι καὶ μάχαι, καὶ ταῦτα ἐν τοῖς δήμοις ἀναστρέφεται καὶ τοῖς ἔθνεσιν, ὥσπερ ἐν τοῖς σώμασιν αἱ νόσοι.
38.12καὶ γὰρ τὴν ὑγείαν ἐπιστάμενοι μέγιστον οὖσαν τῶν ἀνθρωπίνων ἀγαθῶν ὅμως αὐτῇ πολλάκις αὐτοὶ καθ’αὑτῶν ἐπιβουλεύομεν, οἱ μὲν ἡδοναῖς πεισθέντες, οἱ δὲ πόνους φεύγοντες ὑγιεινοὺς καὶ διαίτας σώφρονας. εἰ δὲ μὴ τοῦτο τοῖς μεγίστοις τῶν κακῶν ὑπῆρχε βοήθημα, παραυτίκα ἡδονή, δύναμιν ἂν οὐ δ’ὅλως εἶχε βλάπτειν · νῦν δὲ αὐτοῖς ἔδωκεν φύσις, ὥστε ἐξαπατᾶν δύνασθαι καὶ τέρπειν τοὺς ἀδικουμένους.
38.13καὶ ἐπί γε τις ἂν καὶ μάλιστα φθονήσειεν αὐτοῖς ἐκεῖνό ἐστιν, ὅτι πάντα τὰ κακὰ λυπεῖ τοὺς ἀνθρώπους ὁποῖά ἐστιν ἐπισταμένους. εἰ μὲν οὖν τις ἐρωτήσειεν ἕνα ἄνδρα πολλοὺς ὁμοῦ περὶ τῶν ὀνομάτων αὐτῶν, ἐν ποίῳ δὴ μέρει τὰ τοιαῦτα κατατάττεται, πόλεμοι καὶ στάσεις καὶ νόσοι καὶ τὰ τούτοις ὁμότροπα, οὐδὲν ἂν μελλήσας ἀποκρίναιτο οὐδεὶς ὅτι ταῦτα ἐν τοῖς κακοῖς τάττεται καὶ οὕτως ἔχει καὶ νενόμισται καὶ καλεῖται κακά.
38.14τὰ δ’ἐναντία τούτοις, εἰρήνη καὶ ὁμόνοια καὶ ὑγεία, καὶ ταῦτα οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ἀγαθὰ καὶ εἶναι καὶ λέγεσθαι. φανερὰς δὲ οὕτως οὔσης τῆς μάχης τῶν κακῶν καὶ τῶν ἀγαθῶν, ὅμως εἰσί τινες, μᾶλλον δὲ πολλοί, οἵτινες τῶν κακῶν τοῖς ὁμολογουμένοις χαίρομεν. καὶ περὶ δὲ τῆς νεὼς πάντες οἱ πλέοντες ἐπιστάμενοι διότι μία αὕτη ἐστὶ σωτηρία, τὸ τοὺς ναύτας ὁμονοεῖν καὶ τῷ κυβερνήτῃ πείθεσθαι, γενομένης δὲ στάσεως ἐν αὐτῇ καὶ ἀπειθείας διότι καὶ τὰ δεξιὰ πολλάκις τῶν πνευμάτων εἰς ἐναντίον τῇ νηὶ περιίσταται καὶ τῶν λιμένων ἀποτυγχάνουσιν ἐγγὺς ὄντων, ὅμως στασιάζουσιν ἔστιν ὅτε ὑπὸ ἀφροσύνης οἱ ναῦται, καὶ τοῦτο ἀπόλλυσιν αὐτοὺς ἐπισταμένους τοῦ ὀλέθρου τὴν αἰτίαν.
38.15καὶ τῶν οἴκων δὲ τῆς σωτηρίας οὔσης ἐντε τῇ τῶν δεσποτῶν ὁμοφροσύνῃ καὶ ἐν τῇ τῶν οἰκετῶν πειθαρχίᾳ, πολλοὺς ὅμως οἴκους ἀπώλεσεν τε δεσποτικὴ στάσις καὶ κακοδουλία. τῷ μὲν γὰρ ἅρματι ποία καταλείπεται σωτηρία τῶν ἵππων συνθεῖν μὴ θελόντων; ἐπειδὰν γὰρ ἄρξωνται διαστάντες ἀφέλκειν ἄλλος ἀλλαχοῦ, πᾶσα ἀνάγκη κινδυνεύειν τὸν ἡνίοχον. δὲ γάμος ἀγαθὸς τι ἄλλο ἐστὶν ὁμόνοια ἀνδρὸς πρὸς γυναῖκα; καὶ κακὸς γάμος τί ἄλλο ἐστὶν τούτων διχόνοια; καὶ τέκνων δὲ τίς ὠφέλεια γονεῦσιν, ὅταν ὑπὸ ἀφροσύνης ἄρξηται στασιάζειν πρὸς αὐτούς; δὲ ἀδελφότης τί ἄλλο ἐστὶν ἀδελφῶν ὁμόνοια; δὲ φιλία τί ἄλλο φίλων ὁμόνοια;
38.16καὶ ταῦτα πάντα οὐ μόνον ἀγαθά ἐστι καὶ καλά, ἀλλὰ καὶ ἥδιστα · τὰ δὲ ἐναντία τούτοις οὐ κακὰ μόνον, ἀλλὰ καὶ ἀηδῆ · καὶ ὅμως αὐτὰ πολλάκις ἀντὶ τῶν ἡδίστων ἀγαθῶν προαιρούμεθα. τοὺς μὲν οὖν πολέμους ἤδη τινὲς ἀντὶ τῆς εἰρήνης ἐπανείλοντο μεγάλων ὄντων τῶν διαφόρων, οὐχ ὡς τὸ μάχεσθαι κρεῖττον ὂν ἥδιον καὶ δικαιότερον τοῦ τὴν εἰρήνην ἄγειν, ἀλλ’οἱ μὲν ὑπὲρ βασιλείας, οἱ δὲ ὑπὲρ ἐλευθερίας, οἱ δὲ γῆν κτώμενοι μὴ ἔχοντες, οἱ δὲ θάλατταν περιποιούμενοι · καὶ τηλικούτων ὅμως τῶν ἄθλων κειμένων ἐν τῷ μέσῳ πολλοὶ κατέθεντο τὸν πόλεμον ὡς κακὸν ὄντα οὐ δὲ ἀντὶ τῶν μεγίστων αἱρεθῆναί σφισιν ἄξιον.
38.17τὸ δὲ καὶ χωρὶς ὑποθέσεως πολεμεῖν καὶ μάχεσθαι τί ἄλλο μανία παντελής ἐστι καὶ διὰ ταύτην κακῶν ἐπιθυμία; τὰ μὲν οὖν θηρία διὰ τοῦτο μάλιστα οἱ ἄνθρωποι μισοῦμεν, ὅτι πόλεμος ἡμῖν ἀδιάλλακτος πρὸς ταῦτά ἐστιν ἀεί. πολλοὶ δὲ καί τινες ἡμῶν καὶ τοῖς ἀνθρώποις ὡς θηρίοις χρώμενοι χαίρουσι τῇ πρὸς τὸ ὁμόφυλον γιγνομένῃ μάχῃ.
38.18καὶ οὐ δὲ τῶν σημείων αἰσθανόμεθα τῶν θείων, ὅσα διδάσκοντες ἡμᾶς ὁμονοεῖν αὑτοῖς ἐπεφήμισαν. καὶ γὰρ κήρυκές τινες ἐκ τῶν θεῶν εἶναι λέγονται, καὶ διὰ τοῦτο καὶ παρ’ἡμῖν εἰρήνη μὲν ἐπικηρύσσεται, πόλεμοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἀκήρυκτοι γίγνονται. καὶ γυμνοὶ πρεσβεύουσιν εἰς ὡπλισμένους ὑπὲρ εἰρήνης καὶ ἀδικῆσαι οὐκ ἔξεστιν αὐτῶν οὐδένα, ὡς τῶν θεῶν ἅπαντας τοὺς ὑπὲρ φιλίας ἀγγέλους. καὶ ὅταν συνερχομένων εἰς μάχην στρατῶν διοσημία φανῇ αἰφνίδιος τῆς γῆν γένηται σεισμός, ἀποστρέφονται εὐθὺς οἱ ἄνθρωποι καὶ ἀποχωροῦσιν ἀπ’ἀλλήλων, ὡς τῶν θεῶν οὐ βουλομένων αὐτοὺς μάχεσθαι ·
38.19πολέμου δὲ σημεῖον οὐδὲν θεῖόν ἐστιν ὑπειλημμένον · καὶ ὅσα δὲ δὴ ἥδιστάτε τοῖς ἀνθρώποις καὶ εὐδαιμονίας σύμβολα, ταῦτα πάντα ποιοῦμεν, ἐπειδὰν εἰρήνη γένηται, καὶ στεφανούμεθα καὶ θύομεν καὶ ἑορτάζομεν · τὰ δὲ ἐναντία πάντα ἐν τοῖς πολέμοις, ὥσπερ ἐν τοῖς πένθεσι, καὶ συγκλειόμεθα ἔσω πυλῶν καὶ δεδοίκαμεν πάντα καὶ ἀπελπίζομεν ἑαυτούς · καὶ αἱ γυναῖκες τότε ὑπὲρ τῶν ἀνδρῶν κλαίουσι καὶ οἱ παῖδες ὑπὲρ τῶν πατέρων ὡς ἐπὶ τοῖς μεγίστοις κακοῖς.
38.20ἐπειδὰν μὲν οὖν λοιμὸς σεισμὸς γένηται, τοῖς θεοῖς ἐγκαλοῦμεν, ὡς κακῶν παρέχουσιν τοῖς ἀνθρώποις αἰτίας, καὶ οὔ φαμεν αὐτοὺς εἶναι δικαίους οὐ δὲ φιλανθρώπους, οὐ δὲ ἂν τὰ μάλιστα ἡμῖν ἡμαρτηκόσιν ἐπιτιμῶσι σὺν τῇ δίκῃ · τοσοῦτον μῖσός ἐστι πρὸς τὰ αὐτόματα τῶν κακῶν. πόλεμον δέ, ὅστις οὐχ ἧττον ἀπόλλυσιν σεισμός, αὐτοὶ προαιρούμεθα καὶ τοῖς αἰτίοις τούτων ἀνθρώποις οὐχ ἐγκαλοῦμεν οὐδέν, ὥσπερ ὑπὲρ ἐκείνων τοῖς θεοῖς, ἀλλὰ τούτους εἶναι καὶ φιλοδήμους δοκοῦμεν καὶ λεγόντων ἥδιστα ἀκούομεν αὐτῶν καὶ συμβουλεύουσι πειθόμεθα, καὶ πάσας αὐτοῖς παρέχομεν ἀντὶ τῶν κακῶν οὐκ ἀμοιβάς, ἀμοιβαὶ γὰρ ἐξ ἴσων ἂν ἐγίγνοντο πρὸς αὐτοὺς κακῶν ἀλλὰ χάριτας καὶ τιμὰς καὶ ἐπαίνους · ὥστε σφόδρα ἂν εἶεν ἀνόητοι τῶν ἐπὶ τοῖς κακοῖς ἔτι χάριν εἰδότων φειδόμενοι.
38.21τὸ μὲν οὖν πρῶτον, ἄνδρες Νικομηδεῖς, τὰς αἰτίας τὴν στάσεως ἴδωμεν. εἰ μὲν γὰρ τηλικαῦτά ἐστιν, ὥστ’ἄξιον εἶναι πολεμεῖν πόλεμον οὐ σύντομον, οἷος ἂν τοῖς ὅπλοις ἐγίγνετο καὶ παρηγορίαν εἶχε τὸ τάχος τῆς διακρίσεως, ἀλλὰ μακρὸν καὶ ἄπαυστον, ὥστε αὐτὸν ὑπολείπεσθαι καὶ τοῖς παισὶ καὶ τοῖς ἐκγόνοις καὶ μηδέποτε σχεῖν ἐλπίδα καταλλαγῆς, ἀγωνιζώμεθα καὶ στασιάζωμεν καὶ πράγματα παρέχωμεν ἀλλήλοις ὅσα ἔνεστι παρέχειν, ἀχθόμενοι διότι μὴ καὶ πλείω δυνάμεθα. εἰ δὲ μάλιστα μὲν οὐδέν ἐστι τὸ ἆθλον τούτου τοῦ κακοῦ, τὰ δὲ δοκοῦντα εἶναι καὶ μικρά ἐστι καὶ φαῦλα καὶ οὐ δ’ἰδιώτας ὑπὲρ αὐτῶν στασιάζειν ἄξιόν ἐστιν, οὐχ ὅπως πόλεις τηλικαύτας, μὴ πάσχωμεν ὅμοιόν τι τοῖς ἄφροσι τῶν παίδων, οἵτινες αἰδούμενοι μὴ δοκοῦσι μάτην ὀργίζεσθαι τοῖς πατράσιν ταῖς μητράσιν οὐ βούλονται καταλλάττεσθαι ῥᾳδίως.
38.22ὑπὲρ μὲν οὖν γῆς θαλάττης οὐ δὴ μαχόμεθα, ἀλλὰ θαλάττης μὲν οὐ δ’ἀντιποιοῦνται πρὸς ὑμᾶς οἱ Νικαεῖς, ἀλλ’ἡδέως, ὥστε μηδεμίαν παρέχειν μάχην, διακέκρινται. καὶ μὴν οὐ δὲ ὑπὲρ προσόδων ἀγωνιζόμεθα, ἀλλὰ ἑκάστοις ἀπόχρη τὰ οἰκεῖα · καὶ ταῦτα δὲ τυγχάνει διωρισμένα, καὶ μήν γε καὶ τἄλλα πάντα, ὥσπερ ἐν εἰρήνῃ καὶ φιλίᾳ. καὶ καρπῶν εἰσιν ἀντιδόσεις καὶ γάμων ἐπιμιξίαι καὶ ἀπ’αὐτῶν καὶ συγγένειαι πολλαί τινες ἤδη γεγενημέναι · καὶ προξενίας δὲ ἔχομεν καὶ φιλίας ἰδιωτικάς. θεούςτε τοὺς αὐτοὺς νομίζετε καὶ τὰς ἑορτὰς πλείστας ὁμοίως ἄγετε. καὶ μὴν οὐ δὲ ὑπὲρ τῶν ἐθῶν οὐκ ἔστιν οὐδεμία ὑμῖν μάχη. τούτων δὲ ἁπάντων οὐκ ἔχθρας παρεχόντων αἰτίαν, ἀλλὰ τοὐναντίον φιλίας καὶ ὁμονοίας, μαχόμεθα.
38.23 κἄν τις ὑμᾶς ἐπιστὰς ἔρηται, τί δὲ ὑμᾶς οἱ Νικαεῖς ἀδικοῦσιν; οὐδὲν εἰπεῖν ἕξετε. κἂν ἐκείνων πύθηται πάλιν, τί δὲ οἱ Νικομηδεῖς ἀδικοῦσιν ὑμᾶς; οὐ δὲ αὐτοὶ λέγειν ἔξουσιν οὐ δὲ ἕν. ἀλλὰ ἆθλόν ἐστιν ἐν τῶν μέσῳ κείμενον, ὑπὲρ οὗ διαφέρεσθε. καὶ τί τοῦτό ἐστιν; μέν γε καὶ ὀνομάσαι ἄξιον καὶ ὁμολογῆσαι καὶ περὶ ὧν ἂν καὶ συγγνοίη τις τοῖς ἀγωνιζομένοις, τούτων οὐδέν ἐστι, τὰ δὲ ὄντα οὐ δὲ εἰπεῖν οὐ δὲ ὁμολογῆσαι καλῶς ἔχει · τοιαῦτά ἐστιν, οὕτω σμικρά, οὕτως τὰ τυχόντα, ἐφ’οἷς οἱ μὲν ἀνόητοι φιλοτιμηθεῖεν ἂν ἴσως, εὖ δὲ φρονῶν ἂν οὐδείς.
38.24οἱ γὰρ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὴν στάσιν (δι’ἃς δὲ αἰτίας οὐκ ἐμὸν ἴσως ἐξελέγχειν) ἀλλ’οἵ γε χαίροντες αὐτῇ τοῦτο μόνον λαλοῦσιν · ὑπὲρ πρωτείων ἀγωνιζόμεθα. τούτους οὖν αὐτοὺς ἐρήσομαι πάλιν ἐγώ · τίνων πρωτείων; καὶ πότερον ἔργῳ καὶ πράγματι δοθησομένων περὶ ὀνόματος αὐτὸ μόνον ἐστὶν ὑμῖν μάχη; καὶ πρότερον γὰρ δήποτε ἀκούω τὸ αὐτὸ τοῦτο γενέσθαι στάσεως Ἑλληνικῆς αἴτιον, καὶ πολεμῆσαι περὶ τῶν πρωτείων τοὺς Ἀθηναίους καὶ τοὺς Λακεδαιμονίους.
38.25καὶ διότι μὲν οὐ δὲ ἐκείνοις ἐλυσιτέλησεν στάσις καὶ πόλεμος, ἀλλὰ πρὸς ἀλλήλους ἀγωνιζόμενοι περὶ τῶν πρωτείων ἀπώλεσαν αὐτὰ ἀμφότεροι, καὶ ὑμεῖς ἅπαντες ἐκεῖνα ἴστε καὶ ἴσως κἀγὼ μικρὸν ὕστερον ὑπὲρ αὐτῶν ἐρῶ. τί δέ; τοῦτο ὡς ὅμοιον ἐκείνῳ προβαλλόμενοι λέγουσιν; Ἀθηναῖοι περὶ τοῦ φοροὺς λαμβάνειν πάντα τῶν νησιωτῶν δίκας κατὰ ἀλλήλων ἠγωνίζοντο, καὶ καθόλου περὶ βασιλείας πόλεμος ἦν ταῖς πόλεσιν ἐκείναις.
38.26ἡμεῖς δὲ ἂν ἀπολάβωμεν τὸ πρωτεῖον ἀμαχεὶ παραδόντων αὐτὸ τῶν Νικαέων, πότερα ληψόμεθα τοὺς φοροὺς οὓς νῦν ἐκεῖνοι λαμβάνουσιν; τὰς πόλεις τὰς συντελούσας εἰς τὸ παρ’ἐκείνοις δικαστήριον ἐνταυθοῖ καλέσομεν; πέμψομεν αὐτοῖς ἁρμοστάς; δεκάτας τὰς πάντα τῶν Βιθυνῶν ἐκείνοις ἔλαττον παρέξομεν; τί ἔσται; καὶ τί ἡμῖν γενήσεται πλέον; ἐγὼ γὰρ ὑπὲρ ἁπάντων νομίζω τοὺς ἀνθρώπους τῶν πραττομένων οὐχὶ μάτην οὐ δ’εἰκῇ σπουδάζειν, ἀλλ’ἀεὶ γίγνεσθαι τὸν ἀγῶνα ἀντί τινος.
38.27 μὲν γὰρ πολέμων περὶ ἐλευθερίας ἀγωνίζεται, καταδουλουμένων αὐτὸν ἄλλων, περὶ ἀρχῆς, αὐτὸς ἑτέρους καταδουλούμενος. δὲ πλέων τὴν θάλατταν οὐκ ἄλην εἰκῇ διατίθεται · κινδυνεύει γὰρ ἤτοι γε ὁδοῦ χάριν ἐμπορίας. ἵνα δὲ μὴ πάντα φέρω τὰ παραδείγματα, ἁπλῶς καὶ πράττομεν ἅπαντα οἱ ἄνθρωποι τέλους ἕνεκεν ἀγαθοῦ καὶ φεύγομεν τὰς ἐναντίας πράξεις τέλους ἕνεκεν κακοῦ. τὸ δὲ χωρὶς αἰτίας σπουδάζειν πονεῖν, τοῦτ’ἔστιν τοῖς ἀνοήτοις προσήκει μόνοις.
38.28εἰ μὲν οὖν τις σπουδὴν ἔχοι καλεῖσθαι βασιλεὺς ἰδιώτης ὤν, καὶ τοῦτο ἄριστα ἐπιστάμενος αὐτὸς ὑπὲρ αὑτοῦ, τοὐναντίον οὗτος δοκεῖ γέλωτα ὀφλήσει, χρώμενος ὀνόματι ψεύδει δίχα πράγματος. καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως ἁπάντων, κἂν αὐλητής τις ἐθέλῃ δοκεῖν, αὐλεῖν οὐκ ἐπιστάμενος, κἂν μουσικὸς οὐδὲν ὑπὲρ μουσικῆς εἰδώς, κἂν κιθαριστὴς οὐ δὲ ἅψασθαι τῆς λύρας ἐπιστημόνως δυνάμενος. τοὺς μὲν οὖν τοιούτους οὐδὲν κωλύσει καὶ μαινομένους δοκεῖν, ἡμεῖς δὲ οἰόμεθα, ἐὰν ἐπιγραφῶμέν που πρῶτοι, τὸ πρωτεῖον ἕξειν;
38.29ποῖον, ἄνδρες Νικομηδεῖς, πρωτεῖον; καὶ γὰρ δεύτερον ὑμᾶς ἐρήσομαι καὶ τρίτον · οὗ τί τὸ ὄφελός ἐστιν; οὗ τί τὸ ἔργον; ἀφ’οὗ πότερον πλουσιώτεροι γενησόμεθα μείζονες δυνατώτεροι; τὸ κενοδοξεῖν ἀνόητον μὲν εἶναι καὶ ἐπὶ τῶν ἰδιωτῶν νενόμισται, καὶ μάλιστα τούτων καταγελῶμεν καὶ διαπτύομεν αὐτοὶ καὶ τελευτῶντες ἐλεοῦμεν τοὺς οὐκ ἐπισταμένους τίνι διαφέρει δόξα ψευδὴς ἀληθοῦς · καὶ τῶν πεπαιδευμένων οὐδεὶς οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἐπιθυμεῖν ἀνοήτου πράγματος. ταῖς δὲ πόλεσι φῇ τις κοινῇ προσήκειν ὅσα μη δὲ τῶν ἰδιωτῶν τοῖς γενναίοις καὶ πεπαιδευμένοις;
38.30καθόλου δ’εἴ τις ὑμᾶς ἔροιτο, ἄνδρες Νικομηδεῖς, τί βούλεσθε, πότερον εἶναι πρῶτοι ταῖς ἀληθείαις καλεῖσθαι μὴ ὄντες; ὁμολογήσαιτε ἂν δήπουθεν εἶναι πρῶτοι μᾶλλον ἐθέλειν καλεῖσθαι μάτην. οὐ γὰρ τὰ ὀνόματα δύναμιν ἔχει τὴν τῶν πραγμάτων · ὅσα δὲ ταῖς ἀληθείαις ἐστὶ τοιαῦτα, οὕτω καὶ ἐξ ἀνάγκης ὀνομάζεται.
38.31πειρᾶσθε τοίνυν πρωτεύειν τῶν πόλεων τὸ μὲν πρῶτον ἐκ τῆς ἐπιμελείας τῆς περὶ αὐτάς · τοῦτο μὲν γάρ, καθὸ μητρόπολίς ἐστε, ἐξαίρετόν ἐστιν ἔργον ὑμέτερον · εἶτα τῷ παρέχειν αὑτοὺς δικαίους ἅπασι καὶ μετρίους καὶ μὴ πλεονεκτεῖν ἐν μηδενὶ μη δὲ βιάζεσθαι. ταῦτα γὰρ ἐξ ἀνάγκης ἀπεχθείας κινεῖ καὶ διαφοράς, φύσει μὲν τῶν ἐλαττόνων πρὸς τοὺς μείζονας ὑπόπτως διακειμένων, ὡς ἐξ ἅπαντος πλεονεκτεῖσθαι μελλόντων, ὅταν δὲ καὶ ἔργῳ τοῦτο γίγνηται, δικαιότερον τῆς ἀπεχθείας παροξυνομένης.
38.32ἔξεστι δὲ ὑμῖν εὐεργετεῖν τὰς πόλεις καὶ πλέον καὶ μεῖζον ἐκείνοις, τὸ μὲν πρῶτον καὶ μάλιστα διὰ τὴν θάλατταν, ἐξ ἧς ἁπάντων μὲν καὶ τῶν νῦν κομιζομένων μετέχουσι τὰ μὲν χάριτι δεῖ δὲ δημοσίᾳ χαρίζεσθαι τὴν πόλιν, οὐκ ἰδίᾳ τινάς τὰ δὲ καὶ διακλέπτοντες αὐτοί, τὰ δ’αἰτούμενοι παρ’ἕκαστα · καὶ ἀντιλέγετε μὲν οὐδέποτε τοῖς αἰτήσασιν ὑμεῖς, αὐτὸ δὲ ὅμως φορτικόν ἐστὶ τὸ τὴν τῆς αἰτήσεως ἀνάγκην ἔχειν. εἰ δὲ καὶ τούτων ἁπάντων μεταλαμβάνειν ἐπιτρέψετε τοῖς δήμοις τοῖς καθ’ἑκάστην ἡμέραν αἰτουμένοις τὸ πρὸς τὴν χρεῖαν ἐπεῖγον, πῶς οὐκ εἰκός ἐστι μείζους ὑμᾶς ἔσεσθαι παρ’αὐτοῖς, εὐεργετοῦντας αὐτούς; καὶ ἅμα καὶ μεγάλην ποιήσετε τὴν ὁμόνοιαν διὰ πάντων ἐλευσομένην.
38.33πειρᾶσθε δὲ καὶ τοῖς ἡγεμόσιν αἰδῶ παρέχειν, ἀεὶ τοῦτο φανερὸν καθιστάντες ὅτι μὴ ἀπόχρη ὑμῖν καλῶς διοικεῖσθαι μόνοις, ἀλλὰ παντὸς ἐπιμελεῖσθε τοῦ τῶν Βιθυνῶν γένους καὶ οὐδὲν ἧττον δυσχεραίνετε τοῖς εἰς τοὺς ἄλλους ἀδικήμασιν τοῖς εἰς αὑτούς · κἂν τινες καταφύγωσιν ἐφ’ὑμᾶς δεόμενοι βοηθείας, προθύμως ἐπαρκεῖτε καὶ ὁμοίως. ταῦτα τὸ πρωτεῖον ὑμῖν παραδώσει τὸ ἀληθινόν, οὐχ περὶ τῶν ὀνομάτων πρὸς Νικαεῖς μάχη.
38.34βουλοίμην δ’ἂν καὶ ἐκείνους τὰ αὐτὰ ποιεῖν, καὶ ποιήσουσιν ἐὰν καταλλαγῆτε, καὶ μείζων δύναμις ὑμῶν γενήσεται συντεθεῖσα. καὶ γὰρ τῶν πόλεων ὁμοῦ γενόμενοι πασῶν ἄρξετε, καὶ τοῖς ἡγεμόσι γενήσεται πλείων διατροπὴ πρὸς ὑμᾶς καὶ φόβος, ἐὰν ἀδικεῖν θέλωσιν. τὸ δὲ νῦν ἔχον αἱ μὲν ἄλλαι πόλεις ὑπὸ τῆς ὑμετέρας στάσεώς εἰσιν ἐπηρμέναι · χρείαν γὰρ αὐτῶν δοκεῖτε ἔχειν καὶ ταῖς ἀληθείαις ἔχετε διὰ τὸν πρὸς ἀλλήλους ἀγῶνα καὶ πάσχετε οἷόν τι πάσχουσιν ἐπειδὰν δύο ἐπιφανεὶς ὁμοίως ἄνδρες διαπολιτεύωνται πρὸς ἀλλήλους · ἐξ ἀνάγκης ἅπαντας θεραπεύουσι καὶ τοὺς πλεῖστον ὅσον ἀποδέοντας αὐτῶν.
38.35ὥστε ἐν περὶ τοῦ πρωτείου μάχεσθε ὑμεῖς, κινδυνεύει τὸ πρωτεῖον παρ’ἐκείνοις εἶναι τοῖς θεραπευομένοις ὑφ’ὑμῶν. οὐ δὲ γὰρ ἔνεστιν οὐκ ἔχειν τοῦτο δοκεῖν τινας, παρ’αὐτῶν ἐκείνων ὑμεῖς λαμβάνειν ἀξιοῦτε. καὶ τὰς πόλεις οὖν πᾶσα ἀνάγκη γενήσεται τὴν τάξιν τὴν ἑαυτῶν ἀπολαβεῖν, καὶ ὥσπερ εἰκός ἐστι καὶ δίκαιον, ἐκείνας ὑμῶν χρῄζειν, οὐχ ὑμᾶς ἐκείνων. καὶ οὐχὶ παρὰ τοῦτο ἀξιώσω τυραννικῶς ὑμᾶς αὐτοῖς προσφέρεσθαι, πρᾴως δὲ καὶ μετρίως, ὥσπερ ὑφηγησάμην μικρὸν ἔμπροσθεν, ἵνα μὴ φορτικὸν γένηται τὸ πρωτεῖον ὑμῶν, ἀλλὰ καὶ πρωτεῖον καὶ φιλῆται.
38.36τὰ δὲ τῶν ἡγεμόνων νῦν μὲν ὅπως ἔχει, τί δεῖ πρὸς ἐπισταμένους λέγειν; γὰρ οὐκ ἐπαισθάνεσθε τῆς τυραννίδος, ἣν στάσις ὑμετέρα δίδωσι τοῖς ἄρχουσιν ὑμῶν; εὐθέως γὰρ βουλόμενος ἀδικῆσαι τὸ ἔθνος εἰδὼς ἥκει τί δεῖ ποιήσαντα αὐτὸν μὴ δοῦναι δίκην. γὰρ τῇ Νικαέων ἑταιρείᾳ προστίθεται καὶ τὸ μέρος τὸ ἐκείνων ἔχει βοηθοῦν τοὺς Νικομηδεῖς ἑλόμενος ὑφ’ὑμῶν σῴζεται. καὶ φιλεῖ μὲν οὐδετέρους, δοκεῖ δὲ τοὺς ἑτέρους φιλεῖν · ἀδικεῖ δὲ πάντας. ἀδίκων δὲ σῴζεται διὰ τοὺς μόνους οἰομένους ὑπ’αὐτοῦ φιλεῖσθαι.
38.37κατεγνώκασι δὲ ὑμῶν ἄνοιαν δημοσίᾳ, καὶ χρῶνται καθάπερ τοῖς παιδίοις ὑμῖν, οἷς πολλάκις ἀντὶ τῶν μεγίστων προτείνεται τὰ μικρότατα · κἀκεῖνα διὰ τὴν ἄγνοιαν τῶν ὡς ἀληθῶς μεγάλων καὶ διὰ τὴν πρὸς τὰ ἐλάχιστα ἡδονὴν χαίρει τῷ μηδενί · καὶ ὑμῖν οὕτως ἀντὶ δικαιοσύνης, ἀντὶ τοῦ μὴ συλᾶσθαι τὰς πόλεις μη δὲ ἀφαιρεῖσθαι τοὺς ἀνθρώπους τῶν ἰδίων, ἀντὶ τοῦ μὴ ὑβρίζειν αὐτοὺς εἰς ὑμᾶς, ἀντὶ τοῦ μὴ παροινεῖν, προτείνουσιν ὀνόματα καὶ εἶπον ὑμᾶς πρώτους ἔγραψαν · εἶτά εἰσιν ἀκίνδυνοι τὸ λοιπὸν ὑμῖν ὡς ἐσχάτοις χρώμενοι.
38.38τὰ γὰρ τοιαῦτα, ἐφ’οἷς μέγα φρονεῖτε, παρὰ πᾶσι μὲν τοῖς ὀρθῶς ἐννοουμένοις διαπτύεται, μάλιστα δὲ παρὰ τοῖς Ῥωμαίοις γέλωτα κινεῖ καὶ καλεῖται τὸ ἔτι ὑβριστικώτερον Ἑλληνικὰ ἁμαρτήματα. καὶ γὰρ ἔστιν ἁμαρτήματα, ἄνδρες Νικομηδεῖς, ἀληθῶς, ἀλλ’οὐχ Ἑλληνικά, εἰ μὴ κατ’αὐτὸ τοῦτο Ἑλληνικὰ φήσει τις αὐτὰ εἶναι, καθ’ὅσον ἐκεῖνοι δόξης ἀντεποιήσαντό ποτε καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι. τὰ δὲ ἐκείνων εἶπον ἤδη που καὶ πρότερον ὅτι μὴ κενόδοξα ἦν, ἀλλ’ὑπὲρ ἀρχῆς ἀληθοῦς ἀγών · εἰ μή τι νῦν δοκεῖτε αὐτοὺς ὑπὲρ τῆς προπομπείας καλῶς ἀγωνίζεσθαι, καθάπερ ἐν μυστηρίῳ τινὶ παίζοντας ὑπὲρ ἀλλοτρίου πράγματος.
38.39ἂν δὲ τὸ μὲν τῆς μητροπόλεως ὑμῖν ὄνομα ἐξαίρετον , τὸ δὲ τῶν πρωτείων κοινὸν , τί κατὰ τοῦτο ἐλαττοῦσθε; ἐγὼ μὲν γὰρ τολμήσαιμι ἂν εἰπεῖν ὅτι κἂν πάντων ἐκστῆτε τῶν ὀνομάτων, οὐδενὸς ἐξίστασθε πράγματος. τί δοκεῖτε παρὰ τοῦτο; τὴν θάλατταν ἀναχωρήσειν ἀφ’ὑμῶν τὴν γῆν ὑμῖν ἔσεσθαι μικροτέραν τὰς προσόδους ἐλάττονας; ἤδη ποτὲ θέας μετελάβετε; μᾶλλον δὲ μόνον οὐχὶ καθ’ἑκάστην ἡμέραν θεᾶσθε καὶ τοὺς τραγῳδοὺς καὶ τοὺς ἄλλους, ὅσοι δοκοῦσι μὲν ἡδονῆς ἕνεκεν καὶ τέρψεως εἰς τὰς σκηνὰς παριέναι, τοὺς δὲ αἰσθανομένους τῶν γιγνομένων ὠφελοῦσιν · ἆρ’οὖν ἐκεῖ τις ὑμῖν ἀληθῶς εἶναι δοκεῖ βασιλεὺς τύραννος θεός;
38.40καίτοι ταῦτα πάντα καλοῦνται καὶ Μενέλαοι καὶ Ἀγαμέμνονες, καὶ οὐκ ὀνόματα μόνον ἔχουσι θεῶν καὶ ἡρώων, ἀλλὰ καὶ πρόσωπα καὶ στολάς, καὶ κελεύουσι πολλά, ὡς ἐκεῖνοι · τοῦ δὲ ποιήματος συντελεσθέντος ἀπίασι τὸ μηδὲν ὄντες. ὀνομάζεσθαί τις θέλει πρῶτος · ἔστω. πρωτεύει τις, κἂν ἄλλος ὀνομάζηται, πρῶτός ἐστιν. οὐ γὰρ τὰ ὀνόματα πίστεις τῶν πραγμάτων εἰσί, τὰ δὲ πράγματα καὶ τῶν ὀνομάτων.
38.41ἔτι τοίνυν κἀκεῖνο λογίσασθε τὸ ἐκ τῆς ὁμονοίας γενησόμενον. νῦν μὲν ἕκαστοι τοὺς ἑαυτὸν ἄνδρας ἔχετε · ἂν δὲ καταλλαγῆτε, τοὺς ἀλλήλων ἕξετε · καὶ τὰς φιλοτιμίας δεῖ γὰρ καὶ τούτων πόλει διπλασίας τίθεσθε καὶ τὰς ὑπηρεσίας. λέγειν τις δεῖνός ἐστι παρ’ὑμῖν · κἀκείνους ὠφελήσει. πλούσιός τις παρ’ἐκείνοις ἐστί · χορηγήσει καὶ παρ’ὑμῖν. καθόλου δὲ οὐδεὶς οὔτε ἀνάξιος ὢν τοῦ πρωτεύειν ἐν πόλει διὰ τοῦτο εὐδοκιμήσει παρ’ὑμῖν τῷ πρὸς ἐκείνους λέγειν παρ’ἐκείνοις τῷ πρὸς ὑμᾶς · οὔτε ἂν φαῦλός τις ὢν καὶ τοῦ δοῦναι δίκην ἄξιος εὑρέθῃ, διαδράσεται τὴν τιμωρίαν ἀπαλλαγεὶς ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ἐνθάδε.
38.42τὸ δὲ νῦν ἔχον ὥσπερ ὑφορμεῖτε ἀλλήλαις αἱ πόλεις καὶ ἔστι τοῖς ἀδικήσασι τὴν ἑτέραν πρὸς τὴν ἑτέραν καταφυγή. τῆς δὲ ὁμονοίας γενομένης ἀνάγκη καλοὺς εἶναι καὶ δικαίους ἄνδρας ἐκ τῆς Βιθυνίας ἀπαλλάττεσθαι. μέγα φρονεῖτε τῇ τοῦ πλήθους ὑπερβολῇ · πλείους ἔσεσθε. γῆν ἱκανὴν δοκεῖτε ἔχειν · πλείω τῆς ἱκανῆς ἕξετε. καθόλου πάντα μιχθέντα, καὶ καρποὶ καὶ χρήματα καὶ ἀνδρῶν ἄξιαι καὶ δυνάμεις, διπλάσια τὰ παρ’ἀμφοτέροις γίγνεται.
38.43οὗ δὲ πάντα ἕνεκεν οἱ ἄνθρωποι πράττουσιν, ἡδονή, κρείττων λόγου. τὸ γὰρ τὰ μὲν ὀδυνῶντα ὑμᾶς ἐξαιρεθῆναι, καὶ φθόνον καὶ φιλονικίαν καὶ τὴν ἐκ τούτων γιγνομένην στάσιν καὶ τὸ ἐπιβουλεύειν ἀλλήλοις ὑμᾶς καὶ τὸ τοῖς κακοῖς ἐφήδεσθαι τοῖς τῶν πλησίον καὶ τὸ ἐπὶ τοῖς ἀγαθοῖς ἄχθεσθαι, τὰ δὲ ἐναντία ἀντὶ τούτων εἰσελθεῖν εἰς τὰς πόλεις, κοινωνίαν ἀγαθῶν, ὁμοφροσύνην, ἐπὶ τοῖς αὐτοῖς ἀμφοτέρων χαράν, οὐχὶ ταῦτα πάντα ἑορτῇ ἔοικε δημοσίᾳ; λογίσασθε δὲ οὕτως.
38.44εἴ τις ὑμῖν, ἄνδρες Νικομηδεῖς, θεῶν αἵρεσιν ἔδωκεν, εἰ βούλεσθε μὴ μόνον τὴν αὑτῶν πόλιν ἔχειν, ἀλλὰ καὶ τὴν Νικαέων, οὐκ ἂν παράδοξον μὲν ὑπὸ μεγέθους ἐφάνη ἀγαθὸν ὑμῖν, εὔξασθε δ’ἂν πάσας εὐχὰς ὥστε αὐτοῦ τυχεῖν; ἀλλὰ τοῦτο τὸ παράδοξον δοκοῦν ἔξεστιν ἤδη γενέσθαι καὶ τὴν Νίκαιαν ὑμετέραν εἶναι καὶ τὰ παρ’ὑμῖν ἐκείνων.
38.45 τῶν μὲν ἀδελφῶν θαυμάζομεν τοὺς εἰς ἅπαντα κοινὸν οἰκούντας οἶκον καὶ μὴ νενεμημένους τὰ πατρῷα ὑπὸ μικρολογίας, τε πλοῦτος αὐτῶν ἔτι μᾶλλον θαυμάζεται, μείζων ὢν καὶ κατ’αὐτὸ τοῦτο, τῷ μὴ νενεμῆσθαι μη δὲ ἑκάστῳ τὸ ἥμισυ γεγονέναι τῶν πάντων, ἀλλὰ τὸ ὅλον ἀμφοτέρων δοκεῖν, ἔτι δὲ καὶ ὡς ἀγαθοὺς πάντες ἐκείνους ὁρῶσι καὶ ὡς δικαίους καὶ ὡς τῷ ὄντι ἀδελφούς · ἐν δὲ ταῖς πόλεσι γενομένη αὕτη ἀδελφότης οὐχὶ καὶ μεῖζον ἀγαθὸν ἔσται καὶ κάλλιον καὶ πλουσιώτερον;
38.46ἄξιον δὲ αὐτὴν γενέσθαι καὶ διὰ τοὺς προγόνους κοινοὺς ὄντας ἀμφοτέραις ταῖς πόλεσι καὶ διὰ τοὺς θεούς, ὧν καὶ παρ’ἐκείνοις καὶ παρ’ὑμῖν ὅμοιαί εἰσι τιμαί. τοῦτο γάρ ἐστιν ἐφ’ καὶ μάλιστα ὀδυνηθείη τις ἄν, ὅτι πάντα κοινὰ ἔχοντες, καὶ προγόνους καὶ θεοὺς καὶ ἔθη καὶ ἑορτάς, οἱ δὲ πολλοὶ καὶ συγγενείας ἰδιωτικὰς καὶ φιλίας, ὥσπερ Ἕλληνες πρὸς βαρβάρους μαχόμεθα, τὸ ἔτι τούτου τῷ γιγνομένῳ ὑφ’ὑμῶν ὁμοιότερον, ὥσπερ ἄνθρωποι πρὸς θηρία.
38.47οὐκ ὄψεσθε εἰς ἀλλήλους; οὐκ ἀκούσεσθε ἀλλήλων; οὐκ ἀντιδεξιώσονται, τὴν ἀρχὴν ποιησαμένων ὑμῶν, ἀλλήλας αἱ πόλεις; οὐχὶ πάντα τὰ παρὰ ἀμφοτέροις ἀγαθὰ κτήσεσθε καταλλαγέντες; οὐ χρήσεσθε αὐτοῖς θέλοντες; ὤφελον ἐξῆν καὶ τὸν Ἐφεσίων δῆμον ποιήσασθαι ἀδελφὸν ὑμῶν. ὤφελον καὶ τὰ Σμυρναίων οἰκοδομήματα κοινὰ ὑμῖν ἐγένετο.
38.48ταῦτα δὲ πάντα τηλικαῦτα ὄντα ἀγαθὰ ἑνὸς ἕνεκα ὀνόματος ἀπόλλυτε, ποῖαν ὠφέλειαν, τίνα ἡδονήν; ἀλλ’ὅτι μὲν καὶ λυσιτελήσει ταῖς πόλεσιν καταλλαγὴ γενομένη καὶ μέχρι νῦν ὑμῖν οὐκ ἐλυσιτέλησεν στάσις οὖσα καὶ τὰ ἀγαθὰ τὰ ἐκ τῆς ὁμονοίας γενησόμενα καὶ τὰ κακὰ τὰ διὰ τὴν ἔχθραν ὑπάρχοντα, προείρηταί μοι μετρίως.
38.49λοιπὸν δὲ εἰπεῖν ὅτι καὶ μενεῖ ταῦτα διαλλαγέντων ὑμῶν. ἤδη γάρ τινές εἰσιν οἱ καὶ τοῦτο δεδοικότες, ὧν ἀποδέχομαι τοῦ φόβου τὴν αἰτίαν, εἴ γε λέγουσιν αὐτὸ ταῖς ἀληθείαις ἐπιθυμοῦντες τῆς ὁμονοίας καὶ φοβούμενοι μὴ λυθῇ καὶ οὐ τοὐναντίον αὐτοῦ χάριν τοῦ μη δὲ ὅλως αὐτὴν γενέσθαι τοῦτο προβάλλονται. τὸ μὲν οὖν μέγιστον ὑμῖν καὶ τὸ πιστότατον τοῦ μένειν τὴν ὁμόνοιαν ἐνέχυρον ἔστω τὸ συμφέρειν αὐτήν. γὰρ καὶ λόγῳ παραδειχθέντα διότι συνοίσει μόνον ἤδη πείθειν ὑμᾶς ἔοικε, πῶς οὐ χρὴ τὴν ἀπὸ τῶν ἔργων ἕξειν αὐτὰ πειθὼ βεβαιοτέραν;
38.50ἔτι δὲ εὔθυμός εἰμι καὶ διὰ τὸ τῆς συνηθείας ὑμᾶς δυσαπαλλάκτως ἔχειν. εἰ γὰρ στάσις τοσούτῳ χρόνῳ διὰ τὴν συνήθειαν μόνον ἐμμεμένηκεν ὑμῖν, τηλικοῦτον οὖσα κακόν, πῶς οὐχὶ καὶ τὰς διαλλαγὰς εἰκός ἐστιν ἡδίουςτε οὔσας καὶ δικαιοτέρας ποιήσειν καὶ τὴν συνήθειαν πλείονα; καὶ φυλάττεσθαι δὲ μικρὰ δεήσει καὶ πρὸ ἁπάντων τοὺς ἄνδρας τοὺς ἀδόξους, ἄν ποτε διαβάλλωσιν ὑμᾶς ἀλλήλοις μὴ γὰρ ἀκούσητε αὐτῶν ἴδιόν τι θηρωμένων, εἰ βουλήσονται πάλιν αὑτοῖς γενέσθαι τινὰ χαράν καὶ μικρῶν δὲ ἕνεκεν μὴ παροξύνεσθαι.
38.51καὶ τοὺς θεοὺς δὲ εἰκός ἐστιν μᾶλλον πάντων ἐπιμελήσεσθαι τοῦ συμμεῖναι τὴν ὁμόνοιαν. οἶμαι γὰρ καὶ αὐτὴν ταύτην τὴν ἀρχὴν παρ’ἐκείνων γενέσθαι καὶ οὐκ ἂν ἄλλως ἐπελθεῖν μοι τολμῆσαι περὶ τηλικούτου πράγματος ἐν ὑμῖν λέγειν, ὑπὲρ οὗ μηδεὶς πρότερον εἶπε μήτε νέος μήτε πρεσβύτερος. ἔστι δὲ καὶ ἄξιον αὐτοῖς εὔξασθαι πάλιν. οὐκοῦν ἐν ἀρχῇ μὲν εὐξάμην αὐτοῖς, ἵνα μοι πειθομένους παράσχωσιν ὑμᾶς · ἐπεὶ δὲ τοῦτο ἤδη ἐοίκατε ποιεῖν, λοιπόν ἐστιν εὔξασθαι περὶ τοῦ φυλάττειν αὐτοὺς εἰς ἀεὶ τὰ καλῶς δόξαντα ὑμῖν.