Orations, Oration 28
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
28.1ἀναβάντες ἀπὸ τοῦ λιμένος εὐθὺς ἐβαδίζομεν, ὀψόμενοι τοὺς ἀθλητάς, ὡς ἂν τὴν ὅλην ἐπιδημίαν πεποιημένοι κατὰ θέαν τοῦ ἀγῶνος. ἐπεὶ δὲ πρὸς τῷ γυμνασίῳ ἦμεν, τοὺς μέν τινας ἑωρῶμεν ἐν τῷ δρόμῳ ἔξω τρέχοντας, καὶ κραυγὴ τῶν παρακελευομένων ἦν, τοὺς δὲ καὶ ἄλλως γυμναζομένους. τούτοις μὲν οὖν οὐκ ἐδόκει προσέχειν · ὅπου δὲ πλεῖστον ὄχλον ἴδοιμεν, ἐκεῖ ἐβαδίζομεν. 28.2ὁρῶμεν οὖν πάνυ πολλοὺς ἑστηκότας πρὸς τῇ ἐξέδρᾳ τοῦ Ἡρακλέους καὶ ἑτέρους ἀεὶ προσάγοντας, τοὺς δὲ καὶ ἀπιόντας διὰ τὸ μὴ δύνασθαι ἰδεῖν. τὸ μὲν οὖν πρῶτον ἐπειρώμεθα ὁρᾶν ὑπερκύπτοντες, καὶ μόλις ἑωρῶμέν του γυμναζομένου τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἀνατετακότος. ἔπειτα κατὰ μικρὸν ἐνδοτέρω ἐγενόμεθα. ἦν οὖν νεανίσκος πάνυ μέγας καὶ καλός, ἔτι δέ, ὡς εἰκός, μεῖζον αὑτοῦ καὶ κάλλιον ὑπὸ τῆς γυμνασίας τὸ σῶμα ἐφαίνετο. πάνυ δὲ λαμπρῶς ἐγυμνάζετο καὶ μετὰ φρονήματος, ὥστε ἀγωνιζομένῳ μᾶλλον ἐῴκει. 28.3ἐπεὶ δὲ ἐπαύσατο γυμναζόμενος καὶ τὸ πλῆθος ἀνεχώρει, κατενοοῦμεν αὐτὸν ἐπιμελέστερον. ἦν δὲ ὅμοιος τοῖς ἀνδριᾶσι τοῖς ἀκριβῶς εἰργασμένοις · εἶχε δὲ καὶ τὸ χρῶμα ὅμοιον χαλκῷ κεκραμένῳ. 28.4ἐπεὶ δὲ ἀπηλλάγη, τῶν παρόντων τινὰ ἠρόμεθα πρεσβύτην ὅστις εἴη. καὶ ὃς σκυθρωπάσας · “οὗτος μέντοι Ἰατροκλῆς ὁ τοῦ Μελαγκόμα ἀνταγωνιστὴς καὶ μόνος ἐκείνῳ οὐκ ἀξίων παραχωρεῖν, τὸ γοῦν ἐφ’ἑαυτῷ. οὐδὲν μέντοι πλέον ἐποίει · ἡττᾶτο γὰρ ἀεί, ἐνίοτε δι’ὅλης τῆς ἡμέρας ἀγωνισάμενος · ἤδη μέντοι ἀπειρήκει, ὥστε τὸν τελευταῖον τοῦτον ἀγῶνα τὸν ἐν τῇ Νεαπόλει οὐδένα ταχύτερον τούτου ἐνίκησεν. ἀλλὰ νῦν ὁρᾶτε ὅσον φρονεῖ καὶ ἐν ὅσῳ πλήθει γυμνάζεται. οἶμαι δὲ ἔγωγε καὶ ἐπιχαίρειν αὐτὸν ἐκείνῳ. καὶ εἰκὸς μέντοι · οὐ γὰρ μόνον τοῦτον τὸν στέφανον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπίσταται αὑτοῦ ὄντας”. 28.5“ἦ γάρ”, ἔφην, “τέθνηκεν ὁ Μελαγκόμας”; ἐπεὶ τό γε ὄνομα καὶ ἡμεῖς ᾔδειμεν, αὐτὸν οὐδεπώποτε ἰδόντες. “οὐ πρὸ πολλοῦ γε”, εἶπεν, “ἀλλὰ τρίτη που ἡμέρα ἐστὶν ἀπὸ τῆς ταφῆς”. “τίνι δέ”, εἶπον, “τούτου διέφερε, καὶ τῶν ἄλλων δέ, πότερον μεγέθει ἢ εὐψυχίᾳ”; “ἐκεῖνος”, ἔφη, “ὦ βέλτιστε, πάντων ἀνθρώπων, οὐχὶ τῶν ἀνταγωνιστῶν μόνον, εὐψυχότατος καὶ μέγιστος ἔφυ, ἔτι δὲ κάλλιστος. καὶ εἴ γε ἰδιώτης ἔμεινε καὶ μηδὲν ὅλως ἔπραξε, δι’αὐτό που τὸ κάλλος περιβόητος ἂν ἦν · ἐπεὶ καὶ νῦν ἐπέστρεψεν ἅπαντας, ὁπότε ἀπίοι που, καὶ τοὺς οὐκ εἰδότας ὅστις ἐστίν. 28.6καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῷ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν ἢ λανθάνειν · ἀποδυσαμένου δ’οὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένων. εἰωθότος δὲ τοῦ κάλλους εἰς τρυφὴν ἄγειν καὶ τοὺς μετρίως αὐτοῦ μετειληφότας, τοιοῦτος ὢν τὸ εἶδος ἔτι σωφρονέστερος ἦν · καὶ καταφρονῶν δὲ τοῦ κάλλους οὐδὲν ἧττον ἐφύλαττεν αὐτὸ ἐν οὕτω χαλεπῷ ἐπιτηδεύματι. 28.7πυγμὴν γοῦν ἀγωνιζόμενος οὕτως ὑγιὴς ἦν ὥσπερ τῶν δρομέων τις, οὕτω δὲ σφόδρα γεγύμναστο καὶ τοσοῦτο περιῆν τοῖς πόνοις, ὥστε δυνατὸς ἦν καὶ δύο ἡμέρας ἑξῆς μένειν ἀνατετακὼς τὰς χεῖρας, καὶ οὐκ ἂν εἶδεν οὐδεὶς ὑφέντα αὐτὸν ἢ ἀναπαυσάμενον, ὥσπερ εἰώθασιν. πρότερον δὲ ἠνάγκαζε τοὺς ἀνταγωνιστὰς ἀπειπεῖν, οὐ μόνον πρὶν αὐτὸς πληγῆναι, ἀλλὰ καὶ πρὶν πλῆξαι ἐκείνους · οὐ γὰρ τὸ παίειν καὶ τιτρώσκεσθαι ἀνδρείαν ἐνόμιζεν, ἀλλὰ τοῦτο μὲν εἶναι μὴ δυναμένων πονεῖν καὶ ἀπηλλάχθαι βουλομένων · 28.8τὸ δὲ ἀνέχεσθαι τοῦ χρόνου καὶ μήτε τοῦ βάρους τῶν χειρῶν ἡττᾶσθαι μήτε τοῦ πνεύματος ἐνδεᾶ γίγνεσθαι μήτε τῷ καύματι ἄχθεσθαι, τὸ δὲ εἶναι γενναῖον”. “ὀρθῶς μέντοι”, ἔφην ὑπολαμβάνων. “καὶ γὰρ ἐν τῷ πολέμῳ οἱ φαυλότατοι τὰ ὅπλα ῥίπτουσιν, εὖ εἰδότες ὅτι γυμνοὶ μᾶλλον ἂν τιτρώσκοιντο · οὕτω μᾶλλον ἡττῶνται τοῦ κόπου ἢ τῶν τραυμάτων”. 28.9“τοιγάρτοι”, εἶπεν, “ἀφ’οὗπερ ἤρξατο ἀγωνίζεσθαι Πυθοῖ, πρῶτος μὲν ὧν ἴσμεν ἄλειπτος διεγένετο, πλείστους καὶ μεγίστους στεφάνους ἀνελόμενος καὶ ἀνταγωνισταῖς οὔτε φαύλοις οὔτε ὀλίγοις χρησάμενος. καὶ τὸν πατέρα, ἐνδοξότατον ὄντα, τὸν Μελαγκόμαν ἐκεῖνον τὸν ἀπὸ τῆς Καρίας, ἄλλουςτε ἀγῶνας καὶ Ὀλυμπίασι νικήσαντα, οὐδέπω ἀνὴρ ὢν ὑπερεβάλετο · οὐ γὰρ ἐκεῖνος ἄλειπτος. τοιοῦτος μέντοι ὢν ἀθλίως ἐτελεύτησε, τῶν μὲν πόνων τῆς ἀθλήσεως ἐπὶ πλεῖστον ἐλθών, τῶν δὲ ἐν τῷ βίῳ τερπνῶν οὐδενὸς πειραθείς. 28.10οὕτω δὲ σφόδρα φιλότιμος ὑπῆρχεν ὥστε καὶ ὅτε ἀπέθνησκεν Ἀθηνοδώρου τοῦ παγκρατιαστοῦ, φίλου ὄντος ἀπὸ παιδός, ἐπυνθάνετο πόσαι τινὲς εἶεν ἡμέραι λοιπαὶ τοῦ ἀγῶνος”. καὶ ταῦθ’ἅμα λέγων ἐδάκρυεν ὁ πρεσβύτης. 28.11“ἀλλὰ σοὶ μέν”, ἔφην, “συγγνώμη ὑπερλυπουμένῳ διὰ τὸ παντὸς προσήκειν τί σοι αὐτοῦ”. “μὰ τοὺς θεούς”, εἶπεν, “οὐδὲν ἔμοιγε · οὔτε γὰρ ἀπὸ γένους μοι ἦν οὔτε ἐγύμναζον αὐτόν, ἀλλὰ τῶν παίδων τινὰ τῶν παγκρατιαστῶν. ὁ δὲ ἄνθρωπος τοιοῦτος ἦν ὥστε πάντας ἐπ’αὐτῷ λυπεῖσθαι τοὺς ἐπισταμένους ἐκεῖνον”. 28.12“οὐκοῦν”, ἔφην, “ἄθλιον δεῖ καλεῖν αὐτόν · το- τοὐναντίον γὰρ εὐδαιμονέστατος ἂν εἴη καὶ μακαριώτατος, εἴπερ οἷος λέγεται ἦν · ᾧ καὶ γένους ὑπῆρξε λαμπροῦ τυχεῖν καὶ κάλλους, ἔτι δὲ ἀνδρείας καὶ ἰσχύος καὶ σωφροσύνης, ἃ δὴ μέγιστα τῶν ἀγαθῶν ἐστι · τό γε μὴν θαυμαστότατον ἐν ἀνθρώπῳ ἀήττητον γενέσθαι οὐ μόνον τῶν ἀνταγωνιστῶν, ἀλλὰ καὶ πόνου καὶ καύματος καὶ γαστρὸς καὶ ἀφροδισίων · δεῖ γὰρ πρῶτον τούτοις ἀήττητον εἶναι τὸν μέλλοντα ὑπὸ μηδενὸς τῶν ἀνταγωνιστῶν λειφθήσεσθαι. 28.13ἡδονὰς δὲ τίς μείζονας ἥσθη, ὅστις φιλοτιμότατος ὢν ἀεὶ ἐνίκα καὶ θαυμαζόμενος ᾐσθάνετο; καί μοι δοκοῦσι σφόδρα αὐτὸν ἀγαπῆσαι οἱ θεοὶ καὶ μάλιστα τῇ τελευτῇ τιμῆσαι, ὡς ἂν μηδενὸς πειραθείη τῶν χαλεπῶν. ἀνάγκη γὰρ αὐτῷ ἦν προβαίνοντι ἀντὶ μὲν καλλίστου αἰσχροτέρῳ γίγνεσθαι, ἀντὶ δὲ ἰσχυροτάτου ἀσθενεστέρῳ, ἴσως δὲ καὶ λειφθῆναί που. ὅστις δὲ τοῖς μεγίστοις ἀγαθοῖς συναπέρχεται τὰ ἄριστα πράξας, οὗτος εὐδαιμονέστατα τελευτᾷ. εὕροι δ’ἂν τις καὶ τῶν παλαιῶν τοὺς θεοφιλεῖς ὠκυμόρους”. “τίνας”, ἔφη, “τούτους λέγεις”; 28.14“τὸν Ἀχιλλέα”, εἶπον, “καὶ Πάτροκλον καὶ Ἕκτορα καὶ Μέμνονα καὶ Σαρπηδόνα”. ἔτι δὲ ἄλλους ὀνομάζοντος ἐμοῦ, “ταῦτα μέν”, ἔφη, “καλῶς εἶπας εἰς παραμυθίαν ἀνθρώπων, καὶ ἔγωγε ἐβουλόμην σου ἔτι ἀκούειν · ἀλλὰ γὰρ ὥρα γυμνάζειν τὸν παῖδα, καὶ ἀπέρχομαι”.