Orations, Oration 26
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
26.1πάλαι, καθήμενος καὶ ὑμῶν ἀκούων, ὅτε πολλὰς ὥρας διετρίβετε παρά τινι τῶν πολιτικῶν βουλευόμενοι περί τινων πραγμάτων, σκοπῶ παρ’ἐμαυτῷ καὶ ἀναζητῶ τί ἐστι τοῦτο ὅ φατε βουλεύεσθαι ἢ αὐτὸ δὴ τὸ βουλεύεσθαι. ἆρα γὰρ περὶ τούτου τις βουλεύεται τοῦ πράγματος ὃ οἶδέτε καὶ ἐπίσταται; οὐ δοκεῖ μοι περὶ ὧν τις οἶδε, περὶ τούτων βουλεύεσθαι, ἀλλὰ ἤδη εἰδέναι. τί δαί; ἃ οὐκ οἶδεν οὐ δὲ ἐπίσταται, περὶ τούτων ὥσπερ διαμαντευόμενος καὶ ἀναζητῶν γνῶναι ἃ οὐκ οἶδεν; οὐ δοκεῖ μοι οὐ δὲ οὗτος δύνασθαι βουλεύεσθαι περὶ τούτων περὶ ὧν οὐδεμίαν ἐπιστήμην ἔχει. 26.2ἆρα οὖν μὴ τοιόνδε τι ᾗ τὸ βουλεύεσθαι, ὥστε τινὰ μὲν εἰδέναι, τινὰ δὲ ἀγνοεῖν, καὶ τοῦτο ᾗ περὶ οὗ βουλεύονται ἄνθρωποι; ἵνα δὲ μᾶλλον τῷ λόγῳ παρακολουθήσομεν, δι’εἰκόνος τινὸς ἐπιδείξομεν αὐτό. ὑποτιθέμεθα γὰρ εἰδέναι μὲν ἡμᾶς Χαρικλέα καὶ Χαρίξενον, ὅπου δὲ οἰκοῦσιν, ἀγνοεῖν, στοχάζεσθαι δὲ περὶ τῆς οἰκίας αὐτοῖν · 26.3μὴ ἄρα τοῦτο ᾗ τὸ βουλεύεσθαι, ὥστε ἐξ ὧν οἴδαμεν, ἐκ τούτων καὶ περὶ ὧν οὐδέπω ἴσμεν τεκμαίρεσθαι ἢ; καθάπερ οἱ ἀρτιάζοντες ἴσασι μὲν ὅτι ἐν ταῖς χερσῖν ἔχουσιν οἱ προκαλεσάμενοι αὐτοὺς χρῆμα, οὐ μέντοι ὅτι τοσοῦτων, ἀλλ’ἐνίοτε καὶ ἐπέτυχον εἰπεῖν, καὶ οὕτω δὴ κρατήσαντες ἀπηλλάγησαν. μὴ ἄρα καὶ τὸ βουλεύεσθαι τοιοῦτον ᾗ, ὥστε εἰδέναι μέν τι, τὰ δὲ ἄλλα, ὅσα ἀγνοοῦμεν, στοχασάμενοι ἐνίοτε αὐτομάτως ἐπετύχομεν καὶ μετ’οὐδεμιᾶς ἐπιστήμης; 26.4φέρε γὰρ ἴδωμεν ὅποῖόν ἐστι τὸ πρᾶγμα. τὰ ὄντα καὶ ἔστι καὶ ἐγένετο καὶ ὑφέστηκε, τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ὑφέστηκεν. οὐ δεῖ μὲν οὖν περὶ τῶν ἤδη ὄντων · ἔστι γὰρ καὶ οὐδὲν ὄφελος περὶ τῶν γεγονότων καὶ ὑφεστηκότων βουλεύεσθαι · τί γὰρ καὶ βουλευσόμεθα περὶ αὐτῶν; ἵνα μὴ γένηται τὰ γεγονότα; οὐ δύναται μὴ γεγονέναι. ἀλλ’ἵνα μὴ ᾗ τὰ ὄντα; πῶς; δυνάμεθα ποιῆσαι μὴ εἶναι οὕτως ὡς ἐγένετο; ἀλλ’ἵνα μὴ ὑφεστήκῃ; πᾶν τὸ ὂν ὑπόστασιν ἔχει. ἀλλὰ περὶ μὲν τῶν ὄντων τί ἄν τις καὶ βουλεύοιτο; 26.5περὶ τίνων οὖν βουλευόμεθα; περὶ τῶν μελλόντων, ὡς ὁ λόγος ὑποδείκνυσι. τὰ δὲ μέλλοντα οὔτε ἔστιν οὔτε γέγονεν οὔτε ὑφέστηκεν. περὶ τῶν οὐκ ὄντων οὖν τίς δύναται βουλεύεσθαι καὶ περὶ τῶν οὐχ ὑφεστώτων; τὸ γὰρ οὐκ ὂν οὐδέν ἐστι. περὶ δὲ τοῦ οὐκ ὄντος οὐδεὶς δύναται βουλεύεσθαι. οὐδεὶς ἄρα δύναται βουλεύεσθαι περὶ τῶν μελλόντων. ἡ γὰρ βουλὴ ἐπὶ ὄντι τινί ἐστιν. τὸ δὲ μέλλον οὐκ ἔστιν. οὐκ ἄρα οὐ δὲ τὸ βουλεύεσθαι περὶ τῶν μελλόντων δύναιτ’ἂν εἶναι. 26.6τί οὖν; ὁ ἄμουσος καὶ ὁ ἀνεπιστήμων ἁρμονίας καὶ μέλους καὶ ῥυθμοῦ καὶ τῆς τούτων τάξεως καὶ κινήσεως δύναιτ’ἂν καλῶς βουλεύσασθαι περὶ μουσικῆς καὶ τῶν ἔργων τῶν κατὰ μουσικήν; οὐδαμῶς. τί δέ; ὁ γεωμετρίας ἄπειρος περὶ σώματος καὶ μήκους καὶ πλάτους καὶ βάθους βουλευόμενος ἂν καλῶς βουλεύοιτο; οὐ δὲ οὗτος. τί δέ; ὁ νεὼς ἄρχειν οὐκ ἐπιστάμενος περὶ νεὼς ἀρχῆς καὶ ἔργων κυβερνητικῶν ἱκανῶς ἂν βουλευόμενος βουλεύοιτο; οὐ δὲ οὗτος. 26.7ὅστις ἄρα οὐδὲν ἱκανῶς περὶ οὐδενὸς οὔτε πεπαίδευται οὔτε οἶδεν, οὗτος οὐ δὲ βουλεύσασθαι περὶ τούτου ἱκανός ἐστιν. χρὴ οὖν ἐπιμελεῖσθαι μάλιστα φρονήσεως καὶ παιδείας, ἵνα ἡμῖν ᾗ ῥᾴδιον περὶ ἁπάντων πραγμάτων βουλεύεσθαι καὶ εἰδέναι τὸ συνοῖσον ἑκάστῃ βούλῃ καὶ μὴ διαμαρτάνειν, ἀλλὰ καθάπερ οἱ μουσικοὶ καὶ οἱ γεωμέτραι καὶ οἱ κυβερνῆται περὶ τῶν ἰδίων ἔργων τεχνικῶς σκέπτονται καὶ ἅπαντες οἱ περί τι δεινοί, καὶ συνεῖναι περὶ αὐτῶν ἱκανοί εἰσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ τῶν ἰδίων ἱκανοὶ ὦμεν βουλεύεσθαι καὶ λέγειν. 26.8ἄτοπον γὰρ τοὺς μὲν ἀρτιάζοντας σύνεσιν ἐπιδείκνυσθαι, καὶ ταῦτα εἰκάζοντας καὶ μὴ ὁρῶντας τοῦτο περὶ οὗ ἀποφαίνονται, τοὺς δὲ περὶ πραγμάτων βουλευομένους μήτε ξύνεσιν μήτε ἐπιστήμην μήτε ἐμπειρίαν ἐπιδείκνυσθαι, καὶ τούτων ἐνίοτε τῶν μεγίστων ὄντων, περὶ ὁμονοίας καὶ φιλίας οἰκιῶν καὶ πόλεων καὶ περὶ εἰρήνης καὶ πολέμου καὶ περὶ κατοικισμοῦ καὶ περὶ κατοικίσεως, περίτε παίδων καὶ περὶ γυναικῶν.