39.1ἐγὼ χαίρω τιμώμενος ὑφ’ὑμῶν, ὥσπερ εἰκός ἐστι χαίρειν τὸν ἄνδρα τὸν σώφρονα τιμώμενον ὑπὸ πόλεως ἀγαθῆς καὶ λόγου ἀξίας, ὥσπερ ἡ ὑμετέρα πόλις, κατάτε ἰσχὺν καὶ μέγεθος οὐδεμιᾶς ἡττωμένη τῶν ὁποίποτε ἐνδόξων γένουςτε γενναιότητι καὶ πλήθους συνοικήσει, τῶν φανερωτάτων γενῶν οὐκ ἀλλαχόθεν ἄλλων συνελθόντων φαύλων καὶ ὀλίγων, ἀλλὰ Ἑλλήνωντε τῶν πρώτων καὶ Μακεδόνων · τὸ δὲ μέγιστον ἥρωάςτε καὶ θεοὺς οἰκιστὰς λαβοῦσα. 39.2πρέπει δὲ τοῖς ὑπὸ θεῶν ᾠκισμένοις εἰρήνη καὶ ὁμόνοια καὶ φιλία πρὸς αὑτούς. αἰσχρὸν γὰρ, εἰ μὴ σφόδρα εὐδαίμονες ἔσονται καὶ θεοφιλεῖς καὶ διοίσουσί τι τῶν ἄλλων εὐτυχίᾳ, βουλόμενοί γε ἀληθὲς ἐπιδεικνύειν τὸ τοῦ γένους, ἀλλὰ μὴ ψευδῆ καὶ μάταιον λόγον. θεοὶ γὰρ οἰκισταὶ καὶ συγγενεῖς καὶ προπάτορες οὐδὲν οὕτως ἐθέλουσι τοὺς αὑτῶν ἔχειν, οὔτε χώρας κάλλος οὔτε καρπῶν ἀφθονίαν οὔτε πλῆθος ἀνθρώπων, ὡς σωφροσύνην καὶ ἀρετὴν καὶ πολιτείαν νόμιμον καὶ τῶν μὲν ἀγαθῶν πολιτῶν τιμήν, τῶν δὲ κακῶν ἀτιμίαν. 39.3ὡς ἔγωγε ἥδομαι νῦν ὁρῶν ὑμᾶς ἓν μὲν σχῆμα ἔχοντας, μίαν δὲ φωνὴν ἀφιέντας, τα- ταὐτὰ δὲ βουλομένους. ποῖον μὲν γὰρ θέαμα κάλλιον πόλεως ὁμοφρονούσης; ποῖον δὲ ἄκουσμα σεμνότερον; ποία μὲν βουλεύεται πόλις ἄμεινον τῆς ἅμα βουλευομένης; ποία δὲ εὐμαρέστερον πράττει τῆς ἅμα πραττούσης; ποία δὲ ἧττον ἀποτυγχάνει τῆς ταῦτα βουλευομένης; τίσι μὲν ἡδίω τα- τἀγαθὰ τῶν ὁμονοούντων; τίσι δὲ κουφότερα τὰ λυπηρὰ τῶν κοινῇ φερόντων, ὥσπερ βάρος; τίσι δὲ σπανιώτερον συμβαίνει τὰ χαλεπὰ τῶν ἀλλήλους φυλαττόντων; 39.4ποία μὲν τοῖς πολίταις προσφιλεστέρα πόλις; ποία δὲ τιμιωτέρα τοῖς ξένοις; ποία δὲ χρησιμωτέρα τοῖς φιλοῖς; τίς δὲ τοῖς ἐχθροῖς φοβερωτέρα; ὁ παρὰ τίνων μὲν ἔπαινος δοκεῖ πιστότερος, ὁ παρὰ τίνων δὲ ψόγος ἀληθέστερος; τίνες μὲν ἰσοτιμότεροι τοῖς κρατοῦσιν; τίνας δὲ μᾶλλον οἱ κρατοῦντες αἰδοῦνται; τίνας μὲν οὕτως ἀγαπῶσιν οἱ χρηστοὶ ἄρχοντες; τίνων δὲ ἧττον καταφρονοῦσιν οἱ πονηροί; οὐ γὰρ δῆλον ὅτι τοῖς μὲν ὁμονοοῦσιν οὐ μόνον οἱ κρατοῦντες, ἀλλὰ καὶ οἱ θεοὶ προσέχουσιν, οἱ δὲ στασιάζοντες οὐ δ’αὑτῶν ἀκούουσιν; οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν οὐδεῖς ἀκούει ῥᾳδίως ὅ τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων. 39.5ποῖα δὲ οἰκοδομήματα, πόση δὲ χώρα, πόσον δὲ πλῆθος ἀνθρώπων ἰσχυρότερον δῆμον ἀποφαίνει τῆς πρὸς αὑτὸν ὁμονοίας; ὁπόσοι γὰρ ἂν ὦσι πολῖται τῆς ὁμονοούσης πόλεως, τοσοῦτοι μὲν ὀφθαλμοὶ ὁρῶσι τὸ ἐκείνης συμφέρον, τοσαῦται δὲ ἀκοαὶ ἀκούουσι, τοσαῦται δὲ γλῶτται παραινοῦσι, τοσαῦται δὲ διάνοιαι φροντίζουσιν · διαφέρουσι γὰρ οὐδὲν ἢ εἴ τις θεῶν οὕτως μεγάλης καὶ πολυανθρώπου πόλεως μίαν ψυχὴν ἐποίησεν. ὡς οὔτε χρημάτων πλῆθος οὔτε ἀνθρώπων οὔτε ἄλλη δύναμις ξυνήνεγκε τοῖς διαφερομένοις, ἀλλὰ το- τοὐναντίον πάντα ταῦτα πρὸς βλάβης μᾶλλόν ἐστι καὶ ὅσῳ ἂν πλείονα ὑπάρχῃ, τοσούτῳ μείζονος καὶ χαλεπωτέρας · ὥσπερ, οἶμαι, καὶ τῶν σωμάτων τῷ μὲν ὑγιαίνοντι συμφέρει τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν σαρκῶν, τῷ δὲ νοσοῦντι καὶ φαύλως ἔχοντι σφαλερωτάτη ἐστὶν ἡ τοιαύτη ἕξις καὶ ὀξύτατον ἐπάγει κίνδυνον. 39.6ὁμοίως δὲ καὶ ναῦς ἥτις ἂν μετὰ ὁμονοίας πλέῃ τοῦ κυβερνήτου καὶ τῶν ναυτῶν, αὐτήτε σῴζεται καὶ σῴζει τοὺς ἐμπλέοντας · εἰ δὲ μή, ὅσῳ πλείω τὰ ἱστία, τοσούτῳ σφοδρότερον τὸν χειμῶνα καὶ τὴν ταραχὴν μείζω συμβαίνειν ἀνάγκη. τὸ αὐτὸ τοῦτο ἐπὶ ἅρματος · ἂν μὲν ὅθ’ἡνίοχος ἄρχειν ἐπίστηται κατὰ τρόπον οἵτε ἵπποι ὁμοφρονοῦντες καὶ πειθόμενοι ὦσιν, ἐλπίς ἐστιν ἐν μὲν ἀγῶνι νικᾶν, ἐν δὲ πολέμῳ σῴζεσθαι τὸ τοιοῦτον ἅρμα · στάσεως δὲ καὶ ταραχῆς ἐνούσης, τοσούτῳ μείζων ὁ κίνδυνος, ὅσῳ ἂν ἰσχυρότεροι ὦσιν οἱ ἵπποι καὶ ταχύτεροι. 39.7παραπλησίως δὲ καὶ πόλει ὁμονοούσῃ πάντα τὰ τοιαῦτα χρήσιμά ἐστι, περιουσία χρημάτων καὶ πλῆθος ἀνθρώπων καὶ τιμαὶ καὶ δόξα καὶ δύναμις · εἰ δὲ μή, δύσχρηστα καὶ χαλεπά, οἷον ἐν τα- ταὐτῷ τρεφομένων θηρίων πολλῶν ἢ βοσκημάτων, ἑνὸς εἴργοντος περιβόλου, κυριττόντωντε ἄλληλα καὶ πατούντων καὶ ἐπεμβαινόντων ἀλλήλοις. ἀλλ’εἰ μὲν ὑγιαίνων ἐτύγχανον, οὐκ ἂν ἀπέστην τοῦ λόγου, πρὶν ἱκανῶς αὐτὸν διελθεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν · νῦν δὲ ὑμεῖςτε ἴσως πρὸς ἑτέροις μᾶλλόν ἐστε κα- κἀγὼ πολὺ καταδεέστερον ἔχω ἢ πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος. 39.8τὸν οὖν βραχύτατον καὶ ἀνυσιμώτατον λόγον καταλείπεται εἰπεῖν τὸν πρὸς τοὺς θεούς. οὗτοι γὰρ καὶ τῶν μικρὸν φθεγγομένων ἃ διανοοῦνται ἴσασιν. ἴσως γὰρ καὶ τοῦτο τοῦ σφόδρα εὐνοοῦντός ἐστιν · ὥσπερ οἱ χρηστοὶ πατέρες τοῖς παισὶν ἃ μὲν δύνανται παραινοῦσιν, ἃ δ’ἂν μὴ πείθωσιν, εὔχονται τοῖς θεοῖς ὑπὲρ αὐτῶν. εὔχομαι δὴ τῷτε Διονύσῳ τῷ προπάτορι τῆσδε τῆς πόλεως καὶ Ἡρακλεῖ τῷ κτίσαντι τήνδε τὴν πόλιν καὶ Διὶ Πολιεῖ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ Φιλίᾳ καὶ Ὁμονοίᾳ καὶ Νεμέσει καὶ τοῖς ἄλλοις θεοῖς ἀπὸ τῆσδε τῆς ἡμέρας τῇδε τῇ πόλει πόθον ἑαυτῆς ἐμβαλεῖν καὶ ἔρωτα καὶ μίαν γνώμην καὶ τα- ταὐτὰ βούλεσθαι καὶ φρονεῖν, στάσιν δὲ καὶ ἔριδα καὶ φιλονικίαν ἐκβαλεῖν, ὡς ἂν ἐν ταῖς εὐδαιμοβεστάταις καὶ ἀρίσταις ᾗ πόλεσι τὸ λοιπόν.