Orations, Oration 5
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
5.1μῦθον Λιβυκὸν ἐκπονεῖν καὶ περὶ τὰ τοιαῦτα κατατρίβειν τὴν περὶ λόγους φιλοπονίαν οὐκ εὐτυχὲς μέν, οὐ γάρ, οὐ τούτων πρὸς ζῆλον τοῖς ἐπιεικεστάτοις ἀνθρώπων ἀπονευόντων, ἀλλ’ὅμως οὐκ ἀφεκτέον ὀλιγωρίᾳ τῆς περὶ τὰ τοιαῦτα ἀδολεσχίας. τάχα γὰρ ἂν ποτε καὶ ἡμῖν χρείαν οὐ φαύλην παράσχοι ἑλκόμενά πῃ πρὸς τὸ δέον καὶ παραβαλλόμενα τοῖς οὖσι καὶ ἀληθέσιν. 5.2ἡ δὲ τοιαύτη δύναμις καὶ ἐπιεχείρησις ὁμοία μοι δοκεῖ τῇ τῶν γεωργῶν ἐμπειρίᾳ περὶ τὰ φυτά, ἐάνπερ ἱκανῶς γίγνηται · ἐκεῖνοι γὰρ ἐνίοτε τοῖς ἀκάρποις καὶ ἀγρίοις ἐνθέντες καὶ ἐμφυτεύσαντες τὰ ἥμερα καὶ καρποφόρα χρήσιμον ἀντ’ἀχρήστου καὶ ὠφέλιμον ἀντ’ἀνωφελοῦς ἀπέδειξαν τὸ φυτὸν. 5.3οὕτω δὴ καὶ τοῖς ἀνωφελέσι μυθεύμασι λόγος ἐμβληθεὶς χρήσιμος καὶ συμφέρων οὐ δὲ ἐκεῖνα εἴασεν εἶναι μάτην λεγόμενα. τυχὸν δὲ καὶ οἱ πρῶτοι συντιθέντες αὐτὰ πρός τι τοιοῦτον συνέθεσαν, αἰνιττόμενοι καὶ μεταφέροντες τοῖς δυναμένοις ὀρθῶς ὑπολαμβάνειν. 5.4τόδε μὲν δὴ προοίμιον, ὡς ἔφη τις, τοῦ νόμου. τὸ λοιπὸν δ’ἂν ἔτ’αὐτὸν εἴη τὸν νόμον ἢ τὸν μῦθον λέγειντε καὶ ᾆδειν, ὁποίῳ μάλιστα ἀφομοιοῦμεν εἰκάσματι τὰς ἐπιθυμίας. 5.5λέγεται γὰρ πάλαι ποτὲ θηρίων εἶναί τι γένος χαλεπὸν καὶ ἄγριον, πλεῖστον καὶ μάλιστα γιγνόμενον ἐν τοῖς ἀοικήτοις τῆς Λιβύης. ἥδε γὰρ ἡ χώρα καὶ νῦν ἔτι δοκεῖ παντοδαπὰς φέρειν ζῴων φύσεις, ἑρπετῶντε καὶ ἄλλων θηρίων. 5.6ἐν οἷς εἶναι καὶ τοῦτο τὸ γένος ὑπὲρ οὗ νῦν ὁ λόγος, σύνθετον τὴν τοῦ σώματος ἰδέαν σχεδὸν ἐκ τῶν πλεῖστον διαφερόντων, παντελῶς ἄτοπον, πλανᾶσθαι δὲ αὐτὸ μέχρι τῆσδε τὴν θαλάττης ἐπὶ τὴν Σύρτιν τροφῆς ἕνεκα. 5.7θηρᾶν μὲν γὰρ καὶ τὰ ἄγρια θηρία, τοὺςτε λέοντας καὶ παρδάλεις, ὡς ἐκεῖνα τάςτε ἐλάφους καὶ τοὺς ἀγρίους ὄνους καὶ τὰ πρόβατα, μάλιστα δὲ ἥδεσθαι τῇ τῶν ἀνθρώπων ἄγρᾳ. ὧν δὴ καὶ ἕνεκεν ἐγγὺς ἀφικνεῖσθαι τῶν οἰκουμένων μέχρι τῆς Σύρτεως. 5.8ἔστι δὲ ἡ Σύρτις κόλπος θαλάττης εἰσέχων ἐπὶ πολὺ τῆς χώρας καὶ τριῶν ἡμερῶν, φασί, πλοῦς ἀκωλύτως πλέουσι. τοῖς δὲ κατενεχθεῖσιν οὐκ εἶναι τὸν ἔκπλουν δυνατόν · 5.9βραχέα γὰρ καὶ διθάλαττα καὶ ταινίαι μακραὶ μέχρι πολλοῦ διήκουσαι παντάπασιν ἄπορον καὶ δύσκολον παρέχουσι τὸ πέλαγος. οὐ γάρ ἐστι κατ’ἐκεῖνα τὸ τῆς θαλάττης ἀγγεῖον καθαρόν, χαῦνος δὲ καὶ ψαμμώδης ὁ τόπος ὢν ἐκδέχεται τὸ πέλαγος, οὐδὲν ἔχων στερεόν. 5.10ὅθεν οἶμαι θῖνέςτε μεγάλαι καὶ χώματα ἐν αὐτῷ γίγνονται τῆς ψάμμου, καθάπερ ἐν τῇ χώρᾳ συμβαίνει τὸ τοιοῦτον ἀπὸ πνευμάτων, ἐκεῖ μᾶλλον ὑπὸ τοῦ κλύδωνος. ἔστι δὲ καὶ τὰ κύκλῳ τοιαῦτα σχεδόν, ἐρημία καὶ θίνες. 5.11ἀλλὰ γὰρ δὴ τούςτε ναυαγοῦς ἀπὸ τὴν θαλάττης ἐπανιόντας καὶ εἴ τινας τῶν Λιβύων κατ’ἀνάγκην διεξιόντας ἢ πλανωμένους ἐπιφαινόμενα ἥρπαζε τὰ θηρία. 5.12ἡ δὲ φύσις αὐτῶν τοῦ σώματος καὶ ἡ ἰδέα τοιάδε · τὸ μὲν πρόσωπον γυναικεῖον εὐειδοῦς γυναικός, μαστοὶ δὲ καὶ στήθη πολύ τι κάλλιστα καὶ τράχηλος, ὁποῖα οὔτε παρθένου θνητῆς γένοιτ’ἂν οὔτε νύμφης ἀκμαζούσης οὔτε πλάττων ἢ γράφων οὐδεὶς δυνήσεται ἀπεικάσαι · τὸ δὲ χρῶμα λαμπρότατον, καὶ ἀπὸ τῶν ὀμμάτων φιλοφροσύνη καὶ ἵμερος ταῖς ψυχαῖς ἐνέπιπτεν, ὁπότε προσίδοι τις · 5.13τὸ δὲ λοιπὸν σῶμα σκληρόντε καὶ ἄρρητον φολίσι, καὶ τὸ κάτω πάν ὄφις · ὑστάτη δὲ κεφαλὴ τοῦ ὄφεως μάλα ἀναιδής. τὰ δὲ θηρία ταῦτα πτερωτὰ μὲν οὐ λέγεται γενέσθαι, καθάπερ αἱ σφίγγες — οὐ δὲ διαλέγεσθαι, ὡς ἐκεῖναι, οὐ δὲ ἄλλην ἰέναι φωνήν, ἀλλὰ συρίττειν μόνον, ὥσπερ οἱ δράκοντες, ὀξύτατα — τῶν δὲ πεζῶν ἁπάντων τάχιστα, ὡς μηδένα ἂν ποτε ἐκφυγεῖν αὐτά · 5.14καὶ τῶν μὲν ἄλλων ἀλκῇ κρατεῖν, ἀνθρώπων δὲ ἀπάτῃ, παραφαίνοντα τὰ στήθη καὶ τοὺς μαστούς, καὶ ἅμα προσβλέποντα καταγοητεύειντε καὶ ἔρωτα ἐμβάλλειν δεινὸν τῆς ὁμιλίας · καὶ τοὺς μὲν προσιέναι καθάπερ γυναιξί, τὰ δὲ μένειν ἀτρεμοῦντα καὶ κάτω πολλάκις βλέποντα, μιμούμενα γυναῖκα κοσμίαν, γενόμενον δ’ἐγγὺς συναρπάζειν · 5.15ἔχειν γὰρ δὴ καὶ χεῖρας θηριώδεις, ἃς ὑποκρύπτειν τέως. ὁ μὲν οὖν ὄφις εὐθὺς δακὼν ἀπέκτεινεν ἀπὸ τοῦ ἰοῦ · τὸν δὲ νεκρὸν κατεσθίουσιν ἅματε ὁ ὄφις καὶ τὸ ἄλλο θηρίον. 5.16ὅδε μὲν δὴ ὁ μῦθος, οὐ παιδίῳ πλασθείς, ὡς ἂν ἧττον ᾖ θρασὺ καὶ ἀκόλαστον, ἀλλὰ τοῖς μείζω καὶ τελειοτέραν ἀφροσύνην ἔχουσιν, ὑφ’ἡμῶν δεῦρο μετενεχθεὶς τάχ’ἂν ἱκανῶς ἐπιδεῖξαι δύναιτο ὁποῖόν ἔστι τὸ τῶν ἐπιθυμιῶν γένος, ὅτι ἄλογοι οὖσαι καὶ θηριώδεις, ἔπειτα ἡδονήν τινα παραδεικνύουσαι, προσαγόμεναι τοὺς ἀνοήτους ἀπάτῃ καὶ γοητείᾳ, διαφθείρουσιν οἴκτιστα καὶ ἐλεεινότατα. 5.17ἃ χρὴ δεδιέναι πρὸ ὀφθαλμῶν ἔχοντας, ὥσπερ ἐκεῖνα τὰ μορμολυκεῖα τοὺς παῖδας ὁπόταν παρὰ καιρὸν τροφῆς ἢ παιδιᾶς ἢ ἄλλου τινὸς ὀρέγωνται, καὶ ἡμᾶς, ὁπόταν ἢ τρυφῆς ἢ χρημάτων ἢ ἀφροδισίων ἢ δόξης ἢ ἄλλης τινὸς ἡδονῆς ἐρῶμεν, μήποτε προσιόντες ταῖς πανούργοις ταύταις συναρπασθῶμεν ὑπ’αὐτῶν ἐπ’ὀλέθρῳ καὶ διαφθορᾷ πασῶν αἰσχίστῃ. 5.18καὶ γάρ τοι καὶ τὸ λοιπὸν τοῦ μύθου ταύτῃ τρέπειν οὐ χαλεπὸν ἀνδρὶ ἀδολέσχῃ καὶ πλείω σχεδὸν ἢ ἔδει σχολὴν ἄγοντι. προστιθέασι γὰρ ὡς δὴ βασιλεύς τις τῶν Λιβύων ἐπεχείρησεν ἀνελεῖν τόδε τὸ φῦλον τῶν θηρίων, ἀγανακτῶν τῇ διαφθορᾷ τοῦ λαοῦ. τυγχάνειν δὲ αὐτῶν πολλὰς αὐτοῦ κατῳκισμέμας, ὑπὲρ τὴν Σύρτιν δρυμὸν καταλαβούσας πυκνόντε καὶ ἄγριον. 5.19συναγαγόντα δὴ πλῆθος στρατοῦ πολύ, τοὺς φωλεοῦς εὑρεῖν · εἶναι γὰρ οὐκ ἀφανεῖς τοῖςτε σύρμασι τῶν ὄφεων καὶ ὀσμῆς αὐτόθεν δεινῆς φερομένης. οὕτω περισχόντα πανταχόθεν πῦρ ἐμβαλεῖν, καὶ τὰς μὲν ἀποληφθείσας ἀπολέσθαι μετὰ τῶν σκύμνων, τοὺς δὲ Λίβυας φεύγειν κατὰ τάχος ἀπὸ τοῦ χωρίου, μήτε νύκτα μήτε ἡμέραν ἀναπαυομένους, μέχρι, νομίζοντες πολὺ προειληφέναι, κατέζευξαν παρὰ ποταμόν τινα. 5.20τῶν δὲ θηρίων ὁπόσα ἀπῆν κατὰ θήραν, ἐπειδὴ τάχιστα ᾔσθοντο ἀπολωλότας τοὺς φωλεούς, καταδιώξαντα τὴν στρατιὰν πρὸς τὸν ποταμὸν, τοὺς μὲν ἐν ὕπνῳ καταλαβόντα, τοὺς δὲ ἄλλους ἀπειρηκότας ὑπὸ τοῦ κόπου, διαφθεῖραι πανσυδί. 5.21τότε μὲν οὖν ἀτελὲς αὐτῷ γενέσθαι τὸ ἔργον τῆς διαφθορᾶς τοῦ γένους. ὕστερον δὲ Ἡρακλέα τὴν σύμπασαν γῆν καθαίροντα ἀπότε τῶν θηρίων καὶ τῶν τυράννων κα- κἀκεῖσε ἀφικέσθαι, καὶ τὸντε τόπον ἐμπρῆσαι καὶ τὰ φεύγοντα ἐκ τοῦ πυρὸς τὰ μὲν τῷ ῥοπάλῳ παίοντα κατακαίνειν, ὁπόσα ὁμόσε ᾔει, τὰ δὲ ἀποδιδράσκοντα τοῖς βέλεσι. 5.22τυχὸν οὖν ὁ μῦθος αἰνίττεται λέγων τοὺς πολλοὺς μὲν εἴ πού τις ἐπεχείρησε καθῆραι τὴν αὑτοῦ ψυχὴν ὥσπερ ἄβατον καὶ μεστόν τινα θηρίων χαλεπῶν τόπον, ἐξελὼν δὴ καὶ ἀπολέσας τὸ τῶν ἐπιθυμιῶν εἶδος, ἐλπίσας ἀπηλλάχθαι καὶ διαπεφευγέναι, οὐκ ἰσχυρῶς αὐτὸ δράσας, ὀλίγον ὕστερον ὑπὸ τῶν λειπομένων ἐπιθυμιῶν ἀπολέσθαι καὶ διαφθαρῆναι · 5.23Ἡρακλέα δὲ τὸν Διὸς καὶ Ἀλκμήνης ἐπεξελθεῖν καὶ ἀποφῆναι καθαρὰν καὶ ἥμερον τὴν αὑτοῦ διάνοιαν · καὶ τοῦτο αὐτῷ βούλεσθαι δηλοῦν τὴς γῆς τὴν ἡμέρωσιν. 5.24βούλεσθε οὖν βραχύ τι καὶ τοῖς νεωτέροις ἐπιχαρισώμεθα τοῦ μυθολογήματος; οὕτω γὰρ πάνυ πείθονται αὐτῷ καὶ νομίζουσιν ἀληθές, ὥστε ὕστερόν ποτέ φασιν ἐπιφανῆναι τοῦ γένους τούτου βαδίζουσιν εἰς Ἄμμωνος Ἕλλησι θεωροῖς μετὰ πολλῆς δυνάμεως παραπεμπούσης ἵππέων καὶ τοξοτῶν. 5.25δόξαι γὰρ αὐτοῖς ἐπὶ θινός τινος κατακεῖσθαι γυναῖκα, διφθέραν ἐπιβεβλημένην ἄνωθεν, ὥσπερ αἱ Λίβυσσαι, ἐπιδεικνύειν δὲ τὰ στήθη καὶ τοὺς μαστοὺς, καὶ τὸν τράχηλον ἀνακλῶσαν. καὶ τοὺς ὑπολαβεῖν ἔκ τινος κώμης τῶν ἑταιρουσῶν τινα γυναικῶν ἐνταῦθα ἰέναι πρὸς τὸν ὄχλον. 5.26δύο δέ τινας νεανίσκους ἐκπλαγέντας τὸ εἶδος ἰέναι πρὸς αὐτήν, τα- θάτερον τὸν ἕτερον φθάνοντα. τὸ δὲ θηρίον, ὡς ἔλαβεν αὐτόν, κατασῦραν εἰς κοῖλόν τι τῆς ψάμμου κατεσθίειν. 5.27καὶ τὸν ἕτερον νεανίσκον ὑπερβαλόντα θεάσασθαι καὶ ἀνακραγεῖν, καὶ οὕτως ἐπιβοηθήσαι τὸ λοιπὸν πλῆθος. τὸ δὲ θηρίον ἐφορμῆσαι τῷ νεανίσκῳ, προϊσχόμενον τὸν ὄφιν, καὶ ἀποκτεῖναν οἴχεσθαι μετὰ συριγμοῦ. τὸν δὲ νεκρὸν εὑρεθῆναι σαπρόντε καὶ μυδῶντα · καὶ τοὺς Λίβυας τοὺς ἡγεμόνας τῆς ὁδοῦ οὐκ ἐᾶν ἅπτεσθαι τοῦ σώματος, ὡς ἅπαντας ἀπολουμένους.