Dio Chrysostom

Orations, Oration 77/78

77/78.1ἆρα διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐνομίσθη σοφὸς ἐν τοῖς Ἕλλησιν Ἡσίοδος καὶ οὐδαμῶς ἀνάξιος ἐκείνης τῆς δόξης, ὡς οὐκ ἀνθρωπίνῃ τέχνῃ τὰ ποιήματα ποιῶντε καὶ ᾄδων, ἀλλὰ ταῖς Μούσαις ἐντυχὼν καὶ μαθητὴς αὐτῶν ἐκείνων γενόμενος; ὅθεν ἐξ ἀνάγκης τι ἐπῄει αὐτῷ πάντα μουσικάτε καὶ σοφὰ ἐφθέγγετο καὶ οὐδὲν μάταιον, ὧν δῆλον ὅτι καὶ τοῦτο τὸ ἔπος ἐστίν. τὸ ποῖον; καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.
77/78.2πολλὰ μὲν καὶ ἄλλα φανήσεται τῶν Ἡσιόδου πεποιημένα καλῶς περίτε ἀνθρώπων καὶ θεῶν σχεδόν τι καὶ περὶ μειζόνων πραγμάτων ὁποῖα τὰ λεχθέντα νῦν · ἀτὰρ οὖν καὶ ταῦτα ἀπεφήνατο μάλ’ἀληθῶςτε καὶ ἐμπείρως τῆς ἀνθρωπίνης φύσεως. βούλει οὖν ἐπιμελέστερον σκοπῶμεν αὐτά; καὶ πῶς ἡμᾶς ἀνέξονται τοσοῦτος ὄχλος περὶ τοιούτων διαλεγομένους; τί δέ; οὐ σοφὰ καὶ περὶ σοφῶν ἥκουσιν ἀκουσόμενοι; φαῖεν ἄν, ὥς μοι δοκοῦσιν. ἀλλὰ μὴ τὸν Ἡσίοδον φαῦλον ἡγοῦνται καὶ ὀλίγου ἄξιον; οὐδαμῶς. ἀλλὰ περὶ φθόνου καὶ ζηλοτυπίας καὶ τίνες εἰσὶν οἱ πρὸς ἀλλήλους οὕτως ἔχοντες καὶ ἐπὶ τίσιν οὐ χρήσιμον αὐτοῖς ἀκροᾶσθαι; πάντων μὲν οὖν χρησιμώτατον.
77/78.3οὐκοῦν χρήσιμον ἤδη καὶ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν. φέρε δή, δι’ἄλλο τί φησι τούτους Ἡσίοδος εἶναι φθονεροὺς καὶ δυσκόλως ἀλλήλοις ἔχειν διότι ἧττον ἂν ἐργάζοιτο ἐκ τοῦ πράγματος ἕκαστος, ὅτου ἂν τύχῃ πράττων, πολλῶν ὄντων ὁμοίων; διὰ τί γὰρ ἄλλο; πότερον οὖν κεραμεῖ μὲν λυσιτελεῖ μηδένα ἄλλον εἶναι κεραμέα ἐν τῇ αὐτῇ πόλειτε καὶ κώμῃ, μαγείρῳ δὲ τοῦτο οὐ λυσιτελές, ὅπως ἐξῇ αὐτῷ ἀποδίδοσθαι ὁποῖ’ἂν ἔχῃ τὰ κρέα τοῖς δεομένοις, ἂν καὶ πάνυ λεπτὸν ἱερεῖον πρεσβύτερον τύχῃ πριάμενος; δῆλον ὅτι καὶ μαγείρῳ.
77/78.4τί δέ; βαφεῖ τὴν βαφικὴν ἐργάζεσθαι τέχνην οὐ μόνῳ αὐτῷ ἄμεινον μέθ’ἑτέρων ἀντιτέχνων, ἵνα ὁποιαοῦν ἀποδιδῶται τὰ βάμματα ταῖς γυναιξίν; ἀγαπήσουσι γὰρ ὠνούμεναι κἂν ὀλίγῳ βελτίω ὁποῖα εἰώθασιν αὐταὶ βάπτειν ἐν τοῖς ἀγροῖς ὡς ἔτυχε, καὶ οὐ ζητήσουσι δευσοποιὰ καὶ ἁλουργῆ. πῶς γὰρ ζητήσουσι; φέρε, πορνοβοσκῷ δὲ οὐ κερδαλεώτερόντε καὶ ἄμεινον πρὸς τὴν ἐμπολὴν μόνον ἔχειν τοῦτο τὸ ὄνειδος καὶ μόνον αὐτὸν ἀκούειν κακῶς σὺν ἑτέροις, ὁμοίως μὲν ἐν πόλει τρέφοντα καὶ ἀσκοῦντα τοιοῦτον θρέμμα, ὁμοίως δὲ εἰς Πυλαίαν καὶ τὰς ἄλλας πανηγύρεις πορευόμενον καὶ περιάγοντα; καὶ πάνυ μοι δοκεῖ πορνοβοσκὸς εὔξασθαι ἂν ἀνδρῶν ὁμοτέχνων πολλὴν ἐρημίαν.
77/78.5ἆρ’οὖν καὶ περὶ πάντων ἁπλῶς οὕτως ὑπελάμβανε τῶν τὰς αὐτὰς ἐργασίας ἐργαζομένων, ὡς βλαβεροὺς ὄντας ἀλλήλοις καὶ ἐμποδὼν πρὸς τὸν βίον; περὶ πάντων, ὡς τὸ εἰκός. ἀλλ’οὐκ ἔπρεπεν, οἶμαι, καθ’ἕκαστον ἐπεξιέναι. καὶ γὰρ ἐπ’ἄλλοις ἔθος ἐστὶν αὐτῷ περὶ ὅλου τοῦ πράγματος φράζειν ἐφ’ἑνὸς δυοῖν · οἷον ὅταν φῇ μη δ’ἂν βοῦν ἀπολέσθαι τινὶ ἄνευ τῆς τοῦ γείτονος πονηρίας, οὐ δήπου φησὶν ὅτι βοῦν μὲν ἀπολέσαι ἂν γείτων πονηρὸς ἄλλοις συγγνοίη, πρόβατον δὲ οὐκ ἂν ὑφέλοιτο, ἐὰν δύνηται λαθεῖν, οὐ δὲ αἶγα τῶν καλῶν τῶν πολὺ ἀμελγομένων καὶ διδυμοτοκουσῶν · ἀλλὰ δῆλον ὅτι ὡς πρὸς συνιέντας λέγει τοὺς ἐντυγχάνοντας τοῖς ποιήμασιν.
77/78.6οὐκοῦν περὶ πάντων αὐτὸν ἑνὶ λόγῳ φῶμεν ἐν βραχεῖ λέγειν οὕτως τῶν ὁμοτέχνων, ὡς οὔτε φιλούντων αὑτοὺς οὔτε λυσιτελούντων ἀλλήλοις; πάνυ μὲν οὖν. φέρε δὴ πρὸς θεῶν, ναυτικὴ τέχνη ἐστίν, ἧττόν τι τῆς κεραμευτικῆς τῆς μαγειρικῆς τυγχάνοι ἂν τοῦδε τοῦ ὀνόματος; οὐχ ἧττον ἴσως. ἆρ’οὖν ἐν νηὶ μεγάλῃ πολλὰ ἱστία ἐχούσῃ καὶ φόρτον πολὺν καὶ ἀνθρώπων ἐπιβατῶν ὅμιλον εἷς ναύτης καλῶς πράττοι ἄν, καὶ συμφέροι αὐτῷ μηδένα ἄλλον ἐν τῇ νηὶ πλεῖν μᾶλλον αὐτοῦ μήτε ἔλαττον ἐπιστάμενον τὰ ναυτικά, ἂν δὲ πολλοὶ ὦσιν, ἀσύμφοροι ἀλλήλοις ἔσονται καὶ πρὸς βλάβης, καὶ διὰ τοῦτο ἐν νηὶ μισοῦσιν ἀλλήλους οἱ πλείονες ναῦται;
77/78.7τοῦτο μὲν ἕτερον τὸ τῶν ναυτῶν. ἀλλὰ κυβερνήτης γε, οἶμαι, κυβερνήτην οὐκ ἂν ἥδοιτο ὁρῶν συμπλέοντα αὑτῷ. πότερον ὅταν χειμὼν ἰσχυρὸς καὶ μὴ κατισχύῃ τοῖν πηδαλίοιν ἑκατέρου διὰ γῆρας διὰ βίαν τῆς θαλάττης, οὐ δὲ τότε φιλεῖ κυβερνήτην ἄλλον οὐ δ’εὔχεται φανεῖσθαι τὸν διαδεξόμενον, οὐ δ’ὅταν κατακοιμηθῆναι δέηται, πολλὰς ἐφεξῆς ἀγρυπνῶν νύκτας καὶ ἡμέρας, ἀλλὰ καὶ τότε ὁμοίως μίσει καὶ ζημίαν αὑτοῦ νενόμικεν εἰ κυβερνήτης ἐν τῇ νηὶ ἕτερός ἐστιν; οὐκ ἂν ἴσως τότε μισοῖ · πῶς γάρ; ἀλλ’ἡμεῖς οὐ περὶ ναυτιλίας οὐ δὲ περὶ τῶν ἐν θαλάττῃ λέγομεν.
77/78.8εἶεν · οὐκοῦν γε ἰατρὸς ἐπὶ γῆς ἰᾶται καὶ τέχνην οὐδὲν ἐλάττονα ἔχει τῶν τεκτόνων. τί οὖν δὴ τοῦτο; ἆρά γε δοκεῖ σοι βούλεσθαι μόνος ἂν εἶναι τὴν τέχνην ἐπιστάμενος ἐν πόλει τηλικαύτῃ τὸ μέγεθος, καὶ ταῦτα πολλῶν νοσούντων; τί δὲ κωλύει βούλεσθαι μόνον εἶναι; τοῖς μὲν γὰρ ἄλλοις ἴσως χεῖρον οὐ δυναμένοις ὑφ’ἑνὸς ἰατρεύεσθαι, τὸ δέ γε ἐκείνου τιμιώτερον οὕτως. οὐ δὲ γὰρ εἰπεῖν ἔστιν ἡλίκων ἂν καὶ ὅσων μισθῶν τυγχάνοι μόνος ἐν τοσούτοις νοσοῦσιν ἱκανὸς ὢν ἰᾶσθαι. ἀλλ’οὐ μαινόμενον ἰατρὸν λέγω σοι.
77/78.9τί δέ; μαινομένου σοι δοκεῖ τὸ ἐπιθυμεῖν σφόδρα τιμᾶσθαι καὶ πολλὰ χρήματα λαμβάνειν; ὅταν γε αὐτὸς ὑπὸ ληθάργου ἐχόμενος φρενίτιδι περιπεσὼν χαίρῃ, ὅτι οὐδένα ἔχει τὸν ἰασόμενον οὐ δὲ τὸν δώσοντα μανδραγόραν πιεῖν ἄλλο φάρμακον ὑγιεινόν, ἵνα δὴ μόνος ἔχῃ τοὺς ἐν τῇ πόλει μισθούςτε καὶ τιμάς. εἰ δὲ δὴ σὺν αὐτῷ καὶ τὰ παιδία νόσοι καὶ γυνὴ καὶ οἱ φίλοι πάντες ἐπισφαλῶς, ἆρα καὶ τότε εὔχοιτ’ἂν μηθένα ἄλλον ἰατρὸν εὑρεθῆναι τὸν βοηθήσοντα ἐὰν δὲ φανῇ τις, κατὰ τὸν Ἡσίοδον κοτέειν μέλλει καὶ ἐχθρὸν ἡγεῖσθαι τὸν αὑτοῦ σωτῆρα καὶ τῶν φιλτάτων;
77/78.10φέρε, ἐὰν δὲ συμβῇ πρᾶγμα τοιοῦτον ὁποῖόν ποτε συνέτυχε περὶ τοὺς Αἰγυπτίους ἰατρούς · ἐκεῖνοι γὰρ ἰώμενοι Δαρεῖον τὸν Πέρσην ὡς ἔτυχεν αὐτῷ πεσόντι ἀπὸ τοῦ ἵππου μεταχωρήσας ἀστράγαλος οὐχ οἷοίτε ἦσαν ἰᾶσθαι κατὰ τὴν αὑτῶν τέχνην, ἀλλ’εἰς ἀγρυπνίαςτε καὶ ἀλγηδόνας δεινὰς ἐνέβαλον αὐτόν, ἕλκοντες καὶ βιαζόμενοι τὸ ἄρθρον. τούτους μὲν οὖν ἐκέλευσε φυλάττειν, ὅπως ἀποθάνοιεν στρεβλωθέντες. πυθόμενος δ’ἐν τοῖς αἰχμαλώτοις εἶναί τινα Ἕλληνα ἐπιχειροῦντα ἰᾶσθαι, καλέσας αὐτὸν ὑπὸ ἀμηχανίας ἐκέλευσεν, εἴ τι ἔχοι, βοηθεῖν.
77/78.11ἦν δὲ ἄρα Δημοκήδης Κροτωνιάτης, ὅσπερ ἄριστος ἐδόκει τῶν τότε ἐν τοῖς Ἕλλησιν ἰατρῶν · ὃς καὶ παραχρῆμα μὲν καθυπνῶσαι αὐτὸν ἐποίησεν, εἶτα καταπλάττων καὶ καταιονῶν καὶ τἄλλα ἐπιμεληθεὶς ὀλίγων ἡμερῶν ὑγιῆ ἀπέδειξεν. κελεύσαντος δὲ Δαρείου λαβεῖν τι βούλεται, τοὺς ἰατροὺς παρῃτήσατο ἀφεῖναι αὐτόν. καὶ μέντοι ἀφείθησαν, ἐκείνου δεηθέντος. πότερον οὖν τότε ἐφθόνουν τῷ Δημοκήδει καὶ ἐχθρὸν ἡγοῦντο, φησιν Ἡσίοδος ἐπὶ τῶν κεραμέων τεκτόνων, λυσιτελεῖν νομίζοντες αὑτοῖς εἰ μηδεὶς ἄλλος ἰατρὸς ἐφάνη βασιλέα ἰασάμενος, σφόδρα ἠγάπων καὶ χάριν ᾔδεσαν; εἰκὸς μὲν ἦν χάριν εἰδέναι.
77/78.12καὶ μὴν θωρακοποιοί εἰσιν ἐν ταῖς πόλεσι καὶ κρανοποιοὶ καὶ τειχοποιοὶ καὶ δορυξόοι καὶ ἕτεροι πλείους · εἰ οὖν τούτοις λυσιτελεῖ ἕνα ἕκαστον ἐν ἑκάστῃ τῶν πόλεων εἶναι τῆς τέχνης δημιουργὸν μᾶλλον τοὺς ἱκανοὺς ἡδέως ἔγωγ’ἂν πυθοίμην. δῆλον γὰρ ὡς πολεμίων ἐπιόντων, καὶ μήτε τῶν τειχῶν ἑστηκότων μήτε ὡπλισμένων ἁπάντων, ἀναγκάζοιντ’ἂν ἄνοπλοι καὶ ἀτείχιστοι διακινδυνεύειν.
77/78.13ὥστε ἁλούσης τῆς πόλεως οὐκ ἂν ἴσως οὗτοί γε ἀποθάνοιεν, ληφθέντες δὲ καὶ δεθέντες προῖκα ἂν ἐργάζοιντο τοῖς πολεμίοις πρὸς ἀνάγκην, ἀνθ’ὧν πρότερον θρυπτόμενοι πολλῆς τιμῆς ἀπεδίδοντο τούςτε θώρακας καὶ τὰ κράνη καὶ τὰ δόρατα, καὶ γνοῖεν ἂν ὅτι οὐκ ὀρθῶς οὐ δ’ἐπ’ἀγαθῷ ἐφθόνει καὶ ἐμήνιε διὰ τὴν τέχνην οὔτε χαλκεὺς χαλκεῖ οὔτε τέκτονι τέκτων, οὐ δὲ λῷόντε καὶ ἄμεινον ἦν αὐτῷ μόνον σὺν ὀλίγοις εἶναι τῆς τέχνης ἐργάτην.
77/78.14ἀλλὰ δὴ τοῖς μὲν ἄλλοις σχεδὸν οὐκ ἀεὶ βέλτιον φησι βούλεσθαι αὐτοὺς Ἡσίοδος, μόνοις δὲ τοῖς κεραμεῦσι καὶ μαγείροιςτε καὶ βαφεῦσι καὶ πορνοβοσκοῖς. οὐκοῦν ζηλοτυπία καὶ φθόνος καὶ τὸ μηδένα ἄλλον ἐθέλειν πράττειν τὸ αὐτὸ ἔργον μαγειρικόντε καὶ βαφικὸν καὶ κεραμευτικὸν καὶ ἔτι μᾶλλον πορνοβοσκοῖς προσῆκον ἤπερ ἰατροῖςτε καὶ κυβερνήταις ἄλλο τι σπουδαιότερον πράττουσιν. εἶεν. ἀλλ’εἰ κυβερνήταιςτε καὶ ἰατροῖς καὶ οἷς νῦν δὴ ἐλέγομεν οὐ βέλτιον ἐν σπάνει τῶν ὁμοτέχνων ζῆν, ἦπου τοῖς γε φρονίμοις καὶ σοφοῖς ἀνδράσι λῷόντε καὶ ἄμεινον ὁρᾶσθαι μόνοις; οὐδαμῶς.
77/78.15ὅτι πρὸς τῷ μεγαλόφρωντε εἶναι καὶ ἄλυπος νοῦν ἔχων καὶ φιλάνθρωπος, καὶ τὴν ἀρετὴν ἐπίστασθαι συμφέρουσαν αὐτῷ, τήντε αὑτοῦ καὶ τὴν τῶν πέλας, καὶ μηδέποτε ἂν ὑπὲρ τούτων μηδένα μη δὲ τῶν φαυλοτέρων ἄλλον ἄλλῳ φθονεῖν, κοινὰ ὑπάρχει πᾶσιν ἀγαθά · πρὸς τούτοις πᾶσιν οὐ δὲ τῶν ἄλλων ἐφ’οἷς τε φθόνος γίγνεται καὶ τὸ βασκαίνειν ἀλλήλοις τοὺς πολλούς, οὔτε θαυμάζει τὸ παράπαν οὐδὲν οὔτε ἄξιον σπουδῆς νενόμικεν, οἷον δὴ χθὲς περὶ πλούτου ἐλέγομεν.
77/78.16ὥστε οὐ δ’ἂν φθονήσειεν οὐδενὶ χρυσοῦ ἀργύρου βοσκημάτων οἰκίας ἄλλου τῶν τοιούτων, ὑπὲρ ὧν ἐλέγομεν · ὥς φησιν ἕτερος ποιητής, οὓς αὑτοῦ γνώμην ἀποφαινόμενος, ἀλλὰ τὴν τῶν ἀνθρώπων ἐξηγούμενος δόξαν · οἷσίντ’εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται · ὡς μόνον καλουμένων αὐτῶν ἀφνειῶν, ἀλλ’οὐκ ὄντων κατ’ἀλήθειαν.
77/78.17εἶεν · οὐκοῦν χρημάτων μὲν κρείττων γενναῖος καὶ τέλειος ἀνὴρ ἡμῖν δοκεῖ · περὶ δὲ δόξης τυχὸν ἐρίζοι ἂν καὶ φθονοῖ οὓς ἂν τιμωμένους μᾶλλον παρὰ τῶν πλήθει βλέπῃ καὶ μειζόνων ἐπαινῶν τυγχάνοντας; οὐκ ἀγνοεῖν φήσομεν ὡς ἔστιν δόξα παρὰ τῶν πολλῶν ἔπαινος · εἰ δὲ τῶν πολλῶν, δῆλον ὅτι τῶν οὐκ εἰδότων; οὐδαμῶς τοῦτό γε εἰκὸς αὐτὸν ἀγνοεῖν.
77/78.18φέρε οὐκοῦν δοκεῖ σοι ἀγαθὸς αὐλητὴς ἥδεσθαι ἐπὶ τῇ τέχνῃ καὶ μέγα φρονεῖν ὑπὸ ἀμούσων καὶ ἀτέχνων ἐπαινούμενος, κἂν εἰ περιστάντες αὐτὸν παῖδες συφορβοὶ καὶ ποιμένες θαυμάζοιεν καὶ κροτοῖεν, ἐπαίρεσθαι ἐπ’αὐτῷ τοῦτῳ καὶ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸν παρ’ἐκείνων ἔπαινον; ἀλλὰ μὴν ἐδήλωσεν Θηβαῖος αὐλητὴς οὔτε τῷ θεάτρῳ πάνυ προσέχων τὸν νοῦν οὔτε τοῖς κριταῖς ἀπείροις οὖσιν αὐλήσεως, καὶ ταῦτα περὶ ἄθλου καὶ νίκης ἀγωνιζόμενος · ἀλλ’ὅμως οὐ δὲ μικρὸν ἐκβῆναι τοῦ ῥυθμοῦ τοῦ πρέποντος ἐτόλμησεν, αὑτῷ δὲ καὶ ταῖς Μούσαις αὐλεῖν ἔφη.
77/78.19τί οὖν; οἴει τὸν Ὀρφέα, τὸν τῆς Μούσης υἱόν, εἰ ἀληθὴς κατ’αὐτὸν μῦθος, μᾶλλον ἂν χαίρειν τῶν ὀρνίθων καταπετομένων πρὸς αὐτὸν ᾄδοντα καὶ τῶν θηρίων κηλουμένων ὑπὸ τῆς φωνῆς καὶ παρεστηκότων πρᾴως καὶ ἀθορύβως ὁπότε ἄρξαιτο μελῳδεῖν, ἔτι δὲ τῶν δένδρων προσιόντων ἅμα τῷ καρπῷτε καὶ ἄνθει, καὶ τῶν λίθων κινουμένων καὶ ξυνιόντων, ὥστε μεγάλα ἕρματα ἀθροίζεσθαι λίθων πλησίον αὐτοῦ, μᾶλλον ἐπὶ τούτοις γιγνομένοις ὁρῶντα τέρπεσθαι καὶ μεγαλαυχεῖσθαι, νομίζοντα τῆς μουσικῆς ἥκειν ἐπ’ἄκρον, εἴπερ μήτηρ αὐτὸν Καλλιόπη κιθαρίζοντα ἐπῄνεσέτε καὶ εἶπε καταψήσασα ἅμα τὴν κεφαλήν, ὡς ἱκανῶς ἔχοι μουσικῆς καὶ σοφώτατος εἴη τὰ τῆς τέχνης;
77/78.20ἐγὼ μὲν γὰρ οἶμαι μᾶλλον ὑπὸ Φιλάμμωνος αὐτὸν ἐθέλειν ἐπαινεθῆναι περὶ μουσικὴν εἴ τις ἦν τῶν τότε ἔμπειρος κιθαρῳδίας ξυμπάντων ἁπλῶς τῶν θηρίωντε καὶ ὀρνέων · ἀλλ’οὐ δὲ τῶν κύκνων ἐπιβοώντων καὶ συμφθεγγομένων φροντίσαι ἂν οὐδέν, ὅτι οὐκ εἶχον τέχνην οὐ δὲ ἐπιστήμην περὶ τὸ μελῳδεῖν. εἶεν · τί δέ; ὑγιείας μάρτυρα καὶ ἐπαινέτην βούλοιτ’ἂν νοῦν ἔχων ἀνὴρ ἕνα λαβεῖν, ὅστις ἰατρικὸς καὶ περὶ σώματος θεραπείας ἔμπειρος, πολλὰς μυριάδας ἀνθρώπων οὐδὲν ἐπαϊόντων, οἵ, ἂν οὕτω τύχῃ, πεπρημένον ὁρῶντες αὐτὸν ὑπὸ νόσου καὶ οἰδοῦντα καὶ ὕπουλον, μακαρίζοιεν ὡς Πουλυδάμαντα τὸν Θετταλὸν καὶ Γλαῦκον τὸν Καρύστιον ἡγούμενοι διαφέρειν εὐεξίᾳ;
77/78.21ἀλλὰ εἰς μὲν αὔλησιν καὶ κιθαρῳδίαν καὶ τὸ περιεῖναι παλαίοντα πυκτεύοντα τῶν ἄλλων ἁπάντων τῶν ἐπισταμένων ἔπαινος ἥδιστος τοῖς εἰδόσι καὶ πλείστης σπουδῆς ἄξιος · εἰς δὲ φρόνησιν καὶ δικαιοσύνην καὶ ξύμπασαν ἀρετὴν ἱκανὸς εὐφρᾶναι τὸν νοῦν ἔχοντα καὶ ἀποπληρῶσαι τὴν διάνοιαν τῶν ἠλιθίων καὶ τῶν ἐπιτυχόντων; οὐδαμῶς.
77/78.22καὶ πότερον οἴει τὸν ἔμπειρον τῆς τεκτονικῆς τέχνης, εὐθύ τι ἐργάσασθαι βουλόμενον, ἑνὶ προσαρμόσαντα κανόνι καὶ μιᾷ στάθμῃ σταθμησάμενον ἥδιον ἔχειν καὶ πεποιθέναι περὶ τῆς ὀρθότητος μᾶλλον πολλοῖςτε καὶ ἀνωμάλοις ξύλοις ἀπευθύνοντα καὶ καταμετροῦντα; φέρε πρὸς Διός, ἆρα ἀκήκοας ζωγράφου χαρίεντος ἔργον γραφήν τινα προθέντος εἰς τὸ φανερὸν ἵππου, θαυμαστήντε καὶ ἀκριβῶς ἔχουσαν;
77/78.23φασὶ γὰρ αὐτὸν κελεῦσαι παραφυλάττειν τὸν παῖδα τοὺς ὁρῶντας, εἰ ψέγοιεν ἐπαινοῖεν, καὶ μνημονεύσαντα ἀπαγγεῖλαι πρὸς αὐτόν. τῶν δὲ ἕκαστον ἄλλον ἄλλο τι λέγειν περὶ τῆς γραφῆς καὶ αἰτιᾶσθαι, τὸν μέν τινα, οἶμαι, τὴν κεφαλήν, τὸν δὲ τὰ ἰσχία, τὸν δὲ περὶ τῶν σκελῶν, ὡς, εἰ τοιαῦτα ἐγεγόνει, πολὺ κάλλιον ἂν εἶχεν. ἀκούσαντα δὲ τὸν γραφέα τοῦ παιδός, ἐργασάμενον ἄλλην γραφὴν κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ ἐπίνοιαν, κελεῦσαι θεῖναι παρὰ τὴν πρότερον. εἶναι οὖν πολὺ τὸ διαφέρον · τὴν μὲν γὰρ ἀκριβέστατα ἔχειν, τὴν δὲ αἴσχιστα καὶ γελοιότατα καὶ πᾶσι μᾶλλον ἵππῳ ἐοικέναι.
77/78.24δῆλον οὖν ὡς εἰ σφόδρα προσδεήσεται τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου, τῆς αὑτοῦ γνώμης ἡγούμενος κυριώτερον τὸν ἐκείνων ψόγοντε καὶ ἔπαινον, οὕτως ἕκαστα πράξει καὶ προθυμήσεται τοιοῦτον παρέχειν ἑαυτὸν ὁποῖον ἀξιοῦσιν οἱ πολλοί. καὶ δῆλον ὅτι ἔσται ταχὺ μάλα ἐοικὼς ἀντ’ἐκείνου τοῦ πρότερον ἵππου, τοῦ φαύλως καὶ κατὰ τὴν τοῦ ἑνὸς εἰργασμένου τέχνην, τῷ θαυμαστῷ καὶ πολυτέχνῳ δημιουργήματι, μη δὲ αὐτοὺς ἐκείνους ἀρέσκοντι τοὺς δημιουργούς, ὑπὸ τῆς ἁπάντων ἐπινοίας καὶ δημιουργίας συγκειμένῳ.
77/78.25καθάπερ μῦθός φησι τὴν Πανδώραν οὐχ ὑφ’ἑνὸς τῶν θεῶν πεπλασμένην, ἀλλὰ κοινῇ ὑπὸ πάντων, ἄλλο ἄλλου δωρουμένου καὶ προστιθέντος, οὐδαμῶς σοφὸν οὐ δ’ἐπ’ἀγαθῷ τὸ πλάσμα γενόμενον, παντοδαπὸν δὲ καὶ ποικίλον τοῖς λαβοῦσιν ἀποβῆναι κακόν. ὅπου δὲ θεῶν ὄχλος καὶ δῆμος κοινῇ δημιουργῶν καὶ ἐργαζόμενος οὐχ οἷόςτε ἐγένετο καλῶςτε καὶ ἀμέμπτως ἐργάσασθαι, τί ἂν φαίη τις τὸν ὑπό γε ἀνθρωπίνης δόξης πλαττόμενον καὶ δημιουργούμενον βίοντε καὶ ἄνδρα; δῆλον οὖν ὡς εἴ τις ἔφυ τῷ ὄντι φρόνιμος, οὐδὲν ἂν προσέχοι τῷ λόγῳ τῶν πολλῶν οὐ δὲ θεραπεύοι τὸν παρ’ἐκείνων ἔπαινον ἐξ ἅπαντος, ὥστε οὐ δὲ μέγα οὐ δὲ τίμιον οὐ δὲ ἀγαθόν, ὡς ἔπος εἰπεῖν, τοῦτό ποτε ἡγήσεται. μὴ νομίζων δὲ ἀγαθὸν βασκαίνειν ἐπ’αὐτῷ τοῖς ἔχουσιν ἀδύνατος.
77/78.26οὔκουν τοιοῦτος ἡμῖν γενναῖος καὶ σώφρων καὶ κεκολασμένος ἀνήρ, πλούτουςτε καὶ ἐπαίνους καὶ στεφάνους Ὀλυμπικούςτε καὶ Πυθικοὺς καὶ γράμματα ἐν στήλαις καὶ μαρτυρίας ἐγγράφους δήμων καὶ βασιλέων διώκων, ὅπως ἂν περίβλεπτος καὶ φανερός, ἀλλ’εὐσταλήςτε καὶ ἄτυφος ὡς οἷόντε χωρῶν διὰ τοῦ βίου, ταπεινὸς καὶ κεκολασμένος αὐτὸς ὑφ’αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας, οὐθενὸς ἔξωθεν κόσμου προσδεόμενος οὐ δὲ ἐπιθέτου τιμῆς οὐ δὲ φαλάρων καὶ πτερῶν, ὥσπερ οἱ κακοὶ μισθοφόροι πτερὰ καὶ λόφους ἀναλαβόντες καὶ Γοργόνας ἐπὶ τῶν ἀσπίδων καὶ τοῖς δορατίοις ψοφοῦντες ἔπειτα φεύγουσιν, εἰ μικρὸς καταλάβοι κίνδυνος.
77/78.27οἵους πολλοὺς ἰδεῖν ἔστι τῶν οἰομένων εἶναι μακαρίων, ξεναγούς τινας καὶ δημαγωγοὺς καὶ σοφιστάς, ἐν θεάτροις καὶ παρὰ τοῖς μαθηταῖς καὶ κατὰ σκηνὰς ἐντὸς στρατοπέδου μεγαλαυχουμένους, ὅταν τύχωσιν ὑποπιόντες τῆς μεσημβρίας, Τρώων ἀνθ’ἑκατόντε διηκοσίωντε ἕκαστος στήσεσθαι · τοὺς δὲ αὐτοὺς τούτους ἑνὸς ἀνθρώπου κατατρέχοντος καὶ διώκοντος προτροπάδην φεύγοντας, ξύμπαντας οὐ φαινομένους ἐκείνου γ’ἀξίους.
77/78.28ἀλλὰ μὴν οὐ δ’ἂν ἡδονάς τινας, σίτων ποτῶν ἀφροδισίων, γυναικὸς κάλλος παιδὸς ὥραν τεθαυμακὼς καὶ τούτων ἐπιθυμῶν καὶ μεγάλα ἡγούμενος, εὐδαιμονίζοι τοὺς τυγχάνοντας αὐτῶν, σατράπας καὶ δυνάστας καὶ νὴ Δία βαναύσους τινὰς καὶ οἰκότριβας πεπλουτηκότας, τοὺς μὲν ἀπὸ τῆς τέχνης, τοὺς δὲ τὰ τῶν δεσποτῶν ὑφαιρουμένους · αὑτὸν δὲ οἰκτείροι τῆς ἀπορίαςτε καὶ ἐρημίας τούτων τῶν ἀγαθῶν καὶ ἡγοῖτο οὐ τῶν εὐτυχῶν · διὰ δὲ τοῦτο ἐκείνοις φθονοῖ καὶ ἐπιβουλεύοι πάντα τρόπον καὶ εὔχοιτ’ἂν ἀπολέσθαι αὐτούς.
77/78.29 καὶ συγχωρήσωμεν τὸν γενναῖον ἄνδρα καὶ μεγαλόφρονα τὸ τῶν κυνῶντε καὶ ἵππων καὶ ἄλλων θηρίων πεπονθέναι πάθος, οὐ δύναται κατέχειν ἑτέρων ἐμπιμπλαμένωντε καὶ ὀχευόντων, ἀλλὰ χαλεπαίνει καὶ ἀγανακτεῖ καὶ ὀργίζεται τοῖς ἀπολαύουσι καὶ ἕτοιμα ἐπιπηδᾶν καὶ δάκνειν καὶ κυρίττειν καὶ πάντα τρόπον ἀλλήλοις πολεμεῖν ἐστι περὶ τῶν ἡδονῶν · κἀκεῖνον οὕτως ἔχειν φῶμεν, ὡς ὁμολογοῦντα τούτων εἶναί τι σπουδαῖον καὶ τὸν Σαρδανάπαλον ἡγούμενον ζηλωτόν, ὃς ἔφη διατελέσαι τὸν βίον εὐωχούμενόςτε καὶ ὑβρίζων μετὰ εὐνούχων καὶ γυναικῶν, καὶ διὰ τοῦτο ζηλοτυπεῖν αὐτὸν τὴν τῶν τράγωντε καὶ ὄνων εὐδαιμονίαν;
77/78.30μὴ γὰρ οὐ δὲ εὐσεβὲς τὰ τοιαῦτα περὶ τοῦ μετρίου καὶ πεπαιδευμένου διανοηθῆναί ποτε ἀνδρός. οὐκοῦν εἰ μήτε διὰ δόξαν μήτε διὰ χρήματα μήτε δι’ἡδονὰς βρώσεων πόσεων μίξεων αὑτὸν ἄλλον οἴεται μακάριον μη δὲ ὅλως εἶναί τι τῶν τοιούτων περιμάχητον τίμιον, οὐκ ἂν διαφέροιτο περὶ αὐτῶν οὐ δ’ἂν φθονήσειεν οὐδενὶ ἐκείνων, οὐ μᾶλλον τῆς ψάμμου τῆς ἐπὶ τοῖς αἰγιαλοῖς τῶν κυμάτων τοῦ ψόφουτε καὶ ἤχου τοῖς πρὸς τῇ θαλάττῃ οἰκοῦσιν ·
77/78.31οὐ δ’εἴ τῷ χρυσίον αὐτόματον ἐκ τοῦ οὐρανοῦ τὸν κόλπον ἐμπλήσειεν, ὥσπερ τῇ Δανάῃ δή ποτε λέγουσιν ἐν οἰκήματι χαλκῷ φυλαττομένῃ χρυσίον ἐξαίφνης ἄνωθεν εἰσρυῆναι διὰ τὸ κάλλος αὐτῆς, οὐ δὲ εἰ χειμάρρους αὐτῷ ποθεν ἐπέλθοι χρυσὸν πολὺν καὶ ἄθρουν καταφερῶν, ὥσπερ ἰλύν · καθάπερ, οἶμαί, φασι Κροίσῳ πρότερον τὸν Πακτωλὸν διὰ μέσων ἀφικνούμενον Σάρδεων ἕτοιμα χρήματα κομίζειν, πλείω φόροντε καὶ δασμὸν ξύμπασα Φρυγία καὶ Λύδια καὶ Μαίονέςτε καὶ Μυσοὶ καὶ ξύμπαντες οἱ νεμόμενοι τὴν ἐντὸς Ἅλυος.
77/78.32οὐ δέ γε τὸν λαβόντα παρὰ Κροίσου τὴν δωρεὰν ἐκείνην Ἀλκμέωνα ἐζήλωσεν οὔτε Σόλων οὔτε ἄλλος οὐδεὶς τῶν τότε σοφῶν ἀνδρῶν, φασι τὸν Λυδὸν ἐπιτρέψαι τοὺς θησαυροὺς ἀνοίξαντα φέρειν αὐτὸν ὁπόσον βούλεται τοῦ χρυσοῦ. καὶ τοῦτον εἰσελθόντα πάνυ ἀνδρείως ἐμφορήσασθαι τῆς βασιλικῆς δωρεᾶς, χιτῶνάτε ποδήρη καταζωσάμενον καὶ τὸν κόλπον ἐμπλήσαντα γυναικεῖον καὶ βαθὺν καὶ τὰ ὑποδήματα ἐξεπίτηδες μεγάλα καὶ κοῖλα ὑποδησάμενον, τέλος δὲ τὴν κόμην διαπάσαντα καὶ τὰ γένεια τῷ ψήγματι καὶ τὸ στόμα ἐμπλήσαντα καὶ τὰς γνάθους ἑκατέρας μόλις ἔξω βαδίζειν, ὥσπερ αὐλοῦντα τὴν τῆς Σεμέλης ὠδῖνα, γέλωτα καὶ θέαν Κροίσῳ παρέχοντα καὶ Λυδοῖς.
77/78.33καὶ ἦν τότε Ἀλκμέων οὐδεμιᾶς ἄξιος δραχμῆς, ὡς εἶχεν ἱστάμενος. οὔτε οὖν ἐπὶ τούτοις, ὡς ἔφην, ζηλοτυπήσειεν ἄν, οὔτε εἴ τινα βλέποι θαυμαζόμενόντε καὶ ὑμνούμενον ὑπὸ ἀνθρώπων μυρίων δισμυρίων, εἰ δὲ βούλει, κροτούμενον καὶ ταινιούμενον, κορωνιῶντα καὶ γαυριῶντα, καθάπερ ἵππον ἐπὶ νίκῃ, παραπεμπόμενον ὑπὸ πλειόνων ὁπόσοι προπέμπουσι τοὺς νυμφίους · αὐτὸς δὲ ἀδοξότερος μὲν εἴη τῶν πτωχῶν, ἐρημότερος δὲ τῶν ἐν ταῖς ὁδοῖς ἐρριμμένων, μηδενὸς δὲ ἀξιούμενος παρὰ μηδενὶ λόγου, καθάπερ Μεγαρέας ποτέ φασι, διὰ τὸ μὴ δύνασθαι θεραπεύειν μη δὲ πρὸς χάριν ὁμιλεῖν, ἅτε αὐστηρὸς ὢν τὴν φύσιν καὶ ἀληθείας φίλος, οὐδὲν ἀποκρυπτόμενος · οὐ δὲ οὕτως πείσεται τὸ τῶν κεραμέωντε καὶ τεκτόνων καὶ ἀοιδῶν οὐ δὲ καμφθήσεταί ποτε δι’ἔνδειαν δι’ἀτιμίαν οὐ δὲ μεταβαλεῖ τὸν αὑτοῦ τρόπον, κόλαξ καὶ γόης ἀντὶ γενναίου καὶ ἀληθοῦς φανείς.
77/78.34καίτοι τί ποτε βούλονται τῶν μακαρίων τινὲς θεραπεύεσθαι πρὸς ἀνθρώπων ἐλευθέρων εἶναι φασκόντων καὶ τοὺς καλουμένους φιλοσόφους ἐπὶ θύραις αὑτῶν ὁρᾶσθαι ταπεινοὺς καὶ ἀτίμους, καὶ νὴ Δία καθάπερ Κίρκη ἐβούλετο τὴν οἴκησιν αὐτῆς φυλάττεσθαι ὑπὸ λεόντων δειλῶν καὶ κατεπτηχότων; οὔκουν οὐ δὲ ἐκεῖνοι λέοντες ὄντες ἐφύλαττον αὐτήν, ἀλλὰ δύστηνοι ἄνθρωποι καὶ ἀνόητοι, διεφθαρμένοι διὰ τρυφὴν καὶ ἀργίαν.
77/78.35οὐκοῦν ὅταν ἴδῃ τις τῶν φιλοσόφων τινὰ καλουμένων περὶ τὰς αὐλὰς καὶ πρόθυρα σαίνοντα καὶ ταπεινὸν ἐκείνων, ἄξιον ἀναμνησθῆναι τῶν λεόντων, κυσὶν ὁμοίων πεινῶσι καὶ δειλοῖς, ὠρυομένων ὀξύτατον, ἅτε ὑπὸ φαρμάκων διεφθαρμένων. ἀλλὰ δή ἐστιν οὐκ οἶδ’ὁποῖόν τι τοιαύτη ἐπιθυμία. μύριοι μὲν γάρ εἰσιν οἳ ἑκόντες καὶ πάνυ προθύμως θεραπεύουσι τοὺς πλουσίους καὶ δυνατοὺς καὶ μεστὰ πάντα κολάκων ἐστὶ καὶ μετ’ἐμπειρίας καὶ τέχνης αὐτὸ πραττόντων.
77/78.36ὥστε οὐκ ἀπορίᾳ τοῦδε τοῦ χρήματος ζητοῦσι παρὰ τῶν εὖ πεφυκότων, ἀλλ’ἔστιν ὅμοιον τοῦτο ἑτέρῳ ἐπιχειρήματι τῶν σφόδρα ἀκολάστων, οἳ γυναικῶν ἀφθόνων οὐσῶν δι’ὕβριν καὶ παρανομίαν ἐπιθυμοῦσιν ἐκ τῶν ἀνδρῶν γυναῖκας σφίσι γενέσθαι καὶ λαβόντες παῖδας ἐξέτεμον. ὅθεν πολὺ κάκιον καὶ δυστυχέστερον γένος ἐγένετο, ἀσθενέστερον τοῦ γυναικείου καὶ θηλύτερον.
77/78.37ἀλλ’ γε πρὸς ἀλήθειαν ἀνδρεῖος καὶ μεγαλόφρων οὐκ ἄν ποτε πάθοι τοιοῦτον οὐδὲν οὐ δ’ἂν πρόοιτο τὴν ἐλευθερίαν τὴν αὑτοῦ καὶ τὴν παρρησίαν τιμῆς τινος ἀτίμου χάριν δυνάμεως χρημάτων, οὐ δ’ἂν φθονοῖ τοῖς μεταβαλλομένοιςτε καὶ μεταμφιεννυμένοις ἐπὶ τοιαύταις δωρεαῖς, ἀλλ’ἡγοῖτ’ἂν ὁμοίους τοῖς μεταβάλλουσιν ἐξ ἀνθρώπων εἰς ὄφεις ἄλλα θηρία · ἐκείνους μὲν οὐ ζηλῶν οὐ δὲ βασκαίνων αὐτοῖς τῆς τρυφῆς, ἀλλὰ τοὐναντίον ὀλοφυρόμενος καὶ ἐλεῶν, ὅταν ἐπὶ δώροις, ὥσπερ οἱ παῖδες, ἀποκείρωνται, καὶ ταῦτα τὰς πολιάς ·
77/78.38αὐτὸς δὲ τὸ καθ’αὑτὸν πειράσεται διαφυλάττειν εὐσχημόνως καὶ βεβαίως, μηδέποτε λείπων τὴν αὑτοῦ τάξιν, ἀρετὴν δὲ καὶ σωφροσύνην τιμῶν ἀεὶ καὶ αὔξων καὶ πάντας ἐπὶ ταῦτα ἀγὼν, τὰ μὲν πείθων καὶ παρακαλῶν, τὰ δὲ λοιδορούμενος καὶ ὀνειδίζων, εἴ τινα δύναιτο ἐξελέσθαι ἀφροσύνης καὶ φαύλων ἐπιθυμιῶν καὶ ἀκρασίας καὶ τρυφῆς, ἰδίᾳ ἕκαστον ἀπολαμβάνων καὶ ἀθρόους νουθετῶν, ὁσάκις ἂν καιροῦ τύχῃ τινός, ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι, μέχρι ἄν, οἶμαι, διέλθῃ τὸν βίον κηδόμενος ἀνθρώπων, οὐ βοῶν οὐ δὲ ἵππων οὐ δὲ καμήλωντε καὶ οἰκημάτων, ὑγιὴς μὲν ἐν λόγοις ὑγιὴς δὲ ἐν ἔργοις, ἀβλαβὴς μὲν συνοδοιπόρος ὅτῳ γένοιτο σύμπλους, ἀγαθὸς δὲ σύμβολος θύουσι φανείς, οὐ στάσιν ἐγείρων οὐ δὲ πλεονεξίαν οὐ δὲ ἔριδας καὶ φθόνους καὶ αἰσχρὰ κέρδη, σωφροσύνης δὲ ὑπομιμνήσκων καὶ δικαιοσύνης καὶ ὁμόνοιαν αὔξων, ἀπληστίαν δὲ καὶ ἀναίδειαν καὶ μαλακίαν ἐξελαύνων ὅσον δυνατόν, πολὺ τῶν σπονδοφόρων καὶ τῶν κηρύκων τῶν ἐν τοῖς πολέμοις ἐκεχειρίας κομιζόντων ἱερώτερος.
77/78.40βούλεται μὲν οὖν καὶ προθυμεῖται καθ’ὅσον οἷόςτέ ἐστι βοηθεῖν ἅπασιν · ἡττᾶται δ’ἑτέρων ἐνίοτε ἀνθρώπων καὶ ἐπιτηδευμάτων καὶ οὐδὲν μικρὸν ἰσχύει παντελῶς. λοιπὸν δὲ τὴν αὑτοῦ διάνοιαν καθαιρεῖ τῷ λόγῳ καὶ πειρᾶται παρέχειν ἀδούλευτον, πολὺ μᾶλλον περὶ τῆς ἐλευθερίας μαχόμενος ἡδοναῖςτε καὶ δόξαις καὶ ἀνθρώποις ἅπασι μετ’ὀλίγων τῶν βουλομένων Λακεδαιμόνιοί ποτε τὰ στενὰ καταλαβόντες ἐμάχοντο πρὸς ἅπαντας τοὺς ἐκ τῆς Ἀσίας, ὀλίγοι τὸν ἀριθμὸν ὄντες, τρεῖς ἐφεξῆς νύκταςτε καὶ ἡμέρας, μέχρι κυκλωθέντες δι’ἑνὸς ἀνδρὸς προδοσίαν ἐν ταὐτῷ μένοντες κατεκόπησαν ·
77/78.41τὸ δὲ σῶμα ἀσκῶν καὶ συνεθίζων κατὰ τὴν ἑαυτοῦ δύναμιν πονεῖν, οὐκ ἐὼν θρύπτεσθαι λουτροῖςτε καὶ ἀλείμμασι καὶ μύροις, μέχρι ἂν γένηται μαλακώτερον καὶ σαθρότερον, ὥσπερ κακὸν σκεῦος. ταῦτα δὲ ὁρῶντες ἔνιοι δι’εὐήθειαν αὐτὸν ἐπιτηδεύειν καὶ ἀφροσύνην φασί, τὸ πλουτεῖν ἐάσαντα καὶ τὸ τιμᾶσθαι καὶ τὸ διὰ παντὸς ἥδεσθαι, καὶ καταφρονοῦσι καὶ μαίνεσθαι νομίζουσι καὶ ἀτιμάζουσιν.
77/78.42 δὲ οὐκ ὀργίζεται πρὸς αὐτοὺς οὐ δ’ἔχει χαλεπῶς, ἀλλ’ἔστιν, οἶμαι, καὶ πατρὸς εὐνούστερος ἑκάστῳ καὶ ἀδελφῶν καὶ φίλων · καὶ δὴ καὶ τοὺς πολίτας τοὺς αὑτοῦ καὶ φίλους καὶ συγγενεῖς αἰδούμενος μέν, οὐκ ἀποκρυπτόμενος δέ, τοσούτῳ μᾶλλον ὅσον τῶν ἄλλων οἰκειοτέρουςτε καὶ ἀναγκαιοτέρους νενόμικεν, ὡς οἷόντε ἐπιτείνας τοὺς λόγους καὶ σφοδροτέραν τὴν νουθεσίαν καὶ παρακέλευσιν ποιούμενος αὑτῷτε κἀκείνοις.
77/78.43οὐ δὲ γὰρ ἰατρός, ὅτῳ ἀνάγκη πατέρα μητέρα τοὺς ἑαυτοῦ παῖδας ἰᾶσθαι νοσοῦντας καὶ αὑτὸν διὰ σπάνιντε καὶ ἐρημίαν ἄλλων ἰατρῶν, εἰ δέοι τέμνειν καίειν, ὅτι φιλεῖ τὰ τέκνα καὶ τὸν πατέρα αἰσχύνεται καὶ τὴν μητέρα, διὰ τοῦτο ἀμβλυτέρῳ τῷ σιδήρῳ τέμοι ἂν καὶ χλιαρωτέρῳ τῷ πυρὶ καίοι, τοὐναντίον δὲ ὡς οἷόντε ἰσχύοντι καὶ ἀκμαίῳ.
77/78.44τὸν γοῦν Ἡρακλέα φασίν, ἐπειδὴ οὐκ ἐδύνατο ἰάσασθαι τὸ σῶμα ὑπὸ νόσου δεινῆς κατεχόμενον, τοὺς υἱοὺς καλέσαι πρώτους κελεύοντα ὑποπρῆσαι λαμπροτάτῳ πυρί · τῶν δὲ ὀκνούντων καὶ ἀποστρεφομένων, λοιδορεῖν αὐτοὺς ὡς μαλακούςτε καὶ ἀναξίους αὑτοῦ καὶ τῇ μητρὶ μᾶλλον ἐοικότας, λέγοντα, ὡς ποιητής φησι, ποῖ μεταστρέφεσθ’, κακοὶ καὶ ἀνάξιοι τῆς ἐμῆς σπορᾶς, Αἰτωλίδος ἀγάλματα μητρός;
77/78.45οὐκοῦν αὑτῷ πρώτῳ χρὴ καὶ τοῖς φιλτάτοις καὶ ἐγγυτάτω μετὰ πλείστης παρρησίαςτε καὶ ἐλευθερίας προσφέρεσθαι, μηδὲν ἀποκνοῦντα μη δὲ ὑφιέμενον ἐν τοῖς λόγοις. πολὺ γὰρ χεῖρον διεφθαρμένου σώματος καὶ νοσοῦντος ψυχὴ διεφθαρμένη, μὰ Δία, οὐχ ὑπὸ φαρμάκων χριστῶν ποτῶν οὐ δὲ ὑπὸ ἰοῦ τινος διεσθίοντος, ἀλλ’ὑπότε ἀγνοίας καὶ πονηρίας καὶ ὕβρεως καὶ φθόνου δὴ καὶ λύπης καὶ μυρίων ἐπιθυμιῶν. τοῦτο τὸ νόσημα καὶ τὸ πάθος χαλεπώτερον ἐκείνου καὶ πολὺ μείζονος καὶ λαμπροτέρου δεόμενον ἐμπρησμοῦ · ἐφ’ἣν ἴασιν καὶ ἀπόλυσιν χρὴ παρακαλεῖν ἀπροφασίστως καὶ πατέρα καὶ υἱὸν καὶ ξυγγενῆ καὶ ἀλλότριον καὶ πολίτην καὶ ξένον.