Dio Chrysostom

Orations, Oration 79

79.1φέρε πρὸς θεῶν, ἐπὶ τίνι μάλιστα θαυμάζειν καὶ ἐπὶ τῷ μέγα φρονεῖν καὶ μακαρίζειν ἄξιον πόλιν ἁπασῶν μεγίστην καὶ δυνατωτάτην; πότερον ἐπὶ νόμων ἀρετῇ καὶ πολιτῶν ἐπιεικείᾳ καὶ σωφροσύνῃ τῶν ἀρχόντων, ταῦτα μὲν μικρὰ καὶ οὐδενὸς ἄξια καὶ ῥᾴδια τοῖς τυχοῦσιν, ἐπὶ δὲ ἀνθρώπων πλήθει καὶ ἀγορᾶς ἀφθονίᾳ καὶ τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων δεῖ μακαρίζειν αὐτὴν καὶ τοῖς Σύρων καὶ Βαβυλωνίων ὑφάσμασι, καὶ ὅτι χρυσῷ τὰς οἰκίας ἐρέπτουσι, καὶ μεστὰ πάντα ἀργύρου καὶ ἠλέκτρου καὶ ἐλέφαντος, ὁποῖα Ὅμηρος εἴρηκε τὰ Ἀλκινόου καὶ τὰ Μενελάου βασίλεια ὑπερβάλλων τότε ἀληθὲς καὶ τὸ δυνατὸν σχεδόν, οὕτως ἅπασαν ἠσκημένην τὴν πόλιν · καὶ νὴ Δία ἐπὶ ταῖς γραφαῖς καὶ τοῖς ἀνδριᾶσιν, ὧν οὐδὲν ὤνησε τοὺς πρότερον ἔχοντας, ἀλλὰ παρ’ὧν ἐκεῖνα ἐκομίσθη, τούτους ἴδοι τις ἂν δούλους καὶ ταπεινοὺς καὶ πένητας;
79.2εἰ γὰρ ἦν ὄφελός τι χαλκοῦ καλῶς κεκραμένου καὶ κρατήρων καὶ βωμῶν καὶ θυμιατηρίων περιττῶς εἰργασμένων, Κορινθίων πόλις ἂν εὐδαίμων ἦν καὶ πολὺν ᾠκεῖτο ἂν χρόνον, σῴζουσα τοὺς ἑαυτῆς οἰκήτορας καὶ πολίτας · εἰ δ’αὖ λίθων εὐχρόων καὶ ποικίλων, Τηίων Καρυστίων καί τινων Αἰγυπτίων καὶ Φρυγῶν παρ’οἷς ἐστι τὰ ὄρη ποικίλα · ἀκούω δ’ἔγωγε τῶν σορῶν τὰς πάνυ παλαιὰς τῆς αὐτῆς εἶναι πέτρας · ἀλλ’ὅμως οὐδενός εἰσι βελτίους οὐ δ’εὐτυχέστεροι τῶν πάνυ ταπεινῶντε καὶ ἀθλίων.
79.3εἰ δέ γε ὠφέλει τὸ κεκτῆσαι χρυσίον οὐδὲν ἐκώλυεν Αἰθίοπας τοὺς ἄνω μακαριωτάτους εἶναι δοκεῖν, ὅπου τὸ χρυσίον ἀτιμότερον παρ’ἡμῖν μόλιβδος, καί φασιν αὐτόθι τοὺς κακούργους ἐν παχείαις χρυσαῖς δεδέσθαι πέδαις, ἀλλ’οὐδὲν ἧττόν εἰσι δεσμῶται καὶ πονηροὶ καὶ ἄδικοι. τὸ δὲ μακαρίζειν τοὺς πλουσίους καὶ πολλὰ χρήματα ἔχοντας, τὰ δὲ ἄλλα μηδὲν διαφέροντας τῶν πάνυ φαύλων, ὅμοιον οἷον εἴ τις τοὺς ἐκεῖ δεσμώτας ἴδὼν προϊόντας ἐκ τῆς εἱρκτῆς ἐζήλου, καὶ πάντων εὐδαιμονέστατον ἔκρινε τὸν ἔχοντα τὰς μείζους πέδας.
79.4εἰ δὲ ἐλέφας θαυμαστὸν κτῆμα καὶ περιμάχητον, Ἰνδοὶ πολὺ πάντων ὀλβιώτατοι καὶ ἄριστοι, παρ’οἷς ἔρριπται τὰ τῶν ἐλέφαντων ὄσᾶ καὶ οὐδεὶς πρόσεισιν, ὥσπερ ἐνθάδε τὰ τῶν βοῶντε καὶ ὄνων · καὶ πολλαχοῦ φασιν ἐν τοῖς τοίχοις ἐνοικοδομεῖσθαι τὰ κρανία τῶν ἐλεφάντων αὐτοῖς ὀδοῦσιν. τί δὲ χρὴ περὶ Κελτῶν λέγειν, ὅπου φασὶ ποταμόν τινα καταφέρειν τὸ ἤλεκτρον καὶ πολὺ πανταχοῦ κεῖσθαι παρὰ ταῖς ὄχθαις ἐκβεβρασμένον, ὥσπερ αἱ ψῆφοι παρ’ἡμῖν ἐπὶ τῶν αἰγιαλῶν · καὶ πρότερον μὲν οἱ παῖδες παίζοντες διερρίπτουν · νῦν δὲ κἀκεῖνοι συλλέγουσι καὶ φυλάττουσιν αὐτό, παρ’ἡμῶν μεμαθηκότες ὅτι εἰσὶν εὐδαίμονες.
79.5ἆρα ἐνθυμεῖσθε ὅτι πάντες οὗτοι, λέγω δὲ τοὺς Κελτοὺς καὶ Ἰνδοὺς καὶ Ἴβηρας καὶ Ἄραβας καὶ Βαβυλωνίους, φόρους παρ’ἡμῶν λαμβάνουσιν, οὐ τῆς χώρας οὐ δὲ τῶν βοσκημάτων, ἀλλὰ τῆς ἀνοίας τῆς ἡμετέρας; οὐ γάρ, ἂν μὲν τοῖς ὅπλοις κρατήσαντές τινες ἀναγκάσωσιν αὑτοῖς ἀργύριον ὑποτελεῖν τοὺς ἡττημένους, τοῦτο ὀνομάζεται φόρος, καὶ ἔστιν ἀνθρώπων οὐ σφόδρα εὐτυχῶν οὐ δὲ ἀνδρείων δασμὸν ἑτέροις παρέχειν · ἐὰν δέ τινες, μήτε ἐπιστρατευσαμένου μηδενὸς μήτε ἀναγκάσαντος, δι’εὐήθειαν δὲ καὶ τρυφήν, περὶ πλείστου ποιοῦνται ἁπάντων, ἀργύριον πέμπωσιν ἑκόντες, διὰ μακρᾶς μὲν ὁδοῦ πολλῆς δὲ θαλάττης, τοῖς μη δὲ ἐπιβῆναι ῥᾳδίως δυναμένοις τῆς ἡμετέρας γῆς, οὐ τῷ παντὶ κάκιόντε καὶ αἴσχιον τὸ γιγνόμενον;
79.6πλὴν ὅτι λίθους μικροὺς καὶ ἀσθενεῖς καί, νὴ Δία, θηρίων ὀστᾶ διδόντες λαμβάνουσιν ἀργύριον καὶ χρυσίον, ἀντὶ χρηστῶν ἄχρηστα ἀντικαταλλαττόμενοι. μάλιστα δὲ θαυμάζω πολλάκις ἐννοῶν ὅτι Μῆδοι μὲν τὰ Σύρων λαβόντες ἠγάπων καὶ ἔχαιρον, Πέρσαι δὲ τὰ Μήδων, Μακεδόνες δὲ τὰ Περσῶν, καὶ τότε ᾤοντο εὐτυχεῖς γεγονέναι καὶ πράττειν ἄμεινον, ὅτε εἶχον τὰ τῶν ἀθλίων καὶ δυστυχούντων κτήματα. ταῦτα δὲ οὐκ ἄλλως ἔγωγε ληρῶν εἶπον, ἀλλ’ὅτι τῶν τοιούτων, ὑπὲρ ὧν ἔχουσι τὴν πᾶσαν σπουδὴν καὶ ἐφ’οἷς θαυμάζουσιν οἱ πολλοὶ τοὺς κεκτημένους, οὐδέν ἐστιν ὄφελος, ἀλλ’οὐδεμιᾶς ἄξια δραχμῆς τὰ σύμπαντα · οὐ δ’ἂν γένοιντο ἄνθρωποί ποτε εὐδαίμονες ἀνόητοι καὶ ἄφρονες, οὐ δ’ἂν τὸν ἐν Σούσοις παράδεισον οἰκήσωσιν, ὃς ἦν, ὥς φασι, μετέωρος ἅπας.