Orations, Oration 71

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
71.1εἰσὶν οἵ φασι δεῖν πάντα ἐν πᾶσιν εἶναι περιττὸν τὸν φιλόσοφον · καὶ ὁμιλῆσαι ἀνθρώποις φασὶ δεῖν εἶναι δεινότατον καὶ μηδέποτε σιγᾶν μη δὲ ἀπορεῖν λόγων τοιούτων πρὸς τοὺς παρόντας οἳ δυνήσονται τέρπειν αὐτούς · εἰ δὲ μή, φασὶν ἰδιώτην εἶναι τὸν μὴ παρεσκευασμένον οὕτως καὶ ὀλίγου ἄξιον. ἐγὼ δέ φημι τὰ μὲν δίκαια καὶ ἀληθῆ λέγειν αὐτούς, τὰ δὲ οὔ.
71.2τὸ μὲν γὰρ διαφέρειν πανταχοῦ τὸν φιλόσοφον τῶν ἄλλων δοκοῦσί μοι ὀρθῶς ἀξιοῦν · πλὴν εἰ μή γε καὶ τὰς τέχνας φασὶ δεῖν αὐτὸν ἁπάσας εἰδέναι καὶ βέλτιον κατὰ τὴν τέχνην ἅπαντα ποιεῖν τῶν δημιουργῶν, οἰκίαςτε οἰκοδομούμενον καὶ πλοῖα ναυπηγούμενον καὶ χαλκεύοντα καὶ ὑφαίνοντα καὶ γεωργοῦντα · ὥσπερ Ἠλεῖος Ἱππίας ἠξίου σοφώτατος εἶναι τῶν Ἑλλήνων, οὐ μόνον ποιήματα παντοδαπὰ καὶ λόγους αὑτοῦ ποικίλους προφέρων Ὀλυμπίασίτε καὶ ἐν ταῖς ἄλλαις πανηγύρεσι τῶν Ἑλλήνων, ἀλλὰ καὶ ἄλλα ἐπιδεικνὺς ἔργα, τόντε δακτύλιον καὶ τὴν λήκυθον καὶ στλεγγίδα καὶ τὸ ἱμάτιον καὶ τὴν ζώνην ὡς ἅπαντα πεποιηκὼς αὐτός, οἷον ἀπαρχὰς τῆς σοφίας τοῖς Ἕλλησιν ἐπιδεικνύων.
71.3σχεδὸν δὲ καὶ Ὅμηρος Ὀδυσσέα πεποίηκεν οὐ μόνον γνώμῃ διαφέροντα καὶ τῷ δύνασθαι περὶ πραγμάτων βουλεύεσθαι καὶ λέγειν δεινότατον ἔντε πλήθει καὶ πρὸς ὀλίγους καὶ πρὸς ἕνα, καὶ νὴ Δία γε ἐν ἐκκλησίᾳτε καὶ παρὰ πότον καὶ εἰ τύχοι μετά τινος βαδίζων ὁδόν, καὶ πρὸς βασιλέα καὶ πρὸς ἰδιώτην, καὶ πρὸς ἐλεύθερον καὶ πρὸς δοῦλον, καὶ αὐτὸν ἔνδοξον ὄντα καὶ βασιλέα καὶ αὖ πάλιν ἀγνοούμενον καὶ πτωχόν, καὶ πρὸς ἄνδρατε ὁμοίως καὶ γυναῖκα καὶ κόρην, ἔτι δὲ μάχεσθαι ἐπιστάμενον, ἀλλὰ καὶ τῶν τοιούτων ἁπάντων ἔμπειρον, τεκτονικῆς καὶ οἰκοδομίας καὶ ναυπηγικῆς.
71.4πῶς γὰρ ἂν τὸ λέχος ἐποίησεν ἀποκόψας τὸν τῆς ἐλαίας θαλλόν, εἰ μὴ τεκτονικῆς ἐπιστήμων ἦν; πῶς δ’ἂν περιέβαλε τὸν θάλαμον, εἰ μὴ καὶ οἰκοδομῆσαι ἐπίστατο; πῶς δ’ἂν εἰργάσατο τὴν σχεδίαν οὐκ ὢν ἔμπειρος ναυπηγίας; τὰ δὲ περὶ φυτείαν καὶ γεωργίαν εὐθὺς ἐκ παιδὸς ἐσπουδακὼς φαίνεται παρὰ τοῦ πατρὸς δένδρα αἰτῶν καὶ ἀμπέλους · ἄλλωςτε καὶ τοῦ πατρὸς γεωργοῦ ὄντος πάνυ ἐπιμελοῦςτε καὶ ἐμπείρου εἰκὸς ἦν αὐτὸν ταῦτα μὴ ἀγνοεῖν, ὅπου γε καὶ προκαλεῖται τὸν Εὐρύμαχον καὶ ἀμῆσαι καὶ ἀρόσαι. ἀλλά φησι καὶ τῶν τοιούτων ἔμπειρος εἶναι, μαγειρικῆςτε καὶ οἰνοχοΐας καὶ τῆς ἄλλης ἁπάσης διακονίας, φησι τοὺς χείρονας τοῖς ἀγαθοῖς διακονεῖσθαι.
71.5ταῦτα μὲν οὖν ἴσως Ἱππίας καὶ Ὀδυσσεὺς δεινὼ ἤστην · ἐγὼ δέ φημι τὸν φιλόσοφον τὰς μὲν τέχνας οὐχ οἷόντε εἶναι πάσας εἰδέναι χαλεπὸν γὰρ καὶ μίαν ἀκριβῶς ἐργάσασθαι ποιῆσαι δ’ἂν ἅπαντα βέλτιον τι ἂν τύχῃ ποιῶν τῶν ἄλλων ἀνθρώπων, καὶ τὰ κατὰ τὰς τέχνας, ἂν ἄρα ἀναγκασθῇ ποτε ἅψασθαι τοιούτου τινός, οὐ κατὰ τὴν τέχνην διαφέροντα · τοῦτο γὰρ οὐχ οἷόντε, τοῦ τέκτονος τὸν ἰδιώτην ἄμεινον ποιῆσαί τι κατὰ τὴν τεκτονικὴν τοῦ γεωργοῦ τὸν οὐκ ὄντα γεωργίας ἔμπειρον ἐν τῷ ποιεῖν τι τῶν γεωργικῶν ἐμπειρότερον φανῆναι.
71.6ποῦ δ’ἂν διαφέροι; τῷ συμφερόντως ποιεῖν μὴ ποιεῖν καὶ ὅτε δεῖ καὶ ὅπου καὶ τὸν καιρὸν γνῶναι τοῦ δημιουργοῦ μᾶλλον καὶ τὸ δυνατόν. αὐτίκα οὐ δοκεῖ μοι Δαίδαλος καλῶς εἰργάσθαι ἐν Κρήτῃ τὸν Λαβύρινθον, οὗ εἰσερχόμενοι ἀπώλλυντο οἱ πολῖται αὐτοῦ καὶ αἱ πολίτιδες · οὐ γὰρ δικαίως εἰργάσατο. συμπράττων δ’αὖ τῇ νόσῳ τῆς Πασιφάης οὐκ ὀρθῶς εἰργάσατο · οὐ γὰρ συνέφερεν οὐ δὲ ἦν δίκαιον οὐ δὲ καλόν τοιαῦτα συμπράττειν οὐ δὲ μηχανὰς εὑρίσκειν ἐπὶ τὰ αἰσχρὰ καὶ ἀνόσια. οὐ δὲ ὡς τὸν Ἴκαρον ἐπτέρωσεν, εἰ χρὴ πιστεύειν τῷ μύθῳ, καλῶς ἐξευρεῖν φημι τήνδε τὴν μηχανήν · οὐ γὰρ δυνατὰ ἐμηχανᾶτο πτέρυγας ἀνθρώπῳ προστιθεὶς. οὐκοῦν διέφθειρε τὸν υἱόν.
71.7ἔοικε δὲ καὶ Ὅμηρος λοιδορεῖν τινα τέκτονα τῶν Τρώων, ὡς οὐ καλῶς ἐργασάμενον τὰς ναῦς τῷ Ἀλεξάνδρῳ αἷς ἔπλευσεν εἰς τὴν Ἑλλάδα, οὐδὲν ἔχων αἰτιάσασθαι κατὰ τὴν τέχνην. φησὶ γάρ, ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας, ἀρχεκάκους, οὐκ ἐγκωμιάζων αὐτὸν ἐπὶ τῇ ποιήσει τῶν νεῶν, ἀλλὰ ψέγων πολὺ μᾶλλον εἰ λέγων αὐτὸν ποιῆσαι τὰς ναῦς βραδείας ἄλλο τι ἁμάρτημα ἐχούσας ᾐτιᾶτο περὶ τὴν ναυπηγίαν. ψέγει δὲ ὁμοίως καὶ κυνηγέτην τινὰ καὶ καταγελᾷ τῆς ἐμπειρίας, ὅτι εἰς οὐδὲν δέον ἐκέκτητο αὐτήν, ἀλλὰ τὰ μὲν θηρία ἠπίστατο βάλλειν, ἐν δὲ τῷ πολέμῳ οὐκ ἐτύγχανεν οὐδενός, ἀλλ’ἀχρεῖος ἦν διὰ τὴν δειλίαν, καὶ οὔ φησιν αὐτῷ τότε βοηθῆσαι τὴν Ἄρτεμιν.
71.8οὐκοῦν ἐκ τούτων δῆλον ὅτι δεῖ φρονήσεως καὶ ἀρετῆς πρὸς ἐπίστανται οἱ ἄνθρωποι καὶ πρὸς οὐκ ἐπίστανται · καὶ οὕτως ἂν ἅπαντα διαφέροι πάντων σώφρων, οἷον χρὴ εἶναι τὸν φιλόσοφον, καὶ ποιῶν τι τούτων καὶ μὴ ποιῶν, κἂν ὁπωσοῦν ποιῇ κατὰ τὴν τέχνην. ὡς δὲ τῶν ζωγράφων γράψει κρεῖττον οὐκ ὢν ζωγράφος, τῶν ἰατρῶν ἄμεινον θεραπεύσει κατὰ τὴν ἰατρικὴν οὐκ ὢν ἰατρός, τῶν μουσικῶν μουσικώτερον ᾄσεται οὐκ ὢν ἔμπειρος μουσικῆς μετρίως ἔμπειρος γεγονώς, τῶν ἀριθμητικῶν περὶ τοὺς ἀριθμοὺς τῶν γεωμετρῶν ἐμπειρότερος φανεῖται περὶ γεωμετρίαν περὶ φυτείαν τῶν γεωργῶν περὶ κυβερνητικὴν τῶν κυβερνητῶν, σφάξει θᾶττον τῶν μαγείρων διελεῖ δέον διελεῖν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, οὐ χρὴ διανοεῖσθαι.
71.9καίτοι τῶν νῦν βασιλέων τις ἐπεθύμει σοφὸς εἶναι τὴν τοιαθύτην σοφίαν, ὡς πλεῖστα ἐπιστάμενος · οὐ μέντοι τὰ τοιαῦτα μὴ θαυμάζεται παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ ἐφ’οἷς στεφανωθῆναι ἔστι, κηρύττειν καὶ ᾄδειν πρὸς κιθάραν καὶ τραγῳδεῖν καὶ παλαίειν καὶ παγκρατιάζειν. φασὶ δὲ καὶ γράφειν καὶ πλάττειν ἱκανὸν αὐτὸν εἶναι καὶ αὐλεῖν τῷτε στόματι καὶ ταῖς μασχάλαις ἀσκὸν ὑποβάλλοντα, ὅπως διαπεφευγὼς τὸ αἰσχρὸν τὸ τῆς Ἀθηνᾶς. οὔκουν ὑπῆρξε σοφός;