Orations, Oration 61
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
61.1ἐπεὶ τυγχάνεις οὐ φαύλως ἐπαινοῦσα Ὅμηρον οὐ δέ, ὥσπερ οἱ πολλοί, πιστεύουσα τῇ δόξῃ προσποιῇ θαυμάζειν, ὃ δὲ δεινότατός ἐστιν ᾔσθησαι τοῦ ποιητοῦ, τὴν περὶ τὰ πάθη τῶν ἀνθρώπων ἐμπειρίαν, τα- τἄλλα μὲν ἐάσωμεν, εἰ ἐθέλεις, τὰ νῦν, τὰ τῶν βασιλέων καὶ στρατηγῶν, περὶ δὲ μιᾶς γυναικὸς σκεψώμεθα τῶν αἰχμαλώτων, ὁποίαν τινὰ πεποίηκε τὴν θυγατέρα τοῦ ἱερέως, ἧς εὐθὺς ἐμνήσθη κατ’ἀρχὰς τῆς ποιήσεως. ὁ μὲν γὰρ Ἀγαμέμνων οὐ μόνον τὸ εἶδος, ἀλλὰ καὶ τὸν τρόπον ἐπαινεῖν ἔοικε τῆς παιδίσκης, λέγει γὰρ ὡς οὐδὲν εἴη τὰς φρένας χειρῶν τῆς αὐτοῦ γυναικός · δῆλον δὲ ὡς ἐκείνην οἰόμενος νοῦν ἔχειν. 61.2τί δέ; οὐκ ἄλλως τοῦτο εἴρηκε διὰ τὸν ἔρωτα ἀπατώμενος; ἰδεῖν ἄξιον · καίτοι χαλεπώτατον πείθειν τοὺς ἐρῶντας. καὶ γὰρ ὑπονοοῦσιν οἱ πολλοὶ καὶ ὀργίζονται ῥᾳδίως, καὶ οὐδέποτέ φασιν ἀγαπᾶσθαι κατ’ἀξίαν ὑπὸ τῶν ἐρωμένων, ἄλλωςτε ὅταν ὦσι κρείττους τοσοῦτον καὶ συνόντες μετ’ἐξουσίας. ταῦτα δέ φημὶ συμβαίνειν τοῖς φαύλοις ἐρασταῖς. εἴτε οὖν σπουδαῖος ἦν ὁ Ἀγαμέμνων, ὀρθῶς ἐγίγνωσκε περὶ αὐτῆς, εἴτε τοῖς πολλοῖς ὅμοιος, οὐ ῥᾴδιον φαύλην οὖσαν ἀρέσαι τὸν τοιοῦτον, ὥστε ἀγαθὴν ὑπολαβεῖν. φέρε δὴ καὶ τα- τἄλλα ἴδωμεν. 61.3καὶ τίνα ἄλλην ἀπόδειξιν ἔχεις παρά γε Ὁμήρῳ τοῦ τρόπου τῆς γυναικός; οὐδὲν γοῦν πεποίηκεν αὐτὴν πράττουσαν ἢ λέγουσαν, ἀλλὰ σιγῇ τῷ πατρὶ διδομένην. τί γάρ; ἐκ τῶν γενομένων περὶ αὐτὴν οὐκ ἄν τις συμβάλοι τὴν διάνοιαν μὴ πάνυ ἁπλῶς μη δὲ εὐήθως σκοπῶν; ἴσως. πότερον οὖν οἰώμεθα τὸν Χρύσην ἀκούσης τῆς θυγατρὸς εἰς τὸ στρατόπεδον ἐλθεῖν μετὰ λύτρων ἅμα τὰ στέμματα κομίζοντα τοῦ θεοῦ καὶ τὸ πλῆθος ἱκετεύειν καὶ τοὺς βασιλέας ἀφιέναι αὐτήν, ἢ το- τοὐναντίον ἐκείνης δεομένης τοῦ πατρός, εἴ τι δύναιτο, βοηθεῖν; 61.4εἰ γὰρ ἔστεργε τοῖς παροῦσιν ἡ Χρυσηὶς καὶ τῷ Ἀγαμέμνονι συνεῖναι ἠβούλετο, οὐδέποτ’ἂν εἵλετο Χρύσης ἅμα τὴν θυγατέρα λυπῶν τῷ βασιλεῖ ἀπεχθάνεσθαι, οὐκ ἀγνοῶν ὅπως εἶχε πρὸς αὐτήν. τὸ γὰρ συνεῖναι τῷ βασιλεῖ τὴν Χρυσηίδα στεργομένην οὐχ ἧττον τῷ Χρύσῃ συνέφερεν. καὶ γὰρ ἡ χώρα καὶ τὸ ἱερὸν καὶ αὐτὸς ὑπὸ τοῖς Ἀχαιοῖς ἐγεγόνει, κα- κἀκεῖνος ἦν αὐτῶν κύριος. 61.5ἔτι δὲ πῶς παραχρῆμα μὲν ἁλούσης οὔτε ἦλθεν οὔτε ἐμέμνητο περὶ λύτρων, ὅτε εἰκὸς ἦν χαλεπώτερον φέρειν, χρόνῳ δὲ ὕστερον τῆς μὲν λύπης ἐλάττονος γεγενημένης, συνηθείας δὲ πρὸς τὸν Ἀγαμέμνονα πλείονος; δεκάτῳ γὰρ ἔτει τῆς πολιορκίας ταῦτα συμβῆναί φησιν ὁ ποιητής, τὰ περὶ τὴν ἄφιξιν τοῦ ἱερέως καὶ τὴν κομιδὴν τῶν λύτρων. τὰς δὲ περιοίκους πόλεις καὶ τὰς ἐλάττονας εἰκὸς ἦν εὐθὺς ἁλῶναι κατ’ἀρχὰς τοῦ πολέμου, ὧν ὑπῆρχεν ἡ Χρῦσα καὶ τὸ ἱερόν. οὐκοῦν ὁ λόγος οὗτος πολλὴν ἀτοπίαν ἐπιδείκνυσι τῆς Χρυσηίδος, τὸ πρότερον μὲν αἰχμάλωτον οὖσαν ἀνέχεσθαι, προσφάτως στερομένην τοῦ πατρὸς καὶ τῆς πατρίδος, διελθόντων δὲ δέκα ἐτῶν χαλεπῶς φέρειν. 61.6εἴ γε καὶ τὰ ἄλλα ἀκούσειας · οὐ δὲ γὰρ τὸν τυχόντα ἐραστὴν ἅπαξ γενόμενον ἡδὺ ἀπολιπεῖν ταῖς ἐλευθέραις, μή τί γε τὸν ἐνδοξότατον καὶ πλουσιώτατον, βασιλέα μὲν τῶν Ἑλλήνων ξυμπάντων, μεγίστην δὲ ἔχοντα δύναμιν ἐν τοῖς τότε ἀνθρώποις, κύριον δὲ οὐ μόνον ἐκείνης, ἀλλὰ καὶ τοῦ πατρὸς καὶ τῆς πατρίδος, ἐλπίζοντα δὲ κρατήσειν ὀλίγου χρόνου καὶ τῆς Ἀσίας · τὸ γὰρ Ἴλιον φαύλως εἶχεν ἐκ πολλοῦ, καὶ μόλις διεφύλαττον αὐτὴν τὴν πόλιν, ἐπεξῄει δὲ οὐδεὶς εἰς μάχην · καὶ ταῦτα οὐ παρέργως ἔχοντος πρὸς αὐτὴν τοῦ βασιλέως, ἀλλὰ καὶ φανερῶς ὁμολογοῦντος προτιμᾶν τῆς αὑτοῦ γυναικός. τοσαῦτα ἀποπτύουσαν καὶ τηλικαῦτα ἀγαθά, καὶ τὸ μέγιστον ἐραστὴν οὐ μόνον βασιλέα μέγαν καὶ ἀνδρεῖον ἐν ὀλίγοις, ἀλλὰ καὶ νέον καὶ καλόν, ὡς φησιν Ὅμηρος τῷ Διὶ προσεικάζων αὐτόν, ἔπειτα εἰς ἑαλωκυῖαν ἀφικέσθαι τὴν πατρίδα καὶ συνοικεῖν ἑνὶ τῶν δούλων τῶν Ἀγαμέμνονος, εἴ γε ἔμελλε γαμεῖσθαι τῶν ἐγχωρίων τινί, πῶς οὐκ ἄτοπον; 61.7τὸ γὰρ αἰχμάλωτον εἶναι καὶ διὰ τοῦτο μὴ στέργειν τὸν λαβόντα οὐχ ἱκανόν. ἡ γοῦν Βρισηὶς ἀγαπᾶν ἔοικε τὸν Ἀχιλλέα, καὶ ταῦτα ὃν φησιν ἀποκτεῖναι τὸν ἄνδρα αὐτῆς καὶ τοὺς ἀδελφούς. τῷ δὲ Ἀγαμέμνονι τοιοῦτον οὐδὲν ἐπέπρακτο περὶ τὴν Χρυσηίδα. καλῶς. οὐκοῦν ἐκ τῶν λόγων τούτων οὐκ ἐβουλήθη Χρυσηὶς ἀποπεμφθῆναι παρὰ τοῦ Ἀγαμέμνονος, ἀλλὰ Χρύσης ταῦτα ἔπραττε καθ’αὑτόν · ἢ εἴπερ ἐβούλετο, ἀφρονεστέρα ἂν εἴη, καὶ τὸν λόγον ἐναντίον εἶπας ἢ ὑπέσχου. 61.8ἀλλ’οὖν μη δὲ δίκην δικάσῃς, φασί, πρὶν ἀμφοτέρων ἀκούσαι. λέγεις δὴ σοφὸν ὄντα τὸν Ὅμηρον; ἴσως. οὐκοῦν τὰ μὲν αὐτὸν λέγειν οἴου, τὰ δὲ τοῖς ἐντυγχάνουσι καταλιπεὶν αἰσθάνεσθαι. τοῦτο δὲ οὐ τῶν πάνυ ἀδήλων ἐστίν. ἡ γὰρ Χρυσηὶς κατ’ἀρχὰς μέν, ὡς ἔοικεν, ἠγάπα μένειν παρὰ τῷ Ἀγαμέμνονι δι’ἃς εἶπον αἰτίας καὶ τοῖς θεοῖς ᾔδει χάριν ὅτι μηδενὶ δοθείη τῶν ἀδοξοτέρων, ἀλλὰ τῷ πάντων βασιλεῖ, κα- κἀκεῖνος οὐκ ἀμελῶς ἔχοι πρὸς αὐτήν · ὥστε οὐκ ἔπραττε περὶ λύτρων. 61.9ἐπεὶ δὲ ἤκουε τὰ περὶ τὴν οἰκίαν τὴν τοῦ Ἀγαμέμνονος ὁποῖα ἦν, ὡς χαλεπά, καὶ τὴν ὠμότητα τῆς Κλυταιμνήστρας καὶ τὸ θράσος, ἐνταῦθα ἐφοβεῖτο τὴν εἰς τὸ Ἄργος ἄφιξιν. καὶ τὸν μὲν ἄλλον χρόνον παρέμενε στέργουσα ἴσως τὸν Ἀγαμέμνονα · ὅτε δὲ ἦν πρὸς τέλει ὁ πόλεμος καὶ διέρρει λόγος ὡς οὐκέτι δυνήσονται πλείω χρόνον ἀντέχειν οἱ Τρῶες, οὐ περιέμεινε τοῦ Ἰλίου τὴν ἅλωσιν. ᾔδει γὰρ ὡς τὸ πολὺ τοὺς νικῶντας ὑπερηφάνους γιγνομένους καὶ τὴν δεισιδαιμονίαν τότε μᾶλλον ἰσχύουσαν τὴν περὶ τῶν θεῶν, ὅταν πολεμῶσιν οἱ ἄνθρωποι. 61.10διὰ ταῦτα ἐκάλει τότε τὸν πατέρα καὶ δεῖσθαι τῶν Ἀχαιῶν ἐκέλευεν · ἐπυνθάνετο γάρ, ὡς ἔοικεν, ὅτι ἐγυναικοκρατοῦντο οἱ Ἀτρεῖδαι καὶ μεῖζον ἐφρόνουν τῶν ἀνδρῶν τούτων αἱ γυναῖκες, οὐκ ἐπὶ κάλλει μόνον, ἀλλὰ καὶ τὴν ἀρχὴν αὑταῖς νομίζουσαι προσήκειν μᾶλλον. τοὺς μὲν γὰρ Πελοπίδαςτε εἶναι καὶ ἐπήλυδας τῆς Ἑλλάδος, αὐταὶ δὲ Ἀχαιίδες, Τυνδάρεω θυγατέρες καὶ Λήδας. ὁ δὲ Τυνδάρεως ἔνδοξος ἦν καὶ βασιλεὺς τῆς Σπάρτης, ὥστε καὶ τὴν Ἑλένην διὰ τοῦτο ἐμνήστευσαν οἱ ἄριστοι τῶν Ἑλλήνων καὶ βοηθήσειν ὤμοσαν. 61.11πρὸς δὲ τούτοις ἀδελφαὶ Κάστορος καὶ Πολυδεύκους ᾖσαν, οἱ Διὸς παῖδες ἐνομίσθησαν καὶ θεοὶ μέχρι νῦν πᾶσι δοκοῦσι διὰ τὴν δύναμιν ἦν τότε ἔσχον. τῶν μὲν γὰρ ἐν Πελοποννήσῳ προεῖχον · τῶν δὲ ἔξω Πελοποννήσου μεγίστη δύναμις ἦν ἡ περὶ τὰς Ἀθηνᾶς, καὶ ταύτην καθεῖλον ἐπιστρατεύσαντες Θησέως βασιλεύοντος. ἔτι δὲ ἀνεψιὸς ἐγεγόνει αὐτοῖς Μελέαγρος ὁ τῶν Ἑλλήνων ἄριστος. ταῦτα μὲν οὖν οὐκ ἠπίστατο ἡ Χρυσηίς, τὸ δὲ φρόνημα ἤκουε τῶν γυναικῶν καὶ τὴν Ἑλένην ἐπεγίγνωσκεν ὅσον ὑπερεῖχε τοῦ ἀνδρός · ὥστε ἐπειδὴ τὰ περὶ τὴν Ἀσίαν μεγάλα ἤκουε διάτε χώρας ἀρετὴν καὶ πλῆθος ἀνθρώπων καὶ χρημάτων, κατεφρόνησεν οὐ τοῦ Μενελάου μόνον, ἀλλὰ τοῦτε Ἀγαμέμνονος καὶ ξυμπάσης τῆς Ἑλλάδος, καὶ ταῦτα εἵλετο ἀντ’ἐκείνων. 61.12ὁ μὲν οὖν Μενέλαος καὶ πρότερον ὑπεῖκε περὶ πάντων τῇ Ἑλένῃ καὶ ὕστερον εἰληφὼς αἰχμάλωτον ὅμως ἐθεράπευεν · ὁ δὲ Ἀγαμέμνων διὰ τὴν ἀρχὴν ἐπαιρόμενος τὴν Κλυταιμνήστραν ἠτίμασεν, ὥστε δῆλον ἦν ὅτι οὐκ ἀνέξοιντο ἀλλήλων, ἀλλ’ἔσοιτο τοιαῦτα σχεδὸν ὁποῖα συνέπεσεν. οὐ δὲ γὰρ ἐκεῖνα ἥδετο λέγοντος τοῦ Ἀγαμέμνονος ἡ Χρυσηίς, καὶ ταῦτα φανερῶς ἐν ἐκκλησίᾳ τῶν Ἀχαιῶν, ὅτι προτιμᾷ τῆς γυναικὸς αὐτὴν καὶ οὐδὲν ἡγοῖτο χείρονα · φθόνον γὰρ καὶ ζηλοτυπίαν ᾔδει φέροντα. 61.13καὶ νὴ Δία τὸν τρόπον ἑώρα τοῦ Ἀγαμέμνονος ὅτι οὐ βεβαίως ἀλλὰ ὑπερήφανος εἴη καὶ ὑβριστής, καὶ τί ποιήσει πρὸς αὑτὴν αἰχμάλωτον οὖσαν ἐλογίζετο παυσάμενος τῆς ἐπιθυμίας, ὅπου γε τῆς ἑαυτοῦ γυναικός, βασιλίδοςτε οὔσης καὶ παῖδας ἐξ αὐτῆς πεποιημένος, οὕτως ὀλιγώρως ἐμνημόνευεν. αἱ μὲν γὰρ ἀνόητοι χαίρουσιν ἐπὶ τοῖς ἐρασταῖς, ὅταν φαίνωνται τὰς ἄλλας ἀτιμάζοντες · αἱ δὲ νοῦν ἔχουσαι τὴν φύσιν ὁρῶσι τοῦ ταῦτα ποιοῦντος ἢ λέγοντος. 61.14ἅμα δὲ καὶ πρὸς αὑτὴν ᾐσθάνετο αὐτὸν ὑβριστικῶς ἔχειν, καὶ ταῦτα ὅτε μάλιστα ἤρα. τὸ γὰρ οὕτως ἀπελάσαι τὸν πατέρα τῆς ἐρωμένης καὶ μὴ φείσασθαι δι’αὐτὴν καὶ οὐχ ὅπως παραμυθήσασθαι τὸν πρεσβύτην εἰπόντα ὡς οὐδὲν αὐτοῦ τῇ θυγατρὶ δεινὸν εἴη, το- τοὐναντίον δὲ μὴ μόνον ἐκείνῳ ἀπειλεῖν, ἀλλὰ καὶ τὴν Χρυσηίδα ἀτιμάζειν λέγοντα, τὴν δ’ἐγὼ οὐ λύσω πρίν μὶν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἑνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν πόσης τινὸς ὑπερηφανίας; τί γὰρ ἂν ὕστερον ἐποίησεν, ὅτε ἐρῶν οὕτως ὑπὲρ αὐτῆς διαλέγεται; ταῦτα οὖν φυλάξασθαι καὶ προϊδεῖν οὐδαμῶς φαύλης γυναικός. 61.15ἐδήλωσε δέ, οἶμαι, τὰ περὶ τὴν Κασσάνδραν γενόμενα ἐν τῷ Ἄργει καὶ τὸν Ἀγαμέμνονα αὐτόν, ὅτι νοῦν εἶχεν ἡ Χρυσηὶς ῥυσαμένη τῶν κακῶν τούτων ἑαυτήν. οὐκοῦν τὸ μήτε ἔρωτι μήτε βασιλείᾳ μήτε τοῖς δοκοῦσιν ἐνδόξοις καὶ ἀγαθοῖς νέαν οὖσαν ἐπαίρεσθαι μη δ’εἰς πράγματα σφαλερὰ καὶ τεταραγμένην οἰκίαν καὶ εἰς φθόνον καὶ ζηλοτυπίαν αὑτὴν προέσθαι γυναικὸς σώφρονος καὶ τῷ ὄντι ἀξίας ἱερέως εἶναι θυγατρός, παρὰ θεῷ τεθραμμένης. τί οὖν; ἐκ τούτων σὺ φῂς νοῦν ἔχειν αὐτὴν ἡγήσασθαι τὸν Ἀγαμέμνονα; 61.16οὐδαμῶς · οὐ δὲ γὰρ εἰκὸς ἦν λέγειν αὐτὴν τοιοῦτον οὐδὲν πρὸς ἐκεῖνον · ἀλλ’ἀπὸ τῶν ἄλλων συνεῖναι. πῶς οὖν οὔ φησι χαίρουσαν αὐτὴν ὁ ποιητὴς ἀπιέναι, καθάπερ τὴν Βρισηίδα λυπουμένην; ὅτι καὶ τοῦτο σωφρονοῦσα ἔπραττεν, ὅπως μὴ παροξύναι τὸν Ἀγαμέμνονα μη δὲ εἰς φιλονικίαν ἀγάγοι. δηλοῖ δὲ ὅμως, ὅπου φησὶν αὐτὴν ὑπὸ τοῦ Ὀδυσσέως τῷ πατρὶ δοθῆναι παρὰ τὸν βωμόν · ὡς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ’ἐδέξατο χαίρων παῖδα φίλην. οὐ γὰρ ἄν, οἶμαι, λυπουμένην αὐτὴν ὁ πατὴρ ἐδέχετο χαίρων · οὐ δ’ἂν φίλην εἶπε τυχόν, εἰ μὴ σφόδρα ἠγάπα τοῖς γεγονόσι τὸν πατέρα. 61.17εἶεν · ἀλλὰ τί μᾶλλον ἡ Χρυσηὶς ταῦτα ἐλογίζετο ἃ σὺ λέγεις ἢ Χρύσης καθ’αὑτόν; ὅτι τὰ περὶ τὴν Κλυταιμνήστραν εἰκὸς ἦν μᾶλλον ἐκείνην πολυπραγμονεῖν · εἰ δὲ καὶ λογιζομένου τοῦ πατρὸς ταῦτα συνεχώρει καὶ ἐπείθετο, οὐ δὲ τοῦτο φαῦλον. αἱ γοῦν πολλαὶ καὶ ἀνόητοι τοὺς ἐραστὰς μᾶλλον ἀγαπῶσιν ἢ τοὺς γονέας. διὰ τί οὖν, εἴπερ ἦν φρόνιμος, οὐκ ἐκώλυε τὸν Χρύσην ἐν τῷ φανερῷ δεῖσθαι τοῦ Ἀγαμέμνονος, ἵνα ἧττον ἐχαλέπαινεν; 61.18ὅτι ᾔδει τοὺς ἐρῶντας ἰδίᾳ μὲν πάντα βουλομένους χαρίζεσθαι τῷ ἔρωτι, τὸν δὲ ὄχλον αἰδουμένους ἐνίοτε, καὶ τὰ τοῦ θεοῦ στέμματα ἔχειν τινὰ ἡγεῖτο πρὸς τὸ πλῆθος δύναμιν, ὥσπερ ἐγένετο. ἀλλὰ ἐκεῖνο ἐνθυμοῦμαι · πῶς συνέτυχε τὸν Ἀγαμέμνονα καὶ τότε τῆς τοῦ ἱερέως θυγατρὸς καὶ ὕστερον ἐρασθῆναι τῆς Κασσάνδρας, θεοφορήτου καὶ ἱερὰς κόρης; ὅτι καὶ τοῦτο σημεῖον ὑπερηφανίας καὶ τρυφῆς, τὸ μᾶλλον ἐπιθυμεῖν τῶν παρανόμων καὶ σπανίων ἢ τῶν ἑτοίμων. οὐκ ἀντιλέγω τὸ μὴ οὐ φρόνιμον εἶναι τὴν Χρυσηίδα, εἰ ταῦτα οὕτω γέγονε. σὺ δὲ πότερον ἀκούειν θέλοις ἂν ὡς γέγονε πάντως ἢ ὅπως καλῶς εἶχε γενέσθαι;