Orations, Oration 46

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
46.1ἐγὼ οὐχ οὕτως ἐκπέπληγμαι ἐφ’οἷς ποιεῖτε, ἄνδρες, τοιούτοις οὖσιν, ἀλλ’ἐπεὶ οὐδεμίαν αἰτίαν ὁρῶ τῆς ὑμετέρας ὀργῆς πρὸς ἐμέ, τοῦτό ἐστι τὸ εἰς ἀπορίαν ἄγον. ὀργὴν μὲν γὰρ δικαίαν ἔστι παραιτήσασθαι ἀνθρώπων, μῖσος δὲ ἄδικον τίς ἂν θεραπεύσαι; ἀξιῶ δὲ ὑμᾶς ἀκοῦσαί μου λέγοντος οὐκ ἐμοῦ ἕνεκα μᾶλλον ὑμῶν αὐτῶν. εἰ μὲν γὰρ οὐδὲν ἀδικῶ, οὐ δὲ ὑμεῖς βούλεσθε δήπου ἀναιτίως μισεῖν τινα τῶν ὑμετέρων πολιτῶν · εἰ δὲ ἀδικῶ, κατ’ἐμοῦ λόγος ἔσται, οὐχ ὑπὲρ ἐμοῦ · καὶ οὕτως γε μείζω ὑμῖν ὑφέξω τιμωρίαν αὐτοὶ ζητεῖτε. τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι καταφλεγῆναι.
46.2καὶ πρῶτον μὲν μάθετε ὅτι δοκεῖ ὑμῖν φοβερά, οἱ λίθοι καὶ τὸ πῦρ, οὐδενὶ φοβερά ἐστιν, οὐ δ’ἐστέ γε τούτοις ἰσχυροί, ἀλλὰ πάντων ἀσθενέστατοι, ἐκτὸς εἰ μή τις ἠρίθμει τὴν τῶν λῃστῶν καὶ τῶν μαινομένων δύναμιν. πόλεως δὲ καὶ δήμου ἰσχὺς ἐν ἑτέροις ἐστί, καὶ πρῶτόν γε ἐν τῷ φρονεῖν καὶ τὰ δίκαια ποιεῖν. περὶ μὲν γὰρ τοῦ πατρὸς οὐδὲν ἐμὲ δεῖ λέγειν εἰ ἀγαθὸς ἦν. ἀεὶ γὰρ εὐφημεῖτε αὐτὸν καὶ κοινῇ καὶ καθ’ἕκαστον, ὅπου ἂν μνησθῆτε, ὡς οὐ φαῦλον πολίτην.
46.3δεῖ μέντοι εἰδέναι ὑμᾶς ὅτι οὐδὲν ὄφελος ἐκείνῳ ἐστὶ τούτων τῶν ἐπαίνων · ἀλλ’ὅταν ἡμᾶς τοὺς ἐξ αὐτοῦ ἀποδέχησθε, τότε κἀκείνου μέμνησθε. καὶ περὶ τοῦ πάππου δὲ τοῦ ἡμετέρου οὐκ ἂν εἴποι οὐδεὶς οὔτε ὡς κατῄσχυνε τὴν πόλιν οὔτε ὡς οὐδὲν ἀνάλωσεν ἐκ τῶν ἑαυτοῦ. τὴν γὰρ οὐσίαν ἣν εἶχε πατρῴαν καὶ παππῴαν ἅπασαν εἰς φιλοτιμίαν ἀναλώσας, ὥστε μηδὲν ἔχειν λοιπόν, ἑτέραν ἐκτήσατο ἀπὸ παιδείας καὶ παρὰ τῶν αὐτοκρατόρων.
46.4καὶ τοίνυν εἰς αὑτὸν οὐδεμίαν φαίνεται χάριν αἰτησάμενος ἐν τοιαύτῃ φιλίᾳ καὶ σπουδῇ, φυλάττων δὲ καὶ ταμιευόμενος τὴν τοῦ αὐτοκράτορος προθυμίαν εἰς ὑμᾶς. εἰ δὲ τῷ δοκεῖ φλυαρία τὸ πολιτῶν ὑμετέρων ἀναμιμνῄσκειν ὑμᾶς εὐνοίας καὶ ἀρετῆς, οὗτος οὐκ οἶδ’ὅπως εὖ παθεῖν αὐτὸς ὑπό τοῦ βούλεται. ἐκ τοιούτων δὴ ὄντες ἡμεῖς, εἰ καὶ σφόδρα πονηροὶ ἦμεν, ἀλλά τοι δι’ἐκείνους ἐντροπῆς τινος ἄξιοι ἦμεν, οὐχὶ λευσθῆναι ὑφ’ὑμῶν οὐ δὲ καταφλεχθῆναι.
46.5σκοπεῖτε δὲ καὶ τοὐμόν, ἄνδρες, μὴ ἀγνωμόνως. ἡμῖν γὰρ πατὴρ οὐσίαν κατέλιπε τῇ μὲν δόξῃ μεγάλην, δυνάμει δὲ μικρὰν καὶ πολλῷ ἐλάττω ἑτέρων · οὐ μεῖον γὰρ τετταράκοντα μυριάδες ἦσαν χρεῶν καὶ πράγματα τοιαῦτα ἔξωθεν, ὥστε πολὺ τῶν χρεῶν εἶναι ταῦτα χαλεπώτερα. οὐ δὲ γὰρ ἀσφάλεια, ὡς εἰπεῖν, οὐδενὸς ἡμῖν τῶν ὄντων ὑπῆρχεν, ἀλλὰ τῇ αὑτοῦ δυνάμει πιστεύων ἐκεῖνος ἅπαντα ἐκέκτητο, ὡς οὐδενὸς ἀμφισβητήσοντος.
46.6ἐν δὲ τοῖς τοιούτοις ἀπολειφθεὶς ὀυδέπω μὲν καὶ νῦν τὸ ἐπιβάλλον αὑτῷ μέρος τῶν χρεῶν διαλέλυμαι, λελειτούργηκα δὲ ὑμῖν τὰς μεγίστας λειτουργίας καὶ οὐδεὶς ἐμοῦ πλείους τῶν ἐν τῇ πόλει. πλουσιωτέρους δὲ ἐμοῦ πολλοὺς ὄντας ἐπίστασθε καὶ αὐτοί. τί οὖν ἐστιν ἐφ’ὅτῳ ἐμοὶ ὀργίζεσθε καὶ ἄτιμον ἐξ ἁπάντων ἐμὲ καὶ τὸν δεῖνα προβέβλησθε καὶ λίθους καὶ πῦρ ἐφ’ἡμᾶς φέρετε; καὶ μηδεὶς ὑπὲρ ἐκείνου με φῇ λέγειν · ἴσως μὲν γὰρ ἐπ’οὐδένα οὐ δὲ τῶν ἀδικούντων οὕτως ἔδει παροξύνεσθαι · πλὴν ἔμοιγε ἀπόχρη τὰ κατ’ἐμαυτόν.
46.7καὶ σκοπεῖτε καὶ τὰ ἄλλα ὁποῖός εἰμι πολίτης ἐγώ, πρὸς ὅντινα βούλεσθε παραβάλλοντες τοσούτων οὓς οὐ κατακάετε. ἔστι μὲν γὰρ χωρία μοι καὶ πάντα ταῦτα ἐν τῇ ὑμετέρᾳ γῇ · τῶν δὲ ἐμοὶ γειτνιώντων οὐδὲν πώποτε οὐδεὶς οὔτε πλούσιος οὔτε πένης πολλοὶ δὲ καὶ τῶν τοιούτων μοι γειτνιῶσιν ᾐτιάσατο ἐμὲ ὡς ἀφαιρούμενός τινος ἐκβαλλόμενος, οὔτε δικαίως οὔτε ἀδίκως. εἰμὶ δὲ αὐτὸς οὔτε ὑπέρδεινος εἰπεῖν οὔτε ἴσως ἁπάντων ὕστατος ἐν τῷ λέγειν.
46.8ἔστιν οὖν ὅντινα ἐν τῷ λόγῳ ἐλύπησα, πρᾶγμα ἐπαγαγών τινι τῶν ἀπαγμόνων κατασκευάσας ἐπήρειαν; περὶ τῆς οὐσίας ἐποίησα κινδυνεῦσαί τινα, ὡς Καίσαρι προσηκούσης, ἐν συνηγορίᾳ προύδωκα; καὶ μὴν τῆς γε νῦν ἀπορίας οὐδεὶς μᾶλλον ἐμοῦ ἀναίτιος. πότερον γὰρ σῖτον ἁπάντων πλεῖστον γεωργῶν κατακέκλεικα τοῦτον, αὔξων τὴν τιμήν; ἀλλ’ἐπίστασθε αὐτοὶ τὴν δύναμιν τῶν ἐμῶν χωρίων, ὅτι σπάνιον εἴ ποτε ἀπεδόμην σῖτον καὶ τοῦθ’ὅταν ὑπερβάλῃ τῷ πλήθει, ἐν δὲ τοῖς τοσούτοις ἔτεσιν οὐ δὲ τὸν ἀρκοῦντα ἔχω, ἀλλ’ἔστι μοι πᾶσα ἐπικαρπία ἐξ οἴνου καὶ βοσκημάτων. ἀλλ’ἀργύριον δανείζων οὐ βούλομαι παρέχειν εἰς τὴν τοῦ σίτου ὠνήν. οὔκουν οὐ δὲ περὶ τούτου οὐδέν με δεῖ λέγειν · οἴδατε γὰρ ὐμεὶς καὶ τοὺς δανείζοντας ἐν τῇ πόλει καὶ τοὺς δανιζομένους.
46.9τί οὖν ἐστιν γε ἐγὼ ποιῆσαι δυνάμενος, ὥστε ἀπαλλάξαι ὑμᾶς τῆς ἀπορίας, οὐ βούλομαι, διότι πρὸς ἐμὲ οὕτως ἔχετε; τι νὴ Δία τὰς στοὰς ἐπὶ τῶν θερμῶν ᾠκοδόμηκα καὶ ἐργαστήρια · τοῦτο γάρ ἐστιν φασιν ἔνιοι ἀδικεῖσθαι ὑπ’ἐμοῦ τὴν πόλιν. καὶ τίνα πώποτε ὑμεὶς ἄλλος τις ἀνθρώπων ἐμέμψατο ἐν ἀγρῷ αὑτοῦ οἰκίαν οἰκοδομοῦντα; παρὰ τοῦθ’ σῖτος πλείονός ἐστι; καίτοι πέντε μυριάδων ἐώνημαι τὸ χωρίον, τῷ παντὶ πλείονος τιμῆς τῆς ἀξίας. ἀλλ’ἐγὼ αἰσχύνομαι νὴ τὸν Δία καὶ τοὺς θεούς, εἴ τις τῶν πολιτῶν, οὐ γὰρ δή γε πόλις, οὕτω μοχθηρός, ὥστε λυπεῖσθαι καὶ φθονεῖν ἐάν τινα ἴδῃ στοὰν ἐργαστήριον ᾠκοδομηκότα.
46.10καὶ μὴν τό γε πρᾶγμα ἐφ’ παρωξύνθητε δεῖται μέν τινος ἐπιμελείας ἀληθῶς, οὐ μέντοι ἀνήκεστόν ἐστιν οὐ δὲ ὥστε τοιαῦτα ποιεῖν. γὰρ τιμὴ τοῦ σίτου τῆς μὲν συνηθείας παρ’ἡμῖν πλείων γέγονεν, οὐ μὴν ὥστε ἀπειπεῖν. ἀλλ’εἰσὶ πόλεις ἐν αἷς ἀεὶ τοσούτου ἐστιν ὅταν ἄριστα ἔχῃ. πάλιν αὖ θορυβεῖτε, ὥσπερ ἐμοῦ λέγοντος ὅτι καὶ παρ’ὑμῖν αὐτὸν τοσούτου προσήκει εἶναι καὶ μηδέποτε ἥττονος. ἐγὼ δέ φημι δεῖν προσέχειν μὲν ὅπως ἐλάττονος ἔσται, μὴ μέντοι πικρῶς οὕτως ἔχειν ἐπὶ τῷ συμβεβηκότι μη δὲ ἐξεστάναι · ὡς τά γε γενόμενα νῦν οὐχὶ τοιαῦτά ἐστιν οἶα ἐπὶ τοιούτῳ πράγματι, ἀλλ’εἰ τὰ τέκνα ὑμῶν καὶ τὰς γυναῖκας ἀνῃρήκειμεν, οὐδὲν ἂν εἴχετε ποιῆσαι χαλεπώτερον.
46.11τὸ γὰρ πολίταις ἑαυτῶν ὀργιζομένους εἰ μὲν ἀδίκως δικαίως ἐῶ, πολίταις δ’οὖν καὶ τούτοις ἐπιτίμοις καὶ μηδενὸς χείροσι μὴ δοῦναι λόγον μη δὲ λαβεῖν, ἀλλ’εὐθὺς λιθάζειν καὶ κατακαίειν τὰς οἰκίας, ἵνα, εἰ ἐδύνασθε, μετὰ τῶν παίδων αὐτοὺς καὶ τῶν γυναικῶν συμφλέξητε, τίωνω ἐστὶν ἀνθρώπων; ἐμοὶ μέν, νὴ τὸν Δία καὶ τοὺς θεούς, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, οὐ δοκεῖ τὰ τοιαῦτα εἶναι τῶν ἐνδεῶς πραττόντων οὐ δὲ τῶν οὐκ ἐχόντων τὰ ἀναγκαῖα. γὰρ ἔνδεια σωφροσύνην ποιεῖ. καὶ ταῦτα εἰ μὴ δοκεῖτε ὑπὲρ ὑμῶν λέγεσθαι, πλεῖστον ἁμαρτάνετε.
46.12εἰ γὰρ τοιοῦτοι ἔσεσθε κἂν ὀργισθῆτέ τῳ πολλὰ δὲ εἰκὸς ὡς ἐν πόλει συμβῆναι καὶ δίκαι καὶ ἄδικα τηλικαύτην ἀξιώσετε τιμωρίαν λαμβάνειν ὥστ’εὐθὺς μετὰ τῶν παίδων κατακάειν καί τινας τῶν γυναικῶν, ἀνθρώπων ἐλευθέρων, ἀναγκάζειν ὑμῖν ὁρᾶσθαι περιερρηγμένας καὶ ἱκετευούσας ὑμᾶς ὥσπερ ἐν πολέμῳ, τίς οὕτως ἀνόητος καὶ ἀτυχὴς ἄνθρωπός ἐστιν, ὅστις ἐν τοιαύτῃ πόλει ζῆν αἱρήσεται μίαν ἡμέραν; πολὺ γὰρ κρεῖττον φυγάδα εἶναι καὶ παροικεῖν ἐπὶ ξένης τοιαῦτα πάσχειν. ἐπεὶ καὶ νῦν πρόφασις λεγομένη δι’ἣν ὑμᾶς ἀποτραπῆναί φασι τῆς οἰκίας τῆς ἐμῆς, ὑπιδομένους τοῦ στενωποῦ τὸ βάθος, ὁρᾶτε οἷόν ἐστιν.
46.13εἰ γὰρ ἐμὲ τοῦτο ἔσωσε, καιρὸς ἤδη τὸ λοιπὸν ὡς ἐν στρατοπέδῳ τῇ πόλει τὰς δυσχωρίας καταλαμβάνειν καὶ τὰ ὑψηλὰ ἀπότομα. καίτοι μὰ τοὺς θεοὺς οὐ δὲ ἐν τοῖς στρατοπέδοις ζητοῦσιν ἄλλος ἄλλου ἀσφαλέστερον σκηνοῦν, ἀλλὰ πρὸς τοὺς πολεμίους αὐτοῖς φυλακή ἐστιν. τῇ μὲν οὖν τύχῃ χάρις δι’ἣν ἀπετράπετε, εἴτε τοῦτο νοήσαντες εἴτε ἄλλο ὁτιοῦν, οὐ μέντοι ἀληθῶς ὑπείδεσθε. οὐ γὰρ ἂν ἔγωγε ἠμυνάμην ὑμᾶς, ἀλλὰ τούτου γε ἕνεκα πολλὴ ὑμῖν ἀσφάλειά ἐστιν ὅταν βούλεσθε κατακαίειν τὴν οἰκίαν, ἤρκει δέ μοι τὴν γυναῖκα καὶ τὸ παιδίον λαβόντα ἀποχωρεῖν.
46.14καὶ μηδεὶς νομίσῃ ὡς ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀγανακτῶν ταῦτα εἴρηκα μᾶλλον ὑπὲρ ὑμῶν δεδιὼς μήποτε ἄρα διαβληθῆτε ὡς βίαιοι καὶ παράνομοι. οὐ γὰρ λανθάνει τῶν ἐν ταῖς πόλεσιν οὐδὲν τοὺς ἡγεμόνας λέγω δὲ τοὺς μείζους ἡγεμόνας τῶν ἐνθάδε ἀλλ’ὥσπερ τῶν παιδίων τῶν ἀτακτοτέρων οἴκοι πρὸς τοὺς διδασκάλους κατηγοροῦσιν οἱ προσήκοντες, οὑτωσὶ καὶ τὰ τῶν δήμων ἁμαρτήματα πρὸς ἐκείνους ἀπαγγέλλεται. ταῦτα μὲν οὖν οὔτε καλῶς οὔτε συμφερόντως αὑτοῖς πράττοιτε ἄν, τὸ δὲ ἀξιοῦν ἐπιμελεῖσθαι τῆς ἀγορᾶς καὶ τοὺς δυναμένους χειροτονεῖν καὶ μὴ λελειτουργηκότας, εἰ δὲ μή γε, οὓς ἂν βούλεσθε, σωφρονούντωντε ἀνθρώπων ἐστὶ καὶ πρός γε ταῦτα οὐδεὶς ὑμῖν ἐναντιώσεται.