Orations, Oration 47

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
47.1πρῶτον μέν, ἄνδρες, ὅταν ἀναστῶ, μὴ πάντως ἡγεῖσθε λόγων ἀκούσεσθαι θαυμαστῶν μη δὲ ἐπισήμων · λέγω δὲ οἷον πρὸς ἡδονήν τινα κάλλος σοφίαν εἰργασμένων. ἴσως μὲν γὰρ οὐ δ’ἂν ἄλλως ἦμεν ἱκανοὶ πρὸς τὸ τοιοῦτον, ἀλλὰ τύχῃ τινὶ τὸ πλῆθος καὶ τὰς πόλεις πάσας ἐξηπατήσαμεν · εἰ δ’οὖν, ἀλλὰ νῦν πολλὴν ἀπορίαν καὶ λήθην εἰκὸς ἡμῖν γεγονέναι τῶν τοιούτων λόγων. ὁποῖα γὰρ ἂν πράττῃ τις καὶ ἐν ὁποίοις ἂν πράγμασιν, ἀνάγκη καὶ τοὺς λόγους εἶναι παραπλησίους · ἡμεῖς δὲ πολὺν ἤδη χρόνον σμικρὰ καὶ ἄδοξα πράττομεν.
47.2καὶ τοῦτο ἴσως ἀναγκαῖόν ἐστιν · ὡς ἐγὼ πρότερον μὲν ἐθαύμαζον τῶν φιλοσόφων τοὺς καταλιπόντας μὲν τὰς αὑτῶν πατρίδας οὐδενὸς ἀναγκάζοντος, παρ’ἄλλοις δὲ ζῆν ἑλομένους, καὶ ταῦτα ἀποφαινομένους αὐτοὺς ὅτι δεῖ τὴν πατρίδα τιμᾶν καὶ περὶ πλείστου ποιεῖσθαι καὶ ὅτι πράττειν τὰ κοινὰ καὶ πολιτεύεσθαι τῷ ἀνθρώπῳ κατὰ φύσιν ἐστίν. λέγω δὲ τὸν Ζήνωνα, τὸν Χρύσιππον, τὸν Κλεάνθην, ὧν οὐδεὶς οἴκοι ἔμεινε ταῦτα λεγόντων. οὐκ ἄρα ἐφρόνουν ἔλεγον; πάντων μάλιστα, ὡς ἐμοὶ δοκοῦσιν.
47.3ἀλλὰ καλὸν μὲν ἡγοῦντο καὶ τῷ ὄντι μακάριον καὶ πρέπον ἀνδράσι σοφοῖς πρᾶγμα τῆς ἑαυτοῦ πόλεως ἐπιμέλειαν · τὰς δὲ ἐνούσας δυσκολίας καὶ τὰς χαλεπότητας ὑφεωρῶντο καὶ τῶν μὲν ἄγνοιαν, τῶν δὲ φθόνον, τῶν δὲ ἀγνωμοσύνην εἰ μή τις σοφὸς ὢν ἅμα δύναιτο τὴν τοῦ Ἡρακλέους ἔχειν ἰσχὺν καὶ δύναμιν · τοῦτο δὲ ἀδύνατον ἡγοῦντο.
47.4καίτοι τὸν Ἡρακλέα αὐτὸν ἀκούομεν τῆς μὲν Αἰγύπτου κρατῆσαι καὶ τῆς Λιβύης, ἔτι δὲ τῶν περὶ τὸν Εὔξεινον Πόντον οἰκούντων, καὶ Θρᾳκῶν καὶ Σκυθῶν, καὶ τὸ Ἴλιον ἑλεῖν μικρῷ στόλῳ παραβαλόντα καὶ πάντων ἄρξαντα τῶν ἐθνῶν τούτων καὶ καταστῆναι βασιλέα αὑτόν · ὁπότε δὲ εἰς Ἄργος ἀφίκοιτο, τὴν Αὐγέου κόπρον μεταφέρειν τοὺς ὄφεις θηρᾶν τὰς ὄρνιθας διώκειν, ἵνα μὴ ἐνοχλῶσι τοὺς ἐν Στυμφάλῳ γεωργούς, ἄλλα τοιαῦτα ποιεῖν φαῦλα καὶ ταπεινὰ προσταττόμενον · τελευταῖον δὲ εἰς Ἅιδου φασὶ πεμφθῆναι αὐτόν · οὕτω σφόδρα ἐπιεικῶς αὐτῷ χρῆσθαι τὸν πολίτην. τοὺς δὲ Ἀργείους καὶ Θηβαίους ἐπαινεῖν μὲν καὶ ἀγαπᾶν τὸν Ἡρακλέα, περιορᾶν δὲ ὑβριζόμενον.
47.5 μοι δοκεῖ διανοηθεὶς Ὅμηρος, οὐ μόνον ποιητὴς ἀγαθὸς ὤν, ἀλλὰ καὶ τῷ τρόπῳ φιλόσοφος, τὸν ἅπαντα ἀποδημεῖν χρόνον, ὥστε μηδένα γνῶναι τὴν πατρίδα αὐτοῦ, καὶ μᾶλλον, ὡς ἔοικεν, αἱρεῖσθαι πέντε καὶ εἴκοσι δραχμὰς προσαιτῶν λαμβάνειν, καὶ ταῦτα ὡς μαινόμενος, οἴκοι διάγειν. τοιγαροῦν ἅπαντες ὕστερον ἠμφεσβήτησαν ὑπὲρ αὐτοῦ. καὶ τὸ μὲν ἐκείνου ὄνομα παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις γιγνώσκεται, τὴν δὲ Ἴον οὐ δὲ ἀκηκόασιν οἱ πολλοὶ σχεδόν, εἴπερ ἦν Ἰήτης, καὶ τῆς Χίου οὐ πολύς ἐστι λόγος οὐ δὲ Κολοφῶνος · καίτοι ποιητὴν οὐ χείρονα Ὁμήρου παρέχεται, τὸν Ἀπόλλωνα. Πυθαγόρας δὲ ἐκ Σάμου μὲν ἔφυγεν ἑκὼν τυραννουμένης, παρὰ δὲ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, μάλιστα δὲ οἶμαι περὶ τὴν Ἰταλίαν, ἐτιμᾶτο ὡς θεός.
47.6τί οὖν; πάλαι τις ἤδη κάθηται λέγων, σὺ πρὸς Ὅμηρον καὶ Πυθαγόραν καὶ Ζήνωνα παραβάλλεις αὑτόν; μὰ Δί’οὐκ ἔγωγε, πλὴν ὅτι πᾶσι τοῖς φιλοσόφοις ἔδοξε χαλεπὸς ἐν τῇ πατρίδι βίος. ἐπεὶ τί οἴεσθε; οὐχὶ φιλεῖν τὰς πατρίδας, ἀλλὰ τὸν Ὅμηρον ὑπὲρ μὲν Ὀδυσσέως ὀδύρεσθαι καὶ φάσκειν αὐτὸν ἐθέλειν τὸν καπνὸν ἰδόντα τὸν ἐκ τῆς Ἰθάκης παραχρῆμα ἀποθανεῖν, αὐτὸν δὲ μὴ στέργειν τὴν αὑτοῦ πόλιν, ἀλλ’οὐ τὸν οἰκεῖον ἔρωτα καὶ τὴν ἐπιθυμίαν ὁμολογεῖν, ἣν εἶχε τῆς πατρίδος, ἐπ’ὀνόματι τοῦ Ὀδυσσέως;
47.7ὃς δὲ πάντα τὸν χρόνον ἔμεινεν ἐν τῇ πατρίδι, πράττων τι δοκοίη τοῖς πολίταις καὶ τοῖς νόμοις, εἰ μέν τι μέγα ὤνησε τοὺς Ἀθηναίους, οὐκ ἔχω εἰπεῖν · τὴν δὲ βλάβην ἐπίσταμαι τὴν γενομένην αὐτοῖς. ἔτι γὰρ νῦν ὀνειδίζονται περὶ Σωκράτους, ὡς οὔτε δικαίως οὔτε ὁσίως τῷ ἀνδρὶ προσενεχθέντες, καὶ πάντων αὐτοῖς τῶν ὕστερον γενομένων κακῶν ταύτην φασὶ συμβῆναι τὴν αἰτίαν.
47.8ταῦτα μὲν ἀκηκόατε ἄλλως παρὰ ἀνθρώπου πλάνητος καὶ ἀδολέσχου. δ’οὖν ἔφην, παραιτοῦμαι ὑμᾶς μηδένα ἀπαιτεῖν ἐν τῷ παρόντι παρ’ἐμοῦ λόγον μεγαλόφρονα καὶ σοφόν, ἀλλ’ἰδιωτικὸν καὶ φαῦλον, ὁποῖα καὶ τὰ πράγματά ἐστιν. εὖ δ’ἴστε, ὥσπερ προειλόμην σιγᾶν ἀφ’οὐ νῦν ἧκον, οὐκ ἂν ἐφθεγξάμην, εἰ μή τι ἀναγκαῖον συμβεβήκει. ἐγὼ γὰρ ἡψάμην πράγματος, μοι πολλῶν τῷ ὄντι πραγμάτων αἴτιον γέγονε καὶ θαυμαστῆς ἀηδίας. ὥστε πρότερον μὲν οὐκ ᾔδειν τὸ τῶν Θετταλίδων τί ποτέ ἐστι τὸ ἐφ’αὑτὰς τὴν σελήνην κατάγειν, νῦν δὲ ἐπιεικῶς ἔγνωκα.
47.9καὶ τὸν Ἀριστοτέλην ἐνίοτε ἐμακάριζον, ὅστις Σταγειρίτης ὤν τὰ δὲ Στάγειρα κώμη τῆς Ὀλυνθίας ἦν ἁλούσης δὲ Ὀλύνθου συγγενόμενος Ἀλεξάνδρῳ καὶ Φιλίππῳ διεπράξατο οἰκισθῆναι πάλιν τὸ χωρίον, καὶ μόνον αὐτὸν ἔφασκον εὐτυχῆσαι τὴν εὐτυχίαν ταύτην, ὥστε τῆς πατρίδος οἰκιστὴν γενέσθαι. μεταξὺ δὲ πρώην ἐνέτυχον ἐπιστολῇ τινι ἐν ἐστι μετανοῶν καὶ ὀδυρόμενος καὶ λέγων ὅτι τούτων τινὲς καὶ τὸν βασιλέα καὶ τοὺς ἀφικνουμένους σατράπας διαφθείρουσιν, ὥστε μηδὲν ἀγαθὸν γενέσθαι μη δὲ ὅλως κατοικισθῆναι τὴν πόλιν.
47.10ὅπου δὲ καὶ τοῦτο ἐλύπει τινάς, εἰ φυγάδες ὄντες καὶ ἀπόλιδες πατρίδα ἔξουσι καὶ πολιτεύσονται κατὰ νόμους ἐν ἐλευθερίᾳ, μᾶλλον δ’ᾑροῦντο διοικεῖσθαι κατὰ κώμας τοῖς βαρβάροις ὁμοίως σχῆμα πόλεως καὶ ὄνομα ἔχειν, ἦπου προσῆκε θαυμάζειν καὶ εἰ ἄλλο τι λυπεῖ τινας; δ’οὖν Ἀριστοτέλης ἐπιστέλλων γέγραφεν ὡς τοῖς πράγμασιν ἀπειρηκώς φησὶ γὰρ αἴρειν τοὺς δακτύλους κἀμὲ νομίζετε καὶ τοὺς ἰδίους δακτύλους αἴρειν καὶ εἴ τινές εἰσιν ἕτεροι.
47.11καὶ γὰρ δὴ πλεῖον ἴσχυσεν τῶν ἀνθρώπων ἐκείνων κακοδαιμονία τῆς τοῦ Ἀριστοτέλους σπουδῆς, ὥστε οὐκ εἴασαν προβῆναι τὸ κωμίον εἰς ἀξίωμα πόλεως, καὶ νῦν ἔτι ἀοίκητόν ἐστιν. ἀλλ’ὅπως μὴ καὶ τοῦτό μου διαβάλῃ τις, ὡς ἐγὼ Στάγειρα καὶ κώμην καλῶ τὴν πόλιν ταύτην · δύναμαι γὰρ ὀμόσας εἰπεῖν μηδεμίαν ἄλλην πόλιν ἐμοὶ κρείττω πεφηνέναι, κἂν εἰ μόνον εἶχε τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, ἐγὼ κατέλυσα τὰς πόλεις πορθῶν καὶ τὰς ἀκροπόλεις.
47.12ἵνα δ’οὖν μὴ ἐπιλάθωμαι οὗ χάριν ἀνέστην, ἁμάρτημα ἴσως ἥμαρτον ἀνθρώπινον. νῦν οὖν τίνα με βούλεσθε ὑποσχεῖν ζημίαν ἀντὶ τούτου τοῦ ἁμαρτήματος τί ποιεῖν; ἀξιῶ συμβούλους ὑμᾶς γενέσθαι · πότερον καθελεῖν με τὸ ἔργον ταῖς ἐμαυτοῦ δαπάναις τὸ γεγονὸς καὶ ποιῆσαι πάντα ὁποῖα ἦν πρότερον; ἀλλὰ ἴσως οὐ δυνήσομαι.
47.13 τί πρὸς θεῶν; εἴπατέ μοι. ἐγὼ μὲν γὰρ ᾤμην ὁρῶν τὰ τοιαῦτα πόλεις ἄλλας φιλοτιμουμένας, οὐ μόνον τὰς κατὰ τὴν Ἀσίαν λέγω καὶ Συρίαν καὶ Κιλικίαν, ἀλλὰ ταύτας τὰς ἀστυγείτονας καὶ πλησίον, τὴν τῶν Νικομηδέων, τὴν τῶν Νικαέων, τοὺς Καισαρεῖς τούτους, εὐγενεῖς μὲν ἀνθρώπους καὶ σφόδρα Ἕλληνας, πολὺ δὲ μικροτέραν τῆς ἡμετέρας οἰκούντας πόλιν, καὶ τοὺς πολιτευομένους παρ’ἑκάστοις, ἐὰν καὶ περὶ τῶν ἄλλων διαφέρωνται, τά γε τοιαῦτα ὁμοφρονοῦντας, καὶ τὸν αὐτοκράτορα τοιαῦτα ἐπιστέλλοντα τύχῃ τινί, ὅτι βούλεται πάντα τρόπον αὔξεσθαι τὴν πόλιν ὑμῶν ἐπιτρέψατε δὲ ἀναγνῶναι τὴν ἐπιστολήν, ἐπειδὴ τὴν τοῦ Ἀριστοτέλους μακρὸν ἦν καὶ περίεργον ᾤμην καὶ παρ’ὑμῖν ταῦτα ἔσεσθαι, καὶ μηδένα λυπήσεσθαι τῆς πόλεως κατασκευαζομένης.
47.14καὶ τοῦτό γε ἀπέβη τοιοῦτον · καὶ γὰρ ἔδοξεν ὑμῖν ταῦτα καὶ πολλὰ καὶ πολλάκις συνεισεφέρετε αὐτοὶ καὶ προεθυμεῖσθε. τί οὖν βούλεσθε; ἐγὼ γὰρ ὄμνυμι τοὺς θεοὺς ὑμῖν ἅπαντας, μὴν ἀντὶ τοῦ λυπεῖν ὑμᾶς τινας ὑμῶν δοκεῖν βαρὺς οὐκ ἂν ἑλοίμην ἴδιά μοι γενέσθαι τὰ Δαρείου βασιλεία τὰ Κροίσου τὴν οἰκίαν τὴν πατρῴαν τὴν ἐμὴν χρυσῆν τῷ ὄντι, ἀλλὰ μὴ ὥσπερ ὀνόματι μόνον τὴν τοῦ Νέρωνος καλοῦσιν.
47.15οὐ δὲ γὰρ ὄφελος οὐδὲν οἰκίας χρυσῆς, οὐ μᾶλλον χύτρας χρυσῆς τῆς πλατάνου τῆς ἐν Πέρσαις. πόλεως δὲ ὄφελος εὐπρεποῦς γιγνομένης, ἀέρα πλείονα λαμβανούσης, εὐρυχωρίαν, τοῦ μὲν θέρους σκιάν, τοῦ δὲ χειμῶνος ἥλιον ὑπὸ στέγῃ, ἀντὶ φαύλων καὶ ταπεινῶν ἐρειπίων οἰκήματα ὑψηλὰ καὶ μεγάλης πόλεως ἄξια · ἵνα ὥσπερ ἐπὶ τῶν εὐγενῶν πώλων καὶ σκυλάκων τὸ ἐσόμενον μέγεθος εἰκάζουσιν οἱ ὁρῶντες, ἐὰν τὰ κῶλα ὑψηλὰ καὶ μεγάλα, ἐὰν δὲ ταπεινὰ καὶ ἀναυξῆ, φασὶν ἀεί ποτε μένειν τοιαῦτα, οὕτως ἔχῃ καὶ περὶ τὴν ἡμετέραν πόλιν.
47.16ἀλλὰ τί μοι περὶ τούτων νῦν λέγειν; καλῶς μέ τις ἀηδόνα ἔφη τῶν σοφιστῶν, λοιδορῆσαι βουλόμενος · διὰ τοῦτο, ἐμοὶ δοκεῖν, ὅτι καὶ τὴν ἀηδόνα γλώσσαργόν φασιν οἱ ποιηταί. ἴσως δ’ἂν ὅμοιος εἴην τοῖς τέττιξι · καὶ γὰρ ἐκεῖνοι πρὸς τὸν ἥλιον διψῶντες ᾄδουσιν ὑπὸ ἀνοίας οὐδὲν ὠφελούμενοι. πλὴν τοσοῦτό γε μόνον οὐκ ἄξιον ἴσως παραλιπεῖν περὶ τῶν μνημάτων καὶ τῶν ἱερῶν, ὅτι τοὺς Ἀντιοχέας οὐκ εἰκός ἐστιν οὐδενὸς ἅψασθαι τοιούτου · πολὺ γὰρ πλείω τόπον ἐποίουν τοῦ παρ’ἡμῖν, ὧν πόλις ἓξ καὶ τριάκοντα σταδίων ἐστὶ τὸ μῆκος καὶ στοὰς ἑκατέρωθεν πεποιήκασιν · οὐ δὲ τοὺς Ταρσεῖς οὐ δὲ μὴν Νικομηδεῖς, οἳ ἐψηφίσαντο τὰ μνήματα μεταίρειν.
47.17 δὲ Μακρῖνος, ὃν εὐεργέτην ἀνεγράψατε τῆς πόλεως, τὸ Προυσίου τοῦ βασιλέως μνημεῖον μετήνεγκεν ἐκ τῆς ἀγορὰς καὶ τὸν ἀνδριάντα. οὐδεὶς γάρ ἐστι παρ’ἐκείνοις φιλόπολις ἀνὴρ οὐ δὲ ἐπιμελὴς περὶ τοὺς θεούς · ἀλλὰ παρά γε ἡμῖν ἦσαν πολλοί. πλὴν ταῦτα μὲν ὅπως ποτὲ δοκεῖ. τί γὰρ ἐμοὶ τῆς ἐνθάδε στοάς; ὥσπερ οὐκ ἔχοντά με ὅποι βούλομαι περιπατεῖν, τὴν Ποικίλην Ἀθήνησι, τὴν Περσικὴν ἐν Λακεδαίμονι, τὰς ἐν τῇ Ῥώμῃ τὰς χρυσᾶς, ἐν ταῖς τῶν Ἀντιοχέων, τῶν Ταρσέων, μετὰ πλείονος τιμῆς, μόνον ἐξιόντα με καὶ περιπατήσοντα, τῶν δὲ ἄλλων οὐδένα πολιτῶν. ἀλλ’οὔτε γυμνάσιον ἐν πόλει μόνος οὐδεὶς ἔχει γυμναζόμενος οὔτε στοὰν οὔτε βαλανεῖον οὔτε ἄλλο τῶν δημοσίων οὐδέν. ἐγὼ τετύφωμαι καὶ ἀνόητός εἰμι.
47.18πλὴν γε ἠξίωσα, συμβουλεύσατέ μοι. ὡς ἐγὼ βουλόμενος ὑμῖν ἀρέσκειν πάντα τρόπον ἀπορῶ. νῦν γὰρ ἐὰν ἅπτωμαι τοῦ πράγματος καὶ σπουδάζω γίγνεσθαι τὸ ἔργον, τυραννεῖν μέ φασί τινες καὶ κατασκάπτειν τὴν πόλιν καὶ τὰ ἱερὰ πάντα. δῆλον γὰρ ὅτι ἐνέπρησα τὸν νεὼ τοῦ Διός. καίτοι τοὺς ἀνδριάντας ἐκ τοῦ μύκωνος ἐρρυσάμην, καὶ νῦν ἐν τῶν φανερωτάτῳ κεῖνται τῆς πόλεως. ἐὰν δὲ τὴν ἡσυχίαν ἄγω, μὴ βουλόμενος μηδένα στένειν μη δὲ προσκρούειν μηδενί, βοᾶτε ὑμεῖς, γιγνέσθω τὸ ἔργον καθαιρέσθω τὸ γεγονός · ὥσπερ ἐμοὶ τοῦτο προφέροντες καὶ ὀνειδίζοντες.
47.19τί οὖν βούλεσθέ με ποιεῖν; γὰρ ἂν εἴπητε, τοῦτο ποιήσω καὶ περὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἀντερῶ, οὐ δὲ ἂν τις ἔργον πεποιηκὼς ὑπὲρ οὗ λόγον μὴ δέδωκεν, οὐ δ’ἂν ἔτι ποιῶν καὶ χρήματα λαμβάνων ἀεὶ παρὰ τῶν κατ’ἔτος ἀρχόντων, ὥσπερ εἰς τὸν ἄπληστον πίθον τάδε ληψόμενος, οὐ δὲ ἂν ἄλλο τι γίγνηται · τί γὰρ ἐμοὶ τούτων; διὰ μὲν γὰρ τῆς στοὰς οὐ διελεύσομαι, σαφῶς ἴστε. ἀλλὰ ποιεῖν καὶ προσιέναι καὶ παρακαλεῖν τὸν ἀνθύπατον, ὅπως πρᾴως καὶ πρὸς δύναμιν εἰσπράττῃ τοὺς ὑπεσχημένους; καὶ τοῦτο ἕτοιμος ποιεῖν οὐ μόνον, ἀλλὰ καὶ αὐτὸς συμβάλλεσθαι μέρος τῆς ὑποσχέσεως, ὥστε κουφίζεσθαι τοὺς ἄλλους.
47.20μόνον ἕν τι προστάξατε · εἰ δὲ μή, τὴν ἡσυχίαν ἔξω βοώντων ὑμῶν, μᾶλλον δὲ ἄπειμι. οὐ γὰρ ὥσπερ ἀλώπηξ καταφαγοῦσα τὰ κρέα οὐκ ἐδύνατο ἐξελθεῖν ἐκ τῆς δρυὸς διὰ τὸ ἐμπλησθῆναι, κἀμοὶ ἐξελθεῖν διὰ τοῦτο χαλεπόν · πολὺ γὰρ γέγονα λεπτότερος ὅτε εἰσῆλθον. καὶ πρὸς θεῶν μή μοι νομίζετε χαρίζεσθαι περὶ τῆς στοὰς ἐπιβοῶντες. ἐμοὶ γὰρ εἷς ἀνήρ ἐστιν χαριζόμενος ἐν τῇ πόλει σχεδόν, ὡς ἐγὼ ἀκούω, καὶ μάλιστα προνοῶν τῶν ἐμοὶ συμφερόντων · καὶ οὔτε φίλος οὔτε συγγενὴς οὕτως οὐδεὶς ἐμοῦ κήδεται. σκοπεῖτε δὲ εἰ δόξει καλῶς ὑμῖν ὑπὲρ ἐμοῦ λογίζεσθαι καί με ἀγαπᾶν, ὃς πρῶτον οἴεταί με δεῖν πολλὰ κινδυνεύσαντα καὶ πονήσαντα τὴν ἡσυχίαν ἐνθάδε ἄγειν καὶ τοῖς ἐμαυτοῦ προσέχειν καὶ μήτε ἡγεμόνας θεραπεύειν μήτε ἄλλην ἀσχολίαν μηδεμίαν ἔχειν ·
47.21ἔπειτα σμικρόν τι μέρος εὑρηκότα τῆς οὐσίας, καὶ πρὸς ταῖς πρότερον βλάβαις ἔτι καὶ τῆς ἀδελφῆς ἀποθανούσης ὠφεληθέντα μὲν μηδέν, ἀπολέσαντα δὲ πάντα ὅσα τῶν ἐμῶν εἶχε, δανεισάμενόντε ὥστε τὰ χωρία πρίασθαι, τοῦτο ἀποδοῦναι τὸ χρέος καὶ τὰ πρότερον ὀφειλόμενα, καὶ μὴ στοὰν οἰκοδομεῖν μη δὲ ἀναλίσκειν παρὰ δύναμιν ·
47.22ἔπειτα συνηθείας οὔσης μοι πρὸς τὸν αὐτοκράτορα, ἴσως δὲ καὶ φιλίας, καὶ πρὸς ἄλλους πολλοὺς τοὺς δυνατωτάτους σχεδόν τι Ῥωμαίων, ἐκείνοις συνεῖναι τιμώμενον καὶ θαυμαζόμενον, ἀλλὰ μὴ παρ’ὑμῖν πρὸς τὸν δεῖνα τὸν δεῖνα ἐξεταζόμενον · εἰ δὲ ἄρα ἀποδημῶν ἥδομαι, τὰς μεγίστας πόλεις ἐπιέναι μετὰ πολλοῦ ζήλου καὶ φιλοτιμίας παραπεμπόμενον, χάριν εἰδότων μοι παρ’οὓς ἂν ἀφίκωμαι καὶ δεομένων λέγειν καὶ συμβουλεύειν καὶ περὶ τὰς ἐμὰς θύρας ἰόντων ἐξ ἑωθινοῦ, μηδὲν ἀναλώσαντα μη δὲ προστιθέντα, ὥστε θαυμάζειν ἅπαντας καὶ τυχὸν ἂν εἰπεῖν τινας, πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών κε πόλιν καὶ δῆμον ἵκηται ·
47.23ἀλλὰ μὴ δαπανᾶν μὲν ἐξ ὀλίγων ὑπαρχόντων, ἀσχολεῖσθαι δὲ ἀσχολίας ἀνωφελεῖς, τὸ δὲ σῶμα, θεραπείας δεόμενον καὶ πολλῆς προσοχῆς, καταφθείρειν ἀμελοῦντα, τὴν δὲ ψυχὴν τοσοῦτον χρόνον ἐᾶν ἄγευστον φιλοσοφίας καὶ τῶν τοιούτων μαθημάτων, πρὸς δὲ τὸν δεῖνα ἐξετάζεσθαι τὸν δεῖνα καὶ κακῶς ἀκούειν ἐνίοτε καὶ δάκνεσθαι. πρὸς θεῶν ταῦτα ὑπὲρ ἐμοῦ φροντίζων καὶ διαλεγόμενος οὐχ οὗτός ἐστιν ἀνθρώπων ἁπάντων εὐνούστατος ἐμοὶ καὶ μάλιστα ὑπὸ ἐμοῦ φιλεῖσθαι δίκαιος; ὅταν δὲ ἀκούω λέγειν τινὰ ὡς περὶ τυράννου, παράδοξον ἐμοὶ φαίνεται καὶ γελοῖον.
47.24ἐγὼ γὰρ ἐπίσταμαι τῶν τυράννων ἔργα τοιαῦτα, μοιχεύειν γυναῖκας ἀλλοτρίας καὶ διαφθείρειν παῖδας, ἀνθρώπους ἐλευθέρους τύπτειν καὶ αἰκίζεσθαι πάντων ὁρώντων, τοὺς δὲ καὶ στρεβλοῦν, οἷον εἰς ζέοντα λέβητα καθιέντας, ἄλλους δὲ καταπιττοῦν · ὧν οὐδὲν ἐφὼ ποιῶ · ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι πρεσβυτέρα τὴν ἡλικίαν οὖσα καὶ μάχλος ἠνάγκαζε συγγίγνεσθαί τινας ἑαυτῇ. τῶν δὲ τυράννων τὸν δεῖνα ἀκήκοα ταὐτὰ ποιοῦντα, πρεσβύτην θρασύν.
47.25ὧν τί πρὸς ἐμέ ἐστιν; ὅτι τὴν οἰκίαν οἰκοδομῶ πολυτελῶς, ἀλλ’οὐκ ἕω πίπτειν; ὅτι πορφύραν αὐτὸς ἠμφίεσμαι, ἀλλ’οὐ φαῦλον τριβώνιον; ἀλλ’ὅτι κομῶ καὶ γένεια ἔχω; τοῦτο δ’ἴσως οὐ τυραννικόν ἐστιν, ἀλλὰ βασιλικόν. ἔφη δ’οὖν τις ὅτι καὶ τὸ κακῶς ἀκούειν καλῶς ποιοῦντα καὶ τοῦτο βασιλικόν ἐστιν.