Orations, Oration 2
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
2.1λέγεταί ποτε Ἀλέξανδρον τῷ πατρὶ Φιλίππῳ μειράκιον ὄντα διαλεχθῆναι περὶ Ὁμήρου μάλα ἀνδρείως καὶ μεγαλοφρόνως · οἱ δὲ αὐτοὶ λόγοι οὗτοι σχεδόν τι καὶ περὶ βασιλείας ἦσαν. ἐτύγχανε μὲν γὰρ ὁ Ἀλέξανδρος στρατευόμενος ἤδη μετὰ τοῦ πατρός, καίτοι τοῦ Φιλίππου κωλύοντος · ὁ δὲ οὐχ οἷόςτ’ἦν κατέχειν αὑτὸν, ὥσπερ οἱ γενναῖοι σκύλακες οὐχ ὑπομένουσιν ἀπολείπεσθαι τῶν ἐπὶ θήραν ἐξιόντων, ἀλλὰ ξυνέπονται πολλάκις ἀπορρήξαντες τὰ δεσμά. 2.2ἐνίοτε μὲν οὖν ταράττουσιν ἐν τῷ ἔργῳ διὰ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν φθεγγόμενοι πρὸ τοῦ καιροῦ καὶ τὸ θηρίον ἀνιστάντες · ἐνίοτέ γε μὴν εἷλον αὐτοὶ προπηδήσαντες. τοιαῦτα ἐκεῖνος ἔπασχε τὸ πρῶτον, ὥστε καὶ τῆς ἐν Χαιρωνείᾳ μάχηςτε καὶ νίκης φασὶν αὐτὸν αἴτιον γενέσθαι, τοῦ πατρὸς ὀκνοῦντος τὸν κίνδυνον. τότε δ’οὖν ἀπὸ στρατείας ἥκοντες ἐν Δίῳ τῆς Πιερίας ἔθυον ταῖς Μούσαις, καὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἐτίθεσαν, ὅν φασιν ἀρχαῖον εἶναι παρ’αὐτοῖς. 2.3ἤρετο οὖν αὐτὸν ὁ Φίλιππος ἐν τῇ συνουσίᾳ, “διὰ τί ποτε, ὦ παῖ, σφόδρα οὕτως ἐκπέπληξαι τὸν Ὅμηρον ὥστε διατρίβεις περὶ μόνον τῶν ποιητῶν. ἐχρῆν μέντοι μη δὲ τῶν ἄλλων ἀμελῶς ἔχειν. σοφοὶ γὰρ οἱ ἄνδρες”. καὶ ὁ Ἀλέξανδρος ἔφη, “ὅτι δοκεῖ μοι, ὦ πάτερ, οὐ πᾶσα ποίησις βασιλεῖ πρέπειν, ὥσπερ οὐ δὲ στολή. 2.4τὰ μὲν οὖν ἄλλα ποιήματα ἔγωγε ἡγοῦμαι τὰ μὲν συμποτικὰ αὐτῶν, τὰ δὲ ἐρωτικά, τὰ δὲ ἐγκώμια ἀθλητῶντε καὶ ἵππων νικώντων, τὰ δ’ἐπὶ τοῖς τεθνεῶσι θρήνους, τὰ δὲ γέλωτος ἕνεκεν ἢ λοιδορίας πεποιημένα, ὥσπερ τὰ τῶν κωμῳδοδιδασκάλων καὶ τὰ τοῦ Παρίου ποιητοῦ · 2.5ἴσως δέ τινα αὐτῶν καὶ δημοτικὰ λέγοιτ’ἄν, συμβουλεύοντα καὶ παραινοῦντα τοῖς πολλοῖς καὶ ἰδιώταις, καθάπερ οἶμαι τὰ Φωκυλίδου καὶ Θεόγνιδος · ἀφ’ὧν τί ἂν ὠφεληθῆναι δύναιτο ἀνὴρ ἡμῖν ὅμοιος, πάντων μὲν κρατέειν ἐθέλων, πάντεσσι δ’ἀνάσσειν; 2.6τὴν δέ γε Ὁμήρου ποίησιν μόνην ὁρῶ τῷ ὄντι γενναίαν καὶ μεγαλοπρεπῆ καὶ βασιλικήν, ᾗ πρέπει τὸν νοῦν προσέχειν ἄνδρα μάλιστα μὲν ἄρξειν μέλλοντα τῶν ὅποι ποτὲ ἀνθρώπων, εἰ δὲ μή, τῶν πλείστων καὶ φανερωτάτων, ἀτεχνῶς γε ἐσόμενον κατ’ἐκεῖνον ποιμένα λαῶν. ἢ πῶς οὐκ ἄτοπον ἵππῳ μὲν μὴ ἐθέλειν ἢ τῷ ἀρίστῳ χρῆσθαι τὸν βασιλέα, τῶν δὲ ποιητῶν καὶ τοῖς ἥττοσιν ἐντυγχάνειν, ὥσπερ σχολὴν ἄγοντα; 2.7εὖ ἴσθι, ἔφη, ὦ πάτερ, ἐγὼ οὐ μόνον ποιητὴν ἕτερον, ἀλλ’οὐ δὲ μέτρον ἄλλο ἢ τὸ Ὁμήρου ἡρῷον ἀκούων ἀνέχομαι”. πάνυ οὖν ὁ Φίλιππος αὐτὸν ἠγάσθη τῆς μεγαλοφροσύνης, ὅτι δῆλος ἦν οὐδὲν φαῦλον οὐ δὲ ταπεινὸν ἐπινοῶν, ἀλλὰ τοῖςτε ἥρωσι καὶ τοῖς ἡμιθέοις παραβαλλόμενος. 2.8ὅμως δὲ κινεῖν αὐτὸν βουλόμενος, “τὸν δὲ Ἡσίοδον”, ὦ Ἀλέξανδρε, “ὀλίγου ἄξιον κρίνεις, ἔφη, ποιητήν”; “οὐκ ἔγωγε”, εἶπεν, “ἀλλὰ τοῦ παντός, οὐ μέντοι βασιλεῦσιν οὐ δὲ στρατηγοῖς ἴσως”. “ἀλλὰ τίσι μήν”; καὶ ὁ Ἀλέξανδρος γελάσας, “τοῖς ποιμέσιν”, ἔφη, “καὶ τοῖς τέκτοσι καὶ τοῖς γεωργοῖς. τοὺς μὲν γὰρ ποιμένας φησὶ φιλεῖσθαι ὑπὸ τῶν Μουσῶν, τοῖς δὲ τέκτοσι μάλα ἐμπείρως παραινεῖ πηλίκον χρὴ τὸν ἄξονα τεμεῖν, καὶ τοῖς γεωργοῖς, ὁπηνίκα ἄρξασθαι πίθου”. 2.9“τί οὖν; οὐχὶ ταῦτα χρήσιμα”, ἔφη, “τοῖς ἀνθρώποις”, ὁ Φίλιππος; “οὐχ ἡμῖν γε”, εἶπεν, “ὦ πάτερ, οὐ δὲ Μακεδόσι τοῖς νῦν, ἀλλὰ τοῖς πρότερον, ἡνίκα νέμοντες καὶ γεωργοῦντες Ἰλλυριοῖς ἐδούλευον καὶ Τριβαλλοῖς”. “οὐ δὲ τὰ περὶ τὸν σπόρον”, ἔφη, “καὶ τὸν ἀμητόν”, ὁ Φίλιππος, “ἀρέσκει σοι τοῦ Ἡσιόδου μεγαλοπρεπῶς οὕτως εἰρημένα”; Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθ’ἀμητοῦ, ἀρότοιο δὲ δυσομενάων. 2.10“πολύ γε μᾶλλον”, εἶπεν ὁ Ἀλέξανδρος, “τὰ παρ’Ὁμήρῳ γεωργικά”. “καὶ ποῦ περὶ γεωργίας εἴρηκεν Ὅμηρος”; ἤρετο ὁ Φίλιππος, “ἢ τὰ ἐν τῇ ἀσπίδι μιμήματα λέγεις τῶν ἀρούντων καὶ θεριζόντων καὶ τρυγώντων”; “ἥκιστά γε”, εἶπεν ὁ Ἀλέξανδρος, “ἀλλὰ ἐκεῖνα πολὺ μᾶλλον” · οἱ δ’ὥστ’ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ’ἄρουραν πυρῶν ἢ κριθῶν · τὰ δὲ δράγματα ταρφέα πίπτει · ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ἀλλήλοισι θορόντες δῄουν, οὐ δ’ἕτεροι μνώοντ’ὀλοοῖο φόβοιο. 2.11“ταῦτα μέντοι ποιῶν Ὅμηρος ἡττᾶτο ὑπὸ Ἡσιόδου”, ὁ Φίλιππος εἶπεν · “ἢ οὐκ ἀκήκοας τὸ ἐπίγραμμα τὸ ἐν Ἑλικῶνι ἐπὶ τοῦ τρίποδος · Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ’ἀνέθηκεν ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον”; 2.12“καὶ μάλα δικαίως”, εἶπεν ὁ Ἀλέξανδρος, “ἡττᾶτο · οὐ γὰρ ἐν βασιλεῦσιν ἠγωνίζετο, ἀλλ’ἐν γεωργοῖς καὶ ἰδιώταις, μᾶλλον δὲ ἐν ἀνθρώποις φιληδόνοις καὶ μαλακοῖς. τοιγαροῦν ἠμύνατο τοὺς Εὐβοέας διὰ τῆς ποιήσεως Ὅμηρος”. “πῶς”; ἤρετο θαυμάσας ὁ Φίλιππος. “ὅτι μόνους αὐτοὺς τῶν Ἑλλήνων περιέκειρεν αἴσχιστα, κομᾶν ὄπισθεν ἀφεὶς ὥσπερ οἱ νῦν τοὺς παῖδας τοὺς ἁπαλούς”. 2.13καὶ ὁ Φίλιππος γελάσας λέγει, “ὁρᾷς”, ἦ δ’ὃς, “ὦ Ἀλέξανδρε, ὅτι δεῖ μὴ λυπεῖν τοὺς ἀγαθοὺς ποιητὰς μη δὲ τοὺς δεινοὺς συγγραφέας, ὡς κυρίους ὄντας ὅ τι βούλονται περὶ ἡμῶν λέγειν”. “οὐ πάντως”, εἶπε, “κυρίους. τῷ γοῦν Στησιχόρῳ ψευσαμένῳ κατὰ τῆς Ἑλένης οὐ συνήνεγκεν. ὁ μέντοι Ἡσίοδος, ὦ πάτερ, δοκεῖ μοι οὐ δὲ αὐτὸς ἀγνοεῖν τὴν ἑαυτοῦ δύναμιν ὅσον ἐλείπετο Ὁμήρου”. 2.14“πῶς λέγεις”; “ὅτι ἐκείνου περὶ τῶν ἡρώων ποιήσαντος αὐτὸς ἐποίησε Γυναικῶν κατάλογον, καὶ τῷ ὄντι τὴν γυναικωνῖτιν ὕμνησε, παραχωρήσας Ὁμήρῳ τοὺς ἄνδρας ἐπαινέσαι”. ἐκ τούτου δὲ ἤρετο ὁ Φίλιππος, “ἀλλὰ σύ, ὦ Ἀλέξανδρε, πότερον ἕλοιο ἂν Ἀγαμέμνων ἢ Ἀχιλλεὺς ἢ ἐκείνων τις γεγονέναι τῶν ἡρώων ἢ Ὅμηρος”; 2.15“οὐ μέντοι”, ἦ δ’ὃς ὁ Ἀλέξανδρος, “ἀλλὰ ὑπερβάλλειν πολὺ τὸν Ἀχιλλέα καὶ τοὺς ἄλλους. οὔτε γὰρ σὲ χείρονα νομίζω τοῦ Πηλέως οὔτε τῆς Φθίας ἀσθενεστέραν τὴν Μακεδονίαν οὔτε τὸν Ὄλυμπον ἀδοξότερον ὄρους τοῦ Πηλίου φαίην ἄν · ἀλλὰ μὴν οὐ δὲ παιδείας φαυλοτέρας ἐπιτετύχηκα ὑπ’Ἀριστοτέλους ἢ ἐκεῖνος ὑπὸ Φοίνικος τοῦ Ἀμύντορος, φυγάδος ἀνδρὸς καὶ διαφόρου τῷ πατρί. πρὸς δὲ αὖ τούτοις ὁ μὲν Ἀχιλλεὺς ὑπήκουεν ἑτέροις, καὶ πέμπεται μετὰ μικρᾶς δυνάμεως οὐ κύριος ἀλλ’ἄλλῳ συστρατευσόμενος · ἐγὼ δὲ οὐκ ἄν ποτε ὑπὸ ἀνθρώπων οὐδενὸς βασιλευθείην”. 2.16καὶ ὁ Φίλιππος μικροῦ παροξυνθείς, “ἀλλ’ὑπ’ἐμοῦ γε βασιλεύῃ, ὦ Ἀλέξανδρε”. “οὐκ ἔγωγε”, εἶπεν · “οὐ γὰρ ὡς βασιλέως, ἀλλ’ὡς πατρὸς ἀκούω σου”. “οὐ δήπου καὶ θεᾶς φήσεις μητρὸς γεγονέναι σεαυτόν, ὥσπερ ὁ Ἀχιλλεύς”; εἶπεν ὁ Φίλιππος, “ἢ Ὀλυμπιάδα συμβαλεῖν ἀξιοῖς Θέτιδι”; καὶ ὁ Ἀλέξανδρος ἡσυχῇ μειδιάσας, “ἐμοὶ μέν”, εἶπεν, “ὦ πάτερ, ἀνδρειοτέρα δοκεῖ πασῶν τῶν Νηρηίδων”. 2.17ἐνταῦθα ὁ Φίλιππος γελάσας, “οὐκ ἀνδρειοτέρα μόνον”, ἔφη, “ὦ παῖ, ἀλλὰ καὶ πολεμικωτέρα. ἐμοὶ γοῦν οὐ παύεται πολεμοῦσα”. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἅμα σπουδῇ ἐπαιξάτην. πάλιν δὲ ἤρετο αὐτὸν ὁ Φίλιππος, “ἀλλὰ τὸν Ὅμηρον οὕτω σφόδρα, ὦ Ἀλέξανδρε, θαυμάζων, πῶς ὑπερορᾷς αὐτοῦ τὴν σοφίαν”; “ὅτι”, ἔφη, “καὶ τοῦ Ὀλυμπίασι κήρυκος ἥδιστ’ἂν ἀκούοιμι φθεγγομένου μέγα καὶ σαφές, οὐ μέντοι κηρύττειν ἐβουλόμην αὐτὸς ἑτέρους νικῶντας, ἀλλὰ πολὺ μᾶλλον κηρύττεσθαι”. 2.18ταῦτα δὲ λέγων ἐποίει φανερὸν ὅτι τὸν μὲν Ὅμηρον ἐνόμιζε δαιμόνιον καὶ θεῖον τῷ ὄντι κήρυκα τῆς ἀρετῆς, αὑτὸν δὲ καὶ τοὺς ἄνδρας ἐκείνους ἀθλητάςτε καὶ ἀγωνιστὰς τῶν καλῶν ἔργων ἡγεῖτο. “οὐδὲν μέντοι ἄτοπον”, εἶπεν, “ὦ πάτερ, εἰ καὶ ποιητὴς ἀγαθὸς εἴην παρεχούσης τῆς φύσεως · ἐπεί τοι καὶ ῥητορικῆς δέοι ἂν τῷ βασιλεῖ. σὺ γοῦν ἀντιγράφειν πολλάκις ἀναγκάζει καὶ ἀντιλέγειν Δημοσθένει, μάλα δεινῷ ῥήτορι καὶ γόητι, καὶ τοῖς ἄλλοις τοῖς Ἀθήνησι πολιτευομένοις”. 2.19“καὶ ἐβουλόμην γε”, εἶπεν ὁ Φίλιππος παίζων, “παραχωρῆσαι Ἀθηναίοις Ἀμφιπόλεως ἀντὶ τῆς Δημοσθένους δεινότητος. ἀλλὰ πῶς Ὅμηρον οἴει διανοεῖσθαι περὶ ῥητορικῆς”; “δοκεῖ μοι”, ἔφη, “τὸ πρᾶγμα θαυμάζειν, ὦ πάτερ. οὐ γὰρ ἂν τῷτε Ἀχιλλεῖ διδάσκαλον λόγων ἐπήγετο τὸν Φοίνικα (φησὶ γοῦν πεμφθῆναι αὐτὸν ὑπὸ τοῦ πατρὸς μύθωντε ῥητῆρ’ἔμεναι πρηκτῆράτε ἔργων). 2.20τῶντε ἄλλων τοὺς ἀρίστους καὶ βασιλικωτάτους ἐποίησεν ἐσπουδακότας οὐχ ἧττον περὶ τὴν τοιαύτην δύναμιν, τόντε Διομήδην καὶ Ὀδυσσέα καὶ Νέστορα, τοῦτον μὲν ὑπερβάλλοντα τῇτε συνέσει καὶ τῇ πειθοῖ. φησὶ γοῦν ἐν ἀρχῇ τῆς ποιήσεως, τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή · 2.21ὥστε καὶ τὸν Ἀγαμέμνονα εὔχεσθαι δέκα γέροντας αὐτῷ τοιούτους εἶναι μᾶλλον συμβούλους ἢ νεανίσκους οἷος ὅτ’Αἴας καὶ ὁ Ἀχιλλεύς, ὡς θᾶττον ἂν ἁλούσης τῆς Τροίας. καὶ μὴν τὸ μέγεθος τῆς περὶ τοὺς λόγους χρείας ἐδήλωσεν ἐν ἑτέρῳ. 2.22τῶν γὰρ Ἑλλήνων διὰ τὸ μῆκος τοῦ πολέμου καὶ τὴν χαλεπότητα τῆς πολιορκίας, ἔτι δὲ οἶμαι διὰ τὴν ἐπιλαβοῦσαν νόσον καὶ τὴν στάσιν τῶν βασιλέων τοῦτε Ἀγαμέμνονος καὶ τοῦ Ἀχιλλέως, ἀπειρηκότων ἤδη πρὸς τὴν στρατείαν, πρὸς δὲ αὖ τούτοις δημαγωγοῦ τινος ἐπαναστάντος αὐτοῖς καὶ ταράξαντος τὴν ἐκκλησίαν, τὸ πλῆθος ὥρμησεν ἐπὶ τὰς ναῦς, καὶ παραχρῆμα ἐμβάντες ἐβούλοντο φεύγειν, οὐδενὸς δυναμένου κατασχεῖν, οὐ δὲ τοῦ Ἀγαμέμνονος ἔχοντος ὅ τι χρήσεται τοῖς παροῦσι πράγμασιν. 2.23οὐκοῦν ἐνταῦθα μόνος αὐτοὺς ἐδυνήθη μετακαλέσαι καὶ μεταβαλεῖν Ὀδυσσεύς, καὶ τέλος ἔπεισε δημηγορῶν μετὰ τοῦ Νέστορος μένειν. ὥστε τοῦτο μὲν τὸ ἔργον φανερῶς τῶν ῥητόρων ἐγένετο. 2.24πολλὰ δ’ἄν τις ἐπιδείξειε καὶ ἕτερα. φαίνεται δ’οὐ μόνον Ὅμηρος, ἀλλὰ καὶ Ἡσίοδος οὕτω φρονῶν, ὡς φιλοσοφίαςτε ἅμα καὶ ῥητορικῆς τῆς ἀληθοῦς τῷ βασιλεῖ προσῆκον, ἐν οἷς φησι περὶ Καλλιόπης, ἣ γὰρ καὶ βασιλεῦσιν ἅμ’αἰδοίοισιν ὀπηδεῖ, ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόντε ἴδωσι διοτρεφέων βασιλήων. 2.25ἔπη μὲν οὖν ποιεῖν, ὦ πάτερ, ἢ λόγους πεζοὺς συγγράφειν, ὁποίας σὺ τὰς ἐπιστολάς, ἀφ’ὧν σφόδρα σέ φασιν εὐδοκιμεῖν, οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν, εἰ μή γε νέοις οὖσιν ἔτι καὶ σχολὴν ἄγουσιν, ὥσπερ καὶ σὲ λέγουσιν ἐν Θήβαις διαπονῆσαι τὰ περὶ τοὺς λόγους · 2.26οὐ δ’αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον αὐτοῖς τοῖς ἔργοις φιλάνθρωπον ἦθος καὶ πρᾷον καὶ δίκαιον, ἔτι δὲ ὑψηλὸν καὶ ἀνδρεῖον, καὶ μάλιστα δὴ χαίροντα εὐεργεσίαις, ὅπερ ἐστὶν ἐγγυτάτω τῆς τῶν θεῶν φύσεως · τῶν γε μὴν λόγων ἡδέως ἀκούοντα τῶν ἐκ φιλοσοφίας, ὁπόταν καιρός, ἅτε οὐκ ἐναντίων φαινομένων, ἀλλὰ συμφώνων τοῖς αὑτοῦ τρόποις · 2.27τέρπεσθαι δὲ ποιήσει καὶ προσέχειν τὸν νοῦν οὐχ ἁπάσῃ, τῇ δὲ καλλίστῃ καὶ μεγαλοπρεπεστάτῃ, συμβουλεύσαιμ’ἂν τῷ γενναίῳ καὶ βασιλικῷ τὴν ψυχήν, οἵαν μόνην ἴσμεν τὴν Ὁμήρου καὶ τῶν Ἡσιόδου τὰ τοιαῦτα, καὶ εἴ τις ἄλλο τι λέγει χρηστόν”. 2.28“οὐ δὲ γὰρ μουσικήν”, ἔφη, “πᾶσαν μανθάνειν ἐθέλοιμ’ἄν, ἀλλὰ κιθάρᾳ μόνον ἢ λύρᾳ χρῆσθαι πρὸς θεῶν ὕμνους καὶ θεραπείας, ἔτι δὲ οἶμαι τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ἐπαίνους · οὐ δέ γε ᾄδειν τὰ Σαπφοῦς ἢ Ἀνακρέοντος ἐρωτικὰ μέλη πρέπον ἂν εἴη τοῖς βασιλεῦσιν, ἀλλ’, εἴπερ ἄρα, τῶν Στησιχόρου μελῶν ἢ Πινδάρου, ἐὰν ᾖ τις ἀνάγκη. 2.29τυχὸν δὲ καὶ πρὸς τοῦτο ἱκανὸς Ὅμηρος”. “ἦ γάρ”, εἶπεν ὁ Φίλιππος, “πρὸς κιθάραν ἢ λύραν συμφωνῆσαί τινά σοι δοκεῖ ἂν τῶν Ὁμήρου”; καὶ ὁ Ἀλέξανδρος γοργὸν ἐμβλέψας ὥσπερ λέων, “ἐγὼ μέν”, εἶπεν, “ὦ πάτερ, οἶμαι πρέπειν πολλὰ τῶν Ὁμήρου ἐπῶν πρὸς σάλπιγγα ᾄδεσθαι, μὰ Δί’οὐ τὴν ἀνακαλοῦσαν, ἀλλὰ τὴν ἐποτρύνουσαν καὶ παρακελευομένην, οὐχ ὑπὸ γυναικείου χοροῦ λεγόμενα ἢ παρθένων, ἀλλ’ὑπὸ φάλαγγος ἐνόπλου, πολὺ μᾶλλον ἢ τὰ Τυρταίου παρὰ τοῖς Λάκωσιν”. 2.30ἐνταῦθα ἐπῄνεσεν ὡς καλῶς αὐτὸν εἰπόντα ὁ Φίλιππος καὶ ἀξίως τοῦ ποιητοῦ. “οὐκοῦν”, ἦ δ’ὅς, “καὶ τοῦτο, οὗπερ νῦν ἐμνήσθημεν, Ὅμηρος ἐπιδείκνυσιν. τὸν γοῦν Ἀχιλλέα πεποίηκεν ὑστερίζοντα ἐν τῷ στρατοπέδῳ τῶν Ἀχαιῶν οὐκ ἔκλυτα οὐ δὲ ἐρωτικὰ μέλη ᾄδοντα · καίτοι φησί γε ἐρᾶν αὐτὸν τῆς Βρισηίδος · ἀλλὰ κιθάρᾳ μὲν χρῆσθαι, μὰ Δί’οὐκ ὠνησάμενον οὐ δὲ οἴκοθεν ἄγοντα παρὰ τοῦ πατρός, ἀλλὰ ἐκ τῶν λαφύρων ἐξελόμενον, ὅτε εἷλε τὰς Θήβας καὶ τὸν Ἠετίωνα ἀπέκτεινε τὸν τοῦ Ἕκτορος κηδεστήν. 2.31τῇ ὅγε, φησί, θυμὸν ἔτερπεν · ἄειδε δ’ἄρα κλέα ἀνδρῶν; ὡς οὐδέποτε ἐκλανθάνεσθαι δέον τῆς ἀρετῆς οὐ δὲ τῶν εὐκλεῶν πράξεων, οὔτε πίνοντα οὔτε ᾄδοντα, τὸν γενναῖον ἄνδρα καὶ βασιλικὸν, ἀλλ’ἀεὶ διατελεῖν ἢ πράττοντα αὐτὸν μέγα τι καὶ θαυμαστὸν ἢ μεμνημένον τῶν ὁμοίων”. 2.32ταῦτα δὲ ἔλεγε πρὸς τὸν πατέρα, ἐπιδεικνύμενος τὴν αὑτοῦ διάνοιαν. καὶ γὰρ δὴ ἐτύγχανε τὸν μὲν Ὅμηρον ἀγαπῶν, τὸν Ἀχιλλέα δὲ οὐ μόνον ἐθαύμαζεν, ἀλλὰ καὶ ἐζηλοτύπει τῆς Ὁμήρου ποιήσεως, ὥσπερ οἱ καλοὶ παῖδες ζηλοτυποῦσι τοὺς καλοὺς ἐνίοτε, κρειττόνων ἐραστῶν τυγχάνοντας. τὸν δὲ Ἀγαμέμνονα οὐκ ἐμακάριζεν · 2.33ἤλπιζε γὰρ πολὺ πλειόνων ἄρξειν αὐτὸς ἢ ὁπόσων ἐκεῖνος. τῶν δὲ ἄλλων ποιητῶν οὐ σφόδρα ἐφρόντιζε. Στησιχόρου δὲ καὶ Πινδάρου ἐπεμνήσθη, τοῦ μὲν ὅτι μιμητὴς Ὁμήρου γενέσθαι δοκεῖ καὶ τὴν ἅλωσιν οὐκ ἀναξίως ἐποίησε τῆς Τροίας, τοῦ δὲ Πινδάρου διάτε τὴν λαμπρότητα τῆς φύσεως καὶ ὅτι τὸν πρόγονον αὐτοῦ καὶ ὁμώνυμον ἐπῄνεσεν Ἀλέξανδρον τὸν φιλέλληνα ἐπικληθέντα ποιήσας εἰς αὐτόν, ὀλβίων ἐπώνυμε Δαρδανιδᾶν. διὰ τοῦτο γὰρ καὶ Θήβας ὕστερον πορθῶν μόνην κατέλιπε τὴν οἰκίαν τὴν ἐκείνου κελεύσας ἐπιγράψαι, Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ κάετε. ἦπου πολλὴν ἠπίστατο χάριν τοῖς αὑτὸν ἐγκωμιάζουσι μὴ φαύλως, οὕτως ἄγαν φιλότιμος ὤν. 2.34“τί δέ”; εἶπεν ὁ Φίλιππος, “ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐ δὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις”; “οὐδαμῶς”, εἶπεν, “ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοιςτε καὶ ὅπλοις πολεμίων ἀνδρῶν · καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν · ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω, καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο. 2.35τῷ παντὶ γὰρ κρείττων οὗτος κόσμος τῶν ἱερῶν ἢ σμαράγδων καὶ σαρδίων καὶ ὀνύχων, οἷος ἦν ὁ Σαρδαναπάλου περὶ Νίνον. οὐ γὰρ βασιλέως τὰ τοιαῦτα φιλοτιμήματα οὐδαμῶς, ἀλλ’ἀνοήτου μὲν παίγνια κόρης, ἀκολάστου δὲ γυναικός. 2.36οὔκουν οὐ δὲ Ἀθηναίους οὕτως, ἔφη, ζηλῶ τῆς δαπάνης καὶ πολυτελείας τῆς περὶ τὴν πόλιν καὶ τὰ ἱερὰ ὅσον τῶν ἔργων ἃ ἔπραξαν οἱ πρότερον · τὸν γὰρ ἀκινάκην τὸν Μαρδονίου πολὺ σεμνότερον καὶ κρεῖττον ἀνάθημα ἔχουσιν καὶ τὰς Λακώνων ἀσπίδας τῶν ἐν Πύλῳ ποτὲ ἁλόντων ἢ τὰ προπύλαια τῆς ἀκροπόλεως καὶ τὸ Ὀλύμπιον ἀπὸ πλειόνων ἢ μυρίων ταλάντων”. 2.37“οὐκοῦν”, ἦ δ’ὃς ὁ Φίλιππος, “ἐνταῦθα τὸν Ὅμηρον οὐκ ἂν ἔχοις ἐπαινεῖν. τὰ γὰρ τοῦ Ἀλκίνου βασίλεια, ἀνδρὸς Ἕλληνος καὶ νησιώτου, διεκόσμησεν οὐ μόνον κήποις καὶ φυτοῖς καὶ ὕδασιν, ὡς ἥδιστα ἐνοικεῖν, ἀλλὰ καὶ ἀγάλμασι χρυσοῖς. ἔτι δὲ μᾶλλον τὴν τοῦ Μενελάου οἴκησιν, καὶ ταῦτα ἀπὸ στρατείας ἥκοντος, ἆρ’οὐ Περσικήν τινα καὶ Μηδικὴν ἐξηγεῖται, σχεδόντε οὐ πολὺ ἀποδέουσαν Σεμιράμιδος ἢ Δαρείουτε καὶ Ξέρξου τῶν βασιλείων; 2.38φησὶ γοῦν, ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ’ὑψερεφὲς Μενελάου κυδαλίμοιο χρυσοῦτ’ἠλέκτρουτε καὶ ἀργύρου ἠδ’ἐλέφαντος. 2.39τοῖς γὰρ Τρωικοῖς σκύλοις ἐχρῆν μᾶλλον λάμπειν αὐτὸ ἢ τούτοις κατά γε τὴν σὴν διάνοιαν”. καὶ ὁ Ἀλέξανδρος ἐπισχών, “οὐκ ἔγωγε”, εἶπε, “τὸν Ὅμηρον ἐάσειν μοι δοκῶ ἀναπολόγητον · ἴσως γὰρ πρὸς τὸν τοῦ Μενελάου τρόπον ἐποίησε τὰ βασίλεια, ὅν φησι μόνον εἶναι τῶν Ἀχαιῶν μαλθακὸν αἰχμητήν. 2.40σχεδὸν γὰρ οὖν ἔοικεν οὐ δὲ τῶν ἄλλων οὐδὲν μάτην ὁ ποιητὴς οὗτος λέγειν, ἀλλὰ καὶ στολὴν καὶ οἴκησιν καὶ δίαιταν πρὸς τὸ τῶν ἀνθρώπων ἦθος πολλάκις ἀπεικάζει. διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν ἄλσεσίτε καὶ ὀπώραις δι’ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς, ἐν νήσῳ καθ’αὑτὴν ἀπῳκισμένης · 2.41τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελον περιήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνωντε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐ δὲ ἀνίσου τοῦ χωρίου. πάντα γὰρ ταῦτα ὑπερφυῶς ἐρωτικὰ καὶ ἡδέα, κατὰ τὸν τρόπον οἶμαι τῆς θεᾶς. 2.42τὴν δέ γε τοῦ Μενελάου πολυχρήματον καὶ πολύχρυσον αὐλήν, καθάπερ οἶμαι τῶν Ἀσιαγενῶν τινος βασιλέων. καὶ γὰρ οὗτος ἦν οὐ μακρὰν τοῦτε Ταντάλου καὶ Πέλοπος, ὅθεν οἶμαι καὶ τὸν χορὸν Εὐριπίδης εἰς τοῦτο αἰνιττόμενον πεποίηκεν ἐν τῇ προσόδῳ τοῦ βασιλέως, Μενέλαος δὲ πολὺ δ’ἁβροσύνῃ δῆλος ὁρᾶσθαι τοῦ Τανταλιδᾶν ἐξ αἵματος ὤν. 2.43οὐ μὴν τήν γε τοῦ Ὀδυσσέως οἴκησιν οὐδαμῶς τούτοις ὁμοίαν, ἀλλ’ὡς ἂν ἀσφαλοῦς ἀνδρὸς πεποίηκε πρὸς αὐτὸ τοῦτο παρεσκευασμένην. λέγει γὰρ οὕτως · ἐξ ἑτέρων ἕτερ’ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι · θύραι δ’εὐεργέες εἰσὶ δίκλιδες · οὐκ ἂν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. 2.44δεῖ δὲ τοῦ ποιητοῦ τὰ μὲν ὡς συμβουλεύοντος καὶ παραινοῦντος ἀποδέχεσθαι, τὰ δὲ ὡς ἐξηγουμένου μόνον, πολλὰ δὲ ὡς ὀνειδίζοντος καὶ καταγελῶντος. ἔοικέ γε μὴν καὶ τὰ περὶ κοίτην καὶ τὴν καθ’ἡμέραν δίαιταν ἱκανὸς εἶναι παιδεύειν Ὅμηρος ἡρωικήν τινα καὶ βασιλικὴν τῷ ὄντι παίδευσιν, ὡς τὰς Λακωνικὰς ἑστιάσεις τῶν φιλιτίων δείπνων μαθόντα παρ’ἐκείνου Λυκοῦργον νομοθετῆσαι τοῖς Σπαρτιάταις. 2.45ἐπεί τοι καί φασιν αὐτὸν ἐπαινέτην Ὁμήρου γενέσθαι, καὶ πρῶτον ἀπὸ Κρήτης ἢ τῆς Ἰωνίας κομίσαι τὴν ποίησιν εἰς τὴν Ἑλλάδα. τὸν γοῦν Διομήδην πάνυ στερεῶς κατέκλινεν ἐπὶ βύρσης ἀγραύλου βοός, κύκλῳ περιστήσας τὰ δόρατα ὀρθὰ ἐπὶ σαυρωτῆρος, οὐ κόσμου χάριν, ἀλλ’ἕτοιμα λαβεῖν · εὐωχεῖ γε μὴν ἀπὸ κρεῶν τοὺς ἥρωας, καὶ τούτων βοείων, δῆλον ὅτι ἰσχύος, οὐχ ἡδονῆς ἕνεκεν. 2.46τὸν γοῦν Ἀγαμέμνονα τὸν ξυμπάντων βασιλέα καὶ πλουσιώτατον βοῦν ἀεί φησι θύειν, καὶ ἐπὶ τοῦτον καλεῖν τοὺς ἀρίστους. καὶ τὸν Αἴαντα μετὰ τὴν νίκην φιλοφρονεῖται τοῖς νώτοις τοῦ βοός. 2.47ἰχθύων δὲ οὐδέποτε γευομένους αὐτοὺς ἐποίησεν, καὶ ταῦτα ἐπὶ θαλάττῃ στρατοπεδεύοντας, καίτοι τὸν Ἑλλήσποντον, ὥσπερ ἐστίν, ἰχθυόεντα ἑκάστοτε καλῶν · πάνυ γὰρ ὀρθῶς αὐτὸ τοῦτο ἀπεμνημόνευσεν ὁ Πλάτων · ἀλλ’οὐ δὲ τοὺς μνηστῆρας ἰχθύσιν ἑστιᾷ, σφόδρα ἀσελγεῖς καὶ τρυφεροὺς ὄντας, ἐν Ἰθάκῃ καὶ ταῦτα ἑστιωμένους. 2.48ὅτι γε μὴν οὐκ ἄλλως διέξεισι ταῦτα, φανερῶς αὐτὸς ἀποφαίνεται ποίαν τινὰ δεῖ τὴν τροφὴν εἶναι καὶ πρὸς τί γιγνομένην. ἣν γὰρ ἂν θέλῃ ἐπαινέσαι, μενοεικέα δαῖτά φησιν, τὴν οἵαντε παρέχειν μένος, τουτέστιν ἰσχύν. ταῦτα δὲ λέγει διδάσκων καὶ παραινῶν ὡς δεῖ καὶ τραπέζης ἐπιμελεῖσθαι τοὺς ἀγαθούς, ἐπεὶ τροφῆς γε παντοίας καὶ πολυτελείας οὐκ ἐτύγχανεν ἄπειρος ὤν, ὥστε τοὺς περὶ ταῦτα νῦν ἐπτοημένους Πέρσας καὶ Σύρους καὶ τῶν Ἑλλήνων Ἰταλιώτας καὶ Ἴωνας μη δὲ ἐγγὺς ἐφικνεῖσθαι τῆς παρ’Ὁμήρῳ χορηγίας καὶ ἁβρότητος”. 2.49“τί δέ”, εἶπεν ὁ Φίλιππος, “οὐ δίδωσιν ἐσθῆτα ὡς οἷόντε καλλίστην τοῖς ἥρωσι”; “νὴ Δία γε”, ἦ δ’ὃς ὁ Ἀλέξανδρος, “οὐ μέντοι γυναικείαν οὐ δὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν. οὐ δὲ γὰρ οἴεται δεῖν Ὅμηρος τὸν ἡγεμόνα φαίνεσθαι ταπεινὸν οὐ δὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ὅμοιον, ἀλλὰ καὶ στολῇ καὶ ὁπλίσει διαφέρειν παρὰ τοὺς ἄλλους ἐπὶ τὸ μεῖζον καὶ σεμνότερον, οὐ μὴν τρυφῶντά γε οὐ δὲ σπουδάζοντα. 2.50τὸν γοῦν Κᾶρα τὸν χρυσῷ καλλωπιζόμενον εἰς τὸν πόλεμον μάλα ὑβριστικῶς ἐλοιδόρησεν, εἰπών, ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδ’ἴεν ἠύτε κούρη νήπιος, οὐ δ’ἄρα οἱ τό γ’ἐπήρκεσε λυγρὸν ὄλεθρον ἀλλ’ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ · χρυσὸν δ’Ἀχιλεὺς ἐκόμισσε δαΐφρων · 2.51καταγελῶν αὐτοῦ τῆς τρυφῆς ἅμα καὶ τῆς ἀφροσύνης, ὅτι τοῖς πολεμίοις ἆθλα ἐκόμιζε τοῦ θανάτου σχεδόν. οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν ὁ Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίωντε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν · οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν. 2.52ἐκ δὲ τούτων τῶν ἐπιτηδευμάτων τούςτε ἄρχοντας πεποίηκεν ἀγαθοὺς καὶ τὸ πλῆθος εὔτακτον. προΐασι γοῦν αὐτῷ σιγῇ,” δειδιότες σημάντορας “, οἱ δὲ βάρβαροι μετὰ πολλοῦ θορύβου καὶ ἀταξίας, ταῖς γεράνοις ὁμοίως · ὡς τοῦτο μάλιστα σωτήριον ὂν καὶ νικηφόρον ἐν τοῖς κινδύνοις, τὸ μὴ ἀδεεῖς εἶναι τῶν ἡγεμόνων τοὺς στρατιώτας. ὅσοι δ’ἂν ὦσιν ἄφοβοι τῶν σφετέρων ἀρχόντων, οὗτοι τάχιστα ἂν φοβοῖντο τοὺς πολεμίους. 2.53καὶ μέντοι καὶ νικῶντας τοὺς Ἀχαιοὺς καθ’ἡσυχίαν φησὶ στρατοπεδεύειν · παρὰ δὲ τοῖς Τρωσὶν ἐπειδή τι πλεονεκτεῖν ἔδοξαν, εὐθὺς εἶναι δι’ὅλης τῆς νυκτὸς αὐλῶν συρίγγωντ’ἐνοπὴν ὅμαδόντ’ἀνθρώπων · ὡς καὶ τοῦτο ἱκανὸν ὂν σημεῖον ἀρετῆς ἢ κακίας, οἵτινες ἂν ἐγκρατῶς τὰς εὐτυχίας ἢ το- τοὐναντίον μεθ’ὕβρεως φέρωσιν. 2.54ἐμοὶ μὲν οὖν, ὦ πάτερ, ἱκανώτατος σωφρονιστὴς Ὅμηρος καὶ ὁ τούτῳ πειρώμενος τὸν νοῦν προσέχειν εὐτυχέστατόςτε καὶ ἄριστος βασιλεύς. αὐτὸς γὰρ σαφῶς ὑποτίθεται δύο τὰς βασιλικωτάτας ἀρετὰς τήντε ἀνδρείαν καὶ δικαιοσύνην, ὅπου φησίν, ἀμφότερον, βασιλεύςτ’ἀγαθὸς κρατερόςτ’αἰχμητής, ὡς τῶν ἄλλων ταύταις συνεπομένων. 2.55οὐ μέντοι μόνον αὐτὸν οἶμαι δεῖν διαφέρειν τὸν βασιλέα πρὸς τὸ ἀνδρεῖον καὶ σεμνόν, ἀλλὰ μη δὲ τῶν ἄλλων ἀκούειν μήτ’αὐλούντων μήτε κιθαριζόντων μήτε ᾀδόντων ἀνειμένα μέλη καὶ τρυφερά, μη δὲ αὖ λόγων διεφθορότων κακοὺς ζήλους παραδέχεσθαι, πρὸς ἡδονὴν τῶν ἀμαθεστάτων γεγονότας, ἀλλὰ πάντα τὰ τοιαῦτα πρῶτον μὲν καὶ μάλιστα ἐκβαλεῖν ὡς πορρωτάτω καὶ ἀποπέμψαι τῆς αὑτοῦ ψυχῆς, ἔπειτα τῆς βασιλευούσης πόλεως, γέλωτάςτε ἀκράτους καὶ τοιούτου γέλωτος ποιητὰς μετὰ σκωμμάτων, ἐμμέτρουτε καὶ ἀμέτρου, ὀρχήσειςτε πρὸς τούτοις καταλύειν ἀσελγεῖς καὶ σχήματα ἑταιρικὰ γυναικῶν ἐν ὀρχήσεσιν ἀκολάστοις, αὐλημάτωντε ὀξεῖς καὶ παρανόμους ῥυθμοὺς καὶ κατεαγότα μέλη ἀμούσοις καμπαῖς καὶ πολυφώνων ὀργάνων ποικιλίας. 2.57μόνην δὲ ᾠδὴν μὲν ᾄσεται καὶ παραδέξεται τὴν τῷ Ἐνυαλίῳ πρέπουσαν μάλα ἰσχυρὰν καὶ διάτορον, οὐχ ἡδονὴν οὐ δὲ ῥᾳθυμίαν φέρουσαν τοῖς ἀκούουσιν, ἀλλ’ἀμήχανον φόβον καὶ θόρυβον, οἵαν ὅτε Ἄρης αὐτὸς ἤγειρεν, ὀξὺ κατ’ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ὅτε Ἀχιλλεὺς ὅτε φθεγξάμενος μόνον, πρὶν ὀφθῆναι, τροπὴν ἐποίησε τῶν Τρώων, καὶ δώδεκα ἀνδράσιν αἴτιος ὑπῆρξεν ὀλέθρου περὶ τοῖς αὐτῶν ἅρμασι καὶ ὅπλοις · 2.58καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον, οἷον ἐκέλευεν Ἀχιλλεὺς, τοῖς Ἀχαιοῖς τὸν παιᾶνα λέγειν ἅμα τῇ τοῦ Ἕκτορος ἀγωγῇ πρὸς τὰς ναῦς αὐτὸς ἐξάρχων, νῦν δ’ἄγ’ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δ’ἄγωμεν. ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο. 2.59ἔτι δὲ οἶμαι τὴν παρακλητικήν, οἵα ἡ τῶν Λακωνικῶν ἐμβατηρίων, μάλα πρέπουσα τῇ Λυκούργου πολιτείᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ἐκείνοις · ἄγετ’, ὦ Σπάρτας εὐάνδρου κοῦροι πατέρων πολιητᾶν, λαιᾷ μὲν ἴτυν προβάλεσθε, δόρυ δ’εὐτόλμως πάλλοντες, μὴ φειδόμενοι τᾶς ζωᾶς · οὐ γὰρ πάτριον τᾷ Σπάρτᾳ. 2.60χορεύματα δὲ καὶ χοροὺς ἀνάλογον τούτοις οὐ σφαλλομένους οὐ δὲ ἀκρατεῖς, ἀλλὰ ὡς οἷόντε ἰσχυροὺς καὶ σώφρονας ἐπάγειν ἐν καθεστῶτι ῥυθμῷ · ὄρχησίν γε μὴν τὴν ἐνόπλιον, τὴν γιγνομένην τοῖς θεοῖς ἀπαρχὴν ἅμα καὶ μελέτην τῶν πολεμικῶν, ἧς φησιν ὁ ποιητὴς καὶ τὸν Μηριόνην ἔμπειρον εἶναι · τῶν γὰρ Τρώων τινὰ πεποίηκε λέγοντα, Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ’ἔβαλόν περ. 2.61ἢ σὺ οἴει ἄλλην τινὰ λέγειν ἐπίστασθαι τὸν τοῦ Μόλου υἱόν, ἀριθμούμενον ἐν τοῖς ἀρίστοις τῶν Ἀχαιῶν, ἢ τὴν ἐνόπλιον, τὴν Κουρητικήν, ἥπερ ἦν ἐπιχώριος τοῖς Κρησίν, τὴν ὀξεῖαν καὶ ἐλαφρὰν κίνησιν πρὸς τὸ διακλῖναι καὶ φυλάξασθαι ῥᾳδίως τὸ βέλος; 2.62τούτοις γε μὴν ξυνέπεται μη δὲ εὐχὰς εὔχεσθαι τὸν βασιλέα τοῖς ἄλλοις ὁμοίας μη δὲ αὖ τοὺς θεοὺς καλεῖν οὕτως εὐχόμενον ὥσπερ ὁ Ἰώνων ποιητὴς Ἀνακρέων, ὠ- ὦναξ, ᾧ δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρέητ’Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι δ’ὑψηλὰς ὀρέων κορυφάς, γουνοῦμαί σε, σὺ δ’εὐμενὴς ἔλθοις μοι, κεχαρισμένης δ’εὐχωλῆς ἐπακούειν · Κλεοβούλῳ δ’ἀγαθὸς γενεῦ σύμβουλος, τὸν ἐμὸν δ’ἔρωτ’, ὦ Δεύνυσε, δέχεσθαι. 2.63ἢ νὴ Δία τὰς τῶν Ἀττικῶν σκολιῶντε καὶ ἐποινίων εὐχάς, οὐ βασιλεῦσι πρεπούσας, ἀλλὰ δημόταις καὶ φράτορσιν ἱλαροῖς καὶ σφόδρα ἀνειμένοις, εἴθε λύρα καλὴ γενοίμαν ἐλεφαντίνη, καί με καλοὶ παῖδες φορέοιεν Διονύσιον ἐς χορόν. εἴθ’ἄπυρον καλὸν γενοίμαν μέγα χρυσίον, καί με γυνὴ καλὴ φοροίη. 2.64πολὺ δὲ μᾶλλον ὡς Ὅμηρος πεποίηκεν εὐχόμενον τὸν βασιλέα τῶν πάντων Ἑλλήνων, Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπ’ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν, πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα · Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι, χαλκῷ ῥωγαλέον, πολέες δ’ἀμφ’αὐτὸν ἑταῖροι πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. 2.65πολλὰ δὲ καὶ ἄλλα ἔχοι τις ἂν εἰπεῖν παρ’Ὁμήρῳ παιδεύματα καὶ διδάγματα ἀνδρεῖα καὶ βασιλικά, ὑπὲρ ὧν ἴσως μακρότερον τοῦ νῦν ἐπεξιέναι. πλὴν ὅτι γε τὴν αὑτοῦ γνώμην ἅπασαν ἀποδείκνυται σαφῶς, ὅτι πάντων ἄριστον οἴεται δεῖν τὸν βασιλέα εἶναι, μάλιστα δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος, ὅτε τὸ πρῶτον παρατάττει τὴν στρατιὰν καὶ τοὺς ἡγεμόνας σύμπαντας καταλέγει καὶ τὸ πλῆθος τῶν νεῶν. 2.66ἐκεῖ γὰρ οὐ δὲ ἅμιλλαν τῶν ἄλλων οὐδενὶ καταλέλοιπεν ἡρώων πρὸς αὐτόν, ἀλλ’ὅσον ταῦρος ἀγέλης ὑπερφέρει κατὰ ῥώμην καὶ μέγεθος, τοσοῦτον διαφέρειν φησὶ τὸν βασιλέα, οὕτως λέγων · ἠύτε βοῦς ἀγέληφι μέγ’ἔξοχος ἔπλετο πάντων ταῦρος · ὁ γάρτε βόεσσι μεταπρέπει ἀγρομένῃσι · τοῖον ἄρ’Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ, ἐκπρεπέ’ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. 2.67τοῦτο δὲ οὐχ ἁπλῶς εἴρηκεν, ἐμοὶ δοκεῖν, τὴν ἰσχὺν αὐτοῦ μόνον ἐπαινῶν καὶ ἐπιδεῖξαι βουλόμενος · οὕτω μὲν γὰρ δὴ καὶ λέοντι παραβαλὼν καλῶς ἂν αὐτὸν ἐδόκει ἀφομοιῶσαι · τὸ δὲ ἥμερον τῆς φύσεως ἐνδεικνύμενος καὶ τὴν ὑπὲρ τῶν ἀρχομένων προθυμίαν. ὁ γὰρ ταῦρος οὐκ ἔστι τῶν γενναίων μόνον ζῴων οὐ δὲ αὑτοῦ χάριν χρῆται τῇ ἀλκῇ, καθάπερ ὅτε λέων καὶ σῦς οἵτε ἀετοί, διώκοντες τὰ λοιπὰ ζῷα καὶ κρείττους γιγνόμενοι τροφῆς ἕνεκα τῆς αὑτῶν · διὸ δὴ καὶ μᾶλλον ἄν τις αὐτοὺς φαίη τυραννίδος παράδειγμα ἢ βασιλείας γεγονέναι. 2.68ὁ δὲ ταῦρος σαφῶς, ἐμοὶ δοκεῖν, πρὸς βασιλείαν καὶ βασιλέως εἰκόνα πεποίηται. τροφῇτε γὰρ ἑτοίμῃ καὶ διαίτῃ χρῆται νεμόμενος, ὥστε μηδὲν δεῖν βιάζεσθαι μη δὲ πλεονεκτεῖν ταύτης ἕνεκεν, ἀλλ’ὥσπερ τοῖς ὀλβίοις βασιλεῦσιν ἀνελλιπῆ καὶ ἄφθονα ὑπάρχει τὰ τῆς ἀναγκαίου κτήσεως. 2.69βασιλεύει δὲ καὶ ἄρχει τῶν ὁμοφύλων μετ’εὐνοίας, ὡς ἂν εἴποι τις, καὶ κηδεμονίας, τοῦτο μὲν ἐξηγούμενος νομῆς, τοῦτο δὲ θηρίου φανέντος οὐ φεύγων, ἀλλὰ πάσης τῆς ἀγέλης προμαχόμενος καὶ τοῖς ἀσθενέσι βοηθῶν, προθυμούμενος σῴζειν τὸ πλῆθος ἀπὸ τῶν χαλεπῶν καὶ ἀγρίων θηρίων · ὥσπερ καὶ τὸν ἄρχοντα χρὴ καὶ βασιλέα τῷ ὄντι καὶ τῆς μεγίστης ἐν ἀνθρώποις οὐκ ἀνάξιον τιμῆς. 2.70ἐνίοτέ γε μὴν ἄλλης ἀγέλης ἐπιφανείσης ἀγωνίζεται πρὸς τὸν ἐκείνης ἡγεμόνα νίκης ἕνεκα, ὡς κρείττω μὲν αὐτὸν δόξαι, κρείττω δὲ τὴν αὐτοῦ ἀγέλην. καὶ μὴν τό γε ἀνθρώποις μὴ πολεμεῖν, ἀλλὰ τῶν ἀφρόνων ζῴων ἡγεμονικώτατόντε καὶ ἄριστον πεφυκότα ὅμως προσίεσθαι τὴν τοῦ κρείττονος ἡγεμονίαν, ἰσχύι μὲν καὶ θυμῷ καὶ βίᾳ μηδενὸς ἡττώμενον μη δὲ ὑπείκοντα, λογισμῷ δὲ καὶ φρονήσει ἑκόντα ὑποταττόμενον, πῶς οὐχὶ καὶ τοῦτο θείη τις ἂν παίδευμα καὶ δίδαγμα βασιλικὸν τῶν σωφρόνων βασιλέων, τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν, δικαίως καὶ κατὰ φύσιν ἔχοντα τὴν ἡγεμονίαν, καὶ τὸ μὲν πλῆθος σῴζειν τῶν ὑπηκόων, προβουλεύοντα καὶ προπολεμοῦντα, ὅταν δέῃ, καὶ φυλάττοντα ἀπὸ τῶν ἀγρίων καὶ παρανόμων τυράννων, πρὸς δὲ τοὺς ἄλλων βασιλέας, εἴ τινες ἄρα εἶεν, ἁμιλλᾶσθαι περὶ τῆς ἀρετῆς καὶ ζητεῖν, εἰ δυνατὸν εἴη, ἐπ’ὠφελείᾳ τῶν ὅποι ποτὲ ἀνθρώπων κρατεῖν · 2.72θεοῖς γε μὴν τοῖς ἀμείνοσιν ἕπεσθαι, καθάπερ οἶμαι νομεῦσιν ἀγαθοῖς, καὶ τὴν κρείττω καὶ μακαριωτέραν φύσιν προτιμᾶν, δεσπότας αὑτοῦ καὶ ἄρχοντας νομίζοντα ἐκείνους, καὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως θεοῦ κτῆμα ἀποφαίνοντα τιμιώτατον πρῶτον μὲν αὑτόν, ἔπειτα τοὺς ἄλλους τοὺς ὑπ’αὐτῷ τεταγμένους. 2.73καὶ γὰρ δὴ ὥσπερ οἱ σώφρονες νομεῖς, ἐπειδὰν χαλεπὸς καὶ ἄγριος ταῦρος γενόμενος ἄρχῃ ἀσελγῶς παρὰ φύσιν, τῆς μὲν αὑτοῦ καταφρονῶν ἀγέλης καὶ λυμαινόμενος, τοὺς δὲ ἔξωθεν ἐπιβουλεύοντας ὑποχωρῶν καὶ προβαλλόμενος τὸ ἀδύνατον πλῆθος, μηδενὸς δὲ χαλεποῦ παρόντος ὑβρίζων καὶ θρασυνόμενος, τοῦτο μὲν ὀξὺ καὶ ἀπειλητικὸν μυκώμενος, τοῦτο δὲ ὀρθοῖς τοῖς κέρασι παίων τὸν οὐκ ἀνθιστάμενον, ἐπιδεικνύμενος δὲ τὴν ἰσχὺν ἐν τοῖς ἥττοσι καὶ τοῖς οὐ μαχομένοις, τὸ δὲ τῶν βοῶν πλῆθος οὐκ ἐῶν νέμεσθαι καθ’ἡσυχίαν δι’ἔκπληξιν καὶ φόβον · τότε τοῦτον οἱ δεσπόται καὶ βουκόλοι μετέστησαν καὶ ἠφάνισαν, ὡς οὐκ ἐπιτήδειον οὐ δὲ συμφέροντα ἡγεῖσθαι τῆς ἀγέλης · 2.74τὸν δὲ πρᾷον μὲν ταῖς ἑπομέναις βουσίν, εὔψυχον δὲ καὶ ἄφοβον πρὸς τὰ θηρία, σεμνὸν δὲ καὶ μεγαλοπρεπῆ καὶ δυνατὸν φυλάττειν καὶ προηγεῖσθαι τῆς ἀγέλης, τοῖς δέ γε νομεῦσιν εἴκοντα καὶ πειθόμενον, ἐῶσι μέχρι γήρως ὑστάτου, κα- κἂν ἤδη βαρύτερος τὸ σῶμα γένηται. 2.75ὁμοίως δὲ καὶ οἱ θεοὶ καὶ ὁ δὴ μέγας βασιλεὺς βασιλέων, ἅτε κηδεμὼν καὶ πατὴρ κοινὸς ἀνθρώπων καὶ θεῶν, Ζεύς ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων, τὴν ἰσχὺν οὐ τοῖς πολεμίοις ἐνδεικνύμενος, ἀλλὰ τοῖς ὑπηκόοις καὶ τοῖς φίλοις, ἄπληστος μὲν ἡδονῶν, ἄπληστος δὲ χρημάτων, ὑπονοῆσαι ταχύς, ἀμείλικτος ὀργισθείς, ὀξὺς πρὸς διαβολάς, ἀπειθὴς λόγοις, πανοῦργος, ἐπίβουλος, ταπεινός, αὐθάδης, τοὺς κακοὺς αὔξων, τοῖς κρείττοσι φθονῶν, παιδείας ἀσύνετος, φίλον οὐδένα νομίζων οὐ δ’ἔχων, ὡς ἔλαττον αὑτοῦ τὸ κτῆμα, ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν, ὡς οὐκ ἄξιον ὄντα βασιλεύειν οὐ δὲ κοινωνεῖν τῆς αὑτοῦ τιμῆς καὶ ἐπωνυμίας, μετάτε αἰσχύνης καὶ προπηλακισμοῦ, καθάπερ οἶμαι Φάλαρίντε καὶ Ἀπολλόδωρον καὶ πολλοὺς ἄλλους τῶν ὁμοίων. 2.77τὸν δέ γε ἀνδρεῖον καὶ φιλάνθρωπον καὶ τοῖς ὑπηκόοις εὔνουν καὶ τιμῶντα μὲν τὴν ἀρετὴν καὶ συναγωνιῶντα μή τινος τῶν ἀγαθῶν δόξῃ φαυλότερος, τοὺς δὲ ἀδίκους μετανοεῖν ἀναγκάζοντα, τοῖς δὲ ἀσθενέσιν ἀρήγοντα, τῆς ἀρετῆς ἀγάμενος ὡς τὸ πολὺ μὲν ἄγει πρὸς γῆρας, καθάπερ ἀκούομεν Κῦρόντε καὶ Δηιόκην τὸν Μῆδον καὶ Ἰδάνθυρσον τὸν Σκύθην καὶ Λεύκωνα καὶ πολλοὺς τῶν Λακωνικῶν βασιλέων καὶ τῶν ἐν Αἰγύπτῳ πρότερόν τινας” · 2.78“ἐὰν δὲ τὸ τῆς εἱμαρμένης ἀναγκαῖον ἐπείγῃ πρὸ τοῦ γήρως, ἀλλ’οὖν μνήμης γε ἀγαθῆς καὶ παρὰ πᾶσιν εὐφημίας εἰς τὸν ἀεὶ χρόνον ἠξίωσε, καθάπερ”, εἶπεν ὁ Ἀλέξανδρος, “τὸν ἡμέτερον πρόγονον, τὸν νομισθέντα τοῦ Διὸς διὰ τὴν ἀρετὴν Ἡρακλέα”. 2.79ταῦτα δὲ ἀκούσας ὁ Φίλιππος, ἡσθείς, “οὐ μάτην”, εἶπεν, “Ἀλέξανδρε, περὶ πολλοῦ ποιούμεθα τὸν Ἀριστοτέλη, καὶ τὴν πατρίδα αὐτῷ συνεχωρήσαμεν ἀνακτίζειν, Στάγειρα τῆς Ὀλυνθίας οὖσαν. ὁ γὰρ ἀνὴρ ἄξιος πολλῶν καὶ μεγάλων δωρεῶν, εἰ τοιαῦτά σε διδάσκει περίτε ἀρχῆς καὶ βασιλείας εἴτε Ὅμηρον ἐξηγούμενος εἴτε ἄλλον τρόπον”.