Orations, Oration 43
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
43.1Λυδῷ, φασί, πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν ἐπρίατο. οὐκοῦν ὁ μὲν Λυδὸς δικαίως πράγματα εἶχεν αὐτὸς ἐπιθυμήσας, ἐγὼ δὲ οὐκ ἐπιθυμῶν πράγματα ἔχω δι’οὐδὲν ἕτερον ὑπὸ ἀνθρώπων ἀδυνάτων καὶ φθονερῶν ἢ ὅτι δοκῶ στέργειν ὑμᾶς καὶ τὰ μὲν εὖ πεποίηκα τὴν πατρίδα, ταῖς πρώταις ἴσην αὐτὴν ἀποδείξας τιμῆς ἕνεκα, τὰ δὲ ποιήσω θεοῦ διδόντος. 43.2καὶ τοῦτο εἶπον οὐκ ἀλαζονευόμενος ἄλλως — αὐτοὶ γὰρ ἴστε οὐδεπώποτε ὑπὲρ τούτῶν μνησθέντα με ἐν τοσούτοις λόγοις οὓς εἴρηκα ἐν ὑμῖν — ἀλλ’ἀμυνόμενος τοὺς ἐμοὶ καὶ ὑμῖν βασκαίνοντας, ἵνα, ἐὰν μὲν δυνατὸν ᾖ, διαρραγῶσιν, ὃ τῇ πόλει πάσῃ βέλτιστόν ἐστιν · εἰ δὲ μή, ἀλλ’οὖν ὀδυνηθῶσιν. ὅτι δὲ οἱ αὐτοὶ πρὸς ἐμὲ ἀηδῶς ἔχουσι καὶ πρὸς τὴν πόλιν αὐτοὶ μάρτυρές ἐστε, ἐὰν θέλητε μεμνῆσθαι καὶ τῶν φιλούντων ὑμᾶς καὶ τῶν μισοῦντον. καίτοι ἐπιεικέστερον ἐμοὶ χρῶνται ἢ ὑμῖν. ἐμοῦ μὲν γὰρ ἐνθάδε κατηγοροῦσιν, ὑμῶν δὲ ἐπὶ τοῦ βήματος. 43.3ἐὰν οὖν Ἑλληνικοῖς, ὥσπερ εἴωθα, φαίνωμαι παραδείγμασι χρώμενος, μὴ καταγελάσητε. οὐ γὰρ καταφρονῶ τῆς πατρίδος, οὐ δὲ ἀδυνάτους ὑμᾶς νομίζω αὐτοὺς συνιέναι τὰ τοιαῦτα, οὐ δὲ ἀπαίδευτον νομίζω οὔτε τὸν δῆμον οὔτε τὴν βουλήν. μάλιστα μὲν οὖν ὑμᾶς βούλομαι τὸ ἦθος Ἑλληνικὸν ἔχειν καὶ μήτε ἀχαρίστους μήτε ἀξυνέτους εἶναι. εἰ δὲ μή, λόγων γε τοιούτων ἀκούειν οὐ χεῖρόν ἐστιν, ἐξ ὧν μοι δοκεῖτε καὶ τοῖς ἤθεσιν ἀμείνους ἂν γενέσθαι. 43.4τί δὴ οὖν τὸ παράδειγμα; ἦν τις ἄνθρωπος ἐν Θήβαις Ἐπαμεινώνδας λεγόμενος · οὗτος ἐφίλει τὴν πατρίδα πάντων μάλιστα · καιρῶν δὲ ἐπιλαβόμενος οἷοι τότε ἦσαν, πολλὰ καὶ μεγάλα εὐεργέτησεν. ἀντὶ γὰρ δειλῶν καὶ ἀδυνάτων καὶ ἄλλοις ὑπακουόντων πρωτεύειν ἐποίησεν ἐν τοῖς Ἕλλησι καὶ τῆς ἡγεμονίας ἀντιποιεῖσθαι. τότε μὲν γὰρ ταῦτα ἦν δυνατά, νῦν δ’ἕτεροι γεγόνασιν οἱ καιροί · πλὴν τά γε τῆς εὐνοίας καὶ τῆς προθυμίας ἀεί ποτε ὅμοια. οἱ γὰρ προδόται καὶ συκοφάνται καὶ πάντα πράττοντες κατὰ τῶν πολιτῶν καὶ τότε ἦσαν ἐν ταῖς πόλεσι · καὶ μὴν οἱ φιλοῦντες τὰς πατρίδας καὶ τοὺς πολίτας τοὺς αὑτῶν μηδὲν κακὸν πάσχειν ἐθέλοντες καὶ τὰς πατρίδας αὔξειν φιλοτιμούμενοι τότε μὲν πολλοὶ καὶ μεγάλα πράττοντες νῦν δὲ ἐλάττους καὶ ἐλάττω ποιεῖν ἀγαθὰ δυνάμενοι. 43.5ὁ δ’οὖν Ἐπαμεινώνδας ἐκεῖνος ὑπὸ τῶν ἀνομοίων ἐμισεῖτο καί τινες ἦσαν οἱ διαβάλλοντες αὐτόν. ὁ δὲ δῆμος, ὡς δῆμος, ἠγνόει καὶ ἀνεπείθετο, καί ποτε τῶν ἀπεγνωσμένων τις καὶ ἀτίμων καὶ ὅτε ἐδούλευεν ἡ πόλις καὶ ἐτυραννεῖτο πάντα κατ’αὐτῆς πεποιηκὼς ἐν ἐκκλησίᾳ τὸν Ἐπαμεινώνδαν ἐλοιδόρει, καὶ πολλὰ καὶ χαλεπὰ ἔλεγε · πᾶς γὰρ ὁ ψευδόμενος οὐχ ὅ τι ἀληθὲς εἴπῃ ζητεῖ, μηδέν γε ἀληθὲς λέγειν δυνάμενος, ἀλλ’εἴ τι χαλεπόν. καὶ αὐτὸς ἐπαναστὰς περὶ μὲν τῶν ἄλλων οὐκ εἶπεν οὐ δ’ἀπελογήθη πρὸς οὐδέν, μόνον δὲ πρὸς ἐκεῖνον, τῇ δ’αὑτοῦ φωνῇ βοιωτιάζων, “ἀλλά τοι Δαμάτηρ”, ἔφη, “κεχολωμένα γένοιτο”. οἱ δὲ Θηβαῖοι ἀκούσαντες ἥσθησαν καὶ ἐγέλασαν εἰκότως, ἀναμνησθέντες, οἶμαι, τῆς ἐκείνου πρὸς τὸν δῆμον εὐνοίας καὶ τοῦ λοιδοροῦντος τῆς συκοφαντίας. 43.6ἐγὼ γοῦν, εἴ τις λέγοι πρὸς ἐμὲ ἀνάξιον ἐμοῦ εἴτε ἄντικρυς εἴτε καὶ μετὰ σχήματος ἵνα δοκῇ ῥήτωρ, καὶ ταῦτα οὐκ ὢν εὐσχήμων αὐτός, ἀποκρινοῦμαι αὐτῷ τὴν τοῦ Ἐπαμεινώνδου ἀπόκρισιν. εὖ δ’ἴστε ὅτι ταῦτα ποιοῦσι καὶ λέγουσι βαρυνόμενοι τὴν ἐμὴν ἐπιδημίαν δι’ἄλλο μὲν οὐδέν · οὔτε γὰρ ἐνεδρεύω τινὰ τῶν πολιτῶν οὔτ’ἀργύριον λαμβάνω παρά τινος οὔτε δασμολογεῖν ἕτοιμός εἰμι τὴν χώραν τὴν ὑμετέραν οὔτ’ἐν τῇ ἀγορᾷ φαίνομαί τινι ὀχληρός · οὐ γάρ εἰμι ῥήτωρ · οὐ δὲ εἶπον ὑπὲρ οὐδενὸς ἢ ἑνὸς ἀνθρώπου δυστυχοῦς, ὃν ἐκώλυσα ὑπὸ τῶν συγγενῶν καὶ τῶν ἐπιτρόπων διασπασθῆναι, πρότερον μὲν αὐτοῦ τὰ γράμματα ὑφῃρημένων καὶ πολλὰ τῆς οὐσίας διηρπακότων, ὕστερον δὲ καταψευδομαρτυρούντων · 43.7ἄλλην δὲ οὐδεμίαν εἴρηκα δίκην, ὥστε δι’οὐδὲν οὐδενὶ βαρύς εἰμι. ἀλλ’ἵνα, ἐάν ποτε γένηται καιρός, οἷον εὔχονταί τινες, ὅμοιος τῷ πρότερον, οἷος οὐκ ἔσται · πλὴν εἰ γένοιτο, ἵνα μὴ παρῶ τῷ δήμῳ μη δὲ ἕξουσιν οἱ συκοφαντούμενοι τὸν παραιτούμενον ἢ συναλγοῦντα. καὶ διὰ τοῦτο δυσκόλως ἐμὲ φέρει τις ἐπιδημοῦντα. καὶ γὰρ εἰ πλείους ἦσαν, ὥσπερ εἰσίν, οὐδεὶς ἐμοῦ φήσει μᾶλλον · ἐγὼ δὲ ἔχω παρρησίαν πρὸς ὑμᾶς ὅσην οὐδείς. τῆς μὲν γὰρ εὐτυχίας τῆς ἐμαυτοῦ παρεχώρησα ὑμῖν, τῆς δὲ δυστυχίας τῆς ὑμετέρας μετέλαβον. 43.8καὶ νῦν δεῖ με ἀποδημεῖν, οὐχ ὡς πρότερον ἀλύπως, πάντων με ἀγαπώντων καὶ θαυμαζόντων, ἀλλὰ μετ’ἔχθρας τινῶν · ἐπεὶ αὐτός γε οὐδὲν ἔπαθον κακόν · οὐ γὰρ πώποτ’ἐμᾶς βοῦς ἤλασαν οὐ δὲ μὲν ἵππους. οὐ μέντοι θαυμάζω τὰ παρόντα πράγματα · ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος, οὗ μέμνημαι πολλάκις, ἐν μὲν τῇ τυραννίδι τῶν τριάκοντα ἔπραττε πάντα ὑπὲρ τοῦ δῆμου καὶ τῶν κακῶν οὐδενὸς ἐκοινώνησεν, ἀλλὰ καὶ πεμφθεὶς ὑπ’αὐτῶν ἐπὶ Λέοντα τὸν Σαλαμίνιον οὐχ ὑπήκουσε, καὶ τοῖς τυράννοις ἄντικρυς ἐλοιδορεῖτο, λέγων ὁμοίους εἶναι τοῖς πονηροῖς βουκόλοις, οἳ παραλαβόντες ἰσχυρὰς τὰς βοῦς καὶ πολλάς, ὀλίγας καὶ ἀσθενεστέρας ποιοῦσιν · 43.9ἀλλ’ὅμως ὑπὸ τοῦ δήμου, δι’ὃν ἐκινδύνευεν, ὕστερον εὖ πράττοντος διαβληθεὶς ὑπὸ συκοφαντῶν τινων ἀπέθανεν. ἦν δὲ ὁ κατήγορος Μέλητος, βδελυρὸς ἄνθρωπος καὶ συκοφάντης. “ἀδικεῖ”, φησί, “Σωκράτης, τοὺς νέους διαφθείρων καὶ οὓς μὲν ἡ πόλις θεοὺς τιμᾷ μὴ τιμῶν, ἔτερα δὲ εἰσάγων καινὰ δαιμόνια” · σχεδὸν αὐτὰ τα- τἀναντία οἷς ἐποίει Σωκράτης. 43.10ἐτίματε γὰρ τοὺς θεοὺς ὡς οὐδεὶς ἄλλος καὶ παιᾶνα ἐποίησεν εἰς τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, τοῦτον ὃν ἐγὼ ἔτι καὶ νῦν ᾄδω, καὶ τοὺς νέους ἐκώλυε διαφθείρεσθαι οὐ μόνον, ἀλλὰ καὶ τοὺς πρεσβυτέρους ὀνειδίζων καὶ προφέρων αὐτοῖς, εἴ τις ἄπληστος ἢ ἀκόλαστος ἢ τὰ τῆς πόλεως ἠργολάβει, τοὺς μὲν ἀπολύων ἐπ’ἀργυρίῳ, τοὺς δὲ συκοφαντῶν, τοὺς δὲ νησιώτας τοὺς ταλαιπώρους λεηλατῶν ἐπὶ προφάσει φόρων ἢ καταλογῇ στρατιωτῶν, ὥσπερ ἔνιοι ποιοῦσι παρ’ἡμῖν. διὰ ταῦτα μισοῦντες αὐτὸν ἔφασαν διαφθείρειν τοὺς νέους. 43.11ἡ δ’ἐμὴ γραφὴ μείζων καὶ γενναιοτέρα σχεδὸν ἦν, κρυφαία τις, ὡς ἔοικεν · “ἀδικεῖ Δίων, τοὺς μὲν θεοὺς μὴ τιμῶν μήτ’ἐν θυσίαις μήτ’ἐν ὕμνοις, καταλύων τὰς πατρίους ἑορτάς, ἀναπείσας δὲ ἡγέμονα πονηρὸν ὥστε τὸν μὲν δῆμον βασανίσαι καὶ ἐξελάσαι ὅσους ἂν δύνηται πλείστους, ἐνίους δὲ καὶ ἀποκτεῖναι, παρασχῶν ἀνάγκην αὐτοῖς ἑκουσίως ἀποθανεῖν διὰ τὸ μὴ δύνασθαι πρεσβύτας ὄντας φυγεῖν μη δὲ ὑπομένειν καταλιπεῖν τὴν πατρίδα · συμπράττων δὲ καὶ νῦν ἅπαντα τῷ τυραννήσαντι τοῦ ἔθνους, καὶ ὅπως ἐκεῖνος καλῶς ἀγωνιεῖται καὶ κατὰ κράτος παραλήψεται τὰς πόλεις καὶ τοὺς δήμους κατασκευάζων, ὅσον ἐστὶν ἐπ’αὐτῷ κατασκευάζειν · 43.12διαφθείρων δὲ καὶ τὸν δῆμον αὐτὸν ἐφιστάμενος κατήγορος καὶ τοῖς αὑτοῦ ῥήμασι καὶ τῇ γλώττῃ παρανομῶν εἰς τοὺς πολίτας, εἰς τοὺς δημότας, καὶ πολλὰ ἕτερα ποιῶν ἃ αἰσχύνομαι καθ’ἕκαστον λέγειν · πονηρὸν δὲ παράδειγμα παρέχων ἑαυτὸν καὶ νεωτέροις καὶ πρεσβυτέροις ἀπονίας καὶ τρυφῆς καὶ ἀπιστίας · δεκάζων δὲ τὸ πλῆθος, ἵνα μηδεὶς αὐτῷ προφέρῃ τὰ τότε πραχθέντα, ἀλλὰ τοῦ μίσους καὶ τῆς ἐπιβουλῆς λήθην τινὰ ποιήσωνται”. φέρε δὴ πρὸς ταῦτα ἀπολογήσομαι, ὦ ἄνδρες Προυσαεῖς, κα- κἂν δοκῇ ὑμῖν ἀκούσασι, κατεψηφίσασθέ μου · καὶ γὰρ τοῦ Σωκράτους οἱ Ἀθηναῖοι ἀκούσαντες κατεψηφίσαντο.