Orations, Oration 3
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
3.1Σωκράτης Ἀθήνησι, πρεσβύτης ἀνὴρ καὶ πένης, ὃν καὶ σὺ γιγνώσκεις ἀκοῇ πρὸ πάνυ πολλῶν ἐτῶν γενόμενον, πυθομένου τινὸς εἰ εὐδαίμονα νομίζοι τὸν Περσῶν βασιλέα, “τυχόν”, εἶπεν, εὐδαίμων · οὐκ ἔφη δὲ αὐτὸς εἰδέναι διὰ τὸ μὴ συγγενέσθαι αὐτῷ μη δὲ γιγνώσκειν ὁποῖός ἐστι τὴν διάνοιαν, ὡς οὐκ ἀλλαχόθεν οἶμαι γιγνόμενον τὸ εὐδαιμονεῖν, ἀπὸ χρυσωμάτων ἢ πόλεων ἢ χώρας ἢ ἄλλων ἀνθρώπων, ἑκάστῳ δὲ παράτε αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας. 3.2ὁ μὲν οὖν Σωκράτης, ὅτι ἐτύγχανεν ἄπειρος ὢν τοῦ Πέρσου τῆς ψυχῆς, ἄπειρος ἡγεῖτο εἶναι καὶ τῆς εὐδαιμονίας αὐτοῦ. ἐγὼ δέ, ὦ γενναῖε αὐτοκράτορ, παραγέγονά σοι καὶ τυχὸν οὐδενὸς ἧττον ἔμπειρός εἰμι τῆς σῆς φύσεως, ὅτι τυγχάνεις χαίρων ἀληθείᾳ καὶ παρρησίᾳ μᾶλλον ἢ θωπείᾳ καὶ ἀπάτῃ. 3.3αὐτίκα τὰς μὲν ἀλόγους ἡδονὰς ὑποπτεύεις καθάπερ ἀνθρώπους κόλακας, τοὺς δὲ πόνους ὑπομένεις, ἐλέγχους ὑπολαμβάνων εἶναι τῆς ἀρετῆς. ἐπειδὴ δὲ ὁρῶ σε, αὐτοκράτορ, ἐντυγχάνοντα τοῖς παλαιοῖς ἀνδράσι καὶ συνιέντα φρονίμων καὶ ἀκριβῶν λόγων, φημὶ δὴ σαφῶς ἄνδρα εἶναι μακάριον, τὸν μεγίστην μὲν ἔχοντα δύναμιν μετὰ τοὺς θεούς, κάλλιστα δὲ τῷ δύνασθαι χρώμενον. 3.4ᾧ γὰρ ἐξὸν ἁπάντων μὲν ἀπολαύειν τῶν ἡδέων, μηδενὸς δὲ πειρᾶσθαι τῶν ἐπιπόνων, ῥᾳθυμοῦντα δὲ ὡς οἷόντε βιοτεύειν, συνελόντι δὲ εἰπεῖν, πράττοντα ὅ τι βούλεται, οὐ μόνον κωλύοντος οὐδενὸς ἀλλὰ καὶ ἐπαινούντων ἁπάντων, οὗτος ὁ ἀνήρ, ὅταν ᾗ νομιμώτερος μὲν δικαστὴς τῶν κατὰ κλῆρον δικαζόντων, ἐπιεικέστερος δὲ βασιλεὺς τῶν ὑπευθύνων ἐν ταῖς πόλεσιν ἀρχόντων, ἀλκιμώτερος δὲ στρατηγὸς τῶν ἑπομένων στρατιωτῶν, φιλοπονώτερος δὲ ἐν ἅπασι τοῖς ἔργοις τῶν ὑπ’ἀνάγκης πονούντων, ἔλαττον δὲ βουλόμενος τρυφᾶν τῶν μηδεμιᾶς εὐπορούντων τρυφῆς, εὐνούστερος δὲ τοῖς ὑπηκόοις τῶν φιλοτέκνων πατέρων, φοβερώτερος δὲ τοῖς πολεμίοις τῶν ἀνικήτων καὶ ἀμάχων θεῶν, πῶς οὐκ ἂν εἴποι τις τοῦδε τοῦ ἀνδρὸς ἀγαθὸν εἶναι τὸν δαίμονα, οὐκ αὑτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι; 3.6τῶν μὲν γὰρ πολλῶν ἀνθρώπων, ἢ ἰδιωτῶν ἢ μικρὰν τινα ἀρχὴν ἐχόντων, ὀλίγος ὁ δαίμων καὶ μόνου τοῦ ἔχοντος · ὅτῳ δ’ἂν παμπληθεῖς μὲν ὑπακούωσι πόλεις, πάμπολλα δὲ ἔθνη κυβερνᾶται διὰ τῆς ἐκείνου γνώμης, ἀνήριθμα δὲ φῦλα ἀνθρώπων καὶ ἄμικτα ἀλλήλοις ἀποβλέπῃ πρὸς μίαν φρόνησιν, πάντων δὲ οὗτος ἀνθρώπων γίγνεται σωτὴρ καὶ φύλαξ, ἄνπερ ᾗ τοιοῦτος. 3.7τοῦ γὰρ πάντων ἄρχοντος καὶ κρατοῦντος ἡ μὲν φρόνησις ἱκανὴ καὶ τοὺς ἄφρονας ὠφελεῖν · βουλεύεται γὰρ ὁμοίως ὑπὲρ πάντων. ἡ δὲ σωφροσύνη καὶ τοὺς ἀκολαστοτέρους σωφρονεστέρους ποιεῖ · ἐφορᾷ γὰρ ὁμοίως ἅπαντας. ἡ δὲ δικαιοσύνη καὶ τοῖς ἀδίκοις αὑτῆς μεταδίδωσιν · ἡ δὲ ἀνδρεία καὶ τοὺς ἧττον εὐψύχους οὐ μόνον σῴζειν, ἀλλὰ καὶ θαρραλεωτέρους ποιεῖν δύναται. 3.8οὔτε γὰρ δειλὸς οὕτως ἄγαν οὐδεὶς ὥστε μὴ θαρρεῖν ἐπόμενος μέθ’οὐ τὸ νικᾶν ἕτοιμον, οὔτε ἐπὶ τοσοῦτον ἀνειμένος ὥστε ῥᾳθυμεῖν προσταττόμενον ὁρῶν ᾧ μόνον τὸ προστάττειν ἔνειμεν ὁ θεός, οὐ δ’αὖ σφόδρα οὕτως ἀναίσχυντος ὥστε πονοῦντι ὑπὲρ ἑτέρων παρὼν ᾧ τὸ πονεῖν οὐκ ἀναγκαῖον, τούτῳ δὲ μὴ συμπονεῖν ἐθέλειν. 3.9δοκεῖ μοι καὶ Ὅμηρος αὐτὸ τοῦτο φράζειν · μνησθεὶς γὰρ τοῦ χρηστοῦ βασιλέως, ἐπὶ πᾶσιν εἴρηκεν, ἀρετῶσι δὲ λαοὶ ὑπ’αὐτοῦ. ὁ γὰρ τοιοῦτος βασιλεὺς τοῖς μὲν ἄλλοις καλὸν κτῆμα τὴν ἀρετὴν νενόμικεν, αὑτῷ δὲ καὶ ἀναγκαῖον. 3.10τίνι μὲν γὰρ δεῖ πλείονος φρονήσεως ἢ τῷ βουλευομένῳ περὶ τῶν μεγίστων; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ὅτῳ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας ἰσχυροτέρας ἢ ὑφ’οὗ πάντα σῴζεται; 3.11τίνα δὲ μᾶλλον εὐφραίνει τὰ ἔργα τῆς ἀρετῆς ἢ τὸν σύμπαντας ἀνθρώπους θεατὰς καὶ μάρτυρας ἔχοντα τῆς αὑτοῦ ψυχῆς; ὥστε μήποτε πράξαντι μηδὲν οἷόντε λαθεῖν, οὐ μᾶλλον ἢ τῷ ἡλίῳ πορεύεσθαι διὰ σκότους · πάντα γὰρ τα- τἄλλα ἀναφαίνων πρῶτον ἑαυτὸν ἐπιδείκνυσι. 3.12λέγω δὲ ταῦτα οὐκ ἀγνοῶν ὅτι τὰ ῥηθέντα νῦν ὑπ’ἐμοῦ ἐν πλείονι χρόνῳ ἀνάγκη λέγεσθαι · ἀλλ’οὐκ ἔστι δέος μήποτε ἐγὼ φανῶ τι κολακείᾳ λέγων · οὐ γὰρ ὀλίγην οὐ δὲ ἐν ὀλίγῳ χρόνῳ δέδωκα βάσανον τῆς ἐλευθερίας. 3.13εἰ δὲ ἐγὼ πρότερον μὲν ὅτε πᾶσιν ἀναγκαῖον ἐδόκει ψεύδεσθαι διὰ φόβον, μόνος ἀληθεύειν ἐτόλμων, καὶ ταῦτα κινδυνεύων ὑπὲρ τῆς ψυχῆς, νῦν δέ, ὅτε πᾶσιν ἔξεστι τα- τἀληθῆ λέγειν, ψεύδομαι, μηδενὸς κινδύνου παρεστῶτος, οὐκ ἂν εἰδείην οὔτε παρρησίας οὔτε κολακείας καιρόν. 3.14καίτοι σύμπαντες οἱ πράττοντες ὁτιοῦν ἑκόντες ἢ χρημάτων ἕνεκα πράττουσιν ἢ δόξης ἢ δι’ἡδονήν τινα ἄλλην ἢ λοιπὸν οἶμαι δι’ἀρετὴν καὶ τὸ καλὸν αὐτὸ τιμῶντες. 3.15ἐγὼ δὲ χρήματα μὲν λαβεῖν παρ’οὐδενὸς πώποτε ἠξίωσα, πολλῶν δοῦναι βουλομένων, τῶν ἐμαυτοῦ δὲ ὀλίγων ὑπαρχόντων οὐ μόνον μεταδιδοὺς ἑτέροις, ἀλλὰ καὶ ῥίπτων φανήσομαι πολλάκις. 3.16ἡδονὴν δὲ ποῖαν ἐθηρώμην, ὁπότε καὶ τῷ κολάκων οἱ φανερῶς πεποιημένοι τέχνην ταύτην ὁμολογοῦσιν ἁπάντων ἀηδέστατον τὸ κολακεύειν; πῶς γὰρ ἡδύ, ἵν’ἄλλον ἀδίκως ἐπαινῇ τις, αὐτὸν δικαίως ψέγεσθαι; 3.17καὶ μὴν οὐ δὲ ἔνδοξον οὐ δὲ καλὸν εἶναι δοκεῖ τὸ κολακεύειν, ἵνα τιμῆς ἕνεκεν ἢ δι’ἀρετήν τις τοῦτο ἐπιτηδεύῃ. πασῶν γὰρ ὡς ἔπος εἰπεῖν τῶν κακιῶν αἰσχίστην τις ἂν εὕροι τὴν κολακείαν. 3.18πρῶτον μὲν γὰρ τὸ κάλλιστον καὶ δικαιότατον διαφθείρει, τὸν ἔπαινον, ὥστε μηκέτι δοκεῖν πιστὸν μη δὲ ἀληθῶς γιγνόμενον, καὶ τό γε πάντων δεινότατον, τὰ τῆς ἀρετῆς ἔπαθλα τῇ κακίᾳ δίδωσιν. ὥστε πολὺ χεῖρον δρῶσι τῶν διαφθειρόντων τὸ νόμισμα · οἱ μὲν γὰρ ὕποπτον ποιοῦσι τὸ νόμισμα, οἱ δὲ τὴν ἀρετὴν ἄπιστον. 3.19ἔπειτα δὲ οἶμαι ἀεί ποτε μὲν ὁ πονηρὸς ἀνόητος λέγεται καὶ ἔστιν ὄντως, τῷ δὲ ἄφρονι πάντας ὑπερβέβληκεν ὁ κόλαξ. μόνος γὰρ τῶν ἀφανιζόντων τὴν ἀλήθειαν πρὸς ἐκείνους θαρρεῖ τὰ ψευδῆ λέγειν τοὺς μάλιστα εἰδότας ὅτι ψεύδεται. τίς γὰρ ἄπειρός ἐστι τῶν ἑαυτοῦ πραγμάτων; ἢ τίς ἠλίθιος οὕτως ὅστις οὐκ οἶδε πότερον πόνοις ἢ ῥᾳθυμίᾳ χαίρει καὶ πότερον ἥδεται πλέον ἔχων ἢ τὰ δίκαια πράττων καὶ πότερον ἡδονῶν ἥττων ἐστὶν ἢ τῶν καλῶν πράξεων ἐραστής; 3.20καὶ τοίνυν ὁ μάλιστα οἴεται, χαρίζεσθαι τοῖς ἐπαινουμένοις, ἐμοὶ δοκεῖ τούτου καὶ μάλιστα ἀποτυγχάνειν · το- τοὐναντίον γὰρ ἀπεχθάνεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς μὴ τελέως κούφοις. 3.21αὐτίκα ὁ τὸν πένητα μακαρίζων ὡς πλούσιον αὐτὸς μὲν ψεύδεται, τῷ δὲ μακαριζομένῳ τὴν πενίαν ὀνειδίζει. πάλιν ὁ τὸν αἴσχιστον ὡς καλὸν ἐπαινῶν ἄλλο τι ἢ προφέρει τὸ αἶσχος αὐτῷ; ἢ ὁ τὸν ἀνάπηρον ὁλόκληρον εἶναι λέγων πῶς ἂν χαρίζοιτο ὑπομιμνήσκων τῆς ἀτυχίας; — ὁ δὲ αὖ τὸν ἀνόητον ὡς φρονίμων ὑμνῶν, οὗτος ἂν τυχὸν ἁπάντων εἴη πιθανώτερος διὰ τὴν ἄνοιαν τοῦ ἀκούοντος καὶ τοσούτῳ γε μείζονα ἐργάζεται βλάβην · ἀναπείθει γὰρ ὑπὲρ ἑαυτοῦ βουλεύεσθαι καὶ μὴ τοῖς φρονίμοις ἐπιτρέπειν. 3.22ὁ μέντοι γε τὸν δειλὸν ὡς ἀνδρεῖον θαυμάζων, οὗτος δικαιότατα χρῆται τῇ ἀνοίᾳ τοῦ κολακευομένου · τάχιστα γὰρ ἂν οἶμαι ἀπόλοιτο πειθόμενος αὐτῷ καὶ τῆς ἀνδρείας τὰ ἔργα ἐπιχειρῶν. — καθόλου δὲ φωραθεὶς μὲν ὁ κόλαξ οὐ καταγιγνώσκεται μόνον, ἀλλὰ καὶ μισεῖται · 3.23δοκεῖ γὰρ καταγελῶν λέγειν. πείσας δὲ ὡς ἀληθῶς λέγει οὐ μεγάλης τινὸς τυγχάνει χάριτος · τί γὰρ καὶ δοκεῖ χαρίζεσθαι τα- τἀληθῆ λέγων; 3.24πολύ γε μὴν πονηρότερός ἐστι τῶν ψευδομένων μαρτύρων · οἱ μὲν γὰρ οὐ διαφθείρουσι τὸν δικαστήν, ἀλλὰ μόνον ἐξαπατῶσιν, ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ. 3.25ἵνα δὲ μήτε ἐγὼ κολακείας αἰτίαν ἔχω τοῖς θέλουσι διαβάλλειν μήτε σὺ τοῦ κατ’ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι, ποιήσομαι τοὺς λόγους ὑπὲρ τοῦ χρηστοῦ βασιλέως, ὁποῖον εἶναι δεῖ καὶ τίς ἡ διαφορὰ τοῦ προσποιουμένου μὲν ἄρχοντος εἶναι, πλεῖστον δὲ ἀπέχοντος ἀρχῆς καὶ βασιλείας. 3.26εἰ δέ τις φήσει ἀεί με τοὺς αὐτοὺς ποιεῖσθαι λόγους, τοῦτο ἂν εἴη κοινὸν ἐμοὶ τὸ ἔγκλημα καὶ Σωκράτει. φασὶ γάρ ποτε Ἱππίαν τὸν Ἠλεῖον, διὰ χρόνου πλείονος ἀκούοντα τοῦ Σωκράτους περὶ δικαιοσύνης καὶ ἀρετῆς λέγοντος καὶ παραβάλλοντος, ὥσπερ εἴωθεν, τοὺς κυβερνήτας καὶ ἰατροὺς καὶ σκυτοτόμους καὶ κεραμέας, εἰπεῖν, ἅτε σοφιστήν, “πάλιν σὺ ταῦτά, Σώκρατες”; 3.27καὶ ὃς γελάσας ἔφη, “καὶ περὶ τῶν αὐτῶν. σὺ μὲν γάρ, ὡς ἔοικεν, ὑπὸ σοφίας οὐδέποτε ταῦτα περὶ τῶν αὐτῶν λέγεις, ἡμῖν δὲ ἓν τοῦτο δοκεῖ τῶν καλλίστων εἶναι. τοὺς μὲν γὰρ ψευδομένους οἴδαμεν πολλὰ καὶ ἀνόμοια λέγοντας, τοῖς δὲ ἀληθεύουσιν οὐχ οἷόντε ἕτερα εἰπεῖν τῶν ἀληθῶν”. 3.28ἐγὼ δέ, εἰ μὲν ἑώρων ἄλλην ὑπόθεσιν σπουδαιοτέραν ἢ σοὶ μᾶλλον προσήκουσαν, ἐκείνην ἂν ἐπεχείρουν ποιήσασθαι. νῦν δὲ οὔτε ἰατρὸν ἄλλους τινὰς ἀκούειν ἢ λέγειν λόγους φαίην ἂν ὀρθῶς ἡ τοὺς περὶ ὑγιείας σώματος καὶ νόσου · οὗτοι γὰρ ὑγιεινοὶ καλοῦνται καὶ ἰατρικοί · οὔτε κυβερνήτην ἢ τοὺς περὶ ὡρῶν καὶ ἀνέμων καὶ ἄστρων · οὗτοι γὰρ κυβερνητικοὶ δικαίως λέγονται · οὔτε ἄρχοντα καὶ βασιλέα ἢ τοὺς περὶ ἀρχῆςτε καὶ διοικήσεως ἀνθρώπων. 3.29ὡς δὴ καὶ περὶ τούτων ἐνόμιζε Σωκράτης πειράσομαι εἰπεῖν. μετὰ γὰρ τὴν ἀπόκρισιν τὴν περὶ τῆς εὐδαιμονίας ἐπύθετο τοῦ Σωκράτους ὁ ἐκεῖνο τὸ ἐρώτημα ἐρωτήσας, “ὦ Σώκρατες”, ἔφη, “τοῦτο μὲν ἐπίστασαι παντὸς μᾶλλον, ὅτι τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἐκεῖνός ἐστιν ἰσχυρότατος καὶ μη δὲ τῶν θεῶν αὐτῶν ἥττονα ἔχων δύναμιν, ᾧ γε ἔνεστι καὶ τὰ ἀδύνατα δοκοῦντα ποιῆσαι δυνατά, εἰ βούλοιτο, πεζεύεσθαι μὲν τὴν θάλατταν, πλεῖσθαι δὲ τὰ ὄρη, τοὺς δὲ ποταμοὺς ἐκλείπειν ὑπὸ ἀνθρώπων πινομένους. 3.31ἢ οὐκ ἀκήκοας ὅτι Ξέρξης ὁ τῶν Περσῶν βασιλεὺς τὴν μὲν γῆν ἐποίησε θάλατταν, διελὼν τὸ μέγιστον τῶν ὁρῶν καὶ διαστήσας ἀπὸ τῆς ἠπείρου τὸν Ἄθω, διὰ δὲ τῆς θαλάττης τὸν πεζὸν στρατὸν ἄγων ἤλαυνεν ἐφ’ἅρματος, ὥσπερ τὸν Ποσειδῶνά φησιν Ὅμηρος; καὶ τυχὸν ὁμοίως οἵτε δελφῖνες καὶ τὰ κήτη κάτωθεν ὑπέπλει τὴν σχεδίαν, ὁπότε ἐκεῖνος ἤλαυνε”. 3.32καὶ ὁ Σωκράτης, “οὐ δὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται, καθάπερ σὺ λέγεις, εἴτε ἐλάχιστον ἢ τὸ παράπαν οὐδέν. αὐτίκα εἰ μὲν ἦν σώφρων καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ μετὰ γνώμης ἔπραττεν ὅσα ἔπραττεν, ἰσχυρὸν αὐτὸν ἡγοῦμαι καὶ μεγίστην ἔχειν τῷ ὄντι δύναμιν · 3.33εἰ δὲ αὖ δειλὸς καὶ ἀνόητος καὶ ἀσελγὴς καὶ παράνομος καὶ δι’ὕβριν ταῦτα ἐπιχειρῶν, το- τοὐναντίον ἔμοιγε ἀσθενέστερος εἶναι δοκεῖ τῶν σφόδρα πενήτων καὶ μη δὲ ἕνα τῆς κεκτημένων βῶλον, ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν, οὐχ ὅπως τὰ μέγιστα διαθρύπτειν ὄρη, καθάπερ σὺ φῄς. 3.34ὁ γὰρ ἀδύνατος μὲν ὀργὴν ἐπικατασχεῖν, πολλάκις ὑπὲρ μικρῶν γιγνομένην, ἀδύνατος δὲ ἐπιθυμίαν παῦσαι τῶν αἰσχίστων, ἀδύνατος δὲ ἀπώσασθαι λύπην, ἐνίοτε μηδενὸς λυπηροῦ παρόντος, οὐ δυνάμενος δὲ ὑπομεῖναι πόνους, οὐ δὲ τοὺς ἡδονῆς ἕνεκεν γιγνομένους, ἀδύνατος δὲ τῆς ψυχῆς ἀπελάσαι φόβον, οὐδὲν ὠφελοῦντα ἐν τοῖς δεινοῖς, ἀλλὰ τὰ μέγιστα βλάπτοντα, πῶς οὐκ ἀσθενὴς οὗτος σφόδρα, ἡττώμενος μὲν γυναικῶν, ἡττώμενος δὲ εὐνούχων; 3.35ἢ σὺ τοῦτον ἰσχυρὸν εἶναι λέγεις τὸν καὶ τοῦ μαλακωτάτου πάντων ἀσθενέστερον, ὕπνου; ὑφ’οὗ ξυμποδισθείς, πολλάκις ἄνευ δεσμῶν, οὐχ ὅπως ἄλλοις, ἀλλ’οὐ δ’ἑαυτῷ δύναται βοηθεῖν οὐ δὲ ἐπίκουρον οὐδένα καλέσαι τῶν βουλομένων ἀμύνειν”. 3.36ταῦτα δὲ ἀκούσας εἶπεν, “ἐκεῖνο μέντοι οἶσθα δήπου, ὦ Σώκρατες, ὅτι τῆς ἁπάσης οἰκουμένης τοῦ πλείστου καὶ ἀρίστου βασιλεύει μέρους. ἔξω γὰρ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας καὶ τινων ὀλίγων ἐθνῶν ἄλλων τῶν κατὰ τὴν Εὐρώπην ξύμπαντα τα- τἄλλα ὑφ’ἑαυτῷ πεποίηται, καὶ τῆς μὲν καλουμένης Ἀσίας ὅλης ἄρχει μέχρις Ἰνδῶν · 3.37πολλοὺς δὲ καὶ αὐτῶν φασιν ὑπακούειν · τῆς δὲ Λιβύης τοῦ πλείονος μέρους · ἐν δὲ τῇ Εὐρώπῃ Θρᾴκης καὶ Μακεδονίας · ἁπάντων τούτων κρατεῖ · ὅθεν δὴ καὶ μέγας βασιλεὺς κέκληται μόνος ἐκεῖνος”. 3.38καὶ ὁ Σωκράτης εἶπεν, “ἀλλ’οὐ δὲ τοῦτο οἶδα ὅλως γε, εἰ βασιλεύς ἐστι τὴν ἀρχὴν οὐδεμιᾶς πόλεως ἢ κώμης”. “σὺ ἄρα”, εἶπε, “μόνος ἀνήκοος εἶ τούτων ἃ πάντες ἴσασιν”; “ἀκούω”, ἔφη, “πολλῶν λεγόντων ἃ σὺ λέγεις καὶ Ἑλλήνων καὶ βαρβάρων · ὃ δὲ οὐκ ἐᾷ με γιγνώσκειν ὃ λέγω, τοιοῦτόν ἐστιν · 3.39οὐκ οἶδα, ὢ ἄριστε, εἰ νομίμως καὶ δικαίως τούτων ἁπάντων προέστηκε καὶ τοιοῦτος ὢν ὁποῖον εἴρηκα πολλάκις · εἰ μὲν γὰρ εὐγνώμων καὶ φιλάνθρωπος καὶ νόμιμος ὢν ἐπὶ σωτηρίᾳ καὶ τῷ συμφέροντι τῶν ἀρχομένων ἐπιμελεῖται, αὐτὸς πρῶτος εὐδαίμων καὶ φρόνιμος ὤν, καθάπερ εἶπον, καὶ τοῖς ἄλλοις μεταδιδοὺς τῆς αὑτοῦ εὐδαιμονίας, οὐ δίχα θεὶς τότε αὑτοῦ καὶ τὸ τῶν ἀρχομένων συμφέρον, ἀλλὰ τότε χαίρων μάλιστα καὶ τότε νομίζων ἄριστα πράττειν, ὅταν ὁρᾷ καλῶς πράττοντας τοὺς ἀρχομένους, δυνάμει τι μέγιστός ἐστι καὶ βασιλεὺς ἀληθῶς · 3.40εἰ δὲ φιλήδονος καὶ φιλοχρήματος καὶ ὑβριστὴς καὶ παράνομος, αὑτὸν οἰόμενος αὔξειν μόνον, ὡς ἂν πλεῖστα μὲν χρήματα κεκτημένος, μεγίστας δὲ καὶ πλείστας καρπούμενος ἡδονάς, ῥᾳθύμως δὲ διάγων καὶ ἀπόνως, τοὺς δὲ ὑπηκόους ἅπαντας ἡγούμενος δούλους καὶ ὑπηρέτας τῆς αὑτοῦ τρυφῆς, οὐ δὲ ποιμένος ἐπιεικοῦς ἔχων ἦθος, σκέπης καὶ νομῆς προνοούμενος τοῖς αὑτοῦ κτήνεσιν, ἔτι δὲ θήρας ἀπαμύνων καὶ φῶρας προφυλάττων, ἀλλ’αὐτὸς πρῶτος διαρπάζωντε καὶ φθείρων καὶ τοῖς ἄλλοις ἐπιτρέπων, καθάπερ, οἶμαι, πολεμίων λείαν, οὐκ ἄν ποτε εἴποιμι τὸν τοιοῦτον ἄρχοντα ἢ αὐτοκράτορα ἢ βασιλέα, πολὺ δὲ μᾶλλον τύραννον καὶ λευστῆρα, ὥς ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον, εἰ καὶ πολλὰς μὲν ἔχοι τιάρας, πολλὰ δὲ σκῆπτρα καὶ πολλοὶ ὑπακούειν αὐτῷ”. 3.42τοιαῦτα μὲν ἐκεῖνος εἰώθει λέγειν, προτρέπων ἀεὶ πρὸς ἀρετὴν καὶ βελτίους ποιῶν καὶ ἄρχοντας καὶ ἰδιώτας. ὁμοία δὲ εἰρήκασι περὶ ἀρχῆς καὶ βασιλείας οἱ μετ’αὐτόν, ὡς οἷόντε ἑπόμενοι τῇ σοφωτάτῃ γνώμῃ. 3.43αὐτὰ δὲ πρῶτα δηλοῖ τὰ ὀνόματα τὴν διαφορὰν τῶν πραγμάτων. λέγεται γὰρ ἡ μὲν ἀρχὴ νόμιμος ἀνθρώπων διοίκησις καὶ πρόνοια ἀνθρώπων κατὰ νόμον, βασιλεία δὲ ἀνυπεύθυνος ἀρχή, ὁ δὲ νόμος βασιλέως δόγμα. 3.44ὁ δὲ τύραννος καὶ ἡ τυραννὶς ἐναντίον τούτοις βίαιος καὶ παράνομος χρῆσις ἀνθρώπων τοῦ δοκοῦντος ἰσχύειν πλέον. 3.45τρία γὰρ εἰδῇ τὰ φανερώτατα πολιτειῶν ὀνομάζεται γιγνομένων κατὰ νόμον καὶ δίκην μετὰ δαίμονόςτε ἀγαθοῦ καὶ τύχης ὁμοίας · μία μὲν ἡ πρώτη καὶ μάλιστα συμβῆναι δυνατή, περὶ ἧς ὁ νῦν λόγος, εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων ἑνὸς ἀνδρὸς ἀγαθοῦ γνώμῃ καὶ ἀρετῇ · δευτέρα δὲ ἀριστοκρατία καλουμένη, οὔτε ἑνὸς οὔτε πολλῶν τινων, ἀλλὰ ὀλίγων τῶν ἀρίστων ἡγουμένων, πλεῖον ἀπέχουσα ἤδη τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος · 3.46τοῦτο ἔμοιγε δοκεῖ καὶ Ὅμηρος εἰπεῖν διανοηθείς, οὐκ ἀγαθὸν πολυκοιρανίη · εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω. 3.47τρίτη δὲ πασῶν ἀδυνατωτάτη σχεδὸν ἡ σωφροσύνῃ καὶ ἀρετῇ δήμου προσδοκῶσά ποτε εὑρήσειν κατάστασιν ἐπιεικῆ καὶ νόμιμον, δημοκρατία προσαγορευομένη, ἐπιεικὲς ὄνομα καὶ πρᾷον, εἴπερ ἦν δυνατόν. 3.48τρισὶ δὲ ταύταις ὥσπερ εἴρηται πολιτείαις τρεῖς ἐναντίαι καὶ παράνομοι διαφθοραί, ἡ μὲν πρώτη τυραννίς, ἑνὸς ὕβρει καὶ βίᾳ τοῦ κακίστου τῶν ἄλλων ἀπολλυμένων · ἡ δὲ μετ’ἐκείνην ὀλιγαρχία σκληρὰ καὶ ἄδικος, πλεονεξίᾳ πλουσίων τινῶν καὶ πονηρῶν ὀλίγων ἐπὶ τοὺς πολλοὺς καὶ ἀπόρους συστᾶσα · 3.49ἡ δὲ ἑξῆς ποικίλη καὶ παντοδαπὴ φόρα πλήθους οὐδὲν εἰδότος ἁπλῶς, ταραττομένου δὲ ἀεὶ καὶ ἀγριαίνοντος ὑπὸ ἀκολάστων δημαγωγῶν ὥσπερ κλύδωνος ἀγρίου καὶ χαλεποῦ ὑπὸ ἀνέμων σκληρῶν μεταβαλλομένου. τούτων μὲν οὖν ὁ λόγος ἄλλως ἐπεμνήσθη, πολλὰ παθήματα καὶ συμφορὰς ἑκάστης αὐτῶν ἐκ τοῦ πρότερον χρόνου δεῖξαι δυνάμενος · 3.50περὶ δὲ τῆς εὐδαίμονόςτε καὶ θείας καταστάσεως τῆς νῦν ἐπικρατούσης χρὴ διελθεῖν ἐπιμελέστερον. πολλαὶ μὲν οὖν εἰκόνες ἐναργεῖς καὶ παραδείγματα οὐκ ἀμυδρὰ τῆσδε τῆς ἀρχῆς, ἔντε ἀγέλαις καὶ σμήνεσι διασημαινούσης τῆς φύσεως τὴν κατὰ φύσιν τοῦ κρείττονος τῶν ἐλαττόνων ἀρχὴν καὶ πρόνοιαν · οὐ μὴν φανερώτερον ἂν οὐ δὲ κάλλιον ἕτερον γένοιτο τῆς τοῦ παντὸς ἡγεμονίας, ἢ ὑπὸ τῷ πρώτῳτε καὶ ἀρίστῳ θεῷ. 3.51τοιοῦτος δὲ ὢν πρῶτον μέν ἐστι θεοφιλής, ἅτε τῆς μεγίστης τυγχάνων παρὰ θεῶν τιμῆς καὶ πίστεως. καὶ πρῶτόν γε καὶ μάλιστα θεραπεύσει τὸ θεῖον, οὐχ ὁμολογῶν μόνον, ἀλλὰ καὶ πεπεισμένος εἶναι θεούς, ἵνα δὴ καὶ αὐτὸς ἔχῃ τοὺς κατ’ἀξίαν ἄρχοντας. 3.52ἡγεῖται δὲ τοῖς ἄλλοις ἀνθρώποις συμφέρειν τὴν αὑτοῦ πρόνοιαν οὕτως ὡς αὑτῷ τὴν ἐκείνων ἀρχήν. καὶ μὴν ἐκεῖνο ἑαυτῷ συνειδὼς ὡς οὔποτε δῶρον δέξεται παρὰ κακῶν ἀνδρῶν, οὐ δὲ τοὺς θεοὺς ἀναθήμασιν οὐ δὲ θυσίαις οἴεται χαίρειν τῶν ἀδίκων ἀνδρῶν, παρὰ μόνων δὲ τῶν ἀγαθῶν προσίεσθαι τὰ δεδομένα. τοιγαροῦν θεραπεύειν ἀφθόνως αὐτοὺς σπουδάσει καὶ τούτοις · ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ ταῖς δικαίαις πράξεσιν. ἕκαστόν γε μὴν τῶν θεῶν ἱλάσκεται κατὰ δύναμιν. 3.53ἡγεῖται δὲ τὴν μὲν ἀρετὴν ὁσιότητα, τὴν δὲ κακίαν πᾶσαν ἀσέβειαν. εἶναι γὰρ ἐναγεῖς καὶ ἀλιτηρίους οὐ μόνον τοὺς τὰ ἱερὰ συλῶντας ἢ λέγοντάς τι βλάσφημον περὶ τῶν θεῶν, ἀλλὰ πολὺ μᾶλλον τοὺςτε δειλοὺς καὶ ἀδίκους καὶ ἀκρατεῖς καὶ ἀνοήτους καὶ καθόλου τοὺς ἐναντίον τι πράττοντας τῇτε δυνάμει καὶ βουλήσει τῶν θεῶν. 3.54οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἥρωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τὴν θνητῆς φύσεως · τοῦτο δὲ βέβαιοι τὸ δόγμα οὐχ ἥκιστα χαριζόμενος αὑτῷ. 3.55τήντε τῶν ἀνθρώπων ἐπιμέλειαν οὐ πάρεργον οὐ δὲ ἀσχολίαν ἄλλως νενόμικεν, βαρυνόμενος οἶμαι τὰς φροντίδας, ἀλλὰ ἔργον αὑτοῦ καὶ τέχνην ταύτην. καὶ ὅταν μὲν ἄλλο τι ποίῇ, οὐδὲν ἡγεῖται σπουδαῖον οὐ δὲ τῶν αὑτοῦ πράττειν · ὅταν δὲ ἀνθρώπους ὠφελῇ, τότε νομίζει τὸ προσῆκον ἀποτελεῖν, ἅτε ὑπὸ τοῦ μεγίστου θεοῦ ταχθεὶς ἐπὶ τοῦτο τὸ ἔργον, ᾧ ἀπειθεῖν οὐ θέμις οὐδὲν οὐ δὲ ἄχθεσθαι, ἅτε προσηκούσας αὑτῷ νομίζων τὰς ἐργασίας. 3.56οὐδεὶς γὰρ οὕτω μαλακὸς οὐ δὲ φιλήδονος ὃς οὐχ ἥδεται τῇ αὑτοῦ πράξει κα- κἂν τύχῃ ἐπίπονος. ὡς ἥκιστα μὲν κυβερνήτης ἂν ἀχθεσθείη τοῖς ἐν θαλάττῃ πόνοις, ἥκιστα δὲ γεωργὸς τοῖς περὶ γεωργίαν ἔργοις, ἥκιστα δὲ κυνηγέτης οἷς δεῖ θηρῶντα κάμνειν · καίτοι σφόδρα μὲν ἐπίπονον γεωργία, σφόδρα δὲ κυνηγέσια. 3.57οὐ μὴν ἀπαξιοῖ τὸ κάμνειν καὶ ἐνοχλεῖσθαι τῶν ἄλλων ἕνεκεν, οὐ δὲ ταύτῃ χεῖρον πράττειν νενόμικεν, ἐὰν δέῃ πλείστους αὐτὸν ἀνέχεσθαι πόνους καὶ πλεῖστα πράγματα ἔχειν. ὁρᾷ γὰρ καὶ τὸν ἥλιον οὐδενὸς ἐλάττω τῶν θεῶν ὄντα οὐκ ἀχθόμενον, εἰ σωτηρίας ἕνεκεν ἀνθρώπων καὶ βίου τὸν αἰῶνα διαπράττεται πάντα ὅσα πράττει. 3.58καὶ τοίνυν τὴν μὲν ἀνδρείαν καὶ τὴν ἐγκρατείαν καὶ τὴν φρόνησιν ἀναγκαίας νομίζει καὶ τοῖς ἀμελοῦσι τοῦ δικαίου καὶ βουλομένοις τυραννεῖν, εἰ μὴ τάχιστα ἀπολοῦνται, ἀλλὰ καὶ μᾶλλον ἔτι τούτων ὁρᾷ δεομένους αὐτούς, ὅσῳ δὲ πλείους μὲν ἔχει τοὺς μισοῦντας, πλείους δὲ τοὺς ἐπιβουλεύοντας, οὐδένα δὲ πιστὸν οὐ δὲ κηδόμενον, τοσούτῳ γε μᾶλλον, εἰ σωθήσεταί τινα χρόνον, καὶ ἀγρυπνητέον εἶναι καὶ φροντιστέον, ὡς ἀμυνόμενόντε μὴ ἡττᾶσθαι τῶν πολεμίων καὶ ἐπιβουλευόμενον μὴ ἀγνοεῖν τοὺς ἐπιβουλεύοντας, καὶ τῶν ἡδονῶν ἀφεκτέον καὶ γαστρὶ καὶ ὕπνῳ καὶ ἀφροδισίοις ἐλάχιστα προσεκτέον ἢ τῷ φιλουμένῳ μὲν ὑπὸ πάντων, μηδένα δὲ ἔχοντι ἐπιβουλεύοντα. 3.60εἰ δὲ δεῖ τὰς αὐτὰς μὲν φροντίδας ἔχειν ἢ καὶ πλείους, πολὺ δὲ μείζους ἀσχολίας, ὁμοίως δὲ εὐλαβεῖσθαι τὰς ἡδονάς, ὁμοίως δὲ τοὺς κινδύνους ὑπομένειν, πόσῳ γε κρεῖττον μετὰ δικαιοσύνης καὶ ἀρετῆς ἢ μετὰ πονηρίας καὶ ἀδικίας πάντα ταῦτα ἐπιτηδεύειν, καὶ μετὰ ἐπαίνου φαίνεσθαι τοιοῦτον ἢ μετὰ ψόγου, ἀγαπώμενον μὲν ὑπὸ ἀνθρώπων, ἀγαπώμενον δὲ ὑπὸ θεῶν, ἢ το- τοὐναντίον μισούμενον; 3.61καὶ τοίνυν τὸ μὲν παρὸν βραχύ τι τῷ ἀνθρώπῳ καὶ ἀσυλλόγιστον, κατέχει δὲ τοῦ βίου τὸ πλεῖστον ἡ μνήμη τῶν προγεγονότων καὶ ἡ τῶν μελλόντων ἐλπίς. πότερον οὖν τοῖν ἀνδροῖν ἡγούμεθα εὐφραίνειν τὴν μνήμην καὶ πότερον ἀνιᾶν, καὶ πότερον θαρρύνειν τὰς ἐλπίδας καὶ πότερον ἐκπλήττειν; οὐκοῦν καὶ ἡδίονα ἀνάγκην τὸν βίον εἶναι τοῦ ἀγαθοῦ βασιλέως. 3.62ὁρᾷς γὰρ ὅτι πανταχοῦ τὸ βέλτιον τοῦ ἥττονος ἔταξεν ὁ θεὸς προνοεῖντε καὶ ἄρχειν, οἷον τέχνην μὲν ἀτεχνίας, ἀσθενείας δὲ δύναμιν, τοῦ δὲ ἀνοήτου τὸ φρόνιμον προνοεῖν καὶ προβουλεύειν ἐποίησεν. ἐν πάσαις δὲ ταύταις ταῖς ἐπιμελείαις τὸ ἄρχειν οὐδαμῶς ῥᾴθυμὸν, ἀλλὰ ἐπίπονον, οὐ δὲ πλεονεκτοῦν ἀνέσεως καὶ σχολῆς, ἀλλὰ φροντίδων καὶ πόνων. 3.63αὐτίκα ἐν νηὶ ἐπιβάταις ἔξεστιν ἀμελεῖν καὶ μη δὲ ὁρᾶν τὴν θάλατταν, ἀλλὰ μη δὲ ὅποι γῆς εἰσι, τὸ τοῦ λόγου, τοῦτο εἰδέναι · καὶ πολλοὶ τὸν τρόπον τοῦτον πλέουσι ταῖς εὐδίαις, οἱ μὲν πεττεύοντες, οἱ δὲ ᾄδοντες, οἱ δὲ εὐωχούμενοι δι’ἡμέρας · ὅταν δὲ καταλάβῃ χειμών, ἐγκαλυψάμενοι περιμένουσι τὸ συμβησόμενον · οἱ δέ τινες καθυπνώσαντες οὐ δὲ ἀνέστησαν, ἕως ἐγένοντο ἐν τῷ λιμένι. 3.64τῷ κυβερνήτῃ δὲ ἀνάγκη μὲν ὁρᾶν πρὸς τὸ πέλαγος, ἀνάγκη δὲ ἀποβλέπειν εἰς τὸν οὐρανόν, ἀνάγκη δὲ προσκοπεῖν τὴν γῆν · οὐ μὴν οὐ δὲ τὰ ἐν τῷ βυθῷ χρὴ λανθάνειν αὐτόν, ἢ λήσεται περιπεσὼν ὑφάλοις πέτραις ἢ ἀδήλοις ἕρμασι · 3.65μόνῳ δὲ ἐκείνῳ τῆς μὲν νυκτὸς ἧττον ἔξεστι καθυπνῶσαι ἢ τοῖς νυχευομένοις · ἡμέρας δὲ εἴ πού τι βραχὺ κλέψειε τοῦ ὕπνου, καὶ τοῦτο μετέωρον καὶ ἀμφίβολον, ὡς ἀναβοᾷ πολλάκις ἢ τὸ ἱστίον στέλλειν ἢ παράγειν τὸ πηδάλιον ἢ ἄλλο τι τῶν ναυτικῶν · ὥστε καὶ κοιμώμενος ἐκεῖνος μᾶλλον ἐπιμελεῖται τῆς νεὼς ἢ τῶν ἄλλων οἱ σφόδρα ἐγρηγορότες. 3.66ἔν γε μὴν τῷ στρατεύεσθαι τῶν μὲν στρατιωτῶν ἕκαστος αὑτῷ μόνῳ ἐπιμελεῖται καὶ ὅπλων καὶ τροφῆς, καὶ ταῦτα οὐ πορίζων, ἀλλ’ἕτοιμα ἀξίων ἔχειν · μόνης δὲ φροντίζει τῆς ὑγιείας τῆς ἑαυτοῦ, μόνης δὲ τῆς σωτηρίας. 3.67τῷ στρατηγῷ δὲ ἔργον ἐστὶν ἅπαντας μὲν ὡπλίσθαι καλῶς, ἅπαντας δὲ εὐπορεῖν σκέπης, οὐ μόνον δὲ τὰς τῶν ἀνθρώπων γαστέρας πληροῦν, ἀλλὰ καὶ τὰς τῶν ἵππων · ἐὰν δὲ μὴ πάντες ἔχωσι τὰ ἐπιτήδεια, πολὺ μᾶλλον ἄχθεται ἢ αὐτὸς νοσῶν · σωτηρίαν γε μὴν τὴν ἐκείνων οὐ περὶ ἐλάττονος ποιεῖται τῆς αὑτοῦ. καὶ γὰρ δὴ νικᾶν μὲν ἀδύνατον ἄνευ σωτηρίας τῶν στρατιωτῶν · ὑπὸ δὲ τῆς νίκης πολλοὶ τῶν ἀγαθῶν καὶ ἀποθνῄσκειν αἱροῦνται. 3.68πάλιν δὲ καθ’ἕκαστον ἡμῶν τὸ μὲν σῶμα, ἅτε ἀνόητον, οὐ δὲ αὑτῷ βοηθεῖν ἱκανόν ἐστιν οὐ δὲ ὑπὲρ αὑτοῦ φροντίζειν πέφυκεν, ὅ γε τῆς ψυχῆς ἀπολιπούσης οὐ δὲ ὀλίγον δύναται διαμένειν, ἀλλὰ παραχρῆμα λύεται καὶ ἀπόλλυται · ἡ ψυχὴ δὲ ὑπὲρ ἐκείνου πάσας μὲν φροντίδας φροντίζει, πάσαις δὲ ἐπινοίαις σκύλλεται καὶ πολλὰ μὲν ἀνιᾶται λυπουμένου. 3.69καὶ τὸ μὲν σῶμα παρούσης αὐτῆς μόνον αἰσθάνεται τῆς ἀλγηδόνος · ἡ ψυχὴ δὲ πρὶν ἢ γενέσθαι τὴν ἀλγηδόνα ἀνιᾶται, πολλάκις δὲ καὶ μὴ μελλούσης γίγνεσθαι, δι’ὀρρωδίαν. θανάτου δὲ σῶμα μὲν οὐδέποτε ᾔσθετο · ψυχὴ δὲ καὶ τούτου συνίησι, καὶ πολλὰ πάσχει ῥυομένη μὲν ἐκ νοσῶν τὸ σῶμα, ῥυομένη δὲ ἐκ πολέμων, ῥυομένη δὲ ἐκ χειμῶνος, ῥυομένη δὲ ἐκ θαλάσσης. οὕτω πανταχῇ ἐπιπονώτερον ψυχὴ καὶ ταλαιπωρότερον σώματος, ὅμως δὲ θειότερον καὶ βασιλικώτερον. 3.70καὶ μὴν τῶν γε ἀνθρώπων πᾶς ἂν ὁμολογήσειεν ὡς ἰσχυρότερον καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικός. ἀλλ’ἐκείναις μὲν τὰ πολλὰ τῶν ἔργων κατ’οἰκίαν ἐστί, καὶ ἄπειροι μὲν ὡς τὸ πολὺ χειμώνων διατελοῦσιν, ἄπειροι δὲ πολέμων, ἄπειροι δὲ κινδύνων. 3.71τοῖς δὲ ἀνδράσι προσήκει μὲν στρατεύεσθαι, προσήκει δὲ ναυτιλίας ποιεῖν, ἀνάγκη δὲ ἐν ὑπαίθρῳ τὰ ἔργα διαπονεῖν. ἀλλ’οὐ διὰ τοῦτο μᾶλλον ἄν τις μακαρίσειε τῶν ἀνδρῶν τὰς γυναῖκας. 3.72ὅσοι δ’αὖ δι’ἀσθένειάντε καὶ μαλακίαν ἐζήλωσαν τὸν ἐκείνων βίον, ὥσπερ Σαρδαναπάλλος, διαβόητοι μέχρι νῦν εἰσιν ἐπὶ τοῖς αἰσχροῖς. 3.73τὸ δὲ μέγιστον, ὁρᾷς τὸν ἥλιον, πόσῳ μὲν τῶν ἀνθρώπων ὑπερέχει μακαριότητι θεὸς ὤν · ὅτι δὲ οὐκ ἀναίνεται δι’αἰῶνος ἡμῖν ὑπουργῶν καὶ τῆς ἡμετέρας ἕνεκα σωτηρίας πράττων ἅπαντα. 3.74τί γὰρ ἂν ἄλλο τις εἴποι τὸν ἥλιον ἐργάζεσθαι δι’αἰῶνος ἢ ὁπόσων ἄνθρωποι δέονται; ποιοῦντα μὲν καὶ διακρίνοντα τὰς ὥρας, αὔξοντα δὲ καὶ τρέφοντα πάντα μὲν τὰ ζῷα, πάντα δὲ τὰ φυτά, χορηγοῦντα δὲ τὸ κάλλιστον καὶ ἥδιστον ὁραμάτων, φῶς, οὗ χωρὶς οὐ δὲ τῶν ἄλλων ὄφελος οὐδὲν τῶν καλῶν, οὔτε οὐρανίων οὔτε ἐπιγείων, ἀλλ’οὐ δὲ τοῦ ζῆν · καὶ ταῦτα οὐδέποτε κάμνει χαριζόμενος. 3.75ἦπού γε δουλείαν δουλεύειν φαίη τις ἂν πάνυ ἰσχυράν. εἰ γὰρ καὶ σμικρὸν ἀμελήσειε καὶ παραβαίη τῆς αὑτοῦ τάξεως, οὐδὲν κωλύει πάντα μὲν οὐρανόν, πᾶσαν δὲ γῆν, πᾶσαν δὲ θάλατταν οἴχεσθαι, πάντα δὲ τοῦτον τὸν εὐειδῆ καὶ μακάριον κόσμον τὴν αἰσχίστην καὶ χαλεπωτάτην ἀκοσμίαν φανῆναι. 3.76νῦν δέ, ὥσπερ ἐν λύρᾳ φθόγγων ἁπτόμενος ἐμμελῶς, οὐδέποτε ἐξίσταται τῆς καθαρᾶςτε καὶ ἄκρας ἁρμονίας, μίαν ἀεὶ καὶ τὴν αὐτὴν ἀπιὼν ὁδόν. 3.77ἐπεὶ δὲ δεῖται μὲν ἀλέας ἡ γῆ ὥστε γεννῆσαι τὰ φυόμενα καὶ ὥστε αὐξῆσαι καὶ ὥστε ἐπιτελέσαι, δεῖται δὲ τὰ ζῷα καὶ σωτηρίας ἕνεκα τῶν σωμάτων καὶ ἡδονῆς τῆς κατὰ φύσιν, δεόμεθα δὲ πάντων μάλιστα ἡμεῖς, ἅτε πλείστης χρῄζοντες βοηθείας, θέρος ἐποίησεν ἀεὶ καὶ μᾶλλον, ἐγγυτέρω προσιὼν τῆς ἡμετέρας οἰκήσεως, ἵνα πάντα μὲν φύσῃ, πάντα δὲ θρέψῃ, πάντα δὲ τελειώσῃ, θεῖαν δὲ καὶ θαυμαστὴν παράσχῃ τοῖς ἀνθρώποις εὐφροσύνηντε καὶ ἑορτήν. 3.78ἐπεὶ δὲ αὖ πάλιν τα- τἄλλατε καὶ ἡμεῖς ἐν χρείᾳ γιγνόμεθα τῆς ἐναντίας κράσεως · δεῖται μὲν γὰρ ὑπὸ τοῦ ψύχους τὰ σώματα συνίστασθαι, δεῖται δὲ πυκνώσεως τὰ φυτά, δεῖται δὲ ὄμβρων ἡ γῆ · πάλιν ἄπεισιν ἀφ’ἡμῶν ἀφιστάμενος τὸ μέτριον. 3.79οὕτω δὲ πάνυ ἀσφαλῶς καὶ ἀραρότως τηρεῖ τοὺς ὄρους πρὸς τὸ ἡμῖν συμφέρον, ὥστε εἴτε προσιὼν ὀλίγον ἐγγυτέρω γένοιτο, πάντα ἂν συμφλέξειεν, εἴτε ἀπιὼν μικρὸν ὑπερβάλοι, πάντα ἂν ἀποψυγείη τῷ κρύει. 3.80ἐπεὶ δὲ ἀσθενέστεροι φέρειν ἐσμὲν τὴν μεταβολὴν ἀθρόαν γιγνομένην, κατ’ὀλίγον ταῦτα μηχανᾶται καὶ τρόπον τινὰ λανθάνει συνεθίζων μὲν ἡμᾶς διὰ τοῦ ἦρος ὑπενεγκεῖν τὸ θέρος, προγυμνάζων δὲ διὰ τοῦ μετοπώρου χειμῶνα ἀνέχεσθαι, ἐκ μὲν τοῦ χειμῶνος θάλπων κατ’ὀλίγον, ἐκ δὲ τοῦ θέρους ἀναψύχων, ὥστε ἀλύπως ἀφικνεῖσθαι πρὸς ἑκατέραν τὴν ὑπερβολήν. 3.81ἐπεὶ δὲ αὖ τὸ φῶς ὁρᾶσθαι μὲν ἥδιστον, πράττειν δὲ ἀδύνατον ὁτιοῦν χωρὶς αὐτοῦ, κοιμώμενοι δὲ πᾶσαν μὲν ἡσυχίαν ἄγομεν, οὐδὲν δὲ χρώμεθα τῷ φωτί, ὅσον μὲν ἱκανὸν ἐγρηγορέναι χρόνον, ἡμέραν ἐποίησεν, ὅσον δὲ κοιμᾶσθαι ἀναγκαῖον, νύκτα ἀπέδειξε, περὶ πᾶσαν ἰὼν γῆν, ἄλλοτε ἄλλους ἀναπαύωντε καὶ ἀνιστάς, ἀφιστάμενος μὲν ἀπὸ τῶν μηκέτι δεομένων φωτός, τοῖς δὲ ἀεὶ δεομένοις ἐπιφαινόμενος. καὶ ταῦτα μηχανώμενος δι’αἰῶνος οὐδέποτε κάμνει. 3.82ὅπου δὲ θεὸς ὁ πάντων κάλλιστος καὶ φανερώτατος οὐχ ὑπερορᾷ τὸν ἅπαντα χρόνον ἀνθρώπων ἐπιμελούμενος, ἦπού γε ἄνθρωπον θεοφιλῆ καὶ φρόνιμον χρὴ βαρύνεσθαι τὸ τοιοῦτο, ἀλλὰ μὴ καθ’ὅσον οἷόςτέ ἐστι μιμεῖσθαι τὴν ἐκείνου δύναμιν καὶ φιλανθρωπίαν; 3.83ταῦτα δὲ λογιζόμενος οὐκ ἄχθεται καρτερῶν · κατανοεῖ δὲ τοὺς μὲν πόνους ὑγίειάντε παρέχοντας καὶ σωτηρίαν, ἔτι δὲ δόξαν ἀγαθήν, τὴν δὲ αὖ τρυφὴν ἅπαντα τούτων τα- τἀναντία. ἔτι δὲ οἱ μὲν πόνοι αὑτοὺς ἐλάττους ἀεὶ ποιοῦσι καὶ φέρειν ἐλαφροτέρους, τὰς δὲ ἡδονὰς μείζους καὶ ἀβλαβεστέρας, ὅταν γίγνωνται μετὰ τοὺς πόνους. ἡ δέ γε τρυφὴ τοὺς μὲν πόνους ἀεὶ χαλεπωτέρους ποιεῖ φαίνεσθαι, τὰς δὲ ἡδονὰς ἀπομαραίνει καὶ ἀσθενεῖς ἀποδείκνυσιν. 3.84ὁ γὰρ ἀεὶ τρυφῶν ἄνθρωπος, μηδέποτε δὲ ἁπτόμενος πόνου μηδενός, τελευτῶν πόνον μὲν οὐκ ἄν οὐδένα ἀνάσχοιτο, ἡδονῆς δὲ οὐδεμιᾶς ἂν αἴσθοιτο, οὐ δὲ τῆς σφοδροτάτης. 3.85ὥστε ὁ φιλόπονος καὶ ἐγκρατὴς οὐ μόνον βασιλεύειν ἱκανώτερός ἐστιν, ἀλλὰ καὶ ἥδιον βιοτεύει πολὺ τῶν ἐναντίων. 3.86φιλίαν γε μὴν ἁπάντων νενόμικε τῶν αὑτοῦ κτημάτων κάλλιστον καὶ ἱερώτατον. οὐ γὰρ οὕτως αἰσχρὸν εἶναι τοῖς βασιλεῦσιν οὐ δὲ ἐπικίνδυνον χρημάτων ἀπορεῖν ὡς φίλων, οὐ δ’ἂν οὕτως τῇ χορηγίᾳ καὶ τοῖς στρατοπέδοις καὶ τῇ ἄλλη δυνάμει διαφυλάττειν τὴν εὐδαιμονίαν ὡς τῇ πίστει τῶν φίλων. 3.87μόνος μὲν γὰρ οὐδεὶς πρὸς οὐδὲν οὐ δὲ τῶν ἰδίων ἱκανός ἐστι · τοῖς δὲ βασιλεῦσιν ὅσῳ πλείωτε καὶ μείζω πράττειν ἀνάγκη, πλειόνων δεῖ καὶ τῶν συνεργούντων καὶ μετ’εὐνοίας πλείονος. ἀνάγκη γὰρ τὰ μέγιστα καὶ σπουδαιότατα τῶν πραγμάτων ἢ πιστεύειν ἑτέροις ἡ προΐεσθαι. 3.88καὶ τοίνυν τοῖς μὲν ἰδιώταις οἱ νόμοι παρέχουσι τὸ μὴ ἀδικεῖσθαι ῥᾳδίως ὑπὸ τούτων οἷς ἂν συμβάλωσιν ἢ χρήματα πιστεύσαντες ἢ οἶκον ἐπιτρέψαντες ἢ ἔργου τινὸς κοινωνήσαντες, ζημιοῦντες τὸν ἀδικοῦντα · τοῖς δὲ βασιλεῦσι τὸ μὴ ἀδικεῖσθαι πιστεύσαντας οὐκ ἔστι παρὰ τῶν νόμων ζητεῖν, ἀλλὰ παρὰ τῆς εὐνοίας. 3.89καὶ γὰρ ἰσχυροτάτους μὲν εἰκὸς ἁπάντων εἶναι τοὺς ἐγγὺς τῶν βασιλέων καὶ τὴν ἀρχὴν συνδιοικοῦντας · ἀπὸ δὲ τούτων οὐκ ἔστιν ἄλλη φυλακὴ πλὴν τὸ ἀγαπᾶσθαι · ὡς τοῖς μὲν τυχοῦσιν οὐκ ἀσφαλὲς εἰκῇ μεταδιδόναι δυνάμεως, ὅσῳ δ’ἄν τις τοὺς φίλους ἰσχυροτέρους ποίῇ, τοσούτῳ ἰσχυρότερος αὐτὸς γίγνεται. 3.91καὶ τοίνυν ὅσα μὲν ἀναγκαία καὶ χρήσιμα τῶν κτημάτων, οὐ πάντως ἡδονήν τινα ἔχει τοῖς κεκτημένοις · ὅσα δὲ τερπνά, οὐκ εὐθὺς διὰ τοῦτο καὶ συμφέροντα · το- τοὐναντίον γὰρ πολλὰ τῶν ἡδέων ἀσύμφορα ἐξελέγχεται. 3.92αὐτίκα τείχη μὲν καὶ ὅπλα καὶ μηχανήματα καὶ στρατόπεδα τῶν ἀναγκαίων ἐστὶ κτημάτων τοῖς κρατοῦσιν · ἄνευ γὰρ τούτων οὐχ οἷόντε σῴζεσθαι τὴν ἀρχήν · τέρψιν δὲ οὐχ ὁρῶ ποίαν δίχα γε τῆς ὠφελείας ἔχει. 3.93καλὰ δὲ ἄλση καὶ οἰκίαι πολυτελεῖς καὶ ἀνδριάντες καὶ γραφαὶ τῆς παλαιὰςτε καὶ ἄκρας τέχνης καὶ χρυσοῖ κρατῆρες καὶ ποικίλαι τράπεζαι καὶ πορφύρα καὶ ἐλέφας καὶ ἤλεκτρος καὶ μύρων ὀσμαὶ καὶ θεαμάτων παντοίων καὶ ἀκουσμάτων τέρψεις διάτε φωνῆς καὶ ὀργάνων, πρὸς δὲ αὖ τούτοις γυναῖκες ὡραῖαι καὶ παιδικὰ ὡραῖα, ξύμπαντα ταῦτα οὐδεμιᾶς ἕνεκα χρείας, ἀλλ’ἡδονῆς εὑρημένα φαίνεται. 3.94μόνῃ δὲ τῇ φιλίᾳ συμβέβηκεν ἁπάντων μὲν εἶναι συμφορώτατον, ἁπάντων δὲ ἥδιστον. εὐθὺς οἶμαι τῶν ἀναγκαίων τὰ μέγιστα, ὅπλα καὶ τείχη καὶ στρατεύματα καὶ πόλεις, ἄνευ τῶν διοικούντων φίλων οὔτε χρήσιμα οὔτε συμφέροντα, ἀλλὰ καὶ λίαν ἐπισφαλῆ · οἱ δέ γε φίλοι καὶ δίχα τούτων ὠφέλιμοι. καὶ ταῦτα μὲν ἐν πολέμῳ μόνον χρήσιμα, τοῖς δὲ ἀεὶ βιωσομένοις ἐν εἰρήνῃ, ἂν ᾖ δυνατόν ἀχρεῖα καὶ βαρέα · 3.95ἄνευ δὲ φιλίας οὐ δ’ἐν εἰρήνῃ ζῆν ἀσφαλές. 3.96καὶ μὴν ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον, μόνον δὲ ἀπολαύειν ἐν ἐρημίᾳ πάντων ἀηδέστατον, καὶ οὐδεὶς ἂν ὑπομείνειεν · ἔτι δὲ λυπηρότερον, εἰ δεήσειε κοινωνεῖν τοῖς μὴ ἀγαπῶσι. 3.97ποία μὲν γὰρ εὐφροσύνη προσφιλὴς εἰ μὴ καὶ πάντων παρείη τὰ μέγιστα, ποῖον δὲ συμπόσιον ἡδὺ χωρὶς εὐνοίας τῶν παρόντων; ποία δὲ θυσία κεχαρισμένη θεοῖς ἄνευ τῶν συνευωχουμένων; 3.98οὐ γὰρ καὶ τὰ ἀφροδίσια ταῦτα ἥδιστα καὶ ἀνυβριστότατα ὅσα γίγνεται μετὰ φιλίας τῶν συνόντων καὶ ὅσα μαστεύουσιν εὔνοιαν ἀνθρώποις ἐπῆλθε παρὰ παιδικῶν ἢ παρὰ γυναικῶν; 3.99πολλαὶ μὲν γὰρ ἐπωνυμίαι τῆς φιλίας ὥσπερ ἀμέλει καὶ χρεῖαι · ἡ δὲ μετὰ κάλλους καὶ ὥρας γιγνομένη φιλία δικαίως ἔρως ὠνόμασται καὶ δοκεῖ κάλλιστος τῶν θεῶν. 3.100καὶ μὴν τά γε ὠφέλιμα φάρμακα τοῖς μὲν νοσοῦσιν ὠφέλιμα, τοῖς δὲ ὑγιαίνουσι περιττά. φιλίας δὲ καὶ τοῖς ὑγιαίνουσιν ἀεὶ σφόδρα δεῖ καὶ τοῖς νοσοῦσιν · ἢ συμφυλάττει μὲν πλοῦτον, ἐπαρκεῖ δὲ πενίᾳ, λαμπρύνει μέν δόξαν, ἀμαυροῖ δὲ ἀδοξίαν. 3.101μόνον δὲ τοῦτο τὰ μὲν δυσχερῆ πάντα μειοῖ, τὰ δὲ ἀγαθὰ πάντα αὔξει. ποία μὲν γὰρ συμφορὰ δίχα φιλίας οὐκ ἀφόρητος, ποία δὲ εὐτυχία χωρὶς φίλων οὐκ ἄχαρις; εἰ δὲ σκυθρωπὸν ἐρημία καὶ πάντων φοβερώτατον, οὐ τὴν ἀνθρώπων ἐρημίαν χρὴ τοιοῦτον νομίζειν, ἀλλὰ τὴν τῶν φίλων · ἐπεὶ τῶν γε μὴ εὐνοούντων πολλάκις ἡ ἐρημία κρείττων. 3.102ἐγὼ μὲν γὰρ οὐ δ’εὐτυχίαν ἐκείνην νενόμικα, ἢ μηδένα ἔχει τὸν συνηδόμενον. ῥᾷον γὰρ ἄν τις συμφορὰν τὴν χαλεπωτάτην φέροι μετὰ φίλων ἢ μόνος εὐτυχίαν τὴν μεγίστην. ὡς ἐκεῖνον ἀθλιώτατον ἐγὼ κρίνω δικαίως, ὃς ἐν μὲν ταῖς συμφοραῖς πλείστους ἔχει τοὺς ἐφηδομένους, ἐν δὲ ταῖς εὐτυχίαις οὐδένα τὸν συνηδόμενον. 3.103ᾧ γὰρ πλεῖστοι μὲν καὶ ἄριστοι φίλοι, δυσμενεῖς δὲ παυρότατοι, εἴ τις ἄρα ἐστί, καὶ πολλοὶ μὲν οἱ ἀγαπῶντες, πλείους δὲ οἱ ἐπαινοῦντες, ψέγειν δὲ οὐδεὶς δυνάμενος, πῶς ὁ τοιοῦτος οὐ τελέως εὐδαίμων; ὁ γὰρ τοιοῦτος ἀνὴρ πολλοὺς μὲν ἔχει τοὺς συνηδομένους, οὐδένα δὲ ἐφηδόμενον, καὶ διὰ τοῦτο εὐτυχεῖ ἐφ’ἅπασι, διὰ τὸ πολλοὺς μὲν ἔχειν φίλους, μηδένα δὲ ἐχθρόν. 3.104εἰ δὲ ὀφθαλμοὶ καὶ ὦτα καὶ γλῶττα καὶ χεῖρες ἀνθρώποις τοῦ παντὸς ἄξια οὐ μόνον πρὸς τὸ ἥδεσθαι ζῶντας, ἀλλὰ δύνασθαι ζῆν, τούτων οὐκ ἔλαττον, ἀλλὰ καὶ μᾶλλον φίλοι χρήσιμοι. 3.105διὰ μὲν γὰρ τῶν ὀφθαλμῶν μόλις ὁρᾶν ἔστι τὰ ἐμποδών, διὰ δὲ τῶν φίλων καὶ τὰ ἐπὶ γῆς πέρασι θεᾶσθαι. καὶ διὰ μὲν τῶν ὤτων οὐκ ἄν τις ἀκούσαι ἢ τῶν σφόδρα ἐγγύθεν, διὰ δὲ τῶν εὐνοούντων οὐδενὸς τῶν ἀναγκαίων ὁπουδήποτε ἀνήκοός ἐστι. 3.106καὶ τῇ μὲν γλώττῃ μόνοις τοῖς παροῦσι σημαίνει, καὶ ταῖς χερσίν, εἰ καὶ σφόδρα εἴη καρτερός, οὐκ ἂν ἐργάσαιτο πλεῖον ἔργον ἢ δύ’ἀνδρῶν · διὰ δὲ τῶν φίλων δύναται καὶ πᾶσιν ἀνθρώποις διαλέγεσθαι καὶ πάντων ἔργων ἐφικνεῖσθαι. οἱ γὰρ εὐνοοῦντες πάντα ἐκείνῳ συμφέροντα καὶ λέγουσι καὶ δρῶσι. 3.107τὸ δὲ δὴ πάντων παραδοξότατον, ἕνα γὰρ ὄντα ἐγχωρεῖ, ὅστις πολύφιλος, πολλὰ μὲν ἐν τα- ταὐτῷ χρόνῳ πράττειν, περὶ πολλῶν δὲ ἅμα βουλεύεσθαι, πολλὰ δὲ ὁρᾶν, πολλὰ δὲ ἀκούειν, ἐν πολλοῖς δὲ ἅμα εἶναι τόποις, ὃ καὶ τοῖς θεοῖς χαλεπόν, ὡς μηδαμοῦ μηδὲν ἔρημον ἀπολείπεσθαι τῆς ἐκείνου προνοίας. 3.108καὶ τοίνυν οὐχ ἧττον αἱ τῶν φίλων εὐπάθειαι τὸν ἀγαθὸν πεφύκασιν εὐφραίνειν τῆς αὑτοῦ τινος τέρψεως. πῶς γὰρ οὐ μακαριστόν, ὅτῳ πάρεστι πολλοῖς μὲν σώμασιν ἡδόμενον εὐφραίνεσθαι, πολλαῖς δὲ ψυχαῖς εὐτυχοῦντα χαίρειν; 3.109εἰ δὲ δόξα τοῖς φιλοτίμοις περισπούδαστον, πολλάκις ἂν εὐδοξεῖν εἴη τῶν φίλων ἐπαινουμένων. εἰ δὲ πλοῦτος ἂν εἴη πλούσιος ὁ τοῖς φίλοις μεταδιδοὺς τῶν παρόντων. 3.110καὶ τοίνυν ἡδὺ μὲν χαρίζεσθαι τοῖς ἐλευθέροις, ἀφθόνων ὄντων, ἡδὺ δὲ λαμβάνειν δῶρα, δικαίως λαμβάνοντα καὶ δι’ἀρετήν · ὁ τοίνυν τοῖς φίλοις χαριζόμενος ἥδεται ἅμα μὲν ὡς διδούς, ἅμα δὲ ὡς αὐτὸς χρώμενος. καὶ γὰρ δὴ παλαιός ἐστιν ὁ λόγος ὁ κοινὰ ἀποφαίνων τὰ τῶν φίλων. οὐκοῦν ἀγαθῶν παρόντων τοῖς ἀγαθοῖς οὐχ ἥκιστα ἂν εἴη ταῦτα κοινά. 3.111ἐν μὲν οὖν τοῖς ἄλλοις οὐ πάντως ὑπερβάλλειν τοὺς ἰδιώτας ὁ τοιοῦτος βασιλεὺς βούλεται, πολλαχοῦ δὲ καὶ ἔλαττον ἐκείνων ἔχειν, οἷον σχολῆς, ῥᾳθυμίας, ἀνέσεως · ἐν μόνῃ δὲ φιλίᾳ βούλεται πλεονεκτεῖν. 3.112καὶ ἀλλοῖόν οὐδὲν ἡγεῖταί που εἶναι ἢ ἄτοπον, ἀλλὰ καὶ ἀγάλλεται μᾶλλον μὲν ὑπὸ τῶν νεωτέρων ἀγαπώμενος ἢ οἱ γονεῖς, μᾶλλον δὲ ὑπὸ τῶν πρεσβυτέρων ἢ τοὺς παῖδας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν συνόντων ἢ τοὺς ἐξ ἴσου συνόντας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν ἀκοῇ μόνον ἀκουόντων ἢ οἱ σφόδρα ἐγγὺς ὄντες ἀγαπῶνται · 3.113φιλοσυγγενέστατος δὲ ὢν καὶ φιλοικειότατος ἔσθ’ὅπῃ μεῖζον ἀγαθὸν νενόμικε τὴν φιλίαν τῆς συγγενείας. ἄνευ μὲν γὰρ συγγενείας οἱ φίλοι χρήσιμοι, ἄνευ δὲ φιλίας οὐ δὲ οἱ σφόδρα ἐγγὺς ὠφέλιμοι. τοσούτου δὲ ἀξίαν κρίνει τὴν φιλίαν, ὥστε οὐδένα ἡγεῖται τῶν πώποτε ἠδικῆσθαι ὑπὸ φίλου, ἀλλὰ τοῦτο δὴ ἓν τῶν λεγομένων ἀδυνάτων εἶναι ἅμα γὰρ τις ἀδίκων πεφώραται καὶ δῆλον πεποίηκεν ὅτι οὐκ ἦν φίλος. 3.114ὅσοι δὲ πεπόνθασι δεινόν, ὑπ’ἐχθρῶν πεπόνθασι, λεγομένων μὲν φίλων, ἀγνοουμένων δὲ ὅτι ἦσαν ἐχθροί. δεῖ οὖν καταμέμφεσθαι τὴν αὑτῶν ἄγνοιαν, ἀλλὰ μὴ ψέγειν τὸ τῆς φιλίας ὄνομα. 3.115καίτοι πατέρα γε ὄντα οὐκ ἀδύνατον υἱὸν ἀδικῆσαι καὶ παῖδα περὶ τοὺς γονέας ἐξαμαρτεῖν, ὁμοίως δὲ ἀδελφοὺς ἀλλήλων κακόν τι ἀπολαῦσαι. οὕτως δὲ πάνυ τὴν φιλίαν ἱερὸν νενόμικεν, ὥστε καὶ τοὺς θεοὺς αὑτῷ πειρᾶται ποιεῖν φίλους. 3.116ἐν ἅπασι μὲν οὖν τοῖς εἰρημένοις ἔστι συννοεῖν, ὅτι πάντα τα- τἀναντία τοῖς τυράννοις κακὰ πρόσεστιν ὧν ἐμνήσθημεν ἀγαθῶν, οὐχ ἥκιστα δὲ ἐν τῷ νῦν λεγομένῳ. πάντων γὰρ ἀπορώτατός ἐστι φιλίας τύραννος · οὐ δὲ γὰρ δύναται ποιεῖσθαι φίλους. 3.117τοὺς μὲν γὰρ ὁμοίους αὑτῷ, πονηροὺς ὄντας, ὑφορᾶται, ὑπὸ δὲ τῶν ἀνομοίων καὶ ἀγαθῶν μισεῖται. ὁ δὲ μισούμενος ἐχθρὸς καὶ τοῖς δικαίοις καὶ τοῖς ἀδίκοις. οἱ μὲν γὰρ δικαίως μισοῦσιν αὐτόν, οἱ δὲ τῶν αὐτῶν ἐπιθυμοῦντες ἐπιβουλεύουσιν. 3.118ὥστε ὁ μὲν Πέρσης ἕνα τινὰ ἔσχεν, ὀφθαλμὸν βασιλέως λεγόμενον, καὶ τοῦτον οὐ σπουδαῖον ἄνθρωπον, ἀλλὰ ἐκ τῶν ἐπιτυχόντων, ἀγνοῶν ὅτι τοῦ ἀγαθοῦ βασιλέως οἱ φίλοι πάντες εἰσὶν ὀφθαλμοί. 3.119φιλοίκειος δὲ καὶ φιλοσυγγενὴς πῶς οὐκ ἂν εἴη διαφερόντως; ὅς γε τοὺς οἰκείους καὶ τοὺς συγγενεῖς μέρος νενόμικε τῆς αὑτοῦ ψυχῆς, καὶ προνοεῖ γε οὐ μόνον ὅπως μετέχωσι τῆς λεγομένης εὐδαιμονίας, πολὺ δὲ μᾶλλον ὅπως ἄξιοι δοκῶσι κοινωνεῖν τῆς ἀρχῆς, καὶ τοῦτο ἐσπούδακεν ἐξ ἅπαντος, ὅπως μὴ διὰ τὴν συγγένειαν αὐτούς, ἀλλὰ διὰ τὴν ἀρετὴν φαίνηται προτιμῶν. 3.120καὶ τοὺς μὲν ὀρθῶς ζῶντας μάλιστα πάντων ἀγαπᾷ, τοὺς δὲ μή, οὐ φίλους ἀλλ’ἀναγκαίους νενόμικεν. 3.121τοὺς μὲν γὰρ φίλους ἔστι διαλύσασθαι δυσχέρειάν τινα ἐν αὐτοῖς ἐνιδόντα · πρὸς δὲ τοὺς συγγενεῖς οὐχ οἷόντε διαλύσασθαι τὴν συγγένειαν, ἀλλ’ὁποῖοί ποτ’ἂν ὦσιν, ἀνάγκη τοῦτο ἀκούειν τὸ ὄνομα. 3.122γυναῖκα δὲ οὐ κοίτης μόνον ἢ ἀφροδισίων κοινωνὸν νενόμικεν, βουλῆς δὲ καὶ ἔργων καὶ τοῦ ξύμπαντος βίου συνεργόν. 3.123μόνος δὲ τὴν εὐδαιμονίαν οὐχ ἡδυπάθειαν νενόμικε, πολὺ δὲ μᾶλλον καλοκἀγαθίαν, τὴν δὲ ἀρετὴν οὐκ ἀνάγκην ἀλλὰ βούλησιν, τὴν δὲ καρτερίαν οὐ ταλαιπωρίαν ἀλλ’ἀσφάλειαν, καὶ τὰς μὲν ἡδονὰς αὔξει τοῖς πόνοις καὶ μείζους διὰ τοῦτο καρποῦται, τοὺς δὲ πόνους ἐπελαφρύνει τῷ ἔθει. 3.124ταῦτα δὲ ἡγεῖται συμφέροντα καὶ ἡδέα · ὁρᾷ γὰρ τοὺς μὲν ἰδιώτας, εἰ μέλλουσιν ὑγιαίνειν καὶ παραμένειν εἰς γῆρας, οὔποτε ἀργῷ καὶ ἀπόνῳ τῷ σώματι τροφὴν προσφέροντας, ἀλλὰ τοὺς μὲν πρότερον τέχνας ἐργαζομένους, ἐνίας αὐτῶν καὶ πολὺν ἐχούσας τὸν κάματον, τοὺς μὲν χαλκέας, τοὺς δὲ ναυπηγούς, τοὺς δὲ οἰκοδόμους · 3.125ὅσοι δὲ κέκτηνται γῆν, διαπονοῦντας πρότερον τὰ περὶ γεωργίαν, ὅσοι δὲ ἐν ἄστει διάγουσι, τῶν κατὰ πόλιν τι πράττοντας · 3.126τῶντε σχολὴν ἀγόντων τὰ γυμνάσια μεστὰ καὶ τὰς παλαίστρας, καὶ τοὺς μὲν τρέχοντας ἐν τοῖς δρόμοις, τοὺς δὲ αὖ παλαίοντας, τοὺς δὲ ἄλλο τι παρὰ τὴν ἀγωνίαν, οὐκ ὄντας ἀθλητάς — ἁπλῶς δὲ εἰπεῖν, ἕκαστον τῶν μὴ σφόδρα ἀνοήτων ὁτιοῦν ἀσκοῦντα καὶ σίτων ἀπολαύοντα ὑγιεινῶν καὶ ποτῶν. 3.127ὁ δ’ἄρχων ἁπάντων τούτων διαφέρει τῷ μὴ μάτην πονεῖν μη δὲ τὸ σῶμα μόνον αὔξειν, ἀλλ’ἕνεκα πράξεων · ἢ γὰρ ἦλθε πρός τι τῶν δεομένων προνοίας ἢ ἔφθασεν ὅπου δεῖ τάχους ἢ κατήνυσέν τι τῶν οὐ ῥᾳδίων ἀνυσθῆναι ἢ στρατιὰν ἐξέταξεν ἢ χώραν ἡμέρωσεν ἢ πόλιν ᾤκισεν ἢ ποταμοὺς ἔζευξεν ἢ γῆν ὁδευτὴν ἐποίησεν. 3.128οὐχ οὕτως δ’ἡγεῖται μακάριον ὅτι ἔξεστι κεκτῆσθαι καλλίστους μὲν ἵππους, κάλλιστα δὲ ὅπλα, καλλίστην δὲ ἐσθῆτα, καὶ τα- τἄλλα ὁμοίως, ἀλλ’ὅτι φίλους τοὺς καλλίστους, καὶ πολύ γε αἴσχιον φιλίας ἐνδεέστερον ἔχειν τῶν ἰδιωτῶν ἢ τούτων τινός. 3.129ᾧ γὰρ ἐξ ἁπάντων ἀνθρώπων ἐκλέξασθαι τοὺς πιστοτάτους ὑπάρχει, καὶ σχεδὸν οὐδείς ἐστιν ὃς οὐκ ἂν ἄσμενος ὑπακούσειεν αὐτῷ βουλομένῳ χρῆσθαι, πῶς οὐ καταγέλαστον τὸ μὴ χρῆσθαι τοῖς σπουδαιοτάτοις; οἱ μὲν γὰρ πολλοὶ τῶν δυναστῶν τοὺς ὁπωσδήποτε πλησίον γενομένους καὶ τοὺς κολακεύειν ἐθέλοντας, τούτους μόνους ὁρῶσι, τοὺς δὲ ἄλλους πάντας ἀπελαύνουσι, καὶ τούς γε βελτίστους ἔτι μᾶλλον. 3.130ὁ δὲ ἐξ ἁπάντων ποιεῖται τὴν ἐκλογήν, ἄτοπον ἡγούμενος Νισαίους μὲν ἵππους μεταπέμπεσθαι ὅτι βελτίους εἰσὶ τῶν Θετταλῶν, καὶ κύνας Ἰνδικάς, ἀνθρώποις δὲ μόνοις χρῆσθαι τοῖς ἐγγύς. 3.131πάντα γὰρ ὑπάρχει τούτῳ δι’ὧν ἐστι φιλία κτητόν. προσάγεται γὰρ εἰς εὔνοιαν τοὺς μὲν φιλοτίμους ἔπαινος, τοὺς δὲ ἡγεμονικοὺς τὸ ἀρχῆς μεταλαμβάνειν, τοὺς δὲ αὖ πολεμικοὺς τὸ πράττειν τι τῶν πολεμικῶν, τοὺς δὲ ἐπιμελεῖς τὸ πράγματα διοικεῖν, τούς γε μὴν φιλοστόργους ἡ συνήθεια. 3.132τίς οὖν δύναται μᾶλλον ἄρχοντας ἀποδεικνύειν; τίς δὲ πλειόνων δεῖται τῶν ἐπιμελουμένων; τίς δὲ κύριος μειζόνων μεταδοῦναι πραγμάτων; τινι δὲ μᾶλλον ἔξεστιν ἑτέρῳ πιστεύειν τὰ πρὸς πόλεμον; αἱ παρὰ τίνος δὲ τιμαὶ φανερώτεραι; ἡ παρὰ τινι δὲ εὐδοξοτέρα τράπεζα; εἰ δὲ ὠνητὸν ὑπῆρχε φιλία, τίς εὐπορώτερος χρημάτων, ὥστε μηδένα ἔχειν τὸν ἀντιποιησόμενον; 3.133ἅτε δὲ δὴ ἀνθρώπων ὄντα φύσει τῶν ἐν τῷ βίῳ διαφερόντων καὶ τοῦτον τῶν ἄλλων τι ὥσπερ παραμύθιον ἔχειν δεῖ · ὅθεν δὴ πολλὰ πολλοῖς προσέπεσε νοσήματα ἀγεννῆ καὶ λυμαινόμενα τὰς ψυχάς, ἔτι δὲ καθαιροῦντα τὸ ἀξίωμα τῆς βασιλείας · 3.134ὁ μὲν γὰρ ὑπὸ ᾠδῆς ἁλοὺς μινυρίζων διετέλει καὶ θρήνων ἐν τοῖς θεάτροις, ἀμελήσας δὲ τῆς αὑτοῦ βασιλείας, τοὺς παλαιοὺς ὑποκρινόμενος ἠγάπα βασιλέας · ὁ δὲ αὐλήσεως ἐραστὴς ἐγένετο · 3.135ὁ δὲ ἀγαθὸς βασιλεὺς τῶν μὲν τοιούτων οὐδέποτε ἀκροᾶται συνεχῶς · κάλλιστον δὲ εὕρημα ἡγεῖται κυνηγεσίαν, καὶ τούτῳ μάλιστα χαίρει · δι’οὗ τὸ μὲν σῶμα γίγνεται ῥωμαλεώτερον, ἡ ψυχὴ δὲ ἀνδρειότερα, τὰ πολεμικὰ δὲ ἅπαντα ἀσκεῖται. 3.136καὶ γὰρ ἱππεῦσαι καὶ δραμεῖν ἀναγκαῖον καὶ ὑφίστασθαι πολλὰ τῶν ἀλκίμων θηρίων καὶ καῦμα ἀνέχεσθαι καὶ ψῦχος ὑπομένειν, πολλάκις δὲ καὶ λιμοῦ καὶ δίψους πειραθῆναι, διὰ δὲ τὴν ἐπιθυμίαν ἐθίζεται πάντα καρτερεῖν μέθ’ἡδονῆς — οὐ μέντοι τήν γε Περσικὴν θηρᾶν. 3.137ἐκεῖνοι μὲν γὰρ παραδείσοις περιλαβόντες, ὁπότε ἐπιθυμήσειαν, ὥσπερ ἐν εἱρκτῇ τὰ θηρία ἔκτεινον, ὡς μήτε ζητοῦντες πονεῖν μήτε αὖ κινδυνεύοντες, ἅτε ἀσθενῆ καὶ δεδουλωμένα · ὁμοίως δὲ ἀφῃροῦντο τὴν ἐπὶ τῷ εὑρεῖντε χαρὰν καὶ τὴν ἐπὶ τῷ φθάσαι σπουδὴν καὶ τὴν ἐπὶ τῷ συμβῆναι ἀγωνίαν. 3.138ὅμοιον γὰρ ἐποίουν ὥσπερ εἰ πολεμικοὶ φάσκοντες εἶναι ἀφέντες τὸ τοῖς πολεμίοις μάχεσθαι τοὺς αἰχμαλώτους οἴκοι λαβόντες ἔκτεινον.