Orations, Oration 32
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
32.1ἆρά γε βούλοισθ’ἄν, ὦ ἄνδρες, σπουδάσαι χρόνον σμικρὸν καὶ προσέχειν; ἐπειδὴ παίζοντες ἀεὶ διατελεῖτε καὶ οὐ προσέχοντες καὶ παιδιᾶς μὲν καὶ ἡδονῆς καὶ γέλωτος, ὡς εἰπεῖν, οὐδέποτε ἀπορεῖτε · καὶ γὰρ αὐτοὶ γελοῖοί ἐστε καὶ ἡδεῖς καὶ διακόνους πολλοὺς τούτων ἔχετε · σπουδῆς δὲ ὑμῖν τὴν πᾶσαν ἔνδειαν ὁρῶ οὖσαν. 32.2καίτοι τινὲς ἐπαινοῦσιν ὑμᾶς ὡς σοφούςτε καὶ δεινούς, ὅτι τοσαῦται μυριάδες ἀνθρώπων ἅμα καὶ τὰ δέοντα ἐννοεῖτε καὶ ταχὺ φθέγγεσθε ὅ τι ἂν ἐννοήσητε · ἐγὼ δὲ μᾶλλον ἂν ὑμᾶς ἐπῄνουν βραδὺ μὲν φθεγγομένους, ἐγκρατῶς δὲ σιγῶντας, ὀρθῶς δὲ διανοουμένους, ὃ καὶ νῦν ποιήσατε, ἵνα κτήσησθε πρὸς ἐκείνῳ τῷ ἐπαίνῳ καινὸν ἕτερον μείζωτε καὶ σεμνότερον, ὅτι τοσοῦτοι ὄντες λόγων χρησίμων γενομένων ἅπαντες ἐσιωπήσατε, καὶ πρὸς τούτῳ ἐδείξατε ὅτι οὐ μόνον ἐστὲ ἱκανοὶ νοήσαντες εἰπεῖν, ἀλλὰ καὶ ἀκούσαντες νοῆσαι. χοροῦ μὲν γὰρ ἔπαινος τὸ ἅμα εἰπεῖν, μᾶλλον δὲ οὐ δὲ τούτου · τί γάρ, ἂν κοινῇ πάντες ἀποτυγχάνωσι τοῦ μέλους; 32.3δήμου δὲ τὸ καλῶς ἀκοῦσαι. νῦν μὲν γὰρ ἁμαρτάνετε τὸ Ἀθηναίων ποτὲ ἁμάρτημα. τοῦ γὰρ Ἀπόλλωνος εἰπόντος, εἰ θέλουσιν ἄνδρας ἀγαθοὺς ἐν τῇ πόλει γενέσθαι, τὸ κάλλιστον ἐμβάλλειν τοῖς ὠσὶ τῶν παίδων, οἱ δὲ τρήσαντες τὸ ἕτερον χρυσίον ἐνέβαλον, οὐ συνέντες τοῦ θεοῦ. τοῦτο μὲν γὰρ κόραις μᾶλλον ἔπρεπε καὶ παισὶ Λυδῶν ἢ Φρυγῶν · Ἑλλήνων δὲ παισί, καὶ ταῦτα θεοῦ προστάξαντος, οὐκ ἄλλο ἥρμοζεν ἢ παιδεία καὶ λόγος, ὧν οἱ τυχόντες εἰκότως ἄν ἄνδρες ἀγαθοὶ γίγνονται καὶ σωτῆρες τῶν πόλεων. 32.4ἐκεῖνοι μὲν οὖν κακῶς ἐχρήσαντο τοῖς ὠσὶ τῶν παίδων, ὑμεῖς δὲ τοῖς αὑτῶν κάκιον. δήμου γάρ ἐστιν ἀκοὴ τὸ θέατρον · εἰς τοῦτο δὲ καλὸν μὲν ἢ τίμιον οὐδὲν ὑμῖν ἢ σπανίως ποτὲ εἰσέρχεται · κρουμάτων δὲ ἀεὶ μεστόν ἐστι καὶ θορύβου καὶ βωμολοχίας καὶ σκωμμάτων οὐδὲν ἐοικότων χρυσῷ. διὰ τοῦτο οὖν ὀρθῶς ἔφην ἀπορεῖν ὑμᾶς σπουδῆς. οὔτε γὰρ αὐτοὶ σπουδαῖοί ἐστε οὔτε οἱ ὑμέτεροι συνήθεις καὶ πολλάκις εἰς ὑμᾶς εἰσιόντες, μῖμοίτ’ὀρχησταίτε χοροιτυπίῃσιν ἄριστοι, ἵππωντ’ὠκυπόδων ἐπιβήτορες, οἵτε τάχιστα ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς, νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν. 32.5τοῦτο γὰρ ἀεὶ ὁρᾶτε καὶ περὶ τοιαῦτά ἐστε, ἀφ’ὧν νοῦν μὲν ἢ φρόνησιν ἢ δικαίαν διάθεσιν ἢ πρὸς θεοὺς εὐσέβειαν οὐκ ἔστι κτήσασθαι, ἔριν δὲ ἀμαθῆ καὶ φιλοτιμίαν ἄμετρον καὶ κενὴν λύπην καὶ χαρὰν ἀνόητον καὶ λοιδορίαν καὶ δαπάνην. λέγω δὲ ταῦτα οὐκ ἀποτρέπων οὐ δὲ καταλύειν κελεύων τὰς τοιαύτας ψυχαγωγίας καὶ ἀπάτας τῆς πόλεως · μαινοίμην γὰρ ἄν · ἀλλ’ἀξιῶν ὑμᾶς, ὥσπερ τούτοις ἑτοίμως καὶ συνεχῶς αὑτοὺς παρέχετε, οὕτω καὶ λόγου χρηστοῦ ποτε ἀκοῦσαι καὶ τὴν ἐπὶ τῷ συμφέροντι δέξασθαι παρρησίαν · 32.6ἐπεὶ καὶ τοὺς Ἀθηναίους, ὧν μικρῷ πρότερον ἐμνήσθην, οὐ πάντως εὑρήσομεν ἁμαρτάνοντας · ἀλλὰ τοῦτό γε ἐκεῖνοι καὶ πάνυ καλῶς ἐποίουν, ὅτι τοῖς ποιηταῖς ἐπέτρεπον μὴ μόνον τοὺς κατ’ἄνδρα ἐλέγχειν, ἀλλὰ καὶ κοινῇ τὴν πόλιν, εἴ τι μὴ καλῶς ἔπραττον · ὥστε σὺν πολλοῖς ἑτέροις καὶ τοιαῦτα ἐν ταῖς κωμῳδίαις λέγεσθαι · δῆμος πυκνίτης, δύσκολον γερόντιον, ὑπόκωφον, καὶ τί δ’ἔστ’Ἀθηναίοισι πρᾶγμ’ἀπώμοτον; καὶ ταῦτα ἤκουον ἑορτάζοντες καὶ δημοκρατούμενοι, καὶ οὐ μόνον τῶν σφετέρων πολιτῶν, εἴ τινα ἤθελον πρὸς ὀργὴν ἀπολέσαι τῶν ταῦτα λεγόντων, κύριοι καθεστηκότες, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων ἄρχοντες, καὶ ἐξὸν αὐτοῖς, εἰ ἐβούλοντο, μηδὲν ἀηδὲς ἀκούειν. 32.7ὑμῖν δὲ οὔτε χορός ἐστι τοιοῦτος οὔτε ποιητὴς οὔτε ἄλλος οὐδείς, ὃς ὑμῖν ὀνειδιεῖ μετ’εὐνοίας καὶ φανερὰ ποιήσει τὰ τῆς πόλεως ἀρρωστήματα. τοιγαροῦν ὅταν ποτὲ φαίνηται τὸ πρᾶγμα, προθύμως δέχεσθαι δεῖ καὶ τότε νομίζειν ἑορτὴν ἄγειν, ἀλλὰ μὴ βαρύνεσθαι, κα- κἂν ἄρα, δυσωπεῖσθαι ἐξειπεῖν, πηνίκα παύσεται; καὶ πότε εἴσεισι θαυματοποιὸς ἢ λῆρος ἢ τοιοῦτος ἕτερος; ἐκεῖνο μὲν γάρ, ὅπερ εἶπον, ἀεὶ ὑμῖν πάρεστι, καὶ οὐ δέος μήποτε ἐπιλίπῃ · τῶν δὲ τοιούτων λόγων, δι’οὓς ἄνθρωποι εὐδαιμονοῦσι καὶ κρείττους καὶ σωφρονέστεροι γίγνονται καὶ βέλτιον οἰκεῖν δύνανται τὰς πόλεις, οὐ πολλάκις ἀκηκόατε · οὐ βούλομαι γὰρ εἰπεῖν, ἀνήκοοί ἐστε. 32.8καὶ τοῦτο ἴσως οὐ δι’ὑμᾶς · δηλώσετε δέ, ἂν ἀνάσχησθε τήμερον · ἀλλὰ μᾶλλον παρὰ τοὺς καλουμένους φιλοσόφους. οἱ μὲν γὰρ αὐτῶν ὅλως εἰς πλῆθος οὐκ ἴασιν οὐ δὲ θέλουσι διακινδυνεύειν, ἀπεγνωκότες ἴσως τὸ βελτίους ἂν ποιῆσαι τοὺς πολλούς · οἱ δ’ἐν τοῖς καλουμένοις ἀκροατηρίοις φωνασκοῦσιν, ἐνσπόνδους λαβόντες ἀκροατὰς καὶ χειροήθεις ἑαυτοῖς. 32.9τῶν δὲ Κυνικῶν λεγομένων ἔστι μὲν ἐν τῇ πόλει πλῆθος οὐκ ὀλίγον, καὶ καθάπερ ἄλλου τινὸς πράγματος καὶ τούτου φορὰ γέγονε · νόθον μέντοι γε καὶ ἀγεννὲς ἀνθρώπων οὐθέν, ὡς εἰπεῖν, ἐπισταμένων, ἀλλὰ χρείων τροφῆς · οὗτοι δὲ ἔντε τριόδοις καὶ στενωποῖς καὶ πυλῶσιν ἱερῶν ἀγείρουσι καὶ ἀπατῶσι παιδάρια καὶ ναύτας καὶ τοιοῦτον ὄχλον, σκώμματα καὶ πολλὴν σπερμολογίαν συνείροντες καὶ τὰς ἀγοραίους ταύτας ἀποκρίσεις. τοιγαροῦν ἀγαθὸν μὲν οὐδὲν ἐργάζονται, κακὸν δ’ὡς οἷόντε τὸ μέγιστον, καταγελᾶν ἐθίζοντες τοὺς ἀνοήτους τῶν φιλοσόφων, ὥσπερ ἂν παῖδάς τις ἐθίζοι διδασκάλων καταφρονεῖν, καὶ δέον ἐκκόπτειν τὴν ἀγερωχίαν αὐτῶν οἱ δ’ἔτι αὔξουσιν. 32.10τῶν δὲ εἰς ὑμᾶς παρϊόντων ὡς πεπαιδευμένων οἱ μὲν ἐπιδεικτικοὺς λόγους καὶ τοὺς ἀμαθεῖς, οἱ δὲ ποιήματα συνθέντες ᾄδουσιν, ὡς πάνυ φιλῳδῶν ὑμῶν κατεγνωκότες. οὗτοι δ’εἰ μέν εἰσι ποιηταὶ καὶ ῥήτορες, οὐδὲν ἴσως δεινόν · εἰ δ’ὡς φιλόσοφοι ταῦτα πράττουσι κέρδους ἕνεκεν καὶ δόξης τῆς ἑαυτῶν, οὐ τῆς ὑμετέρας ὠφελείας, τοῦτο δ’ἤδη δεινόν. ὅμοιον γὰρ ὥσπερ εἴ τις ἰατρὸς ἐπὶ κάμνοντας ἀνθρώπους εἰσιὼν τῆς μὲν σωτηρίας αὐτῶν καὶ τῆς θεραπείας ἀμελήσειε, στεφάνους δὲ καὶ ἑταίρας καὶ μύρον αὐτοῖς εἰσφέροι. 32.11τινὲς δὲ ὀλίγοι παρρησίαν ἀγηόχασι πρὸς ὑμᾶς, καὶ ταύτην ἐνδεῶς, οὐ δ’ὡς ἐμπλῆσαι τὰς ἀκοὰς ὑμῶν οὐ δ’ὥστε διατελέσαι λέγοντες, ἀλλὰ ἓν ἢ δύο ῥήματα εἰπόντες, καὶ λοιδορήσαντες μᾶλλον ἢ διδάξαντες ὑμᾶς, κατὰ σπουδὴν ἀπίασιν, εὐλαβούμενοι μὴ μεταξὺ θορυβήσητε καὶ παραπέμψητε αὐτούς, ὥσπερ οἱ χειμῶνος ἀποτολμῶντες εἰς τὴν θάλατταν βραχύν τινα καὶ σύντομον πλοῦν. ἄνδρα δὲ λαβεῖν καθαρῶς καὶ ἀδόλως παρρησιαζόμενον, καὶ μήτε δόξης χάριν μήτ’ἐπ’ἀργυρίῳ προσποιούμενον, ἀλλ’ἐπὶ εὐνοίᾳ καὶ κηδεμονίᾳ τῶν ἄλλων ἕτοιμον, εἰ δέοι, καὶ καταγελᾶσθαι, καὶ ἀταξίαν πλήθους ἐνεγκεῖν καὶ θόρυβον, οὐ ῥᾴδιον, ἀλλὰ καὶ πάνυ εὐτυχοῦς πόλεως, ἐν τοσαύτῃ σπάνει γενναίων καὶ ἐλευθέρων ἀνδρῶν, ἀφθονίᾳ δὲ κολάκων καὶ γοήτων καὶ σοφιστῶν. 32.12ἐγὼ μὲν γὰρ οὐκ ἀπ’ἐμαυτοῦ μοι δοκῶ προελέσθαι τοῦτο, ἀλλ’ὑπὸ δαιμονίου τινὸς γνώμης. ὧν γὰρ οἱ θεοὶ προνοοῦσιν, ἐκείνοις παρασκευάζουσι καὶ συμβούλους ἀγαθοὺς αὐτομάτους καὶ λόγους ἐπιτηδείους καὶ ξυμφέροντας εἰρῆσθαι. καὶ τοῦτο ἥκιστα ὑμᾶς ἀπιστεῖν χρή, παρ’οἷς μάλιστα μὲν τιμᾶται τὸ δαιμόνιον, μάλιστα δὲ αὐτὸ δείκνυσι τὴν αὑτοῦ δύναμιν καὶ μόνον οὐ καθ’ἑκάστην ἡμέραν διάτε χρησμῶν καὶ δι’ὀνειράτων. μὴ οὖν οἴεσθε κοιμωμένων μόνον ἐπιμελεῖσθαι τὸν θεόν, καὶ κατ’ἰδίαν ἑκάστῳ μηνύοντα τὸ συμφέρον, ἐγρηγορότων δὲ ἀμελεῖν καὶ κοινῇ καὶ ἀθρόοις μηδὲν ἂν δεῖξαι τῶν χρησίμων. πολλάκις γὰρ ἤδη καὶ ὕπαρ ὤνησε καὶ μεθ’ἡμέραν ἐναργῶς προεῖπεν. 32.13ἴστε δήπου τὰς τοῦ Ἄπιδος φήμας ἐνθάδε ἐν Μέμφει πλησίον ὑμῶν, ὅτι παῖδες ἀπαγγέλλουσι παίζοντες τὸ δοκοῦν τῷ θεῷ, καὶ τοῦτο ἀψευδὲς πέφηνεν. ὁ δὲ ὑμέτερος θεὸς οἶμαι, τελειότερος ὤν, δι’ἀνδρῶν ὑμᾶς καὶ μετὰ σπουδῆς βούλεται ὠφελεῖν, οὐ δι’ὀλίγων ῥημάτων, ἀλλ’ἰσχυρᾷ καὶ πλήρει κληδόνι καὶ λόγῳ σαφεῖ, διδάσκοντι περὶ τῶν ἀναγκαιοτάτων, ἂν ὑπομένητε, μετὰ γνώμης καὶ πειθοῦς. 32.14καὶ πρῶτόν γε ἁπάντων, ἵνα, ὅθενπερ ἐχρῆν, ἐγγύθεν ἄρξωμαι, τοῦτο πείσθητε βεβαίως, ὅτι τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἐπ’ἀγαθῷ πάνθ’ὁμοίως ἐστὶ δαιμόνια, κα- κἂν πλέων τις ἐμπείρου τύχῃ κυβερνήτου κα- κἂν ἔθνος ἢ πόλις χρηστῶν ἡγεμόνων, κα- κἂν ἰατρὸς ἐν καιρῷ παραγένηται τῷ κάμνοντι, καὶ τοῦτον ἡγεῖσθαι χρὴ βοηθὸν ἥκειν παρὰ θεοῦ, κα- κἂν λόγων τις ἀκούσῃ φρονίμων, ἐκεῖθεν ἐπιπεμφθῆναι. 32.15καθόλου γὰρ οὐδὲν εὔδαιμον οὐ δ’ὠφέλιμον, ὃ μὴ κατὰ γνώμην καὶ δύναμιν τῶν θεῶν ἀφικνεῖται πρὸς ἡμᾶς, ἀλλὰ πανταχῇ πάντων ἀγαθῶν αὐτοὶ κρατοῦσι καὶ διανέμουσι δαψιλῶς τοῖς ἐθέλουσι δέχεσθαι · τὰ κακὰ δὲ ἀλλαχόθεν, ὡς ἐξ ἑτέρας τινὸς πηγῆς ἔρχεται τῶν πλησίον οὔσης παρ’ἡμῖν, ὥσπερ ἐπὶ τοῦδε τοῦ ὕδατος τὸ μὲν σῷζον καὶ τρέφον καὶ γόνιμον ὄντως ἄνωθέν ποθεν ἐκ δαιμονίου τινὸς πηγῆς κάτεισι, τοὺς ῥυπαροὺς δὲ ὀχετοὺς καὶ δυσώδεις αὐτοὶ ποιοῦμεν καὶ ἀφ’ἡμῶν οὗτοι ἵστανται. διὰ γὰρ ἀνθρώπων ἄνοιαν καὶ τρυφὴν καὶ φιλοτιμίαν δυσχερὴς ὁ βίος καὶ μεστὸς ἀπάτης, πονηρίας, λύπης, μυρίων ἄλλων κακῶν. 32.16τούτων δὲ ἓν ἴαμα καὶ φάρμακον ἐποίησαν οἱ θεοὶ παιδείαν καὶ λόγον, ᾧ διὰ βίου μέν τις χρώμενος καὶ συνεχῶς ἦλθέ ποτε πρὸς τέλος ὑγιὲς καὶ εὔδαιμον · οἱ δὲ σπανίως καὶ διὰ χρόνου ποτὲ περιτυχόντες ἄλλοτε μὲν ζώουσ’ἑτερήμεροι, ἄλλοτε δ’αὖτε τεθνᾶσιν · ὅμως δὲ ἤδη ποτὲ ἐξαισίων δεινῶν ἐπικειμένων αὐτοῖς ἀπετράπησαν. οἱ δὲ διὰ παντὸς ἄπειροι τοῦ φαρμάκου τούτου καὶ μηδέποτε σωφρονοῦντι λόγῳ τὰς ἀκοὰς ὑπέχοντες ὁλοκλήρως ἄθλιοι μηδεμίαν σκέπην μη δὲ προβολὴν ἔχοντες ἀπὸ τῶν παθῶν, ἀλλ’ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενοι, καθάπερ σκάφει σαθρῷ καὶ λελυμένῳ πάντων ἐν ἀγνώμονι γνώμῃ καὶ πονηρίᾳ. 32.17συμβαίνει δὲ τοὺς κακίστους καὶ ἀτυχεστάτους ὡς πορρωτάτω φεύγειν ἀπὸ τοῦ λόγου καὶ μὴ ἐθέλειν ἀκούειν, μη δ’ἂν βιάζηταί τις, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τὰ δυσχερῆ λίαν οὐκ ἐᾷ προσάψασθαι, καὶ τοῦτο αὐτὸ σημεῖόν ἐστι τοῦ πάνυ πονήρως αὐτὰ ἔχειν. οἱ δὲ τοιοῦτοι παρ’ἑτέρους ἴασιν ἰατροὺς οὐχ ἑκόντες ἰσχυροτέρους. διττὴ γὰρ θεραπεία κακίας καὶ πρόνοια, καθάπερ τῶν ἄλλων νόσων · ἡ μὲν ἐοικυῖα διαίτῃ καὶ φαρμάκοις, ἡ δὲ καύσει καὶ τομῇ, προσήκουσα μᾶλλον ἄρχουσι καὶ νόμοις καὶ δικασταῖς, οἳ τὸ περιττὸν δὴ καὶ ἀνίατον ἐξαιροῦσι. βελτίους δέ εἰσιν οἱ μὴ ῥᾳδίως αὐτὸ πράττοντες. 32.18τὴν δὲ ἑτέραν ἐπιμέλειαν ἔργον εἶναί φημι τῶν δυναμένων διὰ πειθοῦς καὶ λόγου ψυχὰς πραΰνειν καὶ μαλάττειν. οὗτοι δὲ σωτῆρές εἰσι καὶ φύλακες τῶν οἵωντε σώζεσθαι, πρὶν ἐλθεῖν εἰς τέλος τὴν πονηρίαν εἴργοντες καὶ κατέχοντες. δεῖ μὲν οὖν ἑκατέρων ταῖς πόλεσι, πολὺ δὲ ἐπιεικεστέρων τῶν ἐν ταῖς ἐξουσίαις. κολάζειν μὲν γὰρ προσήκει φειδόμενον, διδάσκειν δὲ μὴ φειδόμενον · καὶ χρηστοῦ μέν ἐστιν ἡγεμόνος συγγνώμη, φιλοσόφου δὲ κακοῦ μὴ πικρὸν εἶναι. τὸ μὲν γὰρ τῆς τιμωρίας σκληρὸν ἀπόλλυσι, τὸ δὲ τοῦ λόγου πικρὸν σῴζειν πέφυκε. 32.19κινδυνεύει μέντοι πολλή τις εἶναι σπάνις ὑμῖν τῶν τὸ ὕστερον ἐπισταμένων. οὔτε γὰρ χρήματα αὐτοῖς οὔτε δύναμις περιγίγνεται διὰ τούτου, ἀλλ’ἀπέχθεια μᾶλλον καὶ λοιδορία καὶ προπηλακισμός · ὧν ἴσως οὐκ ἔδει φροντίζειν · τοιγαροῦν διὰ τὴν ἐκείνων ἀναχώρησιν καὶ σιωπὴν ἐρίδων ὑμῖν φύεται πλῆθος καὶ δικῶν καὶ βοὴ τραχεῖα καὶ γλῶτται βλαβεραὶ καὶ ἀκόλαστοι, κατήγοροι, συκοφαντήματα, γραφαί, ῥητόρων ὄχλος, καθάπερ οἶμαι δι’ἔνδειαν ἰατρῶν ἢ δι’ἀπειρίαν πλείους οἱ θάπτοντες γίγνονται. 32.20καὶ τούτων ἐν ἀρχῇ μὲν ᾐτιασάμην τοὺς μὴ παριόντας εἰς τὸ πλῆθος μη δὲ τολμῶντας ὑμῖν διαλέγεσθαι, ἀλλὰ σεμνοὺς μὲν εἶναι βουλομένους, ἀνωφελεῖς δ’ὁρωμένους καὶ ὁμοίους τοῖς ἀγεννέσι τῶν ἀθλητῶν, οἳ τὰς παλαίστρας ἐνοχλοῦσι καὶ τὰ γυμνάσια χειρονομοῦντες καὶ παλαίοντες, εἰς δ’τὸ στάδιον οὐκ ἐθέλουσιν ἰέναι, τὸν ἥλιον καὶ τὰς πληγὰς ὑφορώμενοι. τὸ μέντοι πρᾶγμα δυσχερὲς ὄντως καὶ δι’ὑμᾶς. οὐ γὰρ ῥᾴδιον ἐνεγκεῖν τοσοῦδε πλήθους θόρυβον οὐ δὲ μυριάσιν ἀνθρώπων ἀπείροις ἐναντίον βλέψαι χωρὶς ᾠδῆς καὶ κιθάρας. τοῦτο μὲν γὰρ ἀλεξιφάρμακόν ἐστι πρὸς τὸν δῆμον ὑμῶν, καθάπερ στέαρ φασὶν ἐνίων ζῴων ὠφελεῖν πρός τι τῶν χαλεπῶν. 32.21ἐγὼ γοῦν, εἰ ἦν ᾠδικός, οὐκ ἂν δεῦρο εἰσῆλθον δίχα μέλους τινὸς ἢ ᾄσματος. νῦν δὲ τούτου μὲν ἀπορῶ τοῦ φαρμάκου · θεὸς δ’, ὅπερ ἔφην, θαρρῆσαί μοι παρέσχεν, ὅςτε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκης ῥηιδίως, τοτὲ δ’αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. εἰ οὖν τὰ τοῦ Ἑρμοῦ ἔπη κα- κἀγὼ λέγοιμι πρὸς ὑμᾶς, ὡς ἐκεῖνος ἐν Ὀδυσσείᾳ πεποίηται Καλυψοῖ ἀπολογούμενος ὑπὲρ τῆς ἀγγελίας, ἣν ἀηδῆ οὖσαν ἐκόμιζε, τάχ’ἂν ληρεῖν με φαίητε, ῥητέα δ’ὅμως · Ζεὺς ἐμέ γ’ἠνώγει δεῦρ’ἐλθέμεν οὐκ ἐθέλοντα · τίς δ’ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐ δέ τις ἄγχι βροτῶν πόλις. 32.22ἐκεῖνος μὲν θεὸς ὢν καὶ πετόμενος δυσχεραίνει τὰ κύματα καὶ τὸ πέλαγος καὶ τὴν μεταξὺ τῶν πόλεων καὶ τῶν ἀνθρώπων ἐρημίαν · ἐγὼ δὲ ἄνθρωπος οὐδεὶς οὐδαμόθεν ἐν τριβωνίῳ φαύλῳ μήτε ᾄδειν ἡδὺς μήτε μεῖζον ἑτέρου φθεγγόμενος, οὐκ ἄρα ἔδεισα τὸν ὑμέτερον θροῦν οὐ δὲ τὸν γέλωτα οὐ δὲ τὴν ὀργὴν οὐ δὲ τοὺς συριγμοὺς οὐ δὲ τὰ σκώμματα, οἷς πάντας ἐκπλήττετε καὶ πανταχοῦ πάντων ἀεὶ περίεστε καὶ ἰδιωτῶν καὶ βασιλέων; καὶ ταῦτα ἀκούων Ὁμήρουτε καὶ τῶν ἄλλων ποιητῶν ὑμνούντων ἀεὶ τὸν ὄχλον ὡς χαλεπόντε καὶ ἀπειθῆ καὶ πρὸς ὕβριν ἕτοιμον, τοῦ μὲν οὕτω λέγοντος · 32.23κινήθη δ’ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέντ’Εὖρόςτε Νότοςτε ὤρορ’ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων · ἑτέρου δὲ πάλιν αὖ, δῆμος ἄστατον κακόν, καὶ θαλάσσῃ πάνθ’ὅμοιον ὑπ’ἀνέμου ῥιπίζεται. καὶ γαληνὸς † εντηχω παν † πνεῦμα βραχὺ κορύσσεται. κα- κἄν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν. 32.24τάχ’ἂν οὖν καὶ ὑμεῖς ἐμὲ τῷ θορύβῳ καταπίοιτε καὶ τῇ ταραχῇ, βουλόμενον ὑμᾶς ὠφελεῖν. μείναντες δὲ καὶ ἀκούσαντες διὰ τέλους πᾶσι θαυμαστοὶ δόξετε, καὶ οὐ μόνον κρουμάτων ἔμπειροι καὶ ὀρχημάτων, ἀλλὰ καὶ λόγων φρονίμων, ἵνα κα- κἀμοὶ πρὸς τοὺς αἰτιωμένους καὶ καταγιγνώσκοντας, ὅτι δεῦρο εἰσῆλθον, ᾖ δικαίως ἀπολογεῖσθαι · αἰτιάσονται γάρ, εὖ ἴστε, καὶ φήσουσι δοξοκόπον εἶναι καὶ μαινόμενον, ὅστις ἐμαυτὸν ὄχλῳ καὶ θορύβῳ παρέβαλον · ὅπως οὖν ἔχω λέγειν ὅτι οὐ πᾶν πλῆθος ἀσελγές ἐστιν οὐ δὲ ἀνήκοον, οὐ δὲ ἀπὸ παντὸς δεῖ τοὺς πεπαιδευμένους φεύγειν. 32.25σαφέστερον δ’ὑμῖν, εἰ βούλεσθε, διελεύσομαι περὶ δήμου φύσεως, τοῦτ’ἔστι περὶ ὑμῶν αὐτῶν. καὶ γὰρ ἕν τι τῶν χρησίμων ἐστὶ καὶ μᾶλλον ἂν ὑμᾶς ὠφελήσειεν ἢ περὶ οὐρανοῦ καὶ γῆς εἰ λέγοιμι. φημὶ δὴ δῆμον ἐοικέναι μάλιστα ἀνδρὶ δυνάστῃ καὶ σφόδρα ἰσχυρῷ, μεγάλην τινὰ ἐξουσίαν καὶ ῥώμην ἔχοντι, καὶ τοσούτῳ μείζονι δυνάστῃ καὶ ἄρχοντι πλεόνων, ὅσῳπερ ἂν αὐτὸς ᾖ πλείων ὁ δῆμος καὶ πόλεως γενναιοτέρας. 32.26ἐκείνων μὲν οὖν εἰσι βασιλεῖς, θεοὶ ἐπὶ σωτηρίᾳ κοινῇ γεγονότες, κηδεμόνες ὄντως καὶ προστάται χρηστοὶ καὶ δίκαιοι, τῶν μὲν ἀγαθῶν ἑκούσιοι ταμίαι, τῶν δὲ χαλεπῶν σπανίως μεταδιδόντες καὶ κατὰ ἀνάγκην, κόσμῳ πόλεων ἡδόμενοι. οἱ δὲ το- τοὐναντίον σκληροὶ καὶ ἄγριοι τύραννοι, χαλεποὶ μὲν ἀκοῦσαι, χαλεποὶ δὲ συμβαλεῖν · τούτων ἡ μὲν ὀργὴ πρὸς πάντα ἕτοιμος, ὥσπερ θηρίων ἀνημέρων, τὰ δὲ ὦτα ἐμπέφρακται, καὶ πάροδος οὐκ ἔστιν εἰς αὐτὰ λόγοις ἐπιεικέσιν, ἀλλὰ κολακεία καὶ ἀπάτη κρατεῖ παρ’αὐτοῖς. 32.27ὁμοίως δὲ καὶ δῆμος ὁ μέν τις εὐγνώμων καὶ πρᾷος καὶ γαληνὸς ὄντως, οἷος γεύσασθαι παρρησίας καὶ μὴ πάντα ἐθέλειν τρυφᾶν, ἐπιεικής, μεγαλόφρων, αἰδούμενος τοὺς ἀγαθοὺς καὶ ἄνδρας καὶ λόγους, τοῖς νουθετοῦσι καὶ διδάσκουσι χάριν εἰδώς · ὃν ἐγὼ τίθημι τῆς θείας καὶ βασιλικῆς φύσεως, καὶ προσιέναι φημὶ καὶ διαλέγεσθαι τούτῳ πρέπειν, καθάπερ ἵππον γενναῖον ἐξ ἡνίας εὐτελοῦς πρᾴως ἄγοντα, οὐδὲν δεόμενον ψαλίων. 32.28οἱ δὲ πλείους καὶ οἱ θρασεῖς καὶ ὑπερήφανοι, δυσάρεστοι πρὸς ἅπαντα, ἁψίκοροι, τυράννοις ὅμοιοι καὶ πολὺ χείρους · οἷα δὴ τῆς κακίας αὐτῶν οὔσης οὐ μιᾶς οὐ δὲ ἁπλῆς, ἀλλὰ συμπεφορημένης ἐκ μυρίων · ὥστε πάνυ ποικίλοντε καὶ δεινὸν εἶναι θηρίον, οἷα ποιηταὶ καὶ δημιουργοὶ πλάττουσι Κενταύρουςτε καὶ Σφίγγας καὶ Χιμαίρας, ἐκ παντοδαπῶν φύσεων εἰς μίαν μορφὴν εἰδώλου ξυντιθέντες. τῷ δὲ τοιούτῳ τέρατι ξυμπλέκεσθαι καὶ ὁμόσε ἰέναι μαινομένου τινὸς ἀληθῶς ἔργον ἢ σφόδρα ἀνδρείου καὶ πτηνοῦ, Περσέως ἢ Βελλεροφόντου. 32.29τὸν οὖν τῶν Ἀλεξανδρέων δῆμον τὸν ἄπειρον, ὥς φασι, τῆς ποίας μερίδος θῶμεν; ἐγὼ μὲν γὰρ ὡς τῆς βελτίονος οὖσιν ὑμῖν παρέσχηκα ἐμαυτόν · ἴσως δὲ καὶ ἄλλος προαιρήσεται τῶν ἐμοῦ κρειττόνων. καὶ μὴν οὐδὲν ἂν ἔχοιτε θέαμα κάλλιον καὶ παραδοξότερον αὑτῶν σωφρονούντων καὶ προσεχόντων. θεῖον γὰρ δὴ καὶ σεμνὸν ἀληθῶς καὶ μεγαλοπρεπὲς δήμου πρόσωπον πρᾷον καὶ καθεστηκὸς καὶ μήτε γέλωτι σφοδρῷ καὶ ἀκολάστῳ βρασσόμενον μήτε θορύβῳ συνεχεῖ καὶ ἀτάκτῳ τεταραγμένον, ἀλλ’ἀκοὴ μία τοσοῦδε πλήθους. 32.30ἴδετε δὲ αὑτοὺς ἐν τῷ παρόντι καὶ ὅταν τὰ συνήθη θεωρῆτε, οἷοί ἐστε. ἐμοὶ γὰρ νῦν μὲν ἀξιοθέατοι δοκεῖτε εἶναι καὶ ἰδιώταις καὶ βασιλεῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐκ ἂν εἰσελθὼν καταπλαγείητε ὑμᾶς καὶ τιμήσειεν · ὥστε, εἰ μηδὲν ἄλλο, τοῦτό γε ὑμῖν ὁ λόγος παρέσχηκεν οὐ μικρόν, μίαν ὥραν σωφρονῆσαι. καὶ γὰρ τοῖς νοσοῦσι μεγάλη ῥοπὴ πρὸς σωτηρίαν μικρὸν ἡσυχάσασιν. ἐν δὲ ταῖς ἄλλαις σπουδαῖς, ὅταν ὑμῖν ἐμπέσῃ τὸ τῆς ἀταξίας πνεῦμα, ὥσπερ ἂν τραχὺς ἄνεμος κινήσῃ θάλατταν ἰλυώδη καὶ ῥυπαράν, ἀτεχνῶς οἶμαι καθ’Ὅμηρον ὁρᾶται ἀφρόςτε καὶ ἄχνη καὶ φυκίων πλῆθος ἐκχεομένων · 32.31ὡσαύτως δὴ καὶ παρ’ὑμῖν σκώμματα, πληγαί, γέλως. τίς ἂν οὖν τοὺς οὕτω διακειμένους ἐπαινέσειεν; οὐ γὰρ διὰ τοῦτο καὶ τοῖς ἄρχουσιν εὐτελέστεροι φαίνεσθε; καὶ πρότερόν τινα εἰρηκέναι φασί · “τὸ δὲ Ἀλεξανδρέων πλῆθος τί ἂν εἴποι τις, οἷς μόνον δεῖ παραβάλλειν τὸν πολὺν ἄρτον · οὕτω γὰρ εἰρῆσθαι πολὺ βέλτιον · καὶ θέαν ἵππων · ὡς τῶν γε ἄλλων οὐδενὸς αὐτοῖς μέλει”. οὐ γὰρ ὑμεῖς μέν, ἄν τις ἀσχημονῇ τῶν μειζόνων ἐν τῷ μέσῳ πάντων ὁρώντων, καταφρονήσετε αὐτοῦ καὶ νομιεῖτε οὐδενὸς ἄξιον, κα- κἂν μυριάκις ὑμῶν ἔχῃ τινὰ ἐξουσίαν, αὐτοὶ δὲ δύνασθε σεμνοὶ δοκεῖν καὶ σπουδαῖοι τοιαῦτα πράττοντες. 32.32οὐκ ἴστε ὅτι ὥσπερ ἡγεμὼν καὶ βασιλεὺς ὅταν προέλθῃ, τότε σαφέστατα ὁρᾶται καὶ δεῖ μηδὲν ἀγεννὲς μη δὲ αἰσχρὸν ποιεῖν · παραπλησίως καὶ δῆμος, ὅταν εἰς τα- ταὐτὸ προέλθῃ καὶ ἀθρόος γένηται; χρὴ μὲν γὰρ οἶμαι καὶ τὸν ἄλλον χρόνον σωφρονεῖν ὑμᾶς · ἀλλ’ὅμως ὅ τι ἂν πράττῃ τις καθ’αὑτόν, οὐ κοινόν ἐστι τοῦτο οὐ δὲ τῆς πόλεως · ἐν τῷ θεάτρῳ δὲ βλέπεται τὸ δημόσιον ἦθος. ὑμεῖς δὲ μάλιστα ἐνταῦθα ἀφυλάκτως ἔχετε καὶ προήσεσθε τὴν δόξαν τῆς πόλεως · ὥσπερ αἱ κακαὶ γυναῖκες, δέον αὐτάς, κα- κἂν οἴκοι μὴ σωφρονῶσιν, ἔξω γε προϊέναι κοσμίως, αἱ δὲ μάλιστα ἐν ταῖς ὁδοῖς πλεῖστα ἁμαρτάνουσιν. 32.33“τί οὖν”; τάχα ἐρεῖ τις, “τοῦτο μόνον ἁμαρτάνομεν, τὸ φαύλως θεωρεῖν; καὶ περὶ τούτου μόνου λέγεις ἡμῖν, ἄλλο δ’οὐθέν”; δέδοικα ἅμα τὸ περὶ πάντων ἐπεξελθεῖν. καίτοι τάχα φήσει τις ὡς πολλὰ λέγων οὐδὲν ὑμῖν συμβεβούλευκα οὐ δὲ εἴρηκα σαφῶς, ἐφ’ᾧ μάλιστα ἐπιτιμῶ · τοῦτο δὲ ἔργον εἶναι τοῦ διδάσκοντος. ἐγὼ δὲ καὶ νῦν μὲν ἡγοῦμαι πολλὰ καὶ χρήσιμα εἰρηκέναι τοῖς προσέχουσι καὶ περὶ θεοῦ καὶ περὶ δήμου φύσεως καὶ περὶ τοῦ δεῖν ἀκούειν, κα- κεἰ μὴ πείθεσθε, λόγων. τοῦτο γὰρ οἶμαι καὶ ἀναγκαιότατον ἦν, παρασκευάσαι πρῶτον ὑμᾶς ὑπομένοντας ἀκούειν. ὥστ’, εἰ μηδὲν ἄλλο παρέσχηκεν ὑμῖν μέγα ὁ λόγος, τοῦτο γοῦν ὅτι τοσοῦτον χρόνον κάθησθε σωφρονοῦντες. καὶ γὰρ τοῖς νοσοῦσι μεγάλη ῥοπὴ πρὸς σωτηρίαν μικρὸν ἡσυχάσασιν. 32.34καὶ μὴν περί γε τῶν ἄλλων τὸ μὲν πάντα ἐπεξελθεῖν, καὶ ταῦτα ἐν ἡμέρᾳ μιᾷ, καὶ τελέως ὑμᾶς ἀναγκάσαι καταγνῶναι τῆς κακίας καὶ τῶν ἁμαρτημάτων οὐ δυνατόν · οὐ δ’εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ’εἶεν, φωνὴ δ’ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη · εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι, Διὸς αἰγιόχοιο θυγατέρες, μνησαίαθ’ὅση κακότης παρὰ πᾶσιν, οὐχ ὑμῖν μόνοις. 32.35αὐτὸ δὲ τοῦτο περὶ οὗ λέγειν ἠρξάμην, ὁρᾶτε ἡλίκον ἐστίν. ὅπως μὲν γὰρ ἑστιᾶσθε καθ’ἑαυτοὺς ἢ κοιμᾶσθε ἢ διοικεῖτε τὴν οἰκίαν ἕκαστος οὐ πάνυ δῆλός ἐστιν · ὅπως μέντοι θεωρεῖτε καὶ ποῖοί τινες ἐνθάδε ἐστὲ ἅπαντες Ἕλληνες καὶ βάρβαροι ἴσασιν. ἡ γὰρ πόλις ὑμῶν τῷ μεγέθει καὶ τῷ τόπῳ πλεῖστον ὅσον διαφέρει καὶ περιφανῶς ἀποδέδεικται δευτέρα τῶν ὑπὸ τὸν ἥλιον. 32.36ἥτε γὰρ Αἴγυπτος ὑμῶν, τηλικοῦτον ἔθνος, σῶμα τῆς πόλεώς ἐστι, μᾶλλον δὲ προσθήκη, τοῦτε ποταμοῦ τὸ ἴδιον τῆς φύσεως καὶ παρὰ τοὺς ἄλλους ἅπαντας λόγου μεῖζον, τότε θαυμαστὸν αὐτοῦ καὶ τὸ ὠφέλιμον, τήντε θάλατταν τὴν καθ’ἡμᾶς ἅπασαν ἐκδέχεσθε, κάλλειτε λιμένων καὶ μεγέθει στόλου καὶ τῶν πανταχοῦ γιγνομένων ἀφθονίᾳ καὶ διαθέσει, καὶ τὴν ἔξωθεν ὑπερκειμένην ἔχετε, τήντε Ἐρυθρὰν καὶ τὴν Ἰνδικήν, ἧς πρότερον το- τοὔνομα ἀκοῦσαι χαλεπὸν ἦν · ὥστε τὰς ἐμπορίας οὐ νήσων οὐ δὲ λιμένων οὐ δὲ πορθμῶν τινων καὶ ἰσθμῶν, ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης γίγνεσθαι παρ’ὑμῖν. κεῖται γὰρ ἐν συνδέσμῳ τινὶ τῆς ὅλης γῆς καὶ τῶν πλεῖστον ἀπῳκισμένων ἐθνῶν, ὥσπερ ἀγορὰ μιᾶς πόλεως εἰς τα- ταὐτὸ ξυνάγουσα πάντας καὶ δεικνύουσάτε ἀλλήλοις καὶ καθ’ὅσον οἷόντε ὁμοφύλους ποιοῦσα. 32.37ἴσως οὖν χαίρετε ἀκούοντες, καὶ νομίζετε ἐπαινεῖσθαι ταῦτα ἐμοῦ λέγοντος, ὥσπερ ὑπὸ τῶν ἄλλων τῶν ἀεὶ θωπευόντων ὑμᾶς · ἐγὼ δὲ ἐπῄνεσα ὕδωρ καὶ γῆν καὶ λιμένας καὶ τόπους καὶ πάντα μᾶλλον ἢ ὑμᾶς. ποῦ γὰρ εἶπον ὥς ἐστε φρόνιμοι καὶ σώφρονες καὶ δίκαιοι; οὐχὶ τα- τἀναντία τούτων; ἔστι γὰρ ἀνθρώπων ἔπαινος εὐταξία, πρᾳότης, ὁμόνοια, κόσμος πολιτείας, τὸ προσέχειν τοῖς ὀρθῶς λέγουσι, τὸ μὴ πάντοτε ζητεῖν ἡδονάς. ἀναγωγαὶ δὲ καὶ κατάρσεις καὶ πλήθους ὑπερβολὴ καὶ ὠνίων καὶ νεῶν πανηγύρεως καὶ λιμένος καὶ ἀγορᾶς ἐστιν ἐγκώμιον, οὐ πόλεως · 32.38οὐ δέ γε, ἂν ὕδωρ ἐπαινῇ τις, ἀνθρώπων ἔπαινος οὗτός ἐστιν, ἀλλὰ φρεάτων · οὐ δ’ἂν περὶ εὐκρασίας λέγῃ τις, τοὺς ἀνθρώπους εἶναί φησιν ἀγαθούς, ἀλλὰ τὴν χώραν · οὐ δ’ἂν περὶ ἰχθύων, τὴν πόλιν ἐπαινεῖ · πόθεν; ἀλλὰ θάλατταν ἢ λίμνην ἢ ποταμόν. ὑμεῖς δέ, ἂν ἐγκωμιάζῃ τις τὸν Νεῖλον, ἐπαίρεσθε, ὥσπερ αὐτοὶ ῥέοντες ἀπὸ Αἰθιοπίας. σχεδὸν δὲ καὶ τῶν ἄλλων οἱ πλείους ἐπὶ τοῖς τοιούτοις χαίρουσι, καὶ μακαρίους ἑαυτοὺς κρίνουσιν, ἂν οἰκῶσι καθ’Ὅμηρον νῆσον δενδρήεσσαν ἢ βαθεῖαν ἤ τινα ἤπειρον εὔβοτον, εὔμηλον, ἢ πρὸς ὄρεσι σκιεροῖς ἢ πηγαῖς διαυγέσιν · ὧν οὐδὲν ἴδιόν ἐστιν ἐκείνων · ἀρετῆς δὲ οὐ δὲ ὄναρ αὐτοῖς μέλει. 32.39ἐγὼ δὲ τούτων ἐμνήσθην οὔτε ὑμᾶς ἐπαίρων οὔτε τοῖς συνήθως ὑμνοῦσιν αὐτὰ ῥήτορσιν ἢ ποιηταῖς παραβάλλων ἐμαυτόν. δεινοὶ γὰρ ἐκεῖνοι καὶ μεγάλοι σοφισταὶ καὶ γόητες · τὰ δ’ἡμέτερα φαῦλα καὶ πεζὰ ἐν τοῖς λόγοις, οὐ μέντοι περὶ φαύλων. τὰ μὲν γὰρ λεγόμενα αὐτὰ οὐ μεγάλα, περὶ μεγίστων δὲ ὡς οἷόντε. καὶ νῦν εἶπον τὰ περὶ τῆς πόλεως, δεῖξαι βουλόμενος ὑμῖν ὡς ὅ τι ἂν ἀσχημονῆτε οὐ κρύφα γίγνεται τοῦτο οὐ δ’ἐν ὀλίγοις, ἀλλ’ἐν ἅπασιν ἀνθρώποις. 32.40ὁρῶ γὰρ ἔγωγε οὐ μόνον Ἕλληνας παρ’ὑμῖν οὐ δ’Ἰταλοὺς οὐ δὲ ἀπὸ τῶν πλησίον Συρίας, Λιβύης, Κιλικίας, οὐ δὲ τοὺς ὑπὲρ ἐκείνους Αἰθίοπας οὐ δὲ Ἄραβας ἀλλὰ καὶ Βακτρίους καὶ Σκύθας καὶ Πέρσας καὶ Ἰνδῶν τινας, οἳ συνθεῶνται καὶ πάρεισιν ἑκάστοτε ὑμῖν · ὥστε ὑμεῖς μὲν ἀκούετε ἑνός, ἂν οὕτω τύχῃ, κιθαρῳδοῦ, καὶ τούτου συνήθους, ἀκούεσθε δὲ ὑπὸ μυρίων ἐθνῶν οὐκ ἐπισταμένων ὑμᾶς, καὶ ὁρᾶτε μὲν τρεῖς ἢ τέτταρας ἡνιόχους, ὁρᾶσθε δὲ ὑπὸ τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων. 32.41τί οὖν οἴεσθε τούτους ἐπὶ γῆς πέρατα ἐλθόντας λέγειν; οὐχ ὡς πόλιν εἴδομεν τὰ μὲν ἄλλα θαυμαστὴν καὶ τῶν ἀνθρωπίνων θεαμάτων πάντων κρεῖττον θέαμα, κόσμῳτε ἱερῶν καὶ πλήθει πολιτῶν καὶ τῶν ἐπιτηδείων περιουσίᾳ, πάντα ἀκριβῶς διεξιόντας ὡς ἂν δύνωνται τοῖς αὑτῶν, ἃ καὶ μικρὸν ἔμπροσθεν εἶπον, τὰ τοῦ Νείλου καὶ τῆς χώρας καὶ τῆς θαλάττης καὶ τὸ μέγιστον τὴν ἐπιφάνειαν τοῦ θεοῦ · μαινομένην δὲ ὑπὸ ᾠδῆς καὶ δρόμων ἱππικῶν καὶ μηδὲν ἄξιον πράττουσαν ἐν τούτοις ἑαυτῆς; οἱ γὰρ ἄνθρωποι θύοντες μέν εἰσι μέτριοι καὶ βαδίζοντες καθ’αὑτοὺς καὶ τα- τἄλλα πράττοντες · ὅταν δὲ εἰς τὸ θέατρον εἰσέλθωσιν ἢ τὸ στάδιον, ὥσπερ φαρμάκων αὐτοῖς ἐκεῖ κατορωρυγμένων, οὐδὲν οἴδασι τῶν προτέρων οὐ δὲ αἰσχύνονται λέγειν ἢ ποιεῖν ὅ τι ἂν αὐτοῖς ἐπέλθῃ. 32.42τὸ δὲ πάντων χαλεπώτατον, ἐσπουδακότες περὶ τὴν θέαν οὐχ ὁρῶσι καὶ ἀκούειν ἐθέλοντες οὐκ ἀκούουσι, σαφῶς ἐξεστηκότες καὶ παρανοοῦντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παῖδες καὶ γύναια. ἐπειδὰν δὲ παύσηται τὸ δεινὸν καὶ διαλυθῶσι, τὸ μὲν ἀκμαιότερον ἔσβεσται τῆς ταραχῆς · ἔτι δὲ ἔντε συνόδοις καὶ στενωποῖς μένει καὶ δι’ὅλης τῆς πόλεως ἐπὶ συχνὰς ἡμέρας · καθάπερ ἐμπρησμοῦ μεγάλου λήξαντος ἰδεῖν ἔστι μέχρι πολλοῦ τήντε λιγνὺν καὶ μέρη τινὰ φλεγόμενα. 32.43καίτοι τάχα ἐρεῖ τις τῶν Περσῶν ἢ τῶν Βακτρίων, ὡς αὐτοὶ μὲν ἴσασιν ἱππεύειν καὶ σχεδὸν ἄριστοι δοκοῦσιν ἱππεῖς · τὸ γὰρ πρᾶγμα ὑπὲρ ἀρχῆς καὶ ἐλευθερίας ἐπιτηδεύουσιν · ἀλλ’ὅμως οὐδὲν τοιοῦτον οὐ δ’αὖ ὅμοιον πεπόνθασιν · ὑμεῖς δὲ οὐδεπώποτε αὐτοὶ θιγόντες οὐ δ’ἐπιβάντες ἵππων οὐ δύνασθε κατέχειν αὑτοὺς, ἀλλ’ἐστὲ ὅμοιοι χωλοῖς ὑπὲρ δρόμου ἐρίζουσιν. τοιγαροῦν δειλοὶ ὄντες καὶ ἀστράτευτοι πολλὰς ἤδη νενικήκατε ἱππομαχίας. 32.44σκοπεῖτε δὲ μὴ περὶ ὑμῶν ἀληθέστερον οὗτοι λέγωσιν ἢ περὶ τῶν Ἑλλήνων Ἀνάχαρσιν τὸν Σκύθην φασὶν εἰπεῖν · ἐδόκει μὲν γὰρ εἶναι τῶν σοφῶν · ἧκε δὲ εἰς τὴν Ἑλλάδα θεασόμενος οἶμαι τάτε ἔθη καὶ τοὺς ἀνθρώπους · ἔλεγεν οὖν ὡς ἔστιν ἐν ἑκάστῃ πόλει τῶν Ἑλλήνων ἀποδεδειγμένον χωρίον, ἐν ᾧ μαίνονται καθ’ἡμέραν, τὸ γυμνάσιον λέγων · ἐπειδὰν γὰρ ἐλθόντες ἀποδύσωνται, χρίονται φαρμάκῳ. τοῦτο δὲ ἔφη κινεῖν αὐτοῖς τὴν μανίαν. εὐθὺς γὰρ οἱ μὲν τρέχουσιν, οἱ δὲ καταβάλλουσιν ἀλλήλους, οἱ δὲ τὼ χεῖρε ἀνατείναντες μάχονται πρὸς οὐδένα ἀνθρώπων, οἱ δὲ παίονται. ταῦτα δὲ ποιήσαντες, ἀποξυσάμενοι τὸ φάρμακον αὐτίκα σωφρονοῦσι, καὶ φιλικῶς αὑτοῖς ἤδη ἔχοντες βαδίζουσι κάτω ὁρῶντες, αἰσχυνόμενοι τοῖς πεπραγμένοις. 32.45ἐκεῖνος μὲν παίζων καὶ καταγελῶν οὐ φαύλου πράγματος, ὡς ἐγὼ δοκῶ, ταῦτα ἔλεγεν. περὶ δὲ ὑμῶν τί ἄν τις ἔχοι λέγειν; καὶ γὰρ ὑμεῖς ὅταν συνέλθητε, πυκτεύετε, βοᾶτε, ῥιπτεῖτε, ὀρχεῖσθε, ποίῳ χρισάμενοι φαρμάκῳ; δῆλον ὅτι τῷ τῆς ἀνοίας · ὡς οὐκ ἦν ὑμῖν ἐπιεικῶς αὐτὰ ὁρᾶν. μὴ γὰρ τοῦτό με οἴεσθε λέγειν ὡς οὐ χρὴ καὶ τὰ τοιαῦτα γίγνεσθαι ἐν ταῖς πόλεσι · χρὴ γὰρ ἴσως καὶ ἀναγκαῖόν ἐστι διὰ τὴν τῶν πολλῶν ἀσθένειαν καὶ σχολήν · ἴσως δὲ καὶ τῶν βελτιόνων εἰσὶν οἱ δεόμενοι διατριβῆς τινος καὶ παραμυθίας ἐν τῷ βίῳ · δεῖ δὲ μετὰ κόσμου καὶ σχήματος πρέποντος ἀνθρώποις ἐλευθέροις. 32.46οὐ γὰρ παρὰ τοῦτο οὔτε τῶν ἵππων οὐδεὶς δραμεῖται βράδιον οὐ δὲ χεῖρον ᾄσεταί τις τῶν ᾀδόντων, ἂν εὐσχημονῆτε ὑμεῖς. νυνὶ δὲ τὸ μὲν τῶν ἡνιόχων τινὰ ἐκπεσεῖν ἐκ τοῦ δίφρου δεινὸν ἡγεῖσθε καὶ συμφορὰν πασῶν μεγίστην · αὐτοὶ δὲ ἐκπίπτοντες ἐκ τοῦ κόσμου τοῦ προσήκοντος καὶ τῆς ἀξίας τῆς ἑαυτῶν οὐ φροντίζετε. κα- κἂν μὲν ὑμῖν ὁ κιθαρῳδὸς ἐκμελῶς ᾄδῃ καὶ παρὰ τὸν τόνον, συνίετε · αὐτοὶ δὲ παντελῶς ἔξω τῆς ἁρμονίας τῆς κατὰ φύσιν γιγνόμενοι καὶ σφόδρα ἀμούσως ἔχοντες οὐ διαφέρεσθε. 32.47καίτοι πόσοι διὰ ταῦθ’ὑμῶν ἀπολώλασιν; ἀδοξοῦσι μὲν γὰρ πάντες. αἱ δὲ Σειρῆνες ἄλλο τι ἐποίουν, ὡς ὁ μῦθός φησιν, οὐκ ἀπώλλυον τοὺς σφόδρα ἡσθέντας αὐταῖς; ἀλλ’ἐκεῖναι μὲν ἐν ἐρήμῳ ἦσαν πελάγει καὶ μακρὰν ἀπῳκισμέναι καθ’αὑτὰς ἐπὶ σκοπέλου τινός, ὅπου μηδεὶς ῥᾳδίως παρέβαλλε · κα- κἀκεῖ δ’ὁ νοῦν ἔχων ἐσώθη καὶ μεθ’ἡσυχίας ἤκουσεν. αὗται δὲ σχεδὸν ἐν μέσῳ τῆς οἰκουμένης ἐν τῇ πολυανθρωποτάτῃ πασῶν πόλει τοιαῦτα ἐργάζονται, μὰ Δί’οὐ δι’αὑτῶν τινα ἡδονὴν ἢ δύναμιν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀβελτερίαν. διὰ τί γὰρ ἔξω παραπλησίως ἀκούονται τοῖς ἄλλοις καὶ πολλάκις ἀηδεῖς ἔδοξαν; μὴ τὰ ὦτα ἐπαλήλιπται τῶν ἐκεῖ; τί οὖν τοῦτο δείκνυσι; 32.48μὰ Δί’οὐ μουσικῆς ἰσχὺν οὐ δ’ὑπερβολὴν τέχνης, ἀλλ’ἀκροατῶν κουφότητα καὶ πόλεως ἀσθένειαν. φασὶ γοῦν ἤδη τινὰς τῶν ἀπολωλότων διὰ τὴν τοιαύτην πρόφασιν νεανιεύσασθαι, μὴ παραιτουμένους τὸν θάνατον, ἀλλὰ προσλιπαροῦντας, ὅπως ἀκούσωσιν ἐπὶ πλέον. τοῦτο δ’ἐστὶ θαυμαστὸν ἐπ’ὀνείδει καὶ καταγέλωτι τῆς πόλεως, εἰ παρὰ μὲν τοῖς ἄλλοις ἀριστεῖς καὶ τυραννοκτόνοι μνημονεύονται, σωτηρίας ἕνεκεν τῶν πατρίδων ἐπιδιδόντες αὑτούς · παρὰ δὲ ὑμῖν ὑπὲρ χορδῆς τοῦτο πάσχουσι καὶ δι’ἡδονὴν μικράν, μᾶλλον δὲ δόξαν κενήν. 32.49οὐ γὰρ ἡδόμενοι τοσοῦτον ὅσον οἰόμενοι καὶ βουλόμενοι προΐενται σφᾶς αὐτούς. τοσαύτη δ’ἐστὶ δυστυχία τῶν ταλαιπώρων, ὥστε ἀνδρεῖον ἡγοῦνται τὸ πάντων ἀνανδρότατον καὶ σεμνὸν τὸ αἴσχιστον. ἑλοίμην γὰρ ἂν ἔγωγε λῃστεύων ἀποθανεῖν ἢ διὰ τοιαύτην αἰτίαν. τὸ μὲν γάρ ἐστιν ἀνδρὸς πονηροῦ θάνατος, τὸ δὲ ἀνδραπόδου δυστυχοῦς. κα- κἀκεῖνος μὲν ἀδικηθεὶς ἴσως ἐπὶ τοῦτο ἦλθεν, ὑπὲρ τοὺς νόμους ἀμύνασθαι πειρώμενος, καὶ τάχα τι καὶ γενναῖον ἐδύνατο πρᾶξαι μὴ τοιούτου τυχὼν δαίμονος · ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος. ἔστι δὲ ὁ τοιοῦτος μυίας θάνατος. καὶ γὰρ ἐκείναις ὅ, τι ἂν γευσαμέναις γλυκὺ φανῇ, πρὸς τούτῳ διαφθείρονται. 32.50τί οὖν τοῦτο λαμπρόν, ὦ κακοδαίμονες; ὑπὲρ μὲν γὰρ δικαιοσύνης καὶ ἀρετῆς καὶ πατρῴων γερῶν καὶ νόμων καὶ χρηστοῦ βασιλέως, εἰ δέοι, πονεῖν καὶ ἀποθνῄσκειν ἀγαθῆς ἐστι καὶ οὐ φιλοζῴου ψυχῆς · ὑπὲρ δὲ τῆς ψαλτρίας ἀπάγχεσθαι, καθάρματος ἀγεννοῦς καὶ ζῆν οὐκ ἀξίου, πόσης αἰσχύνης; καὶ τούτους μὲν ἐάσωμεν, ἀλλ’ἐν αὐτῇ τῇ θέᾳ τὰ γιγνόμενα οὐκ αἰσχρὰ καὶ μεστὰ πάσης ὕβρεως, τὸ ἀνατετάσθαι καὶ ἀποβλέπειν, μόνον οὐκ ἐπὶ τοῖς χείλεσι τὰς ψυχὰς ἔχοντας, καθάπερ οἶμαι διὰ τῶν ὤτων τὴν εὐδαιμονίαν δεχομένους, σωτῆρα καὶ θεὸν καλοῦντας ἄνθρωπον ἄθλιον; πόσον τινὰ γέλωτα τοὺς θεοὺς ὑμῶν καταγελᾶν οἴεσθε, ὅταν πάλιν ἐκείνους προσκυνοῦντες τα- ταὐτὰ προσφέρησθε καὶ διὰ τῶν αὐτῶν ἀναγκάζησθε τιμᾶν τὸ δαιμόνιον; ἀλλ’ἔστιν εὐγνώμων ὁ θεός, ὡς θεός, οἶμαι, καὶ φέρει πρᾴως τὴν τῶν πολλῶν ἄνοιαν. 32.51τοιγαροῦν ὡς παισὶν ὑμῖν παιδαγωγοὺς δέδωκε τοὺς φρονιμωτέρους τῆς πόλεως, μεθ’ὧν καὶ θεωρεῖτε καὶ τα- τἄλλα ἄμεινον πράττετε. ἐπεὶ πῶς ἂν ἀπείχεσθε ἀλλήλων; καίτοι ποίους τινὰς ἂν ὑμεῖς ἡγοῖσθε ἀνθρώπους, οἷς ἐλευθερία μὴ συμφέρει; νὴ Δία, τὸ γὰρ πρᾶγμά ἐστι φύσει τοιοῦτον. οὐ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν ᾄδουσι καὶ νὴ Δία αὐλοῦσι καὶ τρέχουσι καὶ πάνθ’ὅσα γίγνεται καὶ παρ’ὑμῖν καὶ παρ’ἑτέροις τισίν; ἀλλ’οὐδαμοῦ τοιοῦτος ἔρως ἐστὶ τοῦ πράγματος οὐ δὲ οἶστρος. 32.52ἴστε Ῥοδίους ἐγγὺς οὕτως ὑμῶν ζῶντας ἐν ἐλευθερίᾳ καὶ μετὰ πάσης ἀδείας · ἀλλὰ παρ’ἐκείνοις οὐ δὲ τὸ δραμεῖν ἐν τῇ πόλει δοκεῖ μέτριον, ἀλλὰ καὶ τῶν ξένων ἐπιπλήττουσι τοῖς εἰκῇ βαδίζουσι. τοιγαροῦν εἰκότως εὐδοκιμοῦσι καὶ πάσης τιμῆς τυγχάνουσιν. αἰδούμενοι γὰρ αὑτοὺς πρῶτοι καὶ μηδὲν ἀνόητον ποιοῦντες εἰκότως οἶμαι παράτε τῶν ἄλλων καὶ τῶν ἡγουμένων αἰδοῦς τυγχάνουσιν · ἐπεὶ καὶ τῶν ἄλλων εὑρήσομεν τὰ πλεῖστα τα- ταὐτὰ πράττοντας τοῖς ἀνοήτοις τοὺς σώφρονας, οἷον ἐσθίοντας, βαδίζοντας, παίζοντας, θεωροῦντας · 32.53ἡ γὰρ φύσις ἀναγκάζει πολλῶν ὁμοίων δεῖσθαι · διαφέρουσι μέντοι περὶ ταῦτα πάντα · αὐτίκα ἑστιώμενοι πρῶτον οἱ μὲν οὔτε ἀμαθῶς οὔτε ἀπρεπῶς διάγουσιν, ἀλλ’εὐσχημόνως ἅμα καὶ προσηνῶς, εὐωχίας, οὐ παροινίας, ἄρχοντες, φιλοφρονούμενοι τοὺς συνόντας, οὐ θρασυνόμενοι πρὸς αὐτούς · οἱ δὲ ἀπηνῶς καὶ ἀκολάστως, μετὰ βοῆς καὶ ἀταξίας ὀργιζόμενοι καὶ γελῶντες, πλεονεκτοῦντες ἀλλήλους, οὐ παρακαλοῦντες, τελευτῶντες ἀπίασι κακόν τι τοῖς συμπόταις δόντες ἢ παρ’ἐκείνων λαβόντες · οἵαν ποτὲ γενέσθαι φασὶ Κενταύρων συνουσίαν. 32.54καὶ τί δεῖ τα- τἄλλα ἐπεξιέναι καθ’ἕκαστον; ἀλλὰ τὸ βαδίζειν, ὃ κοινόν ἐστι καὶ ἁπλοῦν δήπουθεν, τοῦ μὲν ἐμφαίνει τὴν ἡσυχίαν τοῦ τρόπου καὶ τὸ προσέχειν ἑαυτῷ, τοῦ δὲ ταραχήν καὶ ἀναίδειαν · σπουδῇ πρόσεισι, φθέγγεται βαδίζων ἢ πεσών τινα ἔωσε, μάχεται πρὸς ἕτερον. ὁμοίως καὶ περὶ τὰς θέας οἱ μέν εἰσιν ἄπληστοι καὶ λίχνοι καὶ περὶ πάντα ὁμοίως ἐπτοημένοι τὰ τυχόντα, οἱ δὲ κοσμίως καὶ μετ’εἰρήνης μετέχουσιν. 32.55ἀλλ’οὐχ ὑμεῖς, ἀλλ’ἐκπεπληγμένοι κάθησθε, ἀναπηδᾶτε τῶν ὀρχηστῶν μᾶλλον, συντείνεσθε ὑπὸ τῶν ᾀσμάτων · τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἡ μέθη πρὸς ᾠδὴν τρέπει καὶ ὄρχησιν · παρ’ὑμῖν δὲ το- τοὐναντίον ἐστίν. ἡ γὰρ ᾠδὴ μέθην ἐμποιεῖ καὶ παράνοιαν. οἴνου μὲν οὖν τοιαύτη φύσις, τὸ μὴ δύνασθαι σωφρονεῖν, ἀλλὰ πολλὰ δυσχερῆ πράττειν ἀναγκάζεσθαι τοὺς σκαιῶς αὐτῷ καὶ ἀμέτρως χρωμένους · ὑπὸ δὲ ᾠδῆς σφαλλομένους καὶ πολὺ κάκιον ἔχοντας τῶν παροινούντων εὐθὺς ἀπὸ τῆς ἀρχῆς, οὐχ ὥσπερ ἐν τῷ πότῳ προϊόντας, οὐκ ἔστιν ἄλλους ἰδεῖν. 32.56παρὰ μὲν γὰρ ἐνίοις τῶν βαρβάρων μέθην φασὶ γίγνεσθαι πραεῖαν δι’ἀτμοῦ θυμιαμάτων τινῶν · ἔπειτα χαίρουσι καὶ ἀνίστανται γελῶντες καὶ πάντα ποιοῦσιν ὅσα ἄνθρωποι πεπωκότες, οὐ μέντοι κακὸν οὐδὲν ἀλλήλους ἐργάζονται · τῶν δὲ Ἑλλήνων ὑμεῖς μόνοι δι’ὤτων καὶ φωνῆς αὐτὸ πάσχετε, μᾶλλον δὲ ληρεῖτε ἐκείνων κάκιον καὶ παραφέρεσθε καὶ μᾶλλον ἐοίκατε κραιπαλῶσιν. καίτοι τὰ τῶν Μουσῶν καὶ τὰ τοῦ Ἀπόλλωνος ἤπια δῶρα καὶ προσηνῆ. τὸν μὲν γὰρ Παιήονα καὶ Ἀλεξίκακον προσαγορεύουσιν, ὡς ἀποτρ έποντα τῶν κακῶν καὶ ὑγίειαν ἐμποιοῦντα ταῖς ψυχαῖς καὶ σώμασιν, οὐ νόσον οὐ δὲ μανίαν · τὰς δὲ παρθένους, ὡς ἂν αἰδουμέναςτε καὶ σώφρονας. 32.57ἥτε μουσικὴ θεραπείας ἕνεκα τοῖς ἀνθρώποις εὑρῆσθαι δοκεῖ τῶν παθῶν καὶ μάλιστα δὴ μεταστρέφειν ψυχὰς ἀπηνῶς καὶ ἀγρίως διακειμένας. διὰ τοῦτο καὶ τῶν φιλοσόφων ἔνιοι πρὸς λύραν αὑτοὺς ἡρμόσαντο ἕωθεν, ἀποπαύοντες τῆς διὰ τῶν ὀνειράτων ταραχῆς. καὶ θεοῖς μετὰ μέλους θύομεν, ἵνα εὔτακτοι καὶ καθεστηκότες ὦμεν. ἕτερος δὲ αὖ τρόπος αὐλοῦτε καὶ ᾠδῆς ἐν πένθεσιν, ἰωμένων οἶμαι τὸ σκληρὸν καὶ ἄτεγκτον τοῦ πάθους, θηλυτέραν δὲ τὴν λύπην ἐργαζομένων δι’ᾠδῆς λανθανούσης μετὰ γόων, ὥσπερ οἱ ἰατροὶ τὰ φλεγμαίνοντα τῶν ἑλκῶν ὑγραίνοντες καὶ μαλακοποιοῦντες ἀνώδυνα ἔθηκαν. 32.58οὐχ ἧττον δὲ καὶ περὶ συνουσίας ἔδοξε πρέπειν ἡ μουσικῆς δύναμις, ἁρμονίαν καὶ τάξιν αὐτόματον ταῖς ψυχαῖς ἐπεισάγουσα καὶ τὸ σφαλερὸν τῆς ἐν οἴνῳ τέρψεως παραμυθουμένη μετὰ ξυγγενοῦς δυνάμεως, ὥσπερ αὐτῷ συγκεραννύμενον ἐμμελὲς γίγνεται καὶ μέτριον. ταῦτα δὴ πάντα ἀνέστραπται νῦν καὶ μεθέστηκεν εἰς το- τοὐναντίον. οὐ γὰρ ἐκ Μουσῶν, ἀλλ’ἐκ Κορυβάντων τινῶν κατέχεσθε, καὶ πιστὰ ποιεῖτε τὰ τῶν ποιητῶν μυθολογήματα · ὡς ἐκεῖνοί γε παρεισάγουσι Βάκχας τινὰς μαινομένας ὑπὸ μέλους καὶ Σατύρους · οὐκοῦν ὑμῖν τὰ τῶν νεβρίδωντε καὶ θύρσων ἐνδεῖ καὶ τὸ λέοντας φέρειν ἐν ταῖς ἀγκάλαις · τὰ δὲ ἄλλα καὶ πάνυ μοι δοκεῖτε ἐοικέναι Νύμφαις καὶ Σατύροις. 32.59ἱλαροίτε γὰρ ἀεὶ καὶ φιλογέλωτες καὶ φιλορχησταί · πλὴν οὐκ αὐτόματος ὑμῖν ἀναβλύει διψήσασιν ὁ οἶνος ἐκ πέτρας ποθέν τινος ἢ νάπης, οὐ δὲ γάλα καὶ μέλι δύνασθε εὐχερῶς οὕτως ἔχειν “ἄκροισι δακτύλοισι διαμῶντες χθόνα” · ἀλλ’οὐ δὲ τὸ ὕδωρ ὑμῖν ἀφικνεῖται δεῦρο αὐτόματον οὐ δὲ τὴν μᾶζαν ἔχετε ἐν ἐξουσίᾳ δήπουθεν, ἀλλὰ καὶ ταύτην ἐκ τῆς τῶν κρειττόνων χειρὸς λαμβάνετε · ὥστε ἴσως καιρὸς ἦν ὑμᾶς παύσασθαι βακχειῶν καὶ προσέχειν μᾶλλον αὑτοῖς. νυνὶ δὲ ἂν μόνον ἀκούσητε χορδῆς, ὥσπερ σάλπιγγος ἀκηκοότες, οὐκέτι δύνασθε εἰρήνην ἄγειν. 32.60ἆρά γε μὴ Λακεδαιμονίους μιμεῖσθε; φασὶ γοῦν αὐτοὺς τὸ ἀρχαῖον πρὸς αὐλὸν πολεμεῖν · ὑμεῖς δὲ πρὸς κιθάραν αὐτὸ δρᾶτε. ἢ βούλεσθε, ἐπειδὴ τοῖς βασιλεῦσι τοὺς δήμους κα- κἀγὼ παρέβαλον, Νέρωνι φαίνεσθαι τὴν αὐτὴν ἔχοντες νόσον; ἀλλ’οὐ δ’ἐκεῖνον ὤνησεν ἡ λίαν ἐμπειρία περὶ τοῦτο καὶ σπουδή. καὶ πόσῳ κρεῖττον μιμεῖσθαι τὸν νῦν ἄρχοντα παιδείᾳ καὶ λόγῳ προσέχοντα; οὐκ ἀποθήσεσθε τὴν αἰσχρὰν ταύτην καὶ ἄμετρον φιλοτιμίαν; οὐ φυλάξεσθε τοὺς ἄλλους σκώπτοντες καὶ ταῦτα ἐν ἀνθρώποις, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲν μέγα οὐ δὲ θαυμαστὸν ἔχουσιν; 32.61εἰ γὰρ Ἰσμηνίας ηὔλει παρ’ὑμῖν ἢ Τιμόθεος ᾖδεν ὁ παλαιὸς ἢ Ἀρίων, ὑφ’οὗ λέγουσιν ᾄδοντος ἐν τῷ πελάγει τοὺς δελφῖνας ἀφικέσθαι πρὸς τὴν ναῦν, καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι, πῶς ἂν διέκεισθε; τούτων μὲν γάρ ἐστιν οὐδεὶς Ἀμφίων οὐ δὲ Ὀρφεύς · ὁ μὲν γὰρ υἱὸς ἦν Μούσης, οἱ δὲ ἐκ τῆς Ἀμουσίας αὐτῆς γεγόνασι · διαθρύψαντες γὰρ καὶ κατάξαντες τὸ σεμνὸν τοῦ μέλους καὶ πάντα τρόπον λωβησάμενοι τὴν ἀρχαίαν μουσικήν — τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἷόςτε εἰπεῖν; 32.62— ἀλλὰ ᾄσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες τοὺς νόμους ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν. τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐ δὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρ’ὑμῖν αὐτοῖς, ἀλλ’, ὡς ἔοικε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν · οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς · οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους. 32.63ἔχω δὲ καὶ ἄλλον εἰπεῖν λόγον ἀνθρώπου Φρυγὸς ἀκούσας, Αἰσώπου συγγενοῦς, δεῦρο ἐπιδημήσαντος, ὃν εἰς Ὀρφέα καὶ ὑμᾶς ἔλεγεν. ἔστι δὲ τῶν ὑμετέρων σκωμμάτων ἀτοπώτερος καὶ μακρότερος. σκοπεῖτε οὖν, εἰ βούλεσθε ἀκοῦσαι, καὶ μὴ δυσχεράνητε. ἔφη τοίνυν ἐκεῖνος περίτε Θρᾴκην καὶ Μακεδονίαν τὸν Ὀρφέα μελῳδεῖν, καθάπερ εἴρηται, κα- κἀκεῖ τὰ ζῷα προσιέναι αὐτῷ, πολύ τι πλῆθος οἶμαι τῶν πάντων θηρίων. 32.64πλεῖστα δὲ ἐν αὐτοῖς εἶναι τούςτε ὄρνιθας καὶ τὰ πρόβατα. τοὺς μὲν γὰρ λέοντας καὶ τὰ τοιαῦτα διὰ τὴν ἀλκὴν καὶ τὴν ἀγριότητα δυσπιστότερα εἶναι, καὶ τὰ μὲν οὐ δ’ὅλως πελάζειν, τὰ δ’εὐθὺς ἀποχωρεῖν, οὐχ ἡδόμενα τῷ μέλει. τὰ δὲ πτηνὰ καὶ τὰ πρόβατα μᾶλλόντε προσιέναι καὶ μηκέτ’ἀπαλλάττεσθαι · τὰ μὲν οἶμαι διὰ τὸ εὔηθες καὶ τὴν φιλανθρωπίαν, τῶν δὲ ὀρνίθων μουσικὸν δήπου τὸ γένος αὐτὸ καὶ φιλῳδόν. ζῶντος μὲν οὖν Ὀρφέως συνέπεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα αὐτοῦ ὁμοῦ καὶ νεμόμενα · καὶ γὰρ ἐκεῖνον ἔντε τοῖς ὄρεσι καὶ περὶ τὰς νάπας τὰ πολλὰ διατρίβειν · ἀποθανόντος δὲ ἐρημωθέντα ὀδύρεσθαι καὶ χαλεπῶς φέρειν · ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον, τὰς μέντοι ψυχὰς διαμένειν, οἷαι πρότερον ἦσαν. 32.65χαλεπὸν οὖν ἤδη ἐστὶ τὸ λειπόμενον τοῦ λόγου, καὶ δέδοικα πρὸς ὑμᾶς σαφῶς αὐτὸ εἰπεῖν. ἔλεγε γὰρ ἐξ ἐκείνων γένος τι φῦναι Μακεδόνων, καὶ τοῦτο αὖθις ὕστερον μετὰ Ἀλεξάνδρου διαβὰν ἐνθάδε οἰκῆσαι. καὶ διὰ τοῦτο δὴ τὸν τῶν Ἀλεξανδρέων δῆμον ἄγεσθαι μὲν ὑπὸ ᾠδῆς, ὡς οὐδένας ἄλλους, κα- κἂν ἀκούσωσι κιθάρας ὁποιασοῦν, ἐξεστάναι καὶ φρίττειν κατὰ μνήμην τὴν Ὀρφέως. εἶναι δὲ τῷ τρόπῳ κοῦφον καὶ ἀνόητον, ὡς ἐκ τοιούτου σπέρματος · ἐπεὶ τούς γε ἄλλους Μακεδόνας ἀνδρείους καὶ πολεμικοὺς γενέσθαι καὶ τὸ ἦθος βεβαίους. 32.66ἔλεγε δὲ καὶ περὶ τῶν κιθαρῳδῶν τῶν παρ’ὑμῖν ἕτερον τοιοῦτόν τινα λόγον. τὰ γὰρ ζῷα ἐν τῇ συνουσίᾳ τῇ πρὸς τὸν Ὀρφέα τὰ μὲν ἄλλα ἥδεσθαι μόνον καὶ ἐκπεπλῆχθαι, μιμεῖσθαι δὲ μηδὲν ἐπιχειρεῖν · τῶν κυνῶν δὲ ἐνίους, οἷα δὴ γένος ἀναιδὲς καὶ περίεργον ἐπιθέσθαι τῇ μουσικῇ, καὶ μελετᾶν τότ’εὐθὺς ἀπιόντας καθ’αὑτοὺς καὶ τὰ εἴδη μεταβαλόντας εἰς ἀνθρώπους διαφυλάττειν τὴν ἐπιμέλειαν. εἶναι δὲ τοῦτο αὐτὸ τὸ γένος τῶν κιθαρῳδῶν · διὸ μὴ δύνασθαι παντάπασιν ἐκβῆναι τὴν αὑτῶν φύσιν, ἀλλὰ μικρὸν μέν τι διασῴζειν τῆς Ὀρφέως διδασκαλίας, τὸ πολὺ δ’αὐτοῖς ἐμμένειν κύνειον τοῦ μέλους. ταῦτα μὲν ἐκεῖνος ἔπαιζεν ὁ Φρύξ. 32.67ἐγὼ δ’ὑμῖν βούλομαι Λακεδαιμονίων ἔργον εἰπεῖν, ὡς ἐκεῖνοι προσηνέχθησαν ἀνδρὶ κιθαρῳδῷ θαυμαζομένῳ τότε ἐν τοῖς Ἕλλησιν. ὅτι γὰρ λίαν ἡδὺς ἐδόκει καὶ περιττὸς εἶναι, μὰ Δί’οὐκ ἐτίμησαν αὐτόν, ἀλλ’ἀφείλοντο τὴν κιθάραν καὶ τὰς χορδὰς ἐξέτεμον, ἀπιέναι προειπόντες ἐκ τῆς πόλεως. ἐκεῖνοι μὲν οὖν τὸ πρᾶγμα οὕτως ὑφεωρῶντο, καὶ ἐφύλαττον τὰ ὦτα, ὡς ἂν μὴ διαφθαρῶσιν αἱ ἀκοαὶ μη δὲ τρυφερώτεραι γένωνται τοῦ δέοντος · ὑμεῖς δὲ οὕτως ἀγεννῶς δεδούλωσθε ὑπὸ τῆς τοιαύτης ἡδονῆς. 32.68δι’ὑμᾶς δὲ ἤδη μοι δοκεῖ τὸ πρᾶγμα καὶ τῶν ῥητόρων ἅπτεσθαι καὶ φιλοσόφων ἐνίων · μᾶλλον δὲ τοὺς ῥήτορας οὐ δὲ γνῶναι ῥᾴδιον. ὡς γὰρ ὁρῶσι τὴν σπουδὴν ὑμῶν τὴν περὶ τοῦτο καὶ τὴν ἐπιθυμίαν, πάντες δὴ ᾄδουσι καὶ ῥήτορες καὶ σοφισταί, καὶ πάντα περαίνεται δι’ᾠδῆς · ὥστ’, εἴ τις παρίοι δικαστήριον, οὐκ ἂν γνοίη ῥᾳδίως πότερον ἔνδον πίνουσιν ἢ δικάζονται · κα- κἂν σοφιστοῦ δὲ οἴκημα πλησίον ᾖ, οὐκ ἔσται γνῶναι τὴν διατριβήν. δοκεῖ δέ μοι, καὶ ἐν τῷ γυμνασίῳ πορϊόντες ἤδη γυμνάσονται πρὸς μέλος καὶ τοὺς κάμνοντας ἰάσονται. περὶ γὰρ τῆς τέχνης καὶ νῦν ἡμῖν διαλέγονται ᾄδοντες. 32.69κινδυνεύει δ’ὁ βίος σχεδὸν ἅπας γεγονέναι κῶμος εἷς, οὐχ ἡδὺς οὐ δὲ πρᾷος, ἀλλ’ἄγριος καὶ χαλεπός, ἅμα ὀρχουμένων, τερετιζόντων, μιαιφονούντων. οἱ δ’οὖν Λακεδαιμόνιοι πλεῖστον ὅσον ὑμῶν διέφερον, περὶ ταῦτα, ὡς ἔφην, εὐλαβῶς ἔχοντες. οἱ μὲν γὰρ ἄρχειν ἦσαν ἱκανοί, καὶ τῶν μὲν Ἑλλήνων προέστησαν πολλὰ ἔτη, τοὺς δὲ βαρβάρους ἐνίκων ἀεὶ πάντας · ὑμεῖς δὲ οὐ δὲ ἄρχεσθαι καλῶς ἐπίστασθε. τοιγαροῦν εἰ μὴ τῶν προεστηκότων ἐτύχετε, χαλεπῶς ἂν οἶμαι καὶ ἐσῴζεσθε. 32.70τεκμήριον δὲ τὰ τελευταῖα συμβάντα περὶ ὑμᾶς, ὅτε γὰρ καθ’αὑτοὺς ἦτε. οὐχ ὁ μὲν βασιλεὺς ὑμῶν περὶ αὔλησιν ἠσχολεῖτο καὶ μόνῳ τούτῳ προσεῖχεν, ὑμεῖς δὲ πρὸς ἐκεῖνον μὲν ἀπεχθῶς, πρὸς ἀλλήλους δὲ στασιαστικῶς διέκεισθε, χωρὶς ἕκαστοι καὶ καθ’αὑτοὺς διαφθείροντες τὰ πράγματα, Σιμάριστοι καὶ τοιαῦθ’ἕτερα ἑταιρειῶν ὀνόματα · ὥστε φυγεῖν αὐτὸν ἠναγκάσατε καὶ μετὰ ταῦτα κατιέναι πολέμῳ καὶ διὰ Ῥωμαίων; καὶ τέλος ἐκεῖνος μὲν αὐλῶν, ὑμεῖς δὲ ὀρχούμενοι τὴν πόλιν ἀπωλέσατε. 32.71καὶ νῦν οὕτως ἐπιεικεῖς ἔχοντες ἡγεμόνας εἰς ὑποψίαν αὐτοὺς καθ’ὑμῶν αὐτῶν ἠγάγετε, ὥστε ἐπιμελεστέρας χρῆναι φυλακῆς ᾠήθησαν ἢ πρότερον · καὶ τοῦτο εἴργασθε δι’ἀγερωχίαν, οὐκ ἐπιβουλεύοντες. ὑμεῖς γὰρ ἂν ἀποσταίητέ τινος; πολεμήσαιτε δ’ἂν ὑμεῖς μίαν ἡμέραν; οὐκ ἐν τῇ γενομένῃ ταραχῇ μέχρι σκωμμάτων ἐθρασύνοντο οἱ πολλοί, τινὲς δὲ ὀλίγοι βάλλοντες ὅ τι ἔτυχον ἅπαξ ἢ δίς, ὥσπερ οἱ καταχέοντες τῶν παριόντων, κατέκειντο εὐθὺς ᾄδοντες, οἱ δ’ἐπὶ τοὺς ὅρμους ᾔεσαν ὥσπερ ἐν ἑορτῇ πιούμενοι. 32.72καὶ μὴν ἐκεῖνο μέμνησθε τὸ γελοῖον ὡς ὁ βέλτιστος ὑμῖν Κόνων ἐχρήσατο προελθών, οὗ μάλιστα τὸ πλῆθος ὑμῶν συνειστήκει, καὶ δείξας τινὰ τόπον βραχὺν προηγόρευεν ὡς εἰ μὲν αὐτὸς ἐκεῖ προέλθοι, νενικηκὼς εἴη καὶ δέοι ὑμᾶς ἀπαλλάττεσθαι καθ’αὑτοὺς καὶ παραχωρεῖν · “εἰ δ’ὑμεῖς”, ἔφη, “τέτταρα ἢ πέντε βήματα νικᾶτε, κα- κἀγὼ βαδιοῦμαι” · ταῦτα δὲ ἔλεγε, φειδόμενος ὑμῶν καὶ καταγελῶν καὶ καθάπερ παισὶ προσπαίζων. ἐπεὶ τὸ στράτευμα ἐφειστήκει κα- κἀκεῖνος οὐδένα εἴα ἅπτεσθαι, γυμνοὺς ἅπαντας ὁρῶν καὶ ἑτοίμους ἀπόλλυσθαι. τί οὖν; ἐβιάσαντο μετὰ ταῦτα οἱ προπετεῖς καὶ ἀκόλαστοι καὶ ἐπίτηδες ἀνατρέψαι καὶ συγχέαι πάντα ἐπιβουλεύσαντες, καὶ οὐ πρότερον ὑμᾶς ἀνῆκαν ἕως ἐγεύσασθε πολέμου καὶ τὸ δεινὸν ἄχρι πείρας προῆλθεν. 32.73τί δὴ καὶ τούτων ἐπεμνήσθην; ὅπως εἰδῆτε τὰ φυόμενα ἐκ τῆς περὶ τὸν βίον ταύτης ἀταξίας. οὐ γὰρ ἔστι τοὺς οὕτως ἐπτοημένους περὶ τὰ μικρὰ καὶ μηδενὸς ἄξια, φαύλως καὶ ἀκρατῶς ἔχοντας ἐν τούτοις ἃ πράττουσι καθ’ἡμέραν, τα- τἄλλα σωφρονεῖν καὶ περὶ τῶν μειζόνων ὀρθῶς βουλεύεσθαι. ἡ γὰρ τῶν τρόπων κουφότης καὶ τὸ ἀλόγιστον οὐκ ἐᾷ μένειν ἐπὶ τοῖς ἐλάττοσιν οὐ δ’ἔχει μέτρον οὐδὲν ἡ ἄνοια τῶν ἁμαρτημάτων, ἀλλ’ἐπὶ πᾶν ὁμοίως πρόεισι καὶ παντὸς ἅπτεται μετὰ τῆς ἴσης εὐχερείας. 32.74μὴ οὖν οἴεσθε περὶ μικρῶν εἶναι τὸν λόγον, ὅταν τις ὑμῖν διαλέγηται περὶ τῶν ἐν τοῖς θεάτροις θορύβων. οὐ γὰρ οὕτως ἡ πενία ταχὺ πέφυκε συμβαίνειν διὰ τὰς κατ’ὀλίγον ζημίας, ὡς ἡ κακία πρόεισιν ἐκ τῶν κατὰ μέρος τούτων ἁμαρτημάτων καὶ τελευταῖον ἐπ’αὐτὸ τὸ πέρας καὶ τὸν ὄλεθρον αὐξηθεῖσα ἤγαγεν. καὶ ταῦτα μὲν δὴ τὰ περὶ τὸ θέατρον. ἀλλ’ὅταν εἰς τὸ στάδιον ἔλθητε, τίς ἂν εἰπεῖν δύναιτο τὰς ἐκεῖ κραυγὰς καὶ θόρυβον καὶ ἀγωνίαν καὶ σχημάτων μεταβολὰς καὶ χρωμάτων καὶ βλασφημίας οἵας καὶ ὅσας ἀφίετε; εἰ γὰρ μὴ τοὺς ἵππους ἑωρᾶτε ἁμιλλωμένους καὶ τούτους συνήθεις, αὐτοὶ δ’ὑπὸ μαστίγων ἠλαύνεσθε τῶν ἐν ταῖς τραγῳδίαις, οὐκ ἂν οὕτως χαλεπῶς διέκεισθε. 32.75αὐτὸν γὰρ οἶμαι τὸν Ἰξίονα λῆρον ἀποφαίνετε τὸν ἐν τῷ τροχῷ παρὰ τοῖς ποιηταῖς ἐνδεδεμένον καὶ κολαζόμενον διὰ τοιαύτην τινὰ ἀσέβειαν. φέρε οὖν, εἰ μεταξὺ θεῶν τις ὑμῖν ἐπιστὰς εἴποι διατεινάμενος, “δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐ δὲ ποτῆτα. τί σφόδρα οὕτω κυκᾶσθε; τίς ἡ σπουδή; τίς ὁ ἀγών; οὐ γὰρ Πέλοψ ἐστὶν ὁ διώκων, οὐ δ’Οἰνόμαος οὐ δὲ Μυρτίλος, ὁ μὲν δεύτερος ἀπὸ Διὸς γεγονώς, ὁ δὲ Ἑρμοῦ παῖς, οὐ δὲ περὶ βασιλείας οὐ δὲ γυναικὸς οὐ δὲ θανάτου πρόκειται κρίσις, ἀλλ’ἔστιν ὁ ἀγὼν ἀνδραπόδων ὑπὲρ τοῦ τυχόντος ἀργυρίου, νῦν μὲν ἡττωμένων, νῦν δὲ νικώντων, ἀεὶ τῶν αὐτῶν” · εἰ λέγοι ταῦτα, τί ἐρεῖτε; 32.76ἢ δῆλον ὅτι οὐ δ’ἀκούσεσθε παρ’ἐκεῖνον τὸν καιρόν, οὐ δὲ ἂν αὐτὸς ὑμῖν ὁ τοῦ Πέλοπος διαλέγηται πρόγονος; τίνα οὖν εὕρῃ τις ἐπικουρίαν ἢ τίνα ἐξιλάσασθαι δεῖ δαιμόνων; ἔστιν Ὀλυμπίασι κατὰ μέσον τὸν ἱππόδρομον Ταραξίππου Ποσειδῶνος βωμός, ἔνθα μάλιστα συνέβαινε τοὺς ἵππους πτοεῖσθαι καὶ πλεῖστα διαφθείρεσθαι τῶν ἁρμάτων. ἔδοξεν οὖν τοῖς Ἠλείοις ὡς δαιμονίου τινὸς ὄντος ἱδρύσασθαι βωμόν. καὶ τὸ λοιπόν φασιν ἀπ’ἐκείνου γεγονέναι τὸν τόπον ἀσφαλῆ. 32.77πολὺ δὴ μᾶλλον ἔγωγε ὑμῖν συμβουλεύω τὸν θεὸν τοῦτον ἐξιλάσασθαι καὶ βωμὸν ἱδρύσασθαι τὸν αὐτόν, μὰ Δί’οὐχ ὑπὲρ τῶν ἵππων, ἀλλ’ὑπὲρ ὑμῶν αὐτῶν, ὅπως μὴ ταράττησθε μη δὲ ἐκπίπτητε τῆς τάξεως. μὴ γὰρ δαιμόνια πάντ’ᾖ τὰ τοιαῦτα καὶ μείζονος δεόμενα ἀποτροπῆς. φασὶν ἀρχαίαν βασιλίδα ἐν Κρήτῃ τῶν Ἡλιαδῶν ἐρασθῆναι ταύρου, καὶ συγγενομένην χαλεπόν τι καὶ μέγα τεκεῖν τέρας. δέδοικα δὴ κα- κἀγὼ τὸν ἱππικὸν τοῦτον ἔρωτα τῆς πόλεως, μή τι δυσχερὲς ὑμῖν καὶ ξένον ἐνέγκῃ τῷ χρόνῳ. 32.78πάλιν δὲ ἑτέραν παρθένον ποταμοῦ τινος ἐρασθεῖσαν ὁσημέραι φοιτᾶν ἐπὶ τὸ ῥεῦμα, καὶ τόντε ἀφρὸν ἐντίθεσθαι ταῖς ἀγκάλαις καὶ τὸ ὕδωρ ὑποδέχεσθαι τοῖς κόλποις. Ἀθήνησι δὲ αὐτὸ τοῦτο τὸ ζῷον ἀγαπηθῆναι τὸ καὶ παρ’ὑμῖν εὐδοκιμοῦν · καὶ νῦν ἐστιν ἐν τῇ πόλει τόπος οὕτω καλούμενος Ἵππου καὶ κόρης ἄβατον. ὁ γὰρ πατὴρ συγκαθεῖρξε τὴν παῖδα τῷ ἵππῳ, καί φασιν οὕτω διαφθαρῆναι τὴν κόρην. 32.79σκοπεῖτε δὲ μὴ καὶ ὑμεῖς ὑπὸ τῆς τοιαύτης ἐπιθυμίας ἀπόλησθε. ποῖος γὰρ Ὅμηρος ἢ τίς ἀνθρώπων δύναται τὰ συμβαίνοντα εἰπεῖν; οὐ γὰρ οὕτως ἐκεῖνός φησι τὰ ἅρματα ταπεινὰ γίγνεσθαι μεταξὺ καὶ σφόδρα ὑψηλὰ κατὰ τὸν δρόμον, ὡς τὰς ὑμετέρας ψυχὰς ἰδεῖν ἔστι πασχούσας. φησὶ δ’οὕτως, ἵν’ὑμῖν καὶ χαρίσωμαί τι μικρόν · ἅρματα δ’ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δ’ἀΐξασκε μετήορα, τοὶ δ’ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις. 32.80ἐνταῦθα τοὺς μὲν ἡνιόχους πεποίηκεν ἀγωνιστὰς καὶ φιλοτιμουμένους, τοὺς δὲ θεατὰς καθ’ἡσυχίαν θεωροῦντας, ὥσπερ καὶ προσῆκε. μόνον δ’ἐπὶ τῷ τέλει φησὶν Αἴαντα τὸν Λοκρὸν ὁρᾶν ἀπρεπέστερον καὶ λοιδορεῖσθαι Ἰδομενεῖ περὶ τῶν ἵππων τῶν Εὐμήλου. οὗτος μέντοι ἐστὶν ὁ περὶ τὴν Ἀθηνᾶν αὖθις ἀσεβήσας ἁλισκομένης τῆς Τροίας, καὶ αὐτόςτε διὰ τοῦτο κεραυνωθεὶς καὶ τοῦ χειμῶνος καὶ τῆς ναυαγίας τοῖς πᾶσιν αἴτιος γενόμενος. ὁ γὰρ ἐν τοιούτοις θρασὺς καὶ προπετὴς οὐ δὲ τα- τἄλλα εἶναι δύναται σώφρων, ὥσπερ καὶ εἶπον ἤδη. 32.81τοῦτο μὲν οὖν τοιοῦτον παράδειγμα κακίας καὶ ἀνοίας ὅμοιος ἐκ τῶν τοιούτων ἀνθρώπων τοῖς παρ’ὑμῖν (πλὴν ὅτι μάχεσθαί γε οὐδεὶς ἱκανός ἐστιν οὐ δὲ ἀριστεύειν οὐ δὲ αἱρεῖν πόλεις, ὡς ἐκεῖνος) ὑμῶν δὲ οὐδεὶς ἐν τῇ θέᾳ καθέστηκεν, ἀλλὰ πολὺ μᾶλλον πέτεσθε τῶν ἵππων καὶ τῶν ἡνιόχων, καὶ γελοίως ἐλαύνετε καὶ ἡνιοχεῖτε καὶ διώκετε καὶ ἡγεῖσθε καὶ πίπτετε. τοιγαροῦν οὐ κακῶς τις παρεποίησε τῶν σαπρῶν τούτων ποιητῶν · 32.82ἅρματα δ’ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δ’ἀΐξασκε μετήορα · τοὶ δὲ θεαταὶ θώκοις ἐν σφετέροις οὔθ’ἕστασαν οὔτε κάθηντο, χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δ’ὑπὸ νίκης ἀλλήλοισίτε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλ’εὐχετόωντο ἕκαστοι. ἠΰτε περ κλαγγὴ γεράνων πέλει ἠὲ κολοιῶν, αἵτ’ἐπεὶ οὖν ζῦθόντ’ἔπιον καὶ ἀθέσφατον οἶνον, κλαγγῇ ταί γε πέτονται ἀπὸ σταδίοιο κελεύθου. 32.83οἱ δ’ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα ἵππον, ὃς ἀνθρώποισι φόνον φέρει ἠλιθίοισιν · ὣς οἱ κεκλήγοντες ἐπ’ἀλλήλοισιν ἔπιπτον. ὡς δ’ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ἀλωάς, ὡς δ’ἀναμαιμάει βαθέ’ἄγκεα θεσπιδαὲς πῦρ, πάντῃ δ’εἰλυφόων ἄνεμος φέρει, οἱ δέτε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ · ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας · οὐ δέ κε φαίης οὔτε ποτ’ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην. 32.84οἵηπερ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν, ἀνδρῶν κουφονόων, φιλαοιδοτάτων, ἀγερώχων. ἠχὴ δ’ἀμφοτέρων ἵκετ’αἰθέρα καὶ Διὸς αὐλάς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον · “οἰνοβαρές, κυνὸς ὄμματ’ἔχων, κραδίην δ’ἐλάφοιο, τί πτώσσεις; τί δ’ὀπιπτεύεις κατὰ ἅρμ’ἐν ἀγῶνι; εἰ δ’ἄγε νυν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς”. τὸν δ’αὖθ’Ἱπποκόων ἀπαμειβόμενος προσέειπε · “τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ἐπιπείθεο μύθῳ · ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι”. 32.85τὸν δ’ἄρ’ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος · “οὐχ ὁράᾳς οἷος κα- κἀγὼ καλόςτε μέγαςτε; ἀλλ’ἔπι τοι κα- κἀμοὶ θάνατος καὶ μοῖρα κραταιή. αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη, ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος”. ὣς ἔφαθ’· οἱ δ’εὔχοντο Διὶ Κρονίωνι ἄνακτι. 32.86ταῦτα μὲν ὑμῖν ἀπὸ πολλῶν καὶ φαύλων ὀλίγα, ὅπως μὴ μόνοι δοκῆτε εἶναι γελοῖοι. καὶ μὴν αἰσχρόν ἐστιν, ἄνδρες Ἀλεξανδρεῖς, τοὺς πυνθανομένους περὶ τῆς πόλεως τὰ μὲν ἄλλ’ἀκούειν θαυμαστὰ οἷα, περὶ δὲ ὑμῶν αὐτῶν μηδὲν σεμνὸν λέγεσθαι μη δ’ἄξιον ζήλου, το- τοὐναντίον δὲ ὡς φαύλους τοὺς ἀνθρώπους διαβεβλῆσθαι, μίμους καὶ γελωτοποιοὺς μᾶλλον, οὐκ ἄνδρας ἐρρωμένους, ὡς τῶν κωμικῶν ἔφη τις ἐπὶ τοῖς τοιούτοις · ἀκόλαστος ὄχλος ναυτικήτ’ἀταξία. 32.87ἔστι γὰρ ὅμοιον ὥσπερ εἰ οἰκίαν μέν τις ἴδοι πάνυ καλήν, τὸν δὲ δεσπότην αὐτὸν ἀνδράποδον μη δὲ θυρωρεῖν ἄξιον. τῷ παντὶ γὰρ κρεῖττον ἐρημίαν καθορᾶν καὶ δεκαπέντε ἀνθρώπους εὐπόρους ἢ πλῆθος ἀνήριθμον ἀνθρώπων ἀθλίων καὶ μαινομένων, ὥσπερ τινὰ κόπρον βαθεῖαν ἐν τα- ταὐτῷ νενημένην ἐκ παντοδαπῶν λυμάτων. οὐ δὲ γὰρ πόλιν εἴποι τις ἂν ὀρθῶς τὴν ἐκ τοιούτων, οὐ δέ γε χορὸν τοὺς ὁποίους δήποτε συνελθόντας, οὐ δὲ στρατόπεδον πάντα ὄχλον. 32.88οὐ δὲ γὰρ τὸ τοῦ Ξέρξου στράτευμα λαμπρὸν ἦν, πλὴν εἰ μή τι διορύττειν ἢ διασκάπτειν ἢ τοιοῦτον ἕτερον ἔργον πράττειν · οὐ δὲ ἡ τῶν Τρώων πόλις εὐδαίμων, ὅτι πονηρῶν καὶ ἀκολάστων ὑπῆρξε πολιτῶν. καίτοι μεγάλητε καὶ ἔνδοξος ἦν · ἀλλ’ὅμως ὁ τῆς Ἰθάκης πολίτης ἐπόρθησεν αὐτήν, ὁ τῆς μικρᾶς καὶ ἀδόξου σφόδρα οὖσαν εὐρύχωρον. φοβοῦμαι δὴ μὴ καὶ ὑμεῖς ἀπόλησθε ἐκείνοις παραπλησίως, εἰ καὶ ψυχρότερόν ἐστιν εἰπεῖν ὅτι κα- κἀκείνην ὑπὸ ἵππου τινὸς φθαρῆναι λέγεται · πλὴν οἱ μὲν ἴσως ὑφ’ἑνός, ὑμεῖς δὲ ὑπὸ πλειόνων ἑαλώκατε. 32.89μὴ γὰρ τοῦτο μόνον ἡγεῖσθε ἅλωσιν εἶναι πόλεως, ἄν τινες τὸ τεῖχος καταβαλόντες ἀποσφάττωσι τοὺς ἀνθρώπους καὶ τὰς γυναῖκας ἀπάγωσιν καὶ τὰς οἰκίας κατακάωσιν · αὕτη μὲν ἴσως τελευταία καὶ πρὸς ὀλίγον γιγνομένη καὶ μᾶλλον ἐλεεῖσθαι τοὺς παθόντας ἢ καταγελᾶσθαι παρασκευάζουσα · παρ’οἷς δ’ἂν ᾖ πάντων ἀμέλεια τῶν καλῶν, ἑνὸς δὲ πράγματος ἀγεννοῦς ἔρως, καὶ πρὸς μόνον τοῦτο ἀποβλέπωσι καὶ περὶ τοῦτο διατρίβωσι πηδῶντες καὶ μαινόμενοι καὶ παίοντες ἀλλήλους καὶ ἀπόρρητα λέγοντες καὶ τοὺς θεοὺς αὐτοὺς πολλάκις λοιδοροῦντες καὶ τὰ ὄντα ῥιπτοῦντες καὶ γυμνοὶ βαδίζοντες ἀπὸ τῆς θέας ἐνίοτε, τοῦτ’ἔστιν αἰσχρὰ πόλεως καὶ ἐπονείδιστος ἅλωσις. 32.90καὶ γὰρ ἀνθρώπους ἑαλωκέναι φαμὲν οὐχ ὑπὸ λῃστῶν μόνον, ἢ ἑταιρῶν ἀλλὰ καὶ ἑταίρας καὶ γαστρὸς καὶ ἄλλης τινὸς φαύλης ἐπιθυμίας. αἰχμάλωτος οὖν γενέσθαι καλῶς ἂν λέγοιτο καὶ ἀνὴρ καὶ πόλις, ἥτις ἂν τῶν κρειττόνων ἐπιτηδευμάτων ἀφεμένη καὶ μήτε ὁρῶσα μηδὲν μήτε ἀκούουσα τῶν φερόντων εἰς σωτηρίαν, ἀλλ’αἱρεθεῖσα ὑπὸ μέθης ἢ ᾠδῆς γυναικῶν ἢ ἁρμάτων ἄγηται καὶ φέρηται καὶ πᾶσα δι’ὅλης θορυβῆται περὶ τοῦτο καὶ ἐκφρονῇ · καὶ νὴ Δία ἑαλωκέναι λέγοιτ’ἂν καὶ κατὰ κράτος ὃς οὕτως ἑάλωκε καὶ περιηγκωνίσθαι. οὐ γὰρ ἂν μὲν τὸ σῶμά τινος κρατῆται καὶ περιέχηται δεσμοῖς τισιν ἢ φρουροῖς, τὰ δυσχερῆ δεῖ ταῦτα νομίζειν αἰχμαλωσίαν καὶ δουλείαν καὶ ἀπαγωγήν, τῆς δὲ ψυχῆς ἠνδραποδισμένης καὶ ἀπολωλυίας εἰρωνεύεσθαι καὶ ὑποτιμᾶσθαι. 32.91καίτοι δεινὰ μέν που καὶ ἐφ’ἑκάστων τὰ τοιαῦτα, τῷ παντὶ δὲ αἰσχίω δημοσίᾳ φαινόμενα. καὶ γὰρ αἱ λοιπαὶ νόσοι μέχρι μὲν τῶν καθ’ἕνα εἰσὶν οὐ μεγάλης οὐ δὲ φοβερᾶς προσηγορίας τυγχάνουσιν · ὅταν δὲ κοινὸν γένηται τὸ πρᾶγμα, τότε λοιμὸς καλεῖται. καθόλου γὰρ πάντα ἁμαρτήματα εὕροι τις ἂν πανταχοῦ, καὶ οἰνόφλυγες καὶ πόρνοι καὶ γυναιμανεῖς ἐν πάσαις εἰσὶ ταῖς πόλεσιν · ἀλλ’οὐδὲν τοῦτο χαλεπὸν οὐ δὲ ὑπερβάλλον · ὅταν δὲ ἐπικρατῇ τὸ πάθος καὶ βλέπηται κοινόν, τότε ἐπίσημον καὶ μέγα καὶ δημοσίᾳ γίγνεται. 32.92ποία γὰρ πόλις ἐστὶ τῶν μὴ σφόδρα ἐρήμων καὶ μικρῶν, ἐν ᾗ μὴ καθ’ἡμέραν τις πυρέττει πάντως · ἀλλὰ Καυνίους μόνον παρείληφε κα- κἀκείνων ἐστὶ τὸ ὄνειδος, ὅτι πάντες αὐτὸ πάσχουσιν · ὥσπερ καὶ ἀπὸ τῶν βελτιόνων τινὲς ἐθαυμάσθησαν καὶ δόξαν ἔσχον. πόσους γὰρ οἴεσθε Ἀθηναίων ἢ Μεγαρέων ἢ Κορινθίων τὰ σώματα ἀσκεῖν καὶ ζῆν φιλοπόνως πολλοὺς δῆλον ὅτι καὶ ταῦθ’ὅτ’ἀναγκαῖον ἦν αὐτοῖς ἄνδρας ἀγαθοὺς ὑπὲρ τῶν πατρίδων γίγνεσθαι; 32.93τί οὖν μόνοι Λακεδαιμόνιοι τοῦτ’ἔσχον τὸ ὄνομα καὶ τῆς δόξης ἀπολαύουσιν ἔτι καὶ νῦν; ὅτι κοινῇ ἐκτήσαντο τὴν φιλοτιμίαν. τοὺς δὲ Ἀθηναίους τὰ περὶ τοὺς λόγους μᾶλλον ἐπιτηδεύοντας καὶ ποίησιν καὶ χοροὺς ἐπὶ τούτοις αὐτοὺς ἐποίησε θαυμάζεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. σκοπεῖτε δὲ μὴ ὑμεῖς οὐχ ὁμοίας μεταλάβητε δόξης τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ἀλλὰ μᾶλλον ἑτέροις τισίν · οὐ βούλομαι γὰρ ὀνομάσαι. ὅπερ γὰρ ἤδη πολλάκις εἶπον, αἰσχίω τὰ αἰσχρὰ καὶ καταγέλαστα μᾶλλον, ὅταν ᾖ περὶ τὰς πόλεις. 32.94ὥσπερ ἐν ταῖς κωμῳδίαις καὶ διασκευαῖς Καρίωνα μὲν εἰσάγοντες μεθύοντα καὶ Δᾶον οὐ σφόδρα κινοῦσι γέλωτα, τὸν δὲ Ἡρακλέα τοιοῦτον ὁρῶσι γελοῖον δοκεῖ, παραφερόμενον, καὶ καθάπερ εἰώθασιν, ἐν κροκωτῷ, παραπλησίως καὶ δῆμος οὕτως μέγας μινυρίζων διὰ βίου καὶ πάλιν ἡνιοχῶν χωρὶς ἵππων αἰσχρὸν γίγνεται καὶ καταγέλαστον. αὐτὸ γὰρ τοῦτο Εὐριπίδης τὸν Ἡρακλέα φησὶ παθεῖν μαινόμενον · ἐκ τοῦδε βαίνων ἅρματ’οὐκ ἔχων ἔχειν ἔφασκε, δίφρου δ’εἰσέβαινεν ἄντυγας, κα- κἄθεινε κέντρον δῆθεν ὡς ἔχων χερί. 32.95μὴ οὖν καὶ ὑμεῖς κατὰ ζῆλον τὸν ἐπ’Ἀλεξάνδρῳ · καὶ γὰρ αὐτὸς ἔλεγε Διὸς υἱὸς εἶναι. μᾶλλον δ’ἴσως οὐχ Ἡρακλεῖ προσέοικεν ὑμῶν ὁ δῆμος, ἀλλὰ Κενταύρῳ τινὶ ἢ Κύκλωπι πεπωκότι καὶ ἐρῶντι, τὸ μὲν σῶμα ἰσχυρῷ καὶ μεγάλῳ, τὴν δὲ διάνοιαν ἀμαθεῖ. πρὸς τοῦ Διὸς οὐχ ὁρᾶτε ὅσην ὁ αὐτοκράτωρ ὑμῶν πεποίηται τῆς πόλεως ἐπιμέλειαν; οὐκοῦν χρὴ καὶ ὑμᾶς ἀντιφιλοτιμεῖσθαι καὶ τὴν πατρίδα κρείττω ποιεῖν, μὰ Δί’οὐ κρήναις οὐ δὲ προπυλαίοις · εἰς ταῦτα μὲν γὰρ οὐ δύνασθε ὑμεῖς ἀναλίσκειν οὐ δ’ἂν ὑπερβάλοισθέ ποτε οἶμαι τὴν ἐκείνου μεγαλοψυχίαν · ἀλλ’εὐταξίᾳ, κόσμῳ, τῷ δεικνύειν ὑμᾶς αὐτοὺς σώφρονας καὶ βεβαίους. οὕτως γὰρ ἂν οὔτ’ἐπὶ τοῖς γεγονόσι μετανοήσειε καὶ πλείονα ὑμᾶς ἀγαθὰ ἐργάσεται. καὶ ἴσως ἂν αὐτῷ καὶ τῆς ἐνθάδε ἀφίξεως παράσχοιτε πόθον. 32.96οὐ γὰρ οὕτως τὸ κάλλος τῶν οἰκοδομημάτων προσάγειν αὐτὸν δύναται · πάντα γὰρ κρείττω καὶ πολυτελέστερα ἔχει τῶν ὅπου δήποτε · ἀλλ’ὅταν ἀκούσῃ τοὺς ὑποδεξομένους αὐτὸν εὐνοίας καὶ πίστεως ἀξίους καὶ τῶν πεμπομένων ἕκαστος καὶ διοικούντων ὑμᾶς προτιμήσῃ. μὴ γὰρ οἴεσθε ὑμᾶς μὲν πυνθάνεσθαι περὶ τῶν καταπλεόντων, ὁποῖοί τινες τυγχάνουσιν ὄντες, καὶ τοιαύτην ἔχειν γνώμην εὐθὺς πρὸς αὐτούς, οἵας ἂν μετάσχητε τῆς φήμης, ἐκείνους δὲ περὶ ὑμῶν μὴ πολυπραγμονεῖν, ὁποῖος ὁ τῶν Ἀλεξανδρέων δῆμος. οὐκοῦν ἂν ἀκούσωσιν ὅτι φρόνιμος, ἀλλ’οὐχ οἷα τὰ νῦν λεγόμενα, ὡς ἐπτοημένος, ὡς εὐχερής, τὰ μικρὰ θαυμάζων, ἥττων τοῦ τυχόντος πραγμάτων, ἐραστὴς ἡνιόχων καὶ κιθαρῳδῶν, οὐκ ἄδηλον ὅπως ἕξουσιν. 32.97Θεόφιλόν φασι παρ’ὑμῖν γενόμενον ἄνδρα σοφὸν σιωπᾶν πρὸς ὑμᾶς καὶ μηδὲν ἐθέλειν διαλέγεσθαι. καίτοι τίνα γνώμην νομίζετε αὐτὸν ἔχειν; πότερον ὡς σοφοὺς ὑμᾶς καὶ μὴ δεομένους θεραπείας; ἢ μᾶλλον ὡς ἀνιάτων ἀπεγνωκέναι; παραπλήσιον γάρ, ὥσπερ εἴ τις τῶν ἐμπόρων πολλὰ καὶ τίμια ἔχων καταπλεύσειεν εἰς πόλιν, ἔπειθ’ὑπ’ἀνέμων τινῶν ἢ τύχης ἄλλης κρατούμενος καὶ διατρίβων ἐκεῖ χρόνον συχνὸν μήτε προθείη τῶν ὠνίων μηδὲν μήτε δείξειε μηδέποτε · δῆλον γὰρ ὡς ἐσχάτην τινὰ αὐτῶν πενίαν κατεγνωκὼς ἢ ἀπειρίαν οὐκ ἂν θέλοι μάτην ἐνοχλεῖσθαι, σαφῶς εἰδὼς ὅτι οὔτ’ἂν ὠνήσαιτο τῶν ἀνθρώπων τούτων οὐθεὶς οὔτ’ἂν ἴσως προσέλθοι. 32.98καὶ Θεόφιλος τοίνυν πολλὰ ἔχων καὶ μεγάλα ἔνδον ὤνια παρ’αὑτῷ ταῦτα, συνειδὼς ὑμῖν τὴν ἐσχάτην ἀπορίαν, οὐ χρημάτων, ἀλλὰ νοῦ καὶ συνέσεως. τοιγαροῦν τέθνηκε κατασιωπήσας ὑμῶν τὴν πόλιν, τοῦτ’ἔστι καταδικάσας αὐτήν, καὶ ὑμεῖς τοῦ δεῖνος μὲν πολλάκις ἀκηκόατε καὶ διαμέμνησθε τῶν σκωμμάτων αὐτοῦ καὶ τῶν τοῦ δεῖνος ᾀσμάτων, Θεοφίλου δὲ οὐκ οἶδα εἴ ποτε ἠκούσατε · ὥσπερ ἔφη τις τοὺς ἐν τῇ Ἀττικῇ κανθάρους, τοῦ καθαρωτάτου μέλιτος ὄντος, τοῦ μὲν μηδέποτε γεύσασθαι, μη δ’ἂν ἐκχέηται, τῆς δὲ ἑτέρας τροφῆς. 32.99ἀλλ’ἐστὲ ἱλαροὶ καὶ σκῶψαι πάντων δεινότατοι. οὐ δήμου τὸ ἐπιτήδευμα · πόθεν; οὐ δὲ πόλεως, ἀλλὰ Θερσίτου τινός · αὐτὸν γοῦν ἐκεῖνον εἴρηκεν Ὅμηρος ἐν τοῖς πᾶσιν Ἕλλησιν ἀφικέσθαι γελωτοποιόν · ἀλλ’ὅτι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι. ἀλλ’οὐ τὸ γελοῖον ἀγαθόν ἐστιν οὐ δὲ τίμιον, ἀλλὰ τὸ χαίρειν · ἀπορίᾳ δὲ καὶ ἀγνοίᾳ χαρᾶς ἄνθρωποι διώκουσι γέλωτα. τὴν γοῦν βοτάνην ἀκηκόατε τὴν σαρδόνιον καλουμένην, ἣ γέλωτα μὲν ποιεῖ, χαλεπὸν δὲ τοῦτον καὶ ἐπ’ὀλέθρῳ. 32.100μὴ οὖν σφόδρα οὕτως περιέχεσθε τούτου, μη δὲ ἀμούσους καὶ φορτικὰς καὶ ἀμαθεῖς ποιεῖτε τὰς Χάριτας, ἀλλὰ μᾶλλον Εὐριπίδην μιμεῖσθε οὕτω λέγοντα · μὴ παυσαίμην τὰς Χάριτας Μούσαις ἀναμιγνύς, ἁδίσταν συζυγίαν · ἵνα μὴ τὸ Μουσεῖον ὑμῖν ἄλλως εἶναι δοκῇ τόπος ἐν τῇ πόλει, καθάπερ οἶμαι καὶ ἄλλοι τόποι μάτην προσαγορεύονται, τὸ πρᾶγμα μὴ ἔχοντες μετὰ τοῦ ὀνόματος. 32.101ἀλλὰ γὰρ δέδοικα μὴ κα- κἀμοὶ συμβέβηκεν ὅ φασιν Αἰγυπτίων τινὶ τῶν σφόδρα ἀρχαίων μουσικῷ. ἐκείνῳ γὰρ τὸ δαιμόνιόν ποτε προειπεῖν καθ’ὕπνον ὡς εἰς ὄνου ὦτα ᾄσεται. καὶ δὴ τὸν μὲν ἄλλον χρόνον οὐ προσεῖχεν οὐ δὲ ἐφρόντιζε τοῦ ὀνείρατος, ὡς οὐδενὸς ὄντος. ἐπεὶ δὲ ὁ τύραννος τῶν Σύρων ἧκεν εἰς Μέμφιν, ἐκπληττομένων αὐτὸν τῶν Αἰγυπτίων ἐκάλεσεν. ἐπεδείκνυτο οὖν πάσῃ προθυμίᾳ καὶ τα- τἀκριβέστερα τῆς τέχνης · ὁ δέ, οὐ γὰρ ἦν οἱ σύνεσις μουσικῆς, ἐκέλευε παύσασθαι αὐτὸν ἀτιμάσας. ὁ δὲ ἀναμνησθεὶς ἐκείνου τοῦ ὀνείρατος, “τοῦτ’ἦν ἄρα”, ἔφη, “τὸ εἰς ὄνου ὦτα ᾄδειν”. ὁ δὲ τύραννος ἀκούσας τῶν ἑρμηνέων οἷα ἔλεγεν ἔδει καὶ ἐμαστίγου τὸν ἄνδρα, καὶ τοῦτο πολέμου λέγουσιν αἴτιον γενέσθαι.