Dio Chrysostom

Orations, Oration 24

24.1οἱ πολλοὶ ἄνθρωποι καθόλου μὲν οὐδὲν πεφροντίκασιν ὁποίους χρὴ εἶναι οὐ δὲ τι βέλτιστον ἀνθρώπῳ ἐστίν, οὗ ἕνεκα χρὴ πάντα τἄλλα πράττειν, ἰδίᾳ δὲ ἐσπουδάκασιν οἱ μὲν ἱππεύειν, οἱ δὲ στρατηγεῖν, οἱ δὲ περὶ ἀγωνίαν, οἱ δὲ περὶ μουσικήν, ἄλλοι περὶ γεωργίαν, ἄλλοι δύνασθαι λέγειν. ἥντινα δὲ χρείαν αὐτοῖς ἔχει τούτων ἕκαστον τί τὸ ὄφελος ἐξ αὐτοῦ γίγνοιτ’ἄν, οὐκ ἴσασιν οὐ δὲ ζητοῦσιν.
24.2τοιγαροῦν ἱππεῖς μὲν ἀγαθοὶ γίγνονταί τινες, οἳ ἂν φιλοπονῶσιν αὐτὸ καὶ ἐκμελετῶσι, καὶ παλαῖσαι ἄλλοι ἄλλων ἱκανώτεροι καὶ πυκτεῦσαι καὶ δραμεῖν καὶ τἄλλα ἀγωνίσασθαι, καὶ τοῦ σπόρου μὴ διαμαρτεῖν, καὶ πλέοντες μὴ διαφθεῖραι τὴν ναῦν, καὶ τὰ κατὰ μουσικήν τινες ἐπίστανται βέλτιον ἑτέρων · ἀγαθὸν δὲ ἄνδρα καὶ φρόνιμον, καὶ αὐτὸ τοῦτο εἰδότα ὅστις ἐστὶν χρηστὸς ἀνὴρ καὶ νοῦν ἔχων, οὐδένα τούτων ἔστιν εὑρεῖν.
24.3αὐτίκα περὶ τὸ λέγειν πάντως ἐσπουδάκασι πολλοὶ τῶν ἐλευθέρων, καὶ φιλοτίμων εἶναι δοκούντων, οἱ μὲν ὥστε ἐν δικαστηρίοις ἀγωνίζεσθαι, καὶ πρὸς δῆμον λέγοντες, διὰ δὲ τοῦτο ἰσχύειν πλέον τῶν ἄλλων καὶ πράττειν τι ἂν αὐτοὶ θέλωσιν, οἱ δὲ τῆς δόξης ἕνεκα τῆς ἀπὸ τοῦ πράγματος, ὅπως δεινοὶ νομίζωνται. τινὲς δὲ αὐτῆς φασι τῆς ἐμπειρίας ἐπιθυμεῖν, καὶ τούτων οἱ μὲν λέγοντες, οἱ δὲ συγγράφοντες μόνον, οὓς ἔφη τις τῶν πρότερον μεθόρια εἶναι τῶν φιλοσόφων καὶ τῶν πολιτικῶν. ὅτι δὲ συμφέρει πράττουσιν πρὸς τι δόξα αὐτοῖς ὠφέλιμος τι τῆς ἐμπειρίας ταύτης ὄφελος, οὐ σκοποῦσιν.
24.4ἐγὼ δέ φημι πάντα τἄλλα δίχα τῆς τοιαύτης ἐπιμελείας καὶ ζητήσεως ὀλίγου ἄξια εἶναι, τῷ δὲ ἐκεῖνο ἐννοήσαντι καὶ ξυνέντι, τούτῳ καὶ τὸ λέγειν καὶ τὸ στρατηγεῖν καὶ τι ἂν ἄλλο ποιῇ, ξυμφέροντε εἶναι καὶ ἐπ’ἀγαθῷ γίγνεσθαι. ἐπεὶ τὸ γε ἐπαινεῖσθαι καθ’ἑαυτὸ ὑπὸ ἀνθρώπων ἀνοήτων, οἷοίπερ εἰσὶν οἱ πολλοί, τὸ δύνασθαι ἐν τοῖς τοιούτοις τὸ ἡδέως ζῆν οὐδὲν ἂν διαφέροι πρὸς εὐδαιμονίαν τοῦ ψέγεσθαι καὶ μηδὲν ἰσχύειν καὶ ἐπιπόνως ζῆν.