Orations, Oration 75
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
75.1ἔστι δὲ ὁ νόμος τοῦ βίου μὲν ἡγεμών, τῶν πόλεων δὲ ἐπιστάτης κοινός, τῶν δὲ πραγμάτων κανὼν δίκαιος, πρὸς ὃν ἕκαστον ἀπευθύνειν δεῖ τὸν αὑτοῦ τρόπον · εἰ δὲ μή, σκολιὸς ἔσται καὶ πονηρός. οἱ μὲν οὖν τοῦτον φυλάττοντες ἔχονται τῆς σωτηρίας · οἱ δὲ παραβαίνοντες πρῶτον μὲν αὑτοὺς ἀπολλύουσιν, ἔπειτα καὶ τοὺς ἄλλους, παράδειγμα καὶ ζῆλον αὐτοῖς ἀνομίας καὶ βίας παρέχοντες. ὥσπερ δὲ τῶν πλεόντων οἱ τοῦ πυρσοῦ μὴ διαμαρτάνοντες, οὗτοι μάλιστα σῴζονται καὶ τοὺς λιμένας εὑρίσκουσιν, οὕτως οἱ κατὰ τὸν νόμον ζῶντες ἀσφαλέστατα πορεύονται διὰ τοῦ βίου καὶ τῆς καταγωγῆς τῆς δεούσης τυγχάνουσιν. 75.2ἀνθρώπῳ μὲν οὖν ἤδη τις συμβούλῳ χρησάμενος μετενόησεν, οὐ μέντοι νόμῳ. τοσούτῳ δὲ τῶν τειχῶν ταῖς πόλεσι χρησιμώτερός ἐστιν, ὥστε ἀτείχιστοι μὲν πολλαὶ τῶν πόλεων διαμένουσι, νόμου δὲ χωρὶς οὐκ ἔστιν οὐδεμίαν οἰκεῖσθαι πόλιν. οὐ μόνον δὲ συμφέρει τοῖς θνητοῖς, ἀλλὰ καὶ τοῖς θεοῖς. ὁ γοῦν κόσμος ἀεὶ τὸν αὐτὸν νόμον ἀκίνητον φυλάττει καὶ τῶν αἰωνίων οὐδὲν ἂν παραβαίη τοῦτον. ὅθεν, οἶμαι, καὶ βασιλεὺς εἰκότως ἀνθρώπων καὶ θεῶν κέκληται, τὴν μὲν βίαν καταλύων, τῆν δὲ ὕβριν καθαιρῶν, τῆν δὲ ἄνοιαν σωφρονίζων, τὴν δὲ κακίαν κολάζων, ἰδίᾳ δὲ καὶ κοινῇ πάντας τοὺς δεομένους ὠφελῶν, τοῖς μὲν ἀδικουμένοις βοηθῶν, τοῖς δὲ ἀπορουμένοις περί τινος μηνύων τὸ δέον. 75.3ὅταν γάρ τις συμβάντος τινὸς αὐτῷ δυσκόλου πράγματος ζητῇ τὸ συμφέρον, οὐδέν, οἶμαι, δεῖ φίλους παρακαλεῖν οὐ δὲ συγγενεῖς, ἀλλὰ ἐλθόντα παρὰ τοὺς νόμους πυνθάνεσθαι. καὶ γὰρ οὐκ ἂν τὸ οἰκεῖον σκοπῶν χεῖρον ἐκείνῳ παραινέσειεν οὐ δὲ ἀγνοήσας τὸ βέλτιον, οὐ δὲ δι’ἀσχολίαν τινὰ ἢ τὸ μὴ φροντίζειν τοὺς σκεπτομένους παραιτήσαιτ’ἄν. το- τοὐναντίον γὰρ ἁπάντων ὁμοίως κήδεται καὶ σχολὴν ἄγει πρὸς τὰ τῶν ἄλλων πράγματα καὶ οὐδὲν ἴδιον οὐ δὲ ἐξαίρετόν ἐστιν αὐτῷ. 75.4καὶ μὴν τοσούτῳ γε τῆς παρὰ τῶν θεῶν μαντείας ὠφελιμώτερός ἐστι νόμος, ὅσῳ τοὺς μὲν χρησμοὺς ἤδη τινὲς ἠγνόησαν καὶ δοκοῦντες πράττειν κατ’αὐτοὺς τα- τἀναντία ἐποίησαν, ὅθεν, οἶμαι, συμφοραῖς ἐχρήσαντο · παρὰ τοῦ νόμου δὲ οὐδέν ἐστι σκολιὸν οὐ δὲ ἀμφίβολον, ἀλλ’ἁπλῶς ἅπαντα ἃ προσήκει τοῖς δεομένοις φράζει. ἄρχων δὲ ἁπάντων καὶ κύριος ὢν χωρὶς ὅπλων καὶ βίας κρατεῖ · το- τοὐναντίον γὰρ αὐτὸς καταλύει τὴν βίαν · ἀλλὰ μετὰ πειθοῦς καὶ βουλομένων προέστηκεν. πείσας γὰρ πρότερον καὶ δοκιμασθεὶς οὕτως γίγνεται καὶ τὴν ἰσχὺν τὴν αὑτοῦ λαμβάνει. 75.5τηλικαύτην δὲ ἔχει δύναμιν ὥστε καὶ τοῖς θεοῖς οὗτός ἐστιν ὁ βοηθῶν. τοὺς γὰρ ἱεροσύλους καὶ τοὺς παραβαίνοντας τὴν πρὸς αὐτοὺς εὐσέβειαν κολάζει. καὶ μὴν αὐτόν γε οὐ δὲ εἷς οἷόςτέ ἐστιν ἀδικῆσαι. τῶν γὰρ παραβαινόντων τὸν νόμον ἕκαστος οὐκ ἐκεῖνον, ἀλλ’ἑαυτὸν βλάπτει. 75.6τοσαύτης δὲ δικαιοσύνης καὶ φιλανθρωπίας μεστός ἐστιν, ὥστε καὶ τοῖς ἀτυχοῦσι χρησιμώτερος καθέστηκε τῶν γένει προσηκόντων καὶ τοῖς ἀδικουμένοις ἰσχυρότερος τῆς αὐτῶν ἐκείνων ῥώμης, καὶ πατράσιν υἱέων εὐνούστερος καὶ παισὶ γονέων καὶ ἀδελφοῖς ἀδελφῶν. πολλοὶ γοῦν ὑπὸ τῶν φιλτάτων ἀδικούμενοι πρὸς τοῦτον καταφεύγουσιν. ἔτι δὲ καὶ μηδὲν ὑπὸ μηδενὸς εὖ πεπονθὼς ὁ νόμος πᾶσιν ὧν ἂν εὐεργετήσωσιν ἑτέρους ἐκτίνει τὰς χάριτας, καὶ γονεῦσι παρὰ παίδων τὰς ὁμοίας κομιζόμενος καὶ τοῖς ἰδίᾳ τινῶν εὐεργέταις παρὰ τῶν εὖ παθόντων καὶ τοῖς κοινῇ φιλοτιμουμένοις παρὰ τῆς πόλεως. 75.7κάλλιστα δὲ τὰ ἆθλα τῶν εὐεργεσιῶν πεποίηκε, στεφάνους καὶ κηρύγματα καὶ προδερίας ἐξευρών · ἃ τοῖς μὲν παρέχουσιν οὐδεμίαν φέρει δαπάνην, τοῖς δὲ τυγχάνουσι τοῦ παντὸς ἄξια καθέστηκεν. ὅ τι δ’ἂν ἐθέλῃ τῶν εὐτελεστάτων, εὐθὺς τοῦτο μέγα καὶ τίμιον ἐποίησεν. οὗτός ἐστιν ὁ τὸν κότινον οὕτως μέγα καὶ τηλικαύτης ἄξιον σπουδῆς ἀποδείξας καὶ τὰ σέλινα καὶ τὴν πίτυν καὶ τὸν τοῦ θαλλοῦ στέφανον · 75.8οὗτος ὁ τὰ τρία ῥήματα, οἷς ἕκαστος κηρύττεται τῶν ἀγαθῶν, πολλοῖς ἀποφήνας τοῦ ζῆν τιμιώτερα. οὗτός ἐστιν ὁ τὰς πανηγύρεις συνάγων, ὁ τοὺς θεοὺς τιμῶν, ὁ τὴν ἀρετὴν αὔξων · οὗτος ὁ τὴν θάλατταν καθαίρων, ὁ τὴν γῆν ἥμερον ποιῶν, ὁ τοῦ Διὸς ὄντως υἱός, ὁ τὴν ἀήττητον καὶ ἀνυπέρβλητον ἰσχὺν ἔχων · τοσοῦτον ἁπάντων σωφροσύνῃ καὶ πίστει διαφέρων ὥστε καὶ γυναικῶν κοινωνίαν καὶ παρθένων ὥραν καὶ παίδων ἀκμὴν τούτῳ πάντες πεπιστεύκαμεν. ἔτι δὲ καὶ παρθένου τῆς Δίκης οὔσης μόνος αὐτῇ διὰ σωφροσύνην σύνεστιν. 75.9οὗτος ἐπίκουρος γήρως, διδάσκαλος νεότητος, πενίας συνεργός, φύλαξ πλούτου, τῇ μὲν εἰρήνῃ σύμμαχος, τῷ δὲ πολέμῳ ἐναντίος. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῳ τούτῳ πλέον ἰσχύει. τὸν γοῦν παρὰ τῶν ἐχθίστων κήρυκα πεμπόμενον οὗτός ἐστιν ὁ σῴζων καὶ διαφυλάττων, παντὸς θώρακος καὶ πάσης ἀσπίδος ἰσχυρότερον αὐτῷ δοὺς ὅπλον τὸ κηρύκειον · ἔστι δὲ τοῦ νόμου σύμβολον. διὰ τοῦτον τοὺς ἀποθανόντας οὐδεὶς ἔτι κρίνει πολεμίους οὐ δὲ τὴν ἔχθραν καὶ τὴν ὕβριν εἰς τὰ σώματα αὐτῶν ἐπιδείκνυνται. 75.10τοσούτῳ δὲ ταῖς πόλεσι χρησιμώτερός ἐστιν ἤπερ τὰ πηδάλια ταῖς ναυσίν, ὥστε ἡ μὲν ἀποβαλοῦσα τοὺς οἴακας ναῦς οὐκ ἂν ἀπόλοιτο μὴ χειμῶνος καταλαβόντος, πόλιν δ’οὐκ ἔνι σωθῆναι τοῦ νόμου λυθέντος, οὐ δ’ἂν μηδὲν ἔξωθεν συμβαίνῃ δεινόν. ὥσπερ δὲ ὑπὸ τῆς ἐν αὐτῷ διανοίας διοικεῖται καὶ σῴζεται τῶν ἀνθρώπων ἕκαστος, ἡ δὲ τα- ταὐτης διαφθορὰ μανίαν καὶ παρακοπὴν φέρει, παραπλησίως, ἄν τις ἀνέλῃ τὸν νόμον ἐκ τοῦ βίου, καθάπερ, οἶμαι, τὸν νοῦν ἀπολωλεκὼς εἰς παντελῆ μανίαν καὶ ταραχὴν περιστήσεται.