Orations, Oration 18
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
18.1πολλάκις ἐπαινέσας τὸν σὸν τρόπον ὡς ἀνδρὸς ἀγαθοῦ καὶ ἀξίου πρωτεύειν ἐν τοῖς ἀρίστοις, οὐδέποτε πρότερον ἐθαύμασα ὡς νῦν. τὸ γὰρ ἡλικίαςτε ἐν τῷ ἀκμαιοτάτῳ ὄντα καὶ δυνάμει οὐδενὸς λειπόμενον καὶ ἄφθονα κεκτημένον, καὶ πάσης ἐξουσίας οὔσης δι’ἡμέρας καὶ νυκτὸς τρυφᾶν, ὅμως ἔτι παιδείας ὀρέγεσθαι καὶ φιλοκαλεῖν περὶ τὴν τῶν λόγων ἐμπειρίαν καὶ μὴ ὀκνεῖν, μη δὲ εἰ πονεῖν δέοι, σφόδρα μοι ἔδοξε γενναίας ψυχῆς καὶ οὐ φιλοτίμου μόνον, ἀλλὰ τῷ ὄντι φιλοσόφου ἔργον εἶναι. καὶ γὰρ τῶν παλαιῶν οἱ ἄριστοι οὐ μόνον ἀκμάζειν μανθάνοντες, ἀλλὰ καὶ γηράσκειν ἔφασκον. 18.2πάνυ δὲ σύ μοι δοκεῖς φρονεῖν, ἡγούμενος πολιτικῷ ἀνδρὶ δεῖν λόγων ἐμπειρίαςτε καὶ δυνάμεως. καὶ γὰρ πρὸς τὸ ἀγαπᾶσθαι καὶ πρὸς τὸ ἰσχύειν καὶ πρὸς τὸ τιμᾶσθαι καὶ πρὸς τὸ μὴ καταφρονεῖσθαι πλείστη ἀπὸ τούτου ὠφέλεια. τίνι μὲν γὰρ μᾶλλον ἄνθρωποι δείσαντες θαρροῦσιν ἢ λόγῳ; τίνι δὲ ἐξυβρίζοντες καὶ ἐπαιρόμενοι καθαιροῦνται καὶ κολάζονται; τίνι δὲ ἐπιθυμιῶν ἀπέχονται; τίνα δὲ νουθετοῦντα πρᾳότερον φέρουσιν ἢ οὗ λόγῳ εὐφραίνονται; 18.3πολλάκις γοῦν ἔστιν ἰδεῖν ἐν ταῖς πόλεσιν ἀναλίσκοντας μὲν ἑτέρους καὶ χαριζομένους καὶ ἀναθήμασι κοσμοῦντας, ἐπαινουμένους δὲ τοὺς λέγοντας, ὡς καὶ αὐτῶν ἐκείνων αἰτίους. διὸ καὶ τῶν ποιητῶν οἱ ἀρχαιότατοι καὶ παρὰ θεῶν τὴν ποίησιν λαβόντες οὔτε τοὺς ἰσχυροὺς οὔτε τοὺς καλοὺς ὡς θεοὺς ἔφασαν ὁρᾶσθαι, ἀλλὰ τοὺς λέγοντας. ὅτι μὲν δὴ ταῦτα καὶ συνεώρακας καὶ ἐπιχειρεῖς πράττειν, ἐπαίνῳ σε καὶ θαυμάζω. 18.4χάριν δὲ οὐ τὴν τυχοῦσαν οἶδα ὑπὲρ ἐμαυτοῦ, ὅτι με πρὸς τὴν διάνοιαν ταύτην καὶ τὸ ἐγχείρημα χρήσιμον σαυτῷ νενόμικας. μέχρι νῦν μὲν γάρ, ὥσπερ τις ἔφη τῶν παλαιῶν αὑτῷ ἱκανὸς εἶναι μάντις, κα- κἀγὼ ἐξαρκεῖν ᾤμην ἐμαυτῷ περὶ τοὺς λόγους, μόγις καὶ τοῦτο. σὺ δὲ με ἐπαίρεις καὶ θαρρεῖν ἀναπείθεις, εἰ ἀνδρὶ καὶ παιδείας ἐπὶ πλεῖστον ἥκοντι καὶ τηλικούτῳ δύναμαι χρήσιμος εἶναι. δυναίμην δ’ἂν τυχόν, ὥσπερ ὁδὸν ἰόντι μάλα ἰσχυρῷ καὶ ἀκμάζοντι παῖς ἤ τις πρεσβύτης ἐνίοτε νομεὺς ἐπίτομον δείξας ἢ λεωφόρον, ἣν οὐκ ἔτυχεν εἰδώς. 18.5ἀλλ’ἵνα μὴ πολλὰ πρὸ τοῦ πράγματος, ἤδη οἷς προσέταξας ἐγχειρητέον. μειρακίῳ μὲν οὖν ἢ νέῳ ἀνδρὶ τοῦτε πράττειν ἀποχωρῆσαι βουλομένῳ καὶ πρὸς ἀσκήσει γενέσθαι καὶ δύναμιν περιποιήσασθαι ἀγωνιστικήν, ἑτέρων ἔργωντε καὶ πράξεων δεῖ. σὺ δὲ οὔτε ἄπειρος τοῦ ἔργου οὔτε ἀπολιπεῖν τὸ πράττειν δύνασαι οὔτε χρῄζεις δικανικῆς δυνάμεώςτε καὶ δεινότητος, ἀλλὰ τῆς πολιτικῷ ἀνδρὶ πρεπούσηςτε ἅμα καὶ ἀρκούσης. 18.6τοῦτο μὲν δὴ πρῶτον ἴσθι, ὅτι οὐ δεῖ σοὶ πόνου καὶ ταλαιπωρίας · τῷ μὲν γὰρ ἐπὶ πολὺ ἀσκήσαντι ταῦτα ἐπὶ πλεῖστον προάγει, τῷ δὲ ἐπ’ὀλίγον χρησαμένῳ συλλήψει τὴν ψυχὴν καὶ ὀκνηρὰν ποιεῖ προσφέρεσθαι, καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησεν · ἀλλὰ ὥσπερ τοῖς ἀήθεσι τοῦ πονεῖν σώμασιν ἀλείψεως δεῖ μᾶλλον καὶ κινήσεως συμμέτρου ἢ γυμνασίας, οὕτω σοὶ περὶ τοὺς λόγους ἐπιμελείας ἐστι χρεία μᾶλλον ἡδονῇ μεμιγμένης ἢ ἀσκήσεως καὶ πόνου. τῶν μὲν δὴ ποιητῶν συμβουλεύσαιμ’ἄν σοὶ Μενάνδρῳτε τῶν κωμικῶν μὴ παρέργως ἐντυγχάνειν καὶ Εὐριπίδῃ τῶν τραγικῶν, καὶ τούτοις μὴ οὕτως, αὐτὸν ἀναγιγνώσκοντα, ἀλλὰ δι’ἑτέρων ἐπισταμένων μάλιστα μὲν καὶ ἡδέως, εἰ δ’οὖν, ἀλύπως ὑποκρίνασθαι · πλείων γὰρ ἡ αἴσθησις ἀπαλλαγέντι τῆς περὶ τὸ ἀναγιγνώσκειν ἀσχολίας. 18.7καὶ μηδεὶς τῶν σοφωτέρων αἰτιάσηταί με ὡς προκρίναντα τῆς ἀρχαίας κωμῳδίας τὴν Μενάνδρου ἢ τῶν ἀρχαίων τραγῳδῶν Εὐριπίδην · οὐ δὲ γὰρ οἱ ἰατροὶ τὰς πολυτελεστάτας τροφὰς συντάττουσι τοῖς θεραπείας δεομένοις, ἀλλὰ τὰς ὠφελίμους. πολὺ δ’ἂν ἔργον εἴη τὸ λέγειν ὅσα ἀπὸ τούτων χρήσιμα · ἥτε γὰρ τοῦ Μενάνδρου μίμησις ἅπαντος ἤθους καὶ χάριτος πᾶσαν ὑπερβέβληκε τὴν δεινότατα τῶν παλαιῶν κωμικῶν, ἥτε Εὐριπίδου προσήνεια καὶ πιθανότης τοῦ μὲν τραγικοῦ ἀπαθανατισμοῦ καὶ ἀξιώματος τυχὸν οὐκ ἂν τελέως ἐφικνοῖτο, πολιτικῷ δὲ ἀνδρὶ πάνυ ὠφέλιμος, ἔτι δὲ ἤθη καὶ πάθη δεῖνος πληρῶσαι, καὶ γνώμας πρὸς ἅπαντα ὠφελίμους καταμίγνυσι τοῖς ποιήμασιν, ἅτε φιλοσοφίας οὐκ ἄπειρος ὤν. 18.8Ὅμηρος δὲ καὶ πρῶτος καὶ μέσος καὶ ὕστατος, παντὶ παιδὶ καὶ ἀνδρὶ καὶ γέροντι τοσοῦτον ἀφ’αὑτοῦ διδοὺς ὅσον ἕκαστος δύναται λαβεῖν. μέλη δὲ καὶ ἐλεγεῖα καὶ ἴαμβοι καὶ διθύραμβοι τῷ μὲν σχολὴν ἄγοντι πολλοῦ ἄξια · τῷ δὲ πράττειντε καὶ ἅμα τὰς πράξεις καὶ τοὺς λόγους αὔξειν διανοουμένῳ οὐκ ἂν εἴη πρὸς αὐτὰ σχολή. 18.9τοῖς δ’ἱστορικοῖς διὰ πολλὰ ἀνάγκη τὸν πολιτικὸν ἄνδρα μετὰ σπουδῆς ἐντυγχάνειν, ὅτι καὶ ἄνευ τῶν λόγων τὸ ἔμπειρον εἶναι πράξεων καὶ εὐτυχιῶν καὶ δυστυχιῶν οὐ κατὰ λόγον μόνον, ἀλλὰ ἐνίοτε καὶ παρὰ λόγον ἀνδράσιτε καὶ πόλεσι συμβαίνουσιν σφόδρα ἀναγκαῖον πολιτικῷ ἀνδρὶ καὶ τὰ κοινὰ πράττειν προαιρουμένῳ. ὁ γὰρ πλεῖστα ἑτέροις συμβάντα ἐπιστάμενος ἄριστα οἷς αὐτὸς ἐγχείρει διαπράξεται καὶ ἐκ τῶν ἐνόντων ἀσφαλῶς, καὶ οὔτε εὖ πράττων παρὰ μέτρον ἐπαρθήσεται, δυσπραγίαντε πᾶσαν οἴσει γενναίως διὰ τὸ μη δ’ἐν οἷς εὖ ἔπραττεν ἀνεννόητος εἶναι τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς. 18.10Ἡροδότῳ μὲν οὖν, εἴ ποτε εὐφροσύνης σοὶ δεῖ, μετὰ πολλῆς ἡσυχίας ἐντεύξῃ · τὸ γὰρ ἀνειμένον καὶ τὸ γλυκύ τῆς ἀπαγγελίας ὑπόνοιαν παρέξει μυθῶδες μᾶλλον ἢ ἱστορικὸν τὸ σύγγραμμα εἶναι. τῶν δὲ ἄκρων Θουκυδίδης ἐμοὶ δοκεῖ καὶ τῶν δευτέρων Θεόπομπος. καὶ γὰρ ῥητορικόν τι περὶ τὴν ἀπαγγελίαν τῶν λόγων ἔχει, καὶ οὐκ ἀδύνατος οὐ δὲ ὀλίγωρος περὶ τὴν ἑρμηνείαν, καὶ τὸ ῥᾴθυμὸν περὶ τὰς λέξεις οὐχ οὕτω φαῦλον ὥστε σε λυπῆσαι. ἔφορος δὲ πολλὴν μὲν ἱστορίαν παραδίδωσι, τὸ δὲ ὕπτιον καὶ ἀνειμένον τῆς ἀπαγγελίας σοὶ οὐκ ἐπιτήδειον. 18.11τῶν γε μὴν ῥητόρων τοὺς ἀρίστους τίς οὐκ ἐπίσταται, Δημοσθένην μὲν δυνάμειτε ἀπαγγελίας καὶ δεινότητι διανοίας καὶ πλήθει λόγων πάντας τοὺς ῥήτορας ὑπερβεβληκότα, Λυσίαν δὲ βραχύτητι καὶ ἁπλότητι καὶ συνεχείᾳ διανοίας καὶ τῷ λεληθέναι τὴν δεινότητα; πλὴν οὐκ ἂν ἐγώ σοὶ συμβουλεύσαιμι τὰ πολλὰ τούτοις ἐντυγχάνειν, ἀλλ’Ὑπερείδῃτε μᾶλλον καὶ Αἰσχίνῃ · τούτων γὰρ ἁπλούστεραίτε αἱ δυνάμεις καὶ εὐληπτότεραι αἱ κατασκευαὶ καὶ τὸ κάλλος τῶν ὀνομάτων οὐδὲν ἐκείνων λειπόμενον. ἀλλὰ καὶ Λυκούργῳ συμβουλεύσαιμ’ἂν ἐντυγχάνειν σοι, ἐλαφροτέρῳ τούτων ὄντι καὶ ἐμφαίνοντί τινα ἐν τοῖς λόγοις ἁπλότητα καὶ γενναιότητα τοῦ τρόπου. 18.12ἐνταῦθα δή φημι δεῖν, κα- κἂν εἴ τις ἐντυχὼν τῇ παραινέσει τῶν πάνυ ἀκριβῶν αἰτιάσεται, μη δὲ τῶν νεωτέρων καὶ ὀλίγον πρὸ ἡμῶν ἀπείρως ἔχειν · λέγω δὲ τῶν περὶ Ἀντίπατρον καὶ Θεόδωρον καὶ Πλουτίωνα καὶ Κόνωνα καὶ τὴν τοιαύτην ὕλην. αἱ γὰρ τούτων δυνάμεις καὶ ταύτῃ ἂν εἶεν ἡμῖν ὠφέλιμοι, ᾗ οὐκ ἂν ἐντυγχάνοιμεν αὐτοῖς δεδουλωμένοι τὴν γνώμην, ὥσπερ τοῖς παλαιοῖς. ὑπὸ γὰρ τοῦ δύνασθαί τι τῶν εἰρημένων αἰτιάσασθαι μάλιστα θαρροῦμεν πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρεῖν ἡμεῖς, καὶ ἥδιόν τις παραβάλλει αὑτὸν ᾧ πείθεται συγρινόμενος οὐ καταδεέστερος, ἐνίοτε δὲ καὶ βελτίων ἂν φαίνεσθαι. 18.13τρέψομαι δὲ ἤδη ἐπὶ τοὺς Σωκρατικούς, οὓς δὴ ἀναγκαιοτάτους εἶναί φημι παντὶ ἀνδρὶ λόγον ἐφιεμένῳ. ὥσπερ γὰρ οὐδὲν ὄψον ἄνευ ἀλῶν γεύσει κεχαρισμένον, οὕτως οὐδὲν εἶδος ἔμοιγε δοκεῖ ἀκοῇ προσηνὲς ἂν γενέσθαι χάριτος Σωκρατικῆς ἄμοιρον. τοὺς μὲν δὴ ἄλλους μακρὸν ἂν εἴη ἔργον ἐπαινεῖν καὶ ἐντυγχάνειν αὐτοῖς οὐ τὸ τυχόν. 18.14Ξενοφῶντα δὲ ἔγωγε ἡγοῦμαι ἀνδρὶ πολιτικῷ καὶ μόνον τῶν παλαιῶν ἐξαρκεῖν δύνασθαι · εἴτε ἐν πολέμῳ τις στρατηγῶν εἴτε πόλεως ἀφηγούμενος, εἴτε ἐν δήμῳ λέγων εἴτε ἐν βουλευτηρίῳ, εἴτε καὶ ἐν δικαστηρίῳ μὴ ὡς ῥήτωρ ἐθέλοι μόνον, ἀλλὰ καὶ ὡς πολιτικὸς καὶ βασιλικὸς ἀνὴρ τὰ τῷ τοιούτῳ προσήκοντα ἐν δίκῃ εἰπεῖν · πάντων ἄριστος ἐμοὶ δοκεῖ καὶ λυσιτελέστατος πρὸς ταῦτα πάντα Ξενοφῶν. τάτε γὰρ διανοήματα σαφῆ καὶ ἁπλᾶ καὶ παντὶ ῥᾴδια φαινόμενα, τότε εἶδος τῆς ἀπαγγελίας προσηνὲς καὶ κεχαρισμένον καὶ πειστικόν, πολλὴν μὲν ἔχον πιθανότητα, πολλὴν δὲ χάριν καὶ ἐπιβολήν, ὥστε μὴ λόγων δεινότητι μόνον, ἀλλὰ καὶ γοητείᾳ ἐοικέναι τὴν δύναμιν. 18.15εἰ γοῦν ἐθελήσειας αὐτοῦ τῇ περὶ τὴν Ἀνάβασιν πραγματείᾳ σφόδρα ἐπιμελῶς ἐντυχεῖν, οὐδένα λόγον εὑρήσεις τῶν ὑπὸ σοῦ λεχθῆναι δυνησομένων, ὃν οὐ διείληπται καὶ κανόνος ἂν τρόπον ὑπόσχοι τῷ πρὸς αὐτὸν ἀπευθῦναι ἢ μιμήσασθαι βουλομένῳ. εἴτε γὰρ θαρρῦναι τοὺς σφόδρα καταπεπτωκότας χρήσιμον πολιτικῷ ἀνδρί, καὶ πολλάκις ὡς χρὴ τοῦτο ποιεῖν δείκνυσιν · εἴτε προτρέψαι καὶ παρακαλέσαι, οὐδεὶς Ἑλληνικῆς φωνῆς ἐπαΐων οὐκ ἂν ἐπαρθείη τοῖς προτρεπτικοῖς Ξενοφῶντος λόγοις · 18.16ἐμοὶ γοῦν κινεῖται ἡ διάνοια καὶ ἐνίοτε δακρύω μεταξὺ τοσούτων τῶν ἔργων τοῖς λόγοις ἐντυγχάνων · εἴτε μέγα φρονοῦσι καὶ ἐπηρμένοις ὁμιλῆσαι φρονίμως καὶ μήτε παθεῖν τι ὑπ’αὐτῶν δυσχερανάντων μήτε ἀπρεπῶς δουλῶσαι τὴν αὑτοῦ διάνοιαν καὶ τὸ ἐκείνοις κεχαρισμένον ἐκ παντὸς ποιῆσαι, καὶ ταῦτα ἔνεστιν. καὶ ἀπορρήτοις δὲ λόγοις ὡς προσήκει χρήσασθαι καὶ πρὸς στρατηγοὺς ἄνευ πλήθους καὶ πρὸς πλῆθος κατὰ τα- ταὐτό, καὶ βασιλικοῖς τίνα τρόπον διαλεχθῆναι, καὶ ἐξαπατῆσαι ὅπως πολεμίους μὲν ἐπὶ βλάβῃ φίλους δ’ἐπὶ τῷ συμφέροντι, καὶ μάτην ταραττομένοις ἀλύπως τα- τἀληθὲς καὶ πιστῶς εἰπεῖν, καὶ τὸ μὴ ῥᾳδίως πιστεύειν τοῖς ὑπερέχουσι, καὶ οἷς ἐξαπατῶσιν οἱ ὑπερέχοντες καὶ οἷς καταστρατηγοῦσι καὶ καταστρατηγοῦνται ἄνθρωποι, πάντα ταῦτα ἱκανῶς τὸ σύνταγμα περιέχει. 18.17ἅτε γάρ, οἶμαι, μιγνὺς ταῖς πράξεσι τοὺς λόγους, οὐκ ἐξ ἀκοῆς παραλαβὼν οὐ δὲ μιμησάμενος, ἀλλ’αὐτὸς πράξας ἅμα καὶ εἰπών, πιθανωτάτους ἐποίησεν ἐν ἅπασίτε τοῖς συντάγμασι καὶ ἐν τούτῳ μάλιστα, οὗ ἐπιμνησθεὶς ἐτύγχανον. καὶ εὖ ἴσθι, οὐδένα σοὶ τρόπον μεταμελήσει, ἀλλὰ καὶ ἐν βουλῇ καὶ ἐν δήμῳ ὀρέγοντός σοὶ χεῖρα αἰσθήσῃ τοῦ ἀνδρός, εἰ αὐτῷ προθύμως καὶ φιλοτίμως ἐντυγχάνοις. 18.18γράφειν μὲν οὖν οὐ συμβουλεύω σοὶ αὐτῷ ἀλλ’ἢ σφόδρα ἀραιῶς, ἐπιδιδόναι δὲ μᾶλλον. πρῶτον μὲν γὰρ ὁμοιότερος τῷ λέγοντι ὁ ὑπαγορεύων τοῦ γράφοντος, ἔπειτα ἐλάττονι πόνῳ γίγνεται · ἔπειτα πρὸς δύναμιν μὲν ἧττον συλλαμβάνει τοῦ γράφειν, πρὸς ἕξιν δὲ πλεῖον. καὶ γράφειν δὲ οὐ ταῦτά σε ἀξιῶ τὰ σχολικὰ πλάσματα, ἀλλ’, εἴπερ ἄρα, τινὰ τῶν λόγων, οἷς ἂν ἡσθῇς ἐντυγχάνων, μάλιστα τῶν Ξενοφωντείων, ἢ ἀντιλέγοντα τοῖς εἰρημένοις ἢ τὰ αὐτὰ ἕτερον τρόπον ὑποβάλλοντα καὶ ἀναλαμβάνειν μέντοι, εἴ σοὶ ῥᾴδιον μεμνῆσθαι, τὰ ἐκείνων ἄμεινον. 18.19τῷτε γὰρ τρόπῳ τῆς ἀπαγγελίας καὶ τῇ ἀκριβείᾳ τῶν διανοημάτων πάνυ συνήθεις ποιεῖ. λέγω δὲ οὐχ ἵνα σύνταγμά τι ὅλον, ὥσπερ οἱ παῖδες, εἴρων συνάπτῃς, ἀλλ’ἵνα, εἴ τί σοι σφόδρα ἀρέσειε, τοῦτο κατάσχῃς. πλεῖστα περὶ τούτου μειρακίῳ ἂν ἔγραψα, σοι δὲ ἀρκεῖ τοσαῦτα. καὶ γὰρ εἰ ἐλάχιστα ἀναλάβοις, πολὺ ὀνήσει · καὶ εἰ δυσκόλως ἔχοις καὶ μετὰ ὀδύνης πράττοις, οὐκ ἐξ ἅπαντος ἀναγκαῖον. 18.20ἀλλὰ ἔοικα μὲν πάνυ μηκῦναι τὴν συμβουλίαν · σὺ δὲ αἴτιος ἀναπείσας καὶ προκαλεσάμενος · ὥσπερ οἱ ἐν πάλῃ ὑπερέχοντες τοῖς ἀσθενεστέροις ὑπείκοντες ἐνίοτε ἐποίησαν αὐτοὺς πείθεσθαι ἰσχυροτέρους εἶναι · καὶ σὺ ἔοικας, ἃ κρεῖττον τυγχάνεις εἰδώς, ἐμὲ προτρέψαι ὡς ἔλαττον ἐπισταμένῳ γράψαι. βουλοίμην δ’ἄν, εἴ σοι κεχαρισμένον εἴη, καὶ ἐν τῷ αὐτῷ ποτε ἡμᾶς γενέσθαι, ἵνα καὶ ἐντυγχάνοντες τοῖς παλαιοῖς καὶ διαλεγόμενοι περὶ αὐτῶν χρήσιμοί τι γενοίμεθα · 18.21ὥσπερ τοῖς ζωγράφοις καὶ πλάσταις οὐκ ἀπόχρη εἰπεῖν ὅτι δεῖ τοιάδε τὰ χρώματα εἶναι καὶ τοιᾶσδε τὰς γραμμάς, ἀλλὰ μεγίστη ὠφέλεια, εἴ τις αὐτοὺς ἢ γράφοντας ἢ πλάττοντας ἴδοι · καὶ ὡς τοῖς παιδοτρίβαις οὐκ ἀρκεῖ εἰπεῖν τὰ παλαίσματα, ἀλλὰ καὶ δεῖξαι ἀνάγκη τῷ μαθησομένῳ · οὕτω καὶ ἐν ταῖς τοιαύταις συμβουλίαις πλείων ἡ ὠφέλεια γίγνοιτ’ἄν, εἴ τις αὐτὸν πράττοντα ἴδοι τὸν συμβεβουλευκότα. ὡς ἔγωγε, καὶ εἰ ἀναγιγνώσκειν με δέοι σοῦ ἀκροωμένου, τῆς σῆς ἕνεκα ὠφελείας οὐκ ἂν ὀκνήσαιμι, στέργωντέ σε καὶ τῆς σῆς φιλοτιμίας ἀγάμενος καὶ τῆς πρὸς ἐμὲ τιμῆς χάριν εἰδώς.