Orations, Oration 29
Dio Chrysostom
- Oration 1
- Oration 2
- Oration 3
- Oration 4
- Oration 5
- Oration 6
- Oration 7
- Oration 8
- Oration 9
- Oration 10
- Oration 11
- Oration 12
- Oration 13
- Oration 14
- Oration 15
- Oration 16
- Oration 17
- Oration 18
- Oration 19
- Oration 20
- Oration 21
- Oration 22
- Oration 23
- Oration 24
- Oration 25
- Oration 26
- Oration 27
- Oration 28
- Oration 29
- Oration 30
- Oration 31
- Oration 32
- Oration 33
- Oration 34
- Oration 35
- Oration 36
- Oration 37
- Oration 38
- Oration 39
- Oration 40
- Oration 41
- Oration 42
- Oration 43
- Oration 44
- Oration 45
- Oration 46
- Oration 47
- Oration 48
- Oration 49
- Oration 50
- Oration 51
- Oration 52
- Oration 53
- Oration 54
- Oration 55
- Oration 56
- Oration 57
- Oration 58
- Oration 59
- Oration 60
- Oration 61
- Oration 62
- Oration 63
- Oration 64
- Oration 65
- Oration 66
- Oration 67
- Oration 68
- Oration 69
- Oration 70
- Oration 71
- Oration 72
- Oration 73
- Oration 74
- Oration 75
- Oration 76
- Oration 77/78
- Oration 79
- Oration 80
29.1ἀλλ’ἐμοί, ὦ ἄνδρες, οὐ δ’ὁ τι εἴπω ἔπεισιν ὑπὸ λύπης ἅμα καὶ ἐκπλήξεως τοῦ αἰφνιδίου πάθους. οὐ γὰρ μόνον διὰ τὴν ἀρχὴν ἣν ἔχω μᾶλλον ἑτέρου μοι τῶν πολιτῶν οἰκεῖον τὸ συμβεβηκός, ἀλλὰ καὶ ἰδίᾳ μοι φίλος ἦν Μελαγκόμας ὑπὲρ ἅπαντας, ὥσπερ καὶ ὑμῶν ἐπίστανται οἱ πλείους. καὶ ἔμοιγε ἄτοπον φαίνεται τὸ ἐπὶ τοῖς τεθνεῶσιν ἔθος, ὅτι τοῖς πλεῖστα λυπουμένοις μάλιστα προσήκειν δοκεῖ τὸ ἐπ’αὐτοῖς λέγειν. οἱ γὰρ σφοδρότατα ἀνιώμενοι ἀδύνατοι λέγειν ὑπ’αὐτοῦ τούτου εἰσίν. 29.2ἔτι δὲ καὶ ἡλικίας ἐν τούτῳ εἰμί, ἐν ᾧ ἡ μὲν τοῦ λόγου δύναμις ἧττον ἅπασιν ὑπάρχει, τὸ δὲ χαίρειν καὶ τὸ λυπεῖσθαι ἰσχυρότατον γίγνεται. ἀλλ’ἐπειδὴ τιμιώτερος μὲν στρατηγοῦ ἔπαινος ἐπὶ στρατιώτῃ ἀγαθῷ τελευτήσαντι, τιμιώτερος δὲ παντὸς ἄρχοντος ἢ ἰδιώτου, κα- κἀμοὶ λεκτέον τῆς ἀρχῆς ἕνεκεν ὡς ἂν δύνωμαι. πρέποι δ’ἂν τῇ ἐκείνου ἀρετῇ καὶ τῇ ἐμῇ νεότητι μηδὲν μακρὸν ἀπαιτεῖν μη δὲ ἀκριβῆ μᾶλλον ἢ γενναῖον τὸν ἔπαινον. πρῶτον μὲν οὖν εὐγενείας ἀληθοῦς ἔτυχεν. οὐ γὰρ εἴ τῷ πλουσίων συνέβη τυχεῖν προγόνων, οὐ μὴν οὐ δ’εἰ βασιλέων, τὰ δὲ ἄλλα φαύλων, ὅδε ἂν εἴη καλῶς γεγονώς, ἀλλ’οἱ φύντες ἐξ ἀγαθῶν, ὥσπερ ὅδε. 29.3ὁ γὰρ πατὴρ αὐτοῦ τῶν κατ’αὐτὸν διήνεγκε τοῖς καλλίστοις, εὐψυχίᾳ καὶ ῥώμῃ. δηλοῦσι δὲ αἱ νῖκαι ἃς ἐνίκησε καὶ Ὀλυμπίασι καὶ ἐν τοῖς ἄλλοις ἀγῶσιν. αὐτὸς δὲ ἔφυ κάλλιστος ἀνθρώπων, οὐ τῶν νῦν μόνον, ἀλλ’, ὡς ἔνεστιν εἰκάζειν ἐκ τῆς ὑπερβολῆς, καὶ ἁπάντων ἁπλῶς τῶν ἐξ ἅπαντος τοῦ χρόνου ὠνομασμένων ἐπὶ κάλλει, ὅσοι θνητοὶ ἐγένοντο. 29.4οἱ μὲν γὰρ πολλοὶ τῶν νενομισμένων καλῶν, μέρη τινὰ τοῦ σώματος εὐπρεπῆ ἔχοντες, ἔπειτα δὲ ἔδοξαν καλοί, τῆς ὄψεως ἀεὶ τὰ ἥδιστα βουλομένης ὁρᾶν, τῶν δὲ ἡττόνων ἀμελούσης. οἱ δέ τινες φύσει μὲν εὐειδοῦς σώματος οὐκ ἔτυχον, ὥρα δὲ αὐτοῖς ἐπῆλθεν · ἡττώμενοι δὲ ὑπὸ τῆς ὥρας οἱ ἐντυγχάνοντες κάλλος αὐτὴν ὠνόμασαν, ἀνθούσης ἀεὶ τῆς ἀκμῆς ἐν ἅπασι καὶ ζῴοις καὶ φυτοῖς. 29.5τοιούτους μὲν οὖν μυρίους ἂν εὕροι τὶς τοὺς αὐτοὺς ὅτε μὲν καλοὺς δοκοῦντας, ὁτὲ δὲ αἰσχρούς, καὶ τοῖς μὲν σφόδρα ἀρέσκοντας, πάρ’ἑτέροις δὲ οὐδενὸς λόγου τυγχάνοντας. ὁλόκληρον δὲ καὶ ἀληθινὸν κάλλος θαυμαστὸν εἴ τῷ ὑπῆρξεν ὥσπερ τῷδε. ἐν ἅπαντι μὲν γὰρ τῷ σώματι ἐκέκτητο αὐτό, ἀεὶ δὲ ὁμοίως, καὶ πρὸ ἥβης καὶ ὕστερον · καὶ οὐκ ἂν ποτε ἐπὶ τοσοῦτον τοῦ χρόνου προῆλθεν, οὐ δὲ εἰ πάνυ μακροῦ γήρως ἔτυχεν, ὥστε ἀμαυρῶσαι τὸ εἶδος. 29.6τεκμήριον δὲ τῆς ὑπερβολῆς · οὐ γὰρ ἐν ἰδιώταις ἐξεταζόμενος διέφερεν οὐ δὲ ὑπὸ ὀλίγων θεωρούμενος ὑπὸ τούτων ἐθαυμάζετο, ἀλλὰ μὴν ἀεὶ δήπου ἐν τοῖς ἁπάντων καλλίστοις, ἅμα τοῖς ἀθληταῖς ὤν. οἱ γὰρ μέγιστοι καὶ εὐειδέστατοι καὶ πλείστης ἐπιμελείας τῶν σωμάτων τυγχάνοντες οἵδε εἰσίν. ἑωράθη δὲ μικροῦ δεῖν ὑπὸ πάντων ἀνθρώπων. οὔτε γὰρ πόλις οὐδεμία τῶν ἐνδόξων οὔτε ἔθνος οὐδέν ἔνθα μὴ ἀφίκετο · καὶ παρὰ πᾶσιν ὁμοίως τὴν αὐτὴν εἶχε δόξαν, ὡς οὐδένα ἰδοῦσι καλλίονα. ὁ δὲ ὑπὸ πλείστων μὲν θαυμασθείς, ἐν δὲ τοῖς καλλίστοις μόνος ἔχων τὴν ὑπὲρ τοῦ κάλλους φήμην δῆλον ὡς θείας τινὸς μορφῆς ἔτυχεν. 29.7ἐγὼ οὖν πρῶτον εὐδαιμονίζω τοῦ κάλλους αὐτόν, ὃ δὴ τῶν ἀνθρωπίνων ἐστὶν ἀγαθῶν ἀριδηλότατον, καὶ ἥδιστον μὲν θεοῖς, ἥδιστον δὲ ἀνθρώποις, ἀλυπότατον δὲ τῷ ἔχοντι καὶ ἐπιγνωσθῆναι ῥᾷστον. τὰ μὲν γὰρ ἄλλα ἀγαθὰ κα- κἂν λάθοι τινὶ προσόντα, καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ φρόνησις, εἰ μὴ τύχοι ἔργου τινὸς ἀποδεικνύντος · τὸ δὲ κάλλος οὐχ οἷόντε λανθάνειν. ἅμα γὰρ τῷ ἔχοντι φαίνεται · εἴποι δ’ἂν τὶς ὅτι καὶ πρότερον · οὕτως ὀξεῖαν αἴσθησιν αὑτοῦ παρέχει. ἔτι δὲ τοῖς μὲν ἄλλοις ἀγαθοῖς οἱ πλεῖστοι φθονοῦσι καὶ δυσμενεῖς γίγνονται · τὸ δὲ κάλλος τοὺς αἰσθανομένους αὐτοῦ φίλους ποιεῖται καὶ οὐδένα ἐχθρὸν ἐᾷ γίγνεσθαι. 29.8εἰ δέ τίς φησι κάλλους με ποιεῖσθαι ἐγκώμια, ἀλλ’οὐχὶ τοῦ ἀνδρός, οὐκ ἂν ὀρθῶς αἰτιῷτο. αὐτίκα γὰρ ἔπαινος ἀνδρὸς ἂν λέγοιτο, ἐπειδὰν τὴν ἀνδρείαν αὐτοῦ ἐπεξίωμεν. ὅπου μὲν γὰρ ἀμφίλογον τὸ εἶναί τινα τοιοῦτον, τότε ἀποδεικνύναι χρή · ὅπου δὲ γιγνώσκεται, τὴν φύσιν ἐπαινεῖν τοῦ προσόντος ἀγαθοῦ τινι. ὁ γὰρ τοῦδε ἔπαινος ἅμα ἂν εἴη καὶ τοῦ ἔχοντος αὐτό. μάλιστα δ’ἂν τὶς θαυμάσειε Μελαγκόμαν, ὅτι μορφῇ τοιοῦτος ὢν τῇ ἀνδρείᾳ διήνεγκεν. 29.9δοκεῖ γὰρ ἔμοιγε τῇ ψυχῇ φιλονικῆσαι πρὸς τὸ σῶμα καὶ σπουδάσαι ὅπως ἂν διὰ ταύτην ἐνδοξότερος γένηται. γνοὺς οὖν τῶν πρὸς ἀνδρείαν ἔργων κάλλιστον ἅμα καὶ ἐπιπονώτατον τὴν ἄθλησιν, ἐπὶ ταύτην ἦλθεν. τῶν μὲν γὰρ πολεμικῶν ὅτε καιρὸς οὐκ ἦν ἥτε ἄσκησις ἐλαφρότερα. φαίην δ’ἂν ἔγωγε καὶ ταύτῃ ἥττονα εἶναι, μόνης γὰρ εὐψυχίας ἐπίδειξις ἐν τοῖς πολεμικοῖς, ἡ δὲ ἄθλησις ἅμα μὲν ἀνδρείαν, ἅμα δὲ ἰσχύν, ἅμα δὲ σωφροσύνην ἐμποιεῖ. 29.10καὶ τοίνυν τῆς ἀθλήσεως εἵλετο οὐ τὸ ῥᾷστον, ἀλλὰ τὸ χαλεπώτατον · πυγμὴν γὰρ ἤσκησεν. χαλεπὸν μὲν οὖν καὶ τοῦ ἐλαχίστου ἔργου ἐπ’ἄκρον ἐλθεῖν, μήτι γε ἐν τῷ μεγίστῳ καὶ δυσχερεστάτῳ πάντας ὑπερβαλέσθαι, ὥσπερ ὅδε. καὶ τὸ μὲν τοὺς στεφάνους αὐτοῦ καθ’ἕκαστον ἐπεξιέναι καὶ τοὺς ἀγῶνας, ἐν οἷς ἐνίκησε, πρὸς εἰδότας ὑμᾶς περιττόν, ἄλλωςτε καὶ ἑτέρους ἂν εἴποι τὶς τῶν αὐτῶν τυχόντας. ὃ δὲ μηδενὶ ὑπῆρξεν, ἐπίστασθε μὲν ὁμοίως, δι’αὐτὸ μέντοι τοῦτο ῥητέον · 29.11τοῖς γὰρ μη δὲ εἰδόσιν οὐ δὲ πιστεῦσαι ῥᾴδιον · ὅτι τοσούτοις ἀνταγωνισταῖς χρησάμενος καὶ οὕτως ἀγαθοῖς ὑπ’οὐδενὸς ἡττήθη, αὐτὸς δὲ ἀεὶ πάντας ἐνίκα. καίτοι οὔτε στρατηγὸν εὕροι τὶς ἂν ἐν παντὶ τῷ χρόνῳ ἀήττητον οὔτε ἀριστέα πολεμικόν, ὃς οὐκ ἤδη ποτὲ καὶ ἔφυγεν ἐκ μάχης. οὐ δὲ γὰρ ὅτι ταχέως ἐτελεύτησε, διὰ τοῦτο φαίη τὶς ἂν ἀήττητον διαγενέσθαι · πολὺ γὰρ πλείστους ἄρ’ἀγῶνας ἠγωνίσατο · ἐν δὲ τῇ πείρᾳ τὸ σφάλλεσθαι, οὐκ ἐν τῷ μήκει τοῦ χρόνου. ἔτι δὲ καὶ τόδε ἄν τὶς αὐτοῦ κατεπλάγη, τὸ μήτε παιόμενον αὐτὸν μήτε παίοντα νικᾶν · τοσοῦτο τῇ ῥώμῃ περιῆν καὶ τῷ δύνασθαι πονεῖν. 29.12πολλάκις γὰρ δι’ὅλης τῆς ἡμέρας ἠγωνίσατο ἐν τῇ σφοδροτάτῃ ὥρᾳ τοῦ ἔτους, καὶ δυνάμενος θᾶττον ἂν περιγενέσθαι παίων οὐκ ἐβούλετο, νομίζων τὸ μὲν πληγῇ νικῆσαι καὶ τοῦ φαυλοτάτου ἔσθ’ὅτε εἶναι τὸν βέλτιστον, εἰ τύχοι · τὴν δὲ ἀληθεστάτην νίκην, ὅταν ἄτρωτον ἀναγκάσῃ τὸν ἀντίπαλον ἀπειπεῖν · οὐ γὰρ τοῦ τραύματος, ἀλλ’ἑαυτοῦ ἡττῆσθαι · καὶ τὸ ὅλῳ τινὰ τῷ σώματι ἀπειπεῖν, ἀλλὰ μὴ τῷ πληγέντι μέρει, λαμπρόν. τὸν δὲ ἐπειγόμενον ὡς οἷόντε τάχιστα νικῆσαι καὶ παίοντα καὶ συμπλεκόμενον αὐτὸν ἡττῆσθαι τοῦ καύματος καὶ τοῦ χρόνου. 29.13εἰ δέ τὶς οὐ ταύτῃ ὑπολαμβάνει, ἐννοείτω ὅτι σύες καὶ ἔλαφοι, μέχρι μὲν αὐτοῖς ἡ ἰσχὺς πάρεστιν, οὔτε ἀνθρώποις οὔτε κυσὶν ὁμόσε χωροῦσιν · ὅταν δὲ ἡττηθῇ καὶ κάμῃ, τηνικάδε συμπλέκεται, καὶ μᾶλλον ἐθέλει τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ἢ πονεῖν ἔτι διωκόμενα. ὁμοίως δὲ καὶ ἄνδρες ἐν πολέμῳ, καίτοι εἰδότες ὅτι μᾶλλον ἂν παίοιντο φεύγοντες ἢ μένοντες, διὰ τὸ μὴ βούλεσθαι πλείω χρόνον κάμνειν ἀπίασι παραδόντες αὑτοὺς τοῖς ὄπισθεν παίειν. οὕτω τό γε τραυμάτων καταφρονεῖν οὐκ ἀνδρείας ἐστίν, ἀλλὰ το- τοὐναντίον. 29.14οἶμαι δὴ ἐν τα- ταὐτῷ πάντα εἰρῆσθαι καὶ περὶ ἀνδρείας καὶ περὶ εὐψυχίας καὶ περὶ ἐγκρατείας καὶ περὶ σωφροσύνης. εἰ μὴ γὰρ ἐγκρατήςτε καὶ σώφρων ἦν, οὐκ ἄν, οἶμαι, τοσοῦτο τῇ ῥώμῃ ὑπερέσχεν οὐ δὲ εἰ φύσει ἰσχυρότατος ὑπῆρχεν. καὶ ἔγωγε οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν ὅτι καὶ τῶν παλαιῶν ἡρώων, οὓς ἅπαντες ὑμνοῦσιν, οὐδενὸς ἐλάττονα ἀρετὴν εἶχεν, οὔτε τῶν ἐν Τροίᾳ πολεμησάντων οὔτε τῶν ὕστερον ἐν τῇ Ἑλλάδι τοὺς βαρβάρους ἀμυναμένων. καὶ εἴ γε τότε ἐγένετο, ἅπερ ἐκεῖνοι ἔπραξεν ἄν. 29.15καὶ καθόλου δὲ ἔγωγε τοῦτο τῆς ἐν τοῖς πολέμοις ἀρετῆς προκρίνω, ὅτι πρῶτον μὲν οἱ ἐνθάδε ἄριστοι κα- κἀκεῖ διαφέροιεν ἂν · ὁ γὰρ ἰσχυρότερος τῷ σώματι καὶ πλείω χρόνον πονεῖν δυνάμενος, οὗτος, οἶμαι, καὶ ἄνευ ὅπλων καὶ σὺν ὅπλοις κρείττων ἐστίν · ἔπειτα οὐχ ὅμοιον πρὸς ἰδιώτας ἀγωνίζεσθαι καὶ τῷ παντὶ φαυλοτέρους καὶ ἐξ ἁπάσης τῆς οἰκουμένης τοὺς κρατίστους ἔχειν ἀντιπάλους. κα- κἀκεῖ μὲν ἅπαξ ὁ κρατήσας τὸν ἀνταγωνιστὴν ἀπέκτεινεν, ὥστε μὴ αὖθις ἔχειν τὸν αὐτὸν ἀντίπαλον · ἐνθάδε δὲ ἡ νίκη περὶ τῆς ἡμέρας ἐκείνης ἐστίν, ἔπειτα καὶ τοὺς ἡττωμένους ὁμοίως ὁ νικῶν ἀνταγωνιστὰς ἔχει καὶ τῶν ἄλλων τὸν βουλόμενον. 29.16ἔτι δὲ ἐνθάδε μὲν ὁ κρείττων τοῦ ἥττονος περίεστιν · οὐδενὶ γὰρ ἄλλῳ ἢ τῇ εὐψυχίᾳ καὶ ἰσχύϊ δεῖ κρατεῖν · ἐν δὲ τοῖς πολέμοις ἡ τοῦ σιδήρου δύναμις, πολὺ κρείττων οὖσα τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐᾷ τὴν τῶν σωμάτων ἀρετὴν ἐξετάζεσθαι, πολλάκις δὲ πρὸς τῶν χειρόνων γίγνεται. ὅσα δὲ αὖ περὶ ἀθλήσεως, καὶ περὶ ἀθλητοῦ εἴρηκα καὶ ἀποδειχθέντος γε ὅτι ἄριστός ἐστι τῶν ἐν τῷ ἔργῳ. ἴσως δὲ κα- κἀμοὶ καὶ τοῖς παροῦσι προσήκων ὁ λόγος, ὥστε τοῦτο ἄριστον ὂν ἀποφαίνειν. ὅτῳ γὰρ ὑπῆρξε μὲν κάλλος σώματος, ὑπῆρξε δὲ ἀνδρεία καὶ εὐψυχίᾳ, ἔτι δὲ σωφροσύνη καὶ τὸ ἀήττητον γενέσθαι, τίνα ἂν τοῦδε τοῦ ἀνδρὸς εὐδαιμονέστερόν τις φήσειεν; 29.17καίτοι τοιούτῳ παραγενέσθαι χαλεπωτάτω ἐστὸν ἀνδρεία καὶ σωφροσύνη · κάλλος γὰρ ἀνθρώπους μάλιστα δὴ χαυνοῖ καὶ ἀναπείθει τρυφᾶν, ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους, ὅταν τις περιβόητος ᾗ τὸ εἶδος, ἡδίονος δ’οὔσης τῆς ῥᾳθυμίας. εὕροι δ’ἂν τις ἐξ ἀρχῆς ἀναλογιζόμενος τοὺς καλλίστους τῶν πρότερον τοὺς δὴ πολλοὺς αὐτῶν οὐδὲν ἀνδρείας οὐ δὲ ἀρετῆς ἔργον ἀποδειξαμένους, ἀλλὰ Γανυμήδης μὲν διὰ τὸ παῖς ἀφανισθῆναι ἐξ ἀνθρώπων οὐδὲν ἐδόκει πρᾶξαι λαμπρόν · 29.18περὶ δὲ Ἀδώνιδος ἢ Φάωνος ἢ τῶν ὁμοίων, ὅσοι περιττῆς δόξης ἐπὶ τῷ εἴδει ἔτυχον, οὐδὲν ὅτι μὴ περὶ τοῦ κάλλους ἀκούομεν. μόνους δὲ ἂν εἴποι τις ἀνδρείους τῶν ἄγαν καλῶν Θησέα καὶ Ἀχιλλέα, καὶ τούτοις οὐ πάνυ ἡ σωφροσύνη ὑπῆρξεν. οὐ γὰρ ἂν αὐτῶν ὁ μὲν Ἑλένην πρὸς βίαν ἥρπασεν, ὁ δ’ἐστασίαζεν ἐπὶ Τροίας ὧν ἕνεκεν ἐστασίαζεν. Ἱππολύτῳ δὲ σωφροσύνη μὲν ὑπῆρξεν, ἀνδρεία δὲ ἄδηλον εἰ παρῆν · οὐ γὰρ ἀληθὲς τεκμήριον κυνηγέσια. 29.19ἀλλ’ὃς δὴ πάντα τὰ ἐν ἀνθρώποις ἀγαθὰ ἐκτήσατο, ἄξιος ἂν εἴη καὶ τῆς τελευτῆς εὐδαιμονίζεσθαι. εἰ μὲν γὰρ ὁ πλεῖστος ἀνθρώποις χρόνος ἄριστος ἦν, ταύτῃ ἄν τὶς αὐτὸν ὠλοφύρατο · νῦν δέ, ὀλίγου τοῦ παντὸς ἀνθρώποις βίου δεδομένου, πλείστους ἂν εὕροι τὶς, οἷς πολὺ ἄμεινον εἶχεν, εἰ θᾶττον ἐτελεύτησαν · τοσαῦται συμφοραὶ καταλαμβάνουσιν. 29.20ἔτι δὲ τῶν παλαιῶν τοὺς ἐξοχωτάτους ἀκούομεν οὐδένα αὐτῶν ἐπὶ πολὺ ἐλθόντα τοῦ βίου, Πάτροκλόντε καὶ Ἀντίλοχον, ἔτι δὲ Σαρπηδόνα καὶ Μέμνονα καὶ Ἀχιλλέα καὶ Ἱππόλυτον · τούςτε Βοιωτοῦς Ὦτον καὶ Ἐφιάλτην, οὓς μεγίστους καὶ καλλίστους γενέσθαι φησὶν Ὅμηρος μετὰ Ὠρίωνα, αὐτόντε ἐκεῖνον. ἀλλ’οἵδε μὲν δι’ἀφροσύνην ἀπώλοντο · τοὺςτε ἄλλους οὓς εἶπον, θεῶν παῖδας καὶ ἀπογόνους εἶπον. οὐκ ἂν οὖν οἱ θεοὶ τοῖς ἑαυτῶν παισὶ καὶ οὓς μάλιστα ἐφίλουν ταχεῖαν ἐποίησαν τὴν τελευτήν, εἰ μὴ ἀγαθὸν τοῖς ἀνθρώποις τοῦτο ἐτίθεντο. 29.21ταῦτα οὖν, ὦ ἄνδρες, λογιζομένους ὑμᾶς ἐκεῖνόντε ὡς μακάριον νομίζειν χρὴ καὶ αὐτοὺς μηδὲν ἧττον διὰ τοῦτο ἐφίεσθαι τῶν πόνων καὶ τῆς φιλοτιμίας, ὡς, εἴ τινι συμπέσοι τελευτῆσαι ταχύτερον, ἀνόνητος ἐσόμενος τῶν ἀγαθῶν τινος · ὁ γὰρ εὐκλεοῦς δόξης τυχὼν μεστὸς ἄπεισι τῶν ἀγαθῶν · ἀλλὰ καὶ γυμνάζεσθε προθύμως καὶ πονεῖτε, οἱ μὲν νεώτεροι νομίζοντες αὑτοῖς ἀπολελεῖφθαι τὴν ἐκείνου χώραν, οἱ δὲ πρεσβύτεροι τῶν ἰδίων ἔργων ἀξίως. καὶ φρονεῖτε δὲ ἐπ’αὐτοῖς ὅσον χρὴ ἄνδρας πρὸς ἔπαινον καὶ δόξαν ἀγαθὴν βιοῦντας καὶ τῆς ἀρετῆς ὄντας ἀσκητάς. 29.22τὸν δὲ ἀποιχόμενον μνήμῃ τιμᾶτε, μὴ δάκρυσιν · οὐ γὰρ πρέποι ἂν ἥδε ἡ τιμὴ γενναίοις ὑπὸ γενναίων, οὐ δ’ἂν Ὅμηρον ἐπαινέσαιμι, ὅτι φησὶ δεύεσθαι τάςτε ψαμάθους καὶ τὰ ὅπλα τοῖς δάκρυσι τῶν Ἀχαιῶν. ἀλλὰ ἐκεῖνος μὲν ποιητικῇ μᾶλλον ἠκολούθησεν ἡδονῇ, θρήνων ὑπερβολὰς ἐπιδειξάμενος, ὑμεῖς δὲ ἐγκρατῶς φέρετε.