Orations, Oration 15

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
15.1ἀλλὰ μὴν ἔναγχος παρεγενόμην τισὶ διαμφισβητοῦσι περὶ δουλείας καὶ ἐλευθερίας, οὐκ ἐπὶ δικαστῶν οὐ δ’ἐν τῇ ἀγορᾷ, οὑτωσὶ δὲ κατ’οἰκίαν, ἐπὶ χρόνον πάμπολυν. καὶ παρῆσαν ἑκατέρῳ τοῖν ἀνδροῖν οὐκ ὀλίγοι σπουδάζοντες. ἐτύγχανον γὰρ ὑπὲρ ἄλλων πρότερον ἀντιλέγοντες, ὡς ἐμοὶ δοκοῦσιν · ἡττώμενος δὲ ἐν τοῖς λόγοις ἅτερος καὶ διαπορῶν εἰς λοιδορίαν ἐτράπετο, ὥσπερ εἴωθε τοῦτο συμβαίνειν πολλάκις, καὶ ὠνείδισεν οὐχ ὡς ἐλεύθερον ὄντα τὸν ἕτερον. καὶ ὃς πάνυ πρᾴως ἐμειδίασέτε καὶ εἶπε.
15.2ποθεν δέ; ἐστιν, ἄριστε, εἰδέναι ὅστις δοῦλος ὅστις ἐλεύθερος; ναὶ μὰ Δία, ἔφη · ἐπίσταμαι γοῦν ἐμαυτὸν μὲν ἐλεύθερον ὄντα καὶ τούτους ἅπαντας, σοὶ δὲ οὐδὲν προσῆκον ἐλευθερίας. καί τινες τῶν παρόντων ἐγέλασαν. καὶ ὃς οὐδέν τι μᾶλλον ᾐσχύνθη, ἀλλ’ὥσπερ οἱ ἀνδρεῖοι ἀλεκτρυόνες πρὸς τὴν πληγὴν ἐπεγείρονται καὶ θαρροῦσιν, κἀκεῖνος ἐπηγέρθη καὶ ἐθάρρησε πρὸς τὴν λοιδορίαν, καὶ ἤρετο αὐτὸν ὁπόθεν τοῦτο ἐπίσταται τὸ περίτε αὑτοῦ καὶ περὶ ἐκείνου.
15.3ὅτι, ἔφη, τὸν μὲν ἐμαυτοῦ πατέρα ἐπίσταμαι Ἀθηναῖον ὄντα, εἴπερ τις ἄλλος, τὸν δὲ σὸν οἰκέτην τοῦ δεῖνος, εἰπὼν τοὔνομα. καὶ ὅς, τί οὖν, εἶπε, κατὰ τοῦτο κωλύει με ἐν Κυνοσάργει ἀλείφεσθαι μετὰ τῶν νόθων, εἴπερ ἐκ μητρὸς ἐλευθέρας, ἴσως δὲ καὶ ἀστῆς, τυγχάνω γεγονὼς καὶ πατρὸς οὗ σὺ φῄς; οὐ πολλαὶ ἀσταὶ γυναῖκες δι’ἐρημίαντε καὶ ἀπορίαν αἱ μὲν ἐκ ξένων ἐκύησαν, αἱ δὲ ἐκ δούλων, τινὲς μὲν ἀγνοοῦσαι τοῦτο, τινὲς δὲ καὶ ἐπιστάμεναι; καὶ οὐδεὶς δοῦλός ἐστιν, ἀλλὰ μόνον οὐκ Ἀθηναῖος, τῶν οὕτως γεννηθέντων.
15.4ἀλλ’ἐγώ σου, ἔφη, καὶ τὴν μητέρα ἐπίσταμαι ὁμόδουλον τοῦ πατρός. εἶεν, ἔφη · τὴν δὲ σαυτοῦ οἶσθα; πάνυ μὲν οὖν · ἀστὴν ἐξ ἀστῶν καὶ προῖκα ἱκανὴν ἐπενηνεγμένην. καὶ ἔχοις ἂν ὀμόσας εἰπεῖν ὅτι ἐξ οὗ φησιν ἐκείνη, ἐκ τούτου γέγονας; μὲν γὰρ Τηλέμαχος οὐ πάνυ ἠξίου διατείνεσθαι ὑπὲρ Πηνελόπης τῆς Ἰκαρίου, σφόδρα σώφρονος δοκούσης γυναικός, ὅτι ἀληθῆ λέγει τὸν Ὀδυσσέα ἀποφαίνουσα αὑτοῦ πατέρα · σὺ δὲ οὐ μόνον ὑπὲρ σαυτοῦ ἂν καὶ τῆς σῆς μητρός, ἐὰν κελεύσῃ σέ τις, ὀμόσαις, ὡς ἔοικεν, ἀλλὰ καὶ περὶ δούλης ἡστινοσοῦν, ἐξ ὅτου ποτὲ ἐκύησεν, ὥσπερ ἣν λέγεις ἐμὴν εἶναι μητέρα.
15.5ἀδύνατον γάρ σοι δοκεῖ εἶναι ἐξ ἄλλου ἀνδρὸς κυῆσαι ἐλευθέρου καὶ τοῦ αὑτῆς δεσπότου; οὐ πολλοὶ Ἀθηναίων συγγίγνονται θεραπαίναις αὑτῶν, οἱ μέν τινες κρύφα, οἱ δὲ καὶ φανερῶς; οὐ γὰρ δήπου βελτίους εἰσὶ πάντες τοῦ Ἡρακλέους, ὃς οὐ δὲ τῇ Ἰαρδάνου δούλῃ συγγενέσθαι ἀπηξίωσεν, ἐξ ἧς ἐγένοντο οἱ Σάρδεων βασιλεῖς.
15.6ἔτι δὲ οὐ δοκεῖ σοι, ὡς ἔοικε, Κλυταιμνήστρα, Τυνδάρεω μὲν θυγάτηρ, γυνὴ δὲ Ἀγαμέμνονος, μὴ μόνον Ἀγαμέμνονι συνεῖναι τῷ αὑτῆς ἀνδρί, ἀλλὰ καὶ ἀποδημήσαντος ἐκείνου Αἰγίσθῳ συγγενέσθαι, καὶ Ἀερόπη Ἀτρέως γυνὴ τὴν Θυέστου προσδέξασθαι ὁμιλίαν, καὶ ἄλλαι πολλαὶ καὶ πάλαι καὶ νῦν ἐνδόξων καὶ πλουσίων ἀνδρῶν γυναῖκες ἑτέροις συγγίγνεσθαι καὶ παῖδας ἐνίοτε ἐξ ἐκείνων ποιεῖσθαι; ἦν δὲ σὺ λέγεις θεράπαιναν οὕτως πάνυ ἀκριβῶς φυλάττειν τὰ πρὸς τὸν ἄνδρα τὸν αὑτῆς, ὥστε μὴ ἂν ἑτέρῳ συγγενέσθαι.
15.7ἔτι δὲ καὶ περὶ σαυτοῦ καὶ περὶ ἐμοῦ διαβεβαιοῖ ὡς ἑκάτερος ἡμῶν ἐστι τῆς δοκούσης καὶ λεγομένης μητρός. καίτοι πολλοὺς Ἀθηναίων ἔχοις ἂν εἰπεῖν καὶ τῶν πάνυ γνωρίμων, οὓ ἐφάνησαν ὕστερον οὐ μόνον πατρός, ἀλλὰ καὶ μητρός, οὐχ ἧς ἐλέγοντο, ὑποβολιμαῖοί ποθεν τραφέντες. καὶ ταῦτα σὺ ἑκάστοτε ὁρᾷς δεικνύμενα καὶ λεγόμενα ὑπὸ τῶν κωμῳδοδιδασκάλων καὶ ἐν ταῖς τραγῳδίαις, καὶ ὅμως οὐδὲν ἧττον ἰσχυρίζῃ καὶ περὶ σαυτοῦ καὶ περὶ ἐμοῦ, ὡς εὖ εἰδὼς ὅπως γεγόναμεν καὶ ἐκ τίνων.
15.8οὐκ οἶσθα, ἔφη, ὅτι κακηγορίας δίδωσιν νόμος γράψασθαι τοῦτον, ὃς ἂν βλασφημῇ τινα οὐκ ἔχων ἀποδεῖξαι περὶ ὧν λέγει σαφὲς οὐδέν; καὶ ὅς, ἐπίσταμαι γάρ, ἔφη, ὅτι αἱ μὲν ἐλεύθεραι γυναῖκες ὑποβάλλονται πολλάκις δι’ἀπαιδίαν, ὅταν μὴ δύνωνται αὐταὶ κυῆσαι, βουλομένη κατασχεῖν ἑκάστη τὸν ἄνδρα τὸν ἑαυτῆς καὶ τὸν οἶκον, καὶ ἅμα οὐκ ἀποροῦσαι ὁπόθεν τοὺς παῖδας θρέψουσι · τὰς δὲ δούλας τοὐναντίον, τὰς μὲν πρὸ τοῦ τόκου διαφθειρούσας, τὰς δὲ ὕστερον, ἐὰν δύνωνται λαθεῖν, τὸ γενόμενον ἐνίοτε καὶ τῶν ἀνδρῶν συνειδότων, ὅπως μὴ πράγματα ἔχωσι παιδοτροφεῖν ἀναγκαζόμεναι πρὸς τῇ δουλείᾳ.
15.9ναὶ μὰ Δία, ἔφη, πλήν γε τῆς Οἰνέως, τοῦ Πανδίονος, εἶπε, νόθου παιδός · γὰρ ἐκείνου νομεὺς ἐν ταῖς Ἐλευθέραις καὶ γυνὴ τοῦ νομέως οὐ μόνον οὐκ ἐξετίθεσαν αὐτοὶ γεννήσαντες, ἀλλὰ καὶ ἀλλότρια εὑρόντες ἐν τῇ ὁδῷ παιδία, οὐκ εἰδότες ὅτου ποτὲ ἦσαν, ἀνελόμενοι ἔτρεφον ὡς αὑτῶν, καὶ οὐ δὲ ὕστερον ἑκόντες οὐδέποτε ὡμολόγησαν ὅτι ἀλλότριοι ἦσαν. σὺ δ’ἴσως καὶ τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα ἐλοιδόρεις ἄν, πρὶν φανεροὺς γενέσθαι, καὶ διώμνυσο ὡς περὶ δούλων τῶν τοῦ Διὸς υἱέων.
15.10καὶ ὃς γελάσας πάνυ εἰρωνικῶς, τοὺς τραγῳδούς, ἔφη, καλεῖς μάρτυρας; οἷς γε πιστεύουσιν, εἶπεν, οἱ Ἕλληνες · οὓς γὰρ ἐκεῖνοι ἀποδεικνύουσιν ἥρωας, τούτοις φαίνονται ἐναγίζοντες ὡς ἥρωσι, καὶ τὰ ἡρῷα ἐκείνοις ᾠκοδομημένα ἰδεῖν ἔστιν. ὁμοίως δὲ ἐννόησον, εἰ βούλει, καὶ τὴν Φρυγίαν τὴν Πριάμου δούλην, τὸν Ἀλέξανδρον ἐν τῇ Ἴδῃ ἐξέθρεψεν ὡς αὑτῆς υἱέα, λαβοῦσα παρὰ τοῦ ἀνδρὸς βουκόλου ὄντος, καὶ τὴν παιδοτροφίαν οὐ χαλεπῶς ἔφερεν. Τήλεφον δὲ τὸν Αὔγης καὶ Ἡρακλέους οὐχ ὑπὸ γυναικός, ἀλλ’ὑπὸ ἐλάφου τραφῆναι λέγουσιν. δοκεῖ σοι ἔλαφος μᾶλλον ἐλεῆσαι ἂν βρέφος καὶ ἐπιθυμῆσαι τρέφειν ἄνθρωπος, ἐὰν τύχῃ δούλη οὖσα;
15.11φέρε δὴ πρὸς θεῶν, εἰ δὲ δὴ προσομολογήσαιμί σοι τούτους εἶναί μου γονέας, οὓς σὺ φῄς, ποθεν οἶσθα περὶ τῆς ἐκείνων δουλείας; καὶ τοὺς γονέας αὐτῶν ἠπίστω σαφῶς καὶ ἕτοιμος εἶ καὶ περὶ ἐκείνων κατόμνυσθαι ἑκατέρου ὅτι ἐξ ἀμφοῖν δούλοιν γεγόνεσαν ἀμφότεροι, καὶ τοὺς ἔτι πρότερον καὶ ἐξ ἀρχῆς ἅπαντας; δῆλον γὰρ ὡς ἐάνπερ ἐλεύθερος τις τῷ ἐκ τοῦ γένους, οὐκέτι οἷόντε τοὺς ἀπ’ἐκείνου δούλους ὀρθῶς νομίζεσθαι. τοῦτο δὲ οὐ δυνατόν ἐστιν, βέλτιστε, ὥς φασιν, ἐκ τοῦ παντὸς αἰῶνος εἶναί τι γένος ἀνθρώπων, ἐν οὐκ ἄπειροι μὲν ἐλεύθεροι γεγόνασιν, οὐκ ἐλάττους δὲ τούτων οἱ δεδουλευκότες · καὶ νὴ Δία τύραννοι καὶ βασιλεῖς καὶ δεσμῶται καὶ στιγματίαι καὶ κάπηλοι καὶ σκυτοτόμοι καὶ τἄλλα ὅσα ἐν ἀνθρώποις ἐστίν, ἁπάσας μὲν ἐργασίας, ἅπαντας δὲ βίους, ἁπάσας δὲ τύχας καὶ ξυμφορὰς μετηλλαχότες.
15.12 οὐκ οἶσθα ὅτι τούτου ἕνεκεν τὰ τῶν ἡρώων λεγομένων γένη εὐθὺς εἰς θεοὺς οἱ ποιηταὶ ἀναφέρουσιν, ὥστε μηκέτι ἐξετάζεσθαι τὸ πρόσωπον; καὶ τούς γε πλείονας αὐτῶν φασιν ἐκ Διὸς γεγονέναι, ἵνα μὴ αὐτοῖς οἵτε βασιλεῖς καὶ οἱ οἰκισταὶ τῶν πόλεων καὶ ἐπώνυμοι εἰς τοιαῦτα ἐμπίπτωσιν, δοκεῖ παρὰ τοῖς ἀνθρώποις ὀνείδη εἶναι. ὥστε, εἴπερ οὕτως ἔχει τὰ τῶν ἀνθρώπων, ὡς ἡμεῖςτε καὶ ἄλλοι σοφώτεροι ἡμῶν φασιν, οὐδὲν ἂν μᾶλλον σοὶ προσήκοι ἐλευθερίας κατὰ γένος ὁτῳοῦν τῶν σφόδρα δοκούντων οἰκετῶν · εἰ μὴ ἄρα καὶ σὺ φθάσεις ἀναγαγὼν εἰς Δία Ποσειδῶνα Ἀπόλλωνα τοὺς σαυτοῦ προγόνους · οὐ δέ γε ἐμοὶ δουλείας.
15.13τὸ μὲν τοίνυν, ἔφη, τοῦ γένους καὶ τὸ τῶν προγόνων ἐῶμεν, ἐπειδὴ οὕτω σοι δοκεῖ ἀστάθμητον εἶναι · ἴσως γάρ τοι ἀναφανήσῃ ὥσπερ Ἀμφίων καὶ Ζῆθος καὶ Ἀλέξανδρος Πριάμου γεγονώς. ἀλλὰ σέ γε αὐτὸν πάντες ἐπιστάμεθα δουλεύοντα. τί δέ; εἶπε, δοκοῦσί σοι πάντες οἱ δουλεύοντες δοῦλοι εἶναι, ἀλλὰ οὐ πολλοὶ αὐτῶν ἐλεύθεροι ὄντες καὶ ἀδίκως δουλεύειν; ὧν τινες ἤδη καὶ εἰς δικαστήριον εἰσελθόντες ἀπέδειξαν ἐλευθέρους ὄντας ἑαυτούς, οἱ δέ τινες καὶ ἀνέχονται μέχρι παντός, οὐκ ἔχοντες ἀποδεῖξαι φανερῶς περὶ τῆς ἐλευθερίας οἷς ἂν μὴ χαλεποὶ ὦσιν οἱ λεγόμενοι αὐτῶν δεσπόται.
15.14ἐπεὶ φέρε, Εὔμαιος, Κτησίου τοῦ Ὀρμένου ἀνδρὸς πάνυ ἐλευθέρου καὶ πλουσίου παῖς, οὐκ ἐδούλευεν ἐν Ἰθάκῃ πάρ’Ὀδυσσεῖ καὶ Λαέρτῃ; καὶ ἐνὸν αὐτῷ ἀποπλεῦσαι πολλάκις οἴκαδε, εἰ ἐβούλετο, οὐδέποτε ἠξίωσε. τί δέ; Ἀθηναῖοι πολλοὶ τῶν ἐν Σικελίᾳ ληφθέντων οὐκ ἐδούλευον ἐν Σικελίᾳ καὶ ἐν Πελοποννήσῳ ἐλεύθεροι ὄντες, καὶ ἐν ἄλλαις πολλαῖς μάχαις οἱ αἰεὶ αἰχμάλωτοι γιγνόμενοι, οἱ μὲν χρόνον τινά ἕως ἂν εὕρωσι τοὺς λυσομένους, οἱ δέ μέχρι παντός;
15.15ὁπότε καὶ Καλλίου υἱὸς ἔδοξε δουλεῦσαι πολὺν χρόνον ἐπὶ Θρᾴκης μετὰ τὴν μάχην ἣν Ἀθηναῖοι περὶ Ἄκανθον ἡττήθησαν · ὥστε καὶ ὕστερον διαφυγὼν καὶ ἀφικόμενος ἠμφισβήτει τοῦ κλήρου τοῦ Καλλίου καὶ πολλὰ πράγματα παρεῖχε τοῖς ξυγγενέσιν, ἐκεῖνος μέν, οἶμαι, ψευδόμενος ἦν γὰρ οὐχ υἱός, ἀλλ’ἱπποκόμος Καλλίου, τὴν δὲ ὄψιν ὅμοιος τῷ τοῦ Καλλίου μειρακίῳ, ἔτυχεν ἐν τῇ μάχῃ τελεύτησαν · ἔτι δὲ ἡλλήνιζεν ἀκριβῶς καὶ γράμματα ἠπίστατο · ἀλλὰ ἕτεροί γε μύριοι τοῦτο πεπόνθασιν ·
15.16ἐπεὶ καὶ νῦν τῶν ἐνθάδε δουλευόντων οὐκ ἀπογιγνώσκω πολλοὺς εἶναι ἐλευθέρους. οὐ γὰρ ἐὰν μὲν Ἀθηναίων τις ἁλοὺς κατὰ πόλεμον εἰς Πέρσας ἀπαχθῇ καὶ νὴ Δία ἐὰν εἰς Θρᾴκην Σικελίαν ἀχθεὶς ἀπεμποληθῇ, φήσομεν ἐλεύθερον ὄντα δουλεύειν · ἐὰν δὲ Θρᾳκῶν τις Περσῶν, μὴ μόνον ἐξ ἐλευθέρων γεγονὼς ἐκεῖ, δεῦρο ἄχθῃ, ἀλλὰ καὶ δυνάστου τινὸς βασιλέως υἱός, οὐχ ὁμολογήσομεν ἐλεύθερον εἶναι.
15.17οὐκ οἶσθα τὸν Ἀθήνησιν, ἔφη, νόμον, παρὰ πολλοῖς δὲ καὶ ἄλλοις, ὅτι φύσει τὸν δοῦλον γενόμενον οὐκ ἐᾷ μετέχειν τῆς πολιτείας; τὸν δὲ Καλλίου υἱόν, εἴπερ ὄντως ἐσώθη τότε ἁλούς, ἀφικόμενον ἐκ Θρᾴκης, συχνὰ ἔτη γεγονότα ἐκεῖ καὶ πολλάκις μεμαστιγωμένον, οὐδεὶς ἂν ἠξίου τῆς πολιτείας ἀπελαύνειν · ἐνίοτε ὥστε καὶ νόμος οὔ φησι δούλους γεγονέναι τοὺς ἀδίκως δουλεύσαντας.
15.18τί δὲ καὶ ποιοῦντά με ἐπίστασαι πρὸς θεῶν τί πάσχοντα, ὅτι με φῂς ἐπίστασθαι δουλεύοντα; τρεφόμενον ἔγωγε ὑπὸ τοῦ δεσπότου καὶ ἀκολουθοῦντα ἐκείνῳ καὶ ποιοῦντα τι πότ’ἐκεῖνος προστάττοι · εἰ δὲ μή, παιόμενον. οὕτως μέν, ἔφη, καὶ τοὺς υἱοὺς ἀποφαίνεις δούλους τῶν πατέρων · καὶ γὰρ ἀκολουθοῦσι πολλοῖς τῶν πενήτων καὶ εἰς γυμνάσιον βαδίζουσι καὶ ἐπὶ δεῖπνον, καὶ τρέφονται πάντες ὑπὸ τῶν πατέρων καὶ παίονται πολλάκις ὑπ’αὐτῶν, καὶ πείθονται τι ἂν ἐκεῖνοι προστάττωσιν αὐτοῖς.
15.19καίτοι ἕνεκα τοῦ πείθεσθαι καὶ πληγὰς λαμβάνειν, καὶ τῶν γραμματιστῶν οἰκέτας φήσεις τοὺς πάρ’αὐτοῖς μανθάνοντας καὶ τοὺς παιδοτρίβας δεσπότας εἶναι τῶν μαθητῶν τοὺς ἄλλο τι διδάσκοντας · καὶ γὰρ προστάττουσιν αὐτοῖς καὶ τύπτουσι μὴ πειθομένους. νὴ Δί’, ἔφη · ἀλλ’οὐκ ἔστι τοῖς παιδοτρίβαις οὐ δὲ τοῖς ἄλλοις διδασκάλοις δῆσαι τοὺς μαθητὰς οὐ δὲ ἀποδόσθαι οὐ δέ γε εἰς μυλῶνα ἐμβαλεῖν · τοῖς δέ γε δεσπόταις ἅπαντα ταῦτα ἐφειμένα ἐστίν.
15.20ἴσως γὰρ οὐκ οἶσθα ὅτι παρὰ πολλοῖς καὶ σφόδρα εὐνομουμένοις ταῦτα λέγεις ἔξεστι τοῖς πατράσι περὶ τοὺς υἱέας, καὶ δῆσαι ἐὰν βούλωνται, καὶ ἀποδίδοσθαι, καὶ ἔτι τούτων χαλεπώτερον · ἐφεῖται γὰρ αὐτοῖς ἀποκτεῖναι μήτε κρίναντας μήτε ὅλως αἰτιασαμένους · ἀλλ’ὅμως οὐδὲν ἧττον οὐ δοῦλοί εἰσι τῶν πατέρων, ἀλλὰ υἱεῖς. εἰ δὲ δὴ ὅτι μάλιστα ἐδούλευον καὶ δοῦλος ἐξ ἀρχῆς ὑπῆρχον δικαίως, τί με, ἔφη, κωλύει νῦν ἐλεύθερον εἶναι μηδενὸς ἔλαττον, σὲ δὲ αὖ τοὐναντίον, εἰ καὶ σφόδρα ἐξ ἐλευθέρων ἦσθα, δοῦλον εἶναι παντὸς μᾶλλον;
15.21ἐγὼ μέν, εἶπεν, οὐχ ὁρῶ ὅπως ἐλεύθερος ὢν δοῦλος ἔσομαι · σὲ δὲ οὐκ ἀδύνατον ἐλεύθερον γεγονέναι, ἀφέντος τοῦ δεσπότου. τί δέ, λῷστε, ἔφη, οὐθεὶς ἂν γένοιτο ἐλεύθερος μὴ ὑπὸ τοῦ δεσπότου ἀφεθείς; πῶς γάρ; εἶπεν. ὅπως Ἀθηναίων ψηφισαμένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην τοὺς συμπολεμήσοντας οἰκέτας ἐλευθέρους εἶναι, εἰ προὔβη πόλεμος, ἀλλὰ μὴ διελύσατο θᾶττον Φίλιππος πρὸς αὐτούς, πολλοὶ ἂν τῶν Ἀθήνησιν οἰκετῶν μικροῦ πάντες ἐλεύθεροι ἦσαν, οὐχ ὑπὸ τοῦ δεσπότου ἕκαστος ἀφεθείς. ἔστω τοῦτό γε, εἰ δημοσίᾳ σε πόλις ἐλευθερώσει.
15.22τί δέ; ἐμαυτὸν οὐκ ἄν σοι δοκῶ ἐλευθερῶσαι; εἴ γε ἀργύριόν ποθεν καταβάλοις τῷ δεσπότῃ. οὐ τούτων φημι τὸν τρόπον, ἀλλὰ ὅνπερ Κῦρος οὐ μόνον ἑαυτόν, ἀλλὰ καὶ Πέρσας ἅπαντας ἠλευθέρωσε, τοσοῦτον ὄχλον, οὔτε ἀργύριον οὐδενὶ καταβαλὼν οὔτε ὑπὸ τοῦ δεσπότου ἀφεθείς. οὐκ οἶσθα ὅτι λυχνοφόρος ἦν Κῦρος Ἀστυάγους, καὶ ὁπότε μὲν ἠδυνήθη καὶ ἔδοξεν αὐτῷ, ἐλεύθερος ἅμα καὶ βασιλεὺς ἐγένετο τῆς Ἀσίας ἁπάσης; εἶεν · ἐμὲ δὲ πῶς φῂς δοῦλον ἂν γενέσθαι;
15.23ὅτι μύριοι δήπου ἀποδίδονται ἑαυτοὺς ἐλεύθεροι ὄντες, ὥστε δουλεύειν κατὰ συγγραφὴν ἐνίοτε ἐπ’οὐδενὶ τῶν μετρίων, ἀλλ’ἐπὶ πᾶσι τοῖς χαλεπωτάτοις. τέως μὲν οὖν προσεῖχον τοῖς λόγοις οἱ παρόντες, ὡς οὐ μετὰ σπουδῆς λεγομένοις μᾶλλον μετὰ παιδιᾶς · ὕστερον δὲ ἐφιλονίκουν, καὶ ἐδόκει ἄτοπον εἶναι, εἰ μηδὲν ἔσται εἰπεῖν τεκμήριον, τις ἀναμφιλόγως διακρίνει τὸν δοῦλον ἀπὸ τοῦ ἐλευθέρου, ἀλλ’εὐμαρὲς ἔσοιτο περὶ παντὸς ἀμφισβητεῖν καὶ ἀντιλέγειν.
15.24ἀφέντες οὖν ὑπὲρ ἐκείνου σκοπεῖν καὶ τῆς ἐκείνου αὐτοῖς, ὃν ἂν τις κεκτημένος κυρίως, ὥσπερ ἄλλο τι τῶν αὑτοῦ χρημάτων βοσκημάτων, ὥστε ἐξεῖναι αὐτῷ χρῆσθαι τι βούλεται, οὗτος ὀρθῶς λέγεσθαίτε καὶ εἶναι δοῦλος τοῦ κεκτημένου. πάλιν οὖν ἠμφεσβήτει περὶ τῆς δουλείας ἀντιλέγων τι ποτὲ εἴη τὸ κύριον τῆς κτήσεως.
15.25καὶ γὰρ οἰκίαν καὶ χωρίον καὶ ἵππον καὶ βοῦν πολλοὺς ἤδη φανῆναι τῶν κεκτημένων πολὺν χρόνον οὐ δικαίως ἔχοντας, ἐνίους δὲ καὶ παρὰ τῶν πατέρων παρειληφότας · οὕτως δὴ καὶ ἀνθρώπων εἶναι ἀδίκως κεκτῆσθαι. καὶ γὰρ δὴ τῶν κτωμένων ἀεὶ τοὺς οἰκέτας, ὥσπερ καὶ τὰ ἄλλα ξύμπαντα, οἱ μὲν πάρ’ἄλλων λαμβάνουσιν χαρισαμένου τινὸς κληρονομήσαντες πριάμενοι, τινὲς δὲ ἀξ ἀρχῆς τοὺς παρὰ σφίσι γεννηθέντας, οὓς οἰκογενεῖς καλοῦσιν. τρίτος δὲ κτήσεως τρόπος, ὅταν ἐν πολέμῳ λαβὼν αἰχμάλωτον καὶ λῃσάμενος, κατὰ τοῦτον τὸν τρόπον ἔχῃ καταδουλωσάμενος, ὅσπερ, οἶμαι, πρεσβύτατος ἁπάντων ἐστίν. τοὺς γὰρ πρώτους γενομένους δούλους οὐκ εἰκὸς ἐκ δούλων φῦναι τὴν ἀρχήν, ἀλλὰ ὑπὸ λῃστείας πολέμῳ κρατηθέντας οὕτως ἀναγκασθῆναι δουλεύειν τοῖς λαβοῦσιν.
15.26οὐκοῦν οὗτος παλαιότατος τρόπος, ἐξ οὗ πάντες οἱ λοιποὶ ἤρτηνται, σφόδρα ἀσθενὴς καὶ οὐδὲν ἔχων ἰσχυρόν · ὅταν γάρ ποτε δυνηθῶσιν ἐκεῖνοι πάλιν ἀποφυγεῖν, οὐδὲν κωλύει ἐλευθέρους εἶναι αὐτούς, ὡς ἀδίκως δουλεύοντας · ὥστε οὐ δὲ πρότερόν ποτε δοῦλοι ἦσαν. ἐνίοτε δὲ οὐ μόνον αὐτοὶ ἀπέφυγον τὴν δουλείαν, ἀλλὰ καὶ τοὺς δεσπότας κατεδουλώσαντο. κἀνταῦθα ἤδη, φασίν, ὀστράκου μεταπεσόντος ἅπαν γίγνεται τοὐναντίον τῶν πρότερον. εἶπεν οὖν τις τῶν παρόντων ὅτι ἐκεῖνοι μὲν αὐτοὶ ἴσως οὐκ ἂν λέγοιντο δοῦλοι, τοῖς δὲ ἐξ ἐκείνων γενομένοις καὶ τοῖς δευτέροις καὶ τοῖς τρίτοις κυρίως ἂν ἤδη προσήκοι τοῦ ὀνόματος.
15.27καὶ πῶς; εἰ μὲν γὰρ τὸ ἁλῶναι ποιεῖ δουλεύειν, αὐτοῖς τοῖς ἑαλωκόσι μᾶλλον τούτου προσήκοι ἂν τοῖς ἐξ ἐκείνων · εἰ δὲ τὸ ἐκ δούλων γεγονέναι, δῆλον ὅτι ἐξ ἐλευθέρων ὄντες τῶν ἑαλωκότων οἱ μετ’αὐτοὺς οὐκ ἂν εἶεν οἰκέται. καὶ γὰρ δὴ ὁρῶμεν ἐκείνους Μεσσηνίους, δι’ὅσων ἐτῶν οὐ μόνον τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τὴν χώραν ἐκομίσαντο τὴν αὑτῶν.
15.28ἐπεὶ γὰρ ἡττήθησαν ἐν Λεύκτροις ὑπὸ Θηβαίων Λακεδαιμόνιοι, στρατεύσαντες εἰς Πελοπόννησον Θηβαῖοι μετὰ τῶν συμμάχων ἠνάγκασαν τήντε χώραν τὴν Μεσσηνίαν ἀποδοῦναι Λακεδαιμονίους καὶ ὅσοι ἦσαν ἀπ’ἐκείνων γεγονότες, δουλεύοντας πρότερον παρὰ Λακεδαιμονίοις, τοὺς Εἵλωτας λεγομένους, κατῴκισαν πάλιν εἰς Μεσσήνην. καὶ ταῦτα οὐδείς φησιν ἀδίκως πεποιηκέναι τοὺς Θηβαίους, ἀλλὰ παγκάλως καὶ δικαίως. ὥστε εἴπερ οὗτος τρόπος οὐ δίκαιός ἐστι τῆς κτήσεως, ἐξ οὗ πάντες οἱ λοιποὶ τὴν ἀρχὴν ἔχουσι, κινδυνεύει μη δὲ ἄλλος μηθεὶς εἶναι, μη δὲ τῷ ὄντι κατ’ἀλήθειαν δοῦλος λέγεσθαι.
15.29ἀλλὰ μὴ οὐχ οὕτως λεγόμενος ἐξ ἀρχῆς δοῦλος, ὑπὲρ ὅτου ἀργύριόν τις τοῦ σώματος κατέβαλεν ὃς ἂν ἐκ δούλων λεγομένων γεγονώς, ὥσπερ οἱ πολλοὶ νομίζουσι, πολὺ δὲ μᾶλλον ὅσπερ ἀνελεύθερος καὶ δουλοπρεπής. τῶν μὲν γὰρ λεγομένων δούλων πολλοὺς ὁμολογήσομεν δήπου εἶναι ἐλευθερίους, τῶν δέ γε ἐλευθέρων πολλοὺς πάνυ δουλοπρεπεῖς. ἔστι δὲ ὡς περὶ τοὺς γενναίους καὶ τοὺς εὐγενεῖς. τούτους γὰρ οἱ ἐξ ἀρχῆς ὠνόμασαν τοὺς εὖ γεγονότας πρὸς ἀρετήν, οὐδὲν πολυπραγμονοῦντες ἐκ τίνων εἰσίν · ὕστερον δὲ οἱ ἐκ τῶν πάλαι πλουσίων καὶ τῶν ἐνδόξων ὑπό τινων εὐγενεῖς ἐκλήθησαν.
15.30τούτου δὲ σημεῖον σαφέστατον · ἐπὶ γὰρ τῶν ἀλεκτρυόνων καὶ τῶν ἵππων καὶ τῶν κυνῶν διέμεινε τὸ ὄνομα, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων εἶχε τὸ παλαιόν. γὰρ ἵππον θεασάμενος θυμοειδῆ καὶ γαῦρον καὶ πρὸς δρόμον εὖ ἔχοντα, οὐ πυθόμενος εἴτε ἐξ Ἀρκαδίας πατὴρ αὐτοῦ ἔτυχεν ὢν εἴτε ἐκ Μηδίας εἴτε Θετταλός, φησὶν εὐγενῆ τὸν ἵππον αὐτὸν κρίνων. ὁμοίως δὲ ὃς ἂν ἔμπειρος κυνῶν, ἐὰν κύνα ἴδῃ ταχεῖαν καὶ πρόθυμον καὶ συνετὴν περί τὸ ἴχνος, οὐθὲν ἐπιζητεῖ πότερον ἐκ Καρῶν τὸ γένος Λάκαινα ἀλλαχόθεν ποθέν, ἀλλά φησι γενναῖαν τὴν κύνα · τὸ αὐτὸ δὲ τοῦτο ἐπ’ἀλεκτρυόνος καὶ τῶν ἄλλων ζῴων.
15.31οὐκοῦν δῆλον ὅτι καὶ ἐπ’ἀνθρώπων οὕτως ἔχοι ἄν. ὥστε ὃς ἂν πρὸς ἀρετὴν καλῶς γεγονώς, τοῦτον προσήκει γενναῖον λέγεσθαι, κἂν μηθεὶς ἐπίστηται τοὺς γονέας αὐτοῦ μη δὲ τοὺς προγόνους. ἀλλὰ μὴν οὐχ οἷόντε γενναῖον μὲν εἶναί τινα, μὴ εὐγενῆ δὲ τοῦτον, οὐ δ’εὐγενῆ ὄντα μὴ ἐλεύθερον εἶναι · ὥστε καὶ τὸν ἀγεννῆ πᾶσα ἀνάγκη δοῦλον εἶναι. καὶ γὰρ δὴ εἰ τὸ τῆς ἐλευθερίας καὶ τὸ τῆς δουλείας ἔθος ἦν ἐπίτε ἵππων λέγεσθαι καὶ ἀλεκτρυόνων καὶ κυνῶν, οὐκ ἂν ἄλλους μὲν γενναίους εἶναι ἐλέγομεν, ἄλλους δὲ ἐλευθέρους, οὐ δὲ ἄλλους μὲν δούλους, ἄλλους δὲ ἀγεννεῖς.
15.32ὁμοίως δὴ καὶ ἐπ’ἀνθρώπων οὐκ ἄλλους μὲν εἰκός ἐστι γενναίους καὶ εὐγενεῖς λέγειν, ἄλλους δὲ ἐλευθέρους, ἀλλὰ τοὺς αὐτούς, οὐ δὲ ἄλλους μὲν ἀγεννεῖς καὶ ταπεινούς, ἄλλους δὲ δούλους. καὶ οὕτω δὴ ἀποφαίνει λόγος οὐ τοὺς φιλοσόφους μεταφέροντας τὰ ὀνόματα, ἀλλὰ τοὺς πολλοὺς τῶν ἀνοήτων ἀνθρώπων διὰ τὴν ἀπειρίαν.