Orations, Oration 73

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
73.1ἆρά γε τὸ πιστεύεσθαι τοῖς πιστευομένοις ἀγαθόν ἐστι καὶ τοιοῦτον οἷον τὸ πλουτεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ τιμᾶσθαι τοῖς τιμωμένοις καὶ ὑγιαίνουσι καὶ πλουτοῦσιν, αὐτοῖς ἐκείνοις τινὰ φέρον ὠφέλειαν; λέγω δὲ οἷον εἴ τις δημοσίᾳ τύχοι πιστευόμενος ὑπὸ τῆς αὑτοῦ πόλεως ἑτέρας στρατιὰν χρήματα τείχη, καθάπερ ἤδη πολλοὶ τὰ τοιαῦτα ἐπετράπησαν, οἱ δὲ καὶ αὐτὰς τὰς πόλεις μετὰ παίδων καὶ γυναικῶν εἰρήνηςτε οὔσης καὶ πολέμου καταλαβόντος ἐνίοτε ·
73.2καὶ νὴ Δία εἴ τις ὑπ’ἀνδρὸς βασιλέως τυράννου πιστεύοιτο χρυσίον ἀργύριον ναῦς ὅπλα ἀκρόπολιν ξύμπασαν τὴν ἀρχήν, ὥσπερ Λεπτίνης μὲν παρὰ τοῦ ἀδελφοῦ πολλάκις Συρακούσας παρέλαβε, Φίλιστος δὲ παρὰ τοῦ νεωτέρου Διονυσίου, μάγοι δὲ παρὰ Καμβύσου τὰ Περσῶν Βασίλεια, ὅτε εἰς Αἴγυπτον ἐστρατεύετο, παρὰ δὲ Δαρείου Μιθράνης τὴν Σάρδεων ἀκρόπολιν, Περσαῖος δὲ παρὰ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, πολὺ δὲ τούτων πρότερον Ἀτρεὺς παρ’Εὐρυσθέως τὸ Ἄργος ὅτε Εὐρυσθεὺς ἐπ’Ἀθήνας ἐστρατεύετο οὐκ ἐκδιδόντων Ἀθηναίων τοὺς Ἡρακλέους παῖδας · δὲ υἱὸς αὐτοῦ Ἀγαμέμνων, ἡνίκα ἐπὶ Τροίαν ἔπλει, μουσικῷ ἀνδρὶ ἐπίστευσε τὴν γυναῖκα καὶ τὴν οἰκίαν τούτους ἅπαντας φῶμεν τοὺς πιστευομένους ἀγαθόν τι ἀπολαύειν καὶ αὐτοὺς τῆς πίστεως;
73.3καὶ αὖ τοὺς ὑπὸ τῶν ἰδιωτῶν πιστευομένους γυναῖκας παῖδας τὴν οὐσίαν, καθάπερ, οἶμαι, πολλοὶ ἐπιτρόπους καὶ κηδεμόνας καταλείπουσιν, οἱ μὲν ἀποδημοῦντες, οἱ δὲ ἀποθνῄσκοντες, οἱ δὲ παρακαταθήκας διδόασιν ἄνευ μαρτύρων, οὐ δεδιότες μὴ ἀφαιρεθῶσιν, ἔνιοι δὲ τῶν νόμων ἀπαγορευόντων μὴ καταλιπεῖν κληρονόμους οὓς αὐτοὶ βούλονται, ἑτέρους καταλείπουσιν, ἐντειλάμενοι τὰ χρήματα ἀποδοῦναι τοῖς αὑτῶν ἐπιτηδείοις τούτοις δὴ πᾶσι λυσιτελεῖν φῶμεν τὸ πρᾶγμα καὶ τὴν δόξαν, ἣν ἔχοντες περὶ αὐτῶν ἐπιτρέπουσιν αὐτοῖς οἱ τὰ σφέτερα ἐπιτρέποντες, μάλιστα δὲ τοῖς τελευταίοις τοῖς παρανόμως πιστεύεσθαι δοκοῦσιν ·
73.4 τοὐναντίον χαλεπὸν εἶναι τὸ τοιοῦτον καὶ πολλῆς ἀσχολίας καὶ φροντίδων αἴτιον, ἐνίοτέ γε μὴν καὶ κινδύνων τῶν μεγίστων; ἔξεστι δὲ σκοπεῖν εὐθὺς ἀπὸ τῶν δοκούντων εἶναι μεγίστων · οὗτοι γὰρ τῶν μὲν ἰδίων ἐξ ἀνάγκης ἀμελοῦσι καὶ χρημάτων καὶ τέκνων, προσέχουσι δὲ τοῖς κοινοῖς καὶ ἐπὶ τούτων εἰσί · καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐπιβουλευόντων ταῖς πόλεσιν πολεμίων πολιτῶν τινων ἀπόλλυνται, πολλάκις δὲ ὑπ’αὐτῶν τῶν πόλεων ἀδίκως διαβληθέντες. οἱ μὲν γὰρ οὐσίας ἀφῃρέθησαν, τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντος κλοπῆς · οἱ δὲ ἐξέπεσον ἐκ τῶν πατρίδων, οἱ δὲ καὶ ἀπέθανον.
73.5ὥσπερ οὖν λέγουσι Περικλέα μὲν ἁλῶναι κλοπῆς παρὰ Ἀθηναῖοις τὸν κάλλιστα καὶ ἄριστα προστάντα τῆς πόλεως, Θεμιστοκλέα δὲ ἐκπεσεῖν ὡς προδιδόντα, ὃς παραλαβὼν αὐτοὺς οὐ δυναμένους τὸ ἔδαφος τῆς πατρίδος οἰκεῖν, ἀλλὰ παραχωροῦντας τοῖς πολεμίοις αὐτοῦ τοῦ ἄστεος καὶ τῶν ἱερῶν, οὐ μόνον ταῦτα πάντα ἀπέδωκεν, ἀλλ’ἔτι καὶ τῶν Ἑλλήνων ἡγεμόνας ἐποίησεν, ἀφελόμενος Λακεδαιμονίους ἐξ ἀρχῆς ἔχοντας τὴν τιμὴν ταύτην.
73.6Μιλτιάδης δὲ πρῶτος νικήσας τοὺς βαρβάρους μετὰ μόνων τῶν πολιτῶν καὶ τὸ Περσῶν φρόνημα καθελών, πρότερον εἶχον ὡς ἁπάντων ἀνθρώπων κρείττους ὄντες, οὗτος μετ’οὐ πολὺν χρόνον εἰς τὸ δεσμωτήριον ὑπ’αὐτῶν ἐνέπεσε, καὶ προσέτι υἱὸς αὐτοῦ Κίμων ἄτιμος ἦν ἂν τὸν ἅπαντα χρόνον, εἰ μὴ τὴν ἀδελφὴν Ἐλπινίκην ἐξέδωκεν ἀνδρὶ ταπεινῷ χρήματα δ’ἔχοντι, ὃς ὑπὲρ αὐτοῦ τὴν ζημίαν κατέβαλε τὰ πεντήκοντα τάλαντα. καίτοι Κίμων ὕστερον Ἀθηναῖοις Κύπρον ἐκτήσατο καὶ πεζῇ ἅμα καὶ ναυσὶν ἐνίκησε τοὺς βαρβάρους περὶ Παμφυλίαν · ἀλλ’ὅμως τὸν τοιοῦτον αὐτὸν ὄντα καὶ τοιούτου πατρός, εἰ μὴ χρημάτων εὐπόρησεν, ἄτιμον ἂν εἴων ἐν τῇ πόλει.
73.7Φωκίωνα δὲ ὕστερον τὸν ὑπὲρ ὀγδοήκοντα ἔτη βιώσαντα, τούτων δὲ τὰ πλείω στρατηγήσαντα καὶ τὴν πόλιν διαφυλάξαντα ἐν τοῖς χαλεπωτάτοις καιροῖς καὶ χρηστὸν ὑπ’αὐτῶν ἐκείνων ὀνομασθέντα, τοῦτον οὐκ ἤρκεσεν αὐτοῖς ἀποκτεῖναι μόνον, ἀλλ’οὐ δὲ νεκρὸν εἴασαν ἐν τῇ Ἀττικῇ, ἀλλ’ὑπὲρ τοὺς ὅρους ἐξέβαλον. Νικίας δὲ Νικηράτου διὰ τὸ πιστύεσθαι ὑπὸ τῶν πολιτῶν, ἐπιστάμενος τὴν ἐν Σικελίᾳ στρατείαν οἵα ἔσοιτο καὶ ἀπὸ τοῦ θεοῦ καὶ τῷ λογίζεσθαι, ὅμως ἠναγκάσθη στρατεύσασθαι νοσῶν διὰ τὴν πίστιν ταύτην. καὶ εἰ μὲν ἀποβαλὼν τὴν στρατιὰν μέρος αὐτῆς αὐτὸς γοῦν ἐσώθη, δῆλον ὅτι οἴκοι ἀφικόμενος ἀπολώλει ἄν. ἐπεὶ δὲ τοῦτο εἰδὼς προσελιπάρει πάντα τρόπον, ληφθεὶς ὑπὸ τῶν πολεμίων τοῦτο ἔπαθεν.
73.8καὶ ταῦτα ἐμοὶ περὶ μιᾶς πόλεως εἴρηται καὶ τῶν ἐν μιᾷ πόλει πολιτευομένων, οὐ δὲ τούτων ἁπάντων. τοὺς δὲ παρὰ τοῖς τυράννοις δοκοῦντας πιστοὺς εἰ ἐπεξίοιμι οἵων δὴ τετυχήκασι, πολλῶν ἂν ἴσως μοι δεήσαι πάνυ ἡμερῶν. σχεδὸν γὰρ τὸ γεγηθέναι ἐκείνους ἀδύνατόν ἐστιν. οἳ μὲν γὰρ ἂν παράσχωσι καθ’αὑτῶν αἰτίαν, ὡς ἀδικήσαντες, διὰ τοῦτο ἀπόλλυνται καὶ οὐκ ἔστιν οὐδεμιᾶς συγγνώμης τυχεῖν · οἳ δ’ἂν ἄνδρες ἀγαθοὶ φανῶσι καὶ διαφυλάττειν δυνάμενοι τὰ πιστευθέντα, παραχρῆμα μὲν τιμῆς τινος ἔτυχον, μετ’οὐ πολὺ δὲ ἀπόλλυνται φθονούμενοι καὶ ὑποπτευόμενοι.
73.9οὐ γὰρ δοκεῖ λυσιτελεῖν τοῖς μονάρχοις οὐδέν’ἄνδρα ἀγαθὸν εἶναι παρ’αὐτοῖς οὐ δ’εὐδοκιμοῦντα φαίνεσθαι παρὰ τῶ πλήθει. αἱ δὲ παρὰ τῶν ἰδιωτῶν πίστεις κινδύνους μὲν ἥττους ἴσως ἔχουσιν, ὅτι αἱ τὰ πράγματα ἐλάττω ἐστίν, ἀσχολίαν δὲ μυρίαν καὶ πόνους, καὶ πολλάκις οὐ δὲ χάρις οὐ δ’ἡτισοῦν συνέπεται. πολλάκις δὲ συμβαίνει παρ’αὐτῶν τῶν εὖ παθόντων αἰτίαν ἔχειν, ὡς οὐ δικαίως οὐ δὲ καθαρῶς ἅπαντα ἀποδόντας.
73.10τί δὴ βουλόμενος ταῦτα ἐγὼ διῆλθον; οὐ γὰρ δὴ νουθετῶν σε τοιαύτην νουθεσίαν οὐ δὲ ἀποτρέπων τοῦ πιστὸν εἶναι. πολὺ γὰρ ἂν εἴην τοῦ Ζήθου φαυλότερος τοιαῦτα ἐπιτιμῶν, ὡς ἐκεῖνος ἐνουθέτει τὸν ἀδελφὸν οὐκ ἀξιῶν φιλοσοφεῖν αὐτὸν οὐ δὲ περὶ μουσικὴν διατρίβειν, ἐάσαντα τὴν τῶν ἰδίων ἐπιμέλειαν · ἔφη δὲ αὐτὸν ἄτοπόν τινα καὶ ἀσύμφορον μοῦσαν εἰσάγειν. ὥσπερ ἂν τυχὸν εἴποι τις καὶ σὲ τοιαύτην προῃρῆσθαι πρᾶξιν, οὐκ ἀργὸν οὐ δὲ φίλοινον οὐδαμῶς, χρημάτων μέντοι τῶν αὑτοῦ ἀτημελῆ ἴσως · καὶ νὴ Δία λέγοι ἂν καὶ τόδε τὸ ἔπος · ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.