Orations, Oration 72

Dio Chrysostom

  1. Oration 1
  2. Oration 2
  3. Oration 3
  4. Oration 4
  5. Oration 5
  6. Oration 6
  7. Oration 7
  8. Oration 8
  9. Oration 9
  10. Oration 10
  11. Oration 11
  12. Oration 12
  13. Oration 13
  14. Oration 14
  15. Oration 15
  16. Oration 16
  17. Oration 17
  18. Oration 18
  19. Oration 19
  20. Oration 20
  21. Oration 21
  22. Oration 22
  23. Oration 23
  24. Oration 24
  25. Oration 25
  26. Oration 26
  27. Oration 27
  28. Oration 28
  29. Oration 29
  30. Oration 30
  31. Oration 31
  32. Oration 32
  33. Oration 33
  34. Oration 34
  35. Oration 35
  36. Oration 36
  37. Oration 37
  38. Oration 38
  39. Oration 39
  40. Oration 40
  41. Oration 41
  42. Oration 42
  43. Oration 43
  44. Oration 44
  45. Oration 45
  46. Oration 46
  47. Oration 47
  48. Oration 48
  49. Oration 49
  50. Oration 50
  51. Oration 51
  52. Oration 52
  53. Oration 53
  54. Oration 54
  55. Oration 55
  56. Oration 56
  57. Oration 57
  58. Oration 58
  59. Oration 59
  60. Oration 60
  61. Oration 61
  62. Oration 62
  63. Oration 63
  64. Oration 64
  65. Oration 65
  66. Oration 66
  67. Oration 67
  68. Oration 68
  69. Oration 69
  70. Oration 70
  71. Oration 71
  72. Oration 72
  73. Oration 73
  74. Oration 74
  75. Oration 75
  76. Oration 76
  77. Oration 77/78
  78. Oration 79
  79. Oration 80
72.1διὰ τί ποτε οἱ ἄνθρωποι, ὅταν μέν τινα ἴδωσιν αὐτὸ μόνον χιτῶνα ἔχοντα, οὔτε προσέχουσιν οὔτε διαγελῶσι; λογιζόμενοι τυχὸν ὅτι ναύτης ἐστὶν ἄνθρωπος καὶ ὅτι οὐδὲν δεῖ καταγελᾶν τούτου ἕνεκα. ὁμοίως οὐ δ’εἴ τινα ἴδοιεν γεωργοῦ στολὴν ἔχοντα ποιμένος, ἐξωμίδα ἔχοντα διφθέραν ἐνημμένον κοσύμβην ὑποδεδυκότα οὐ χαλεπαίνουσιν, ἀλλ’οὐ δὲ προσποιοῦνται τὴν ἀρχήν, ἡγούμενοι προσήκειν τὴν στολὴν τῷ τοιοῦτόν τι πράττοντι.
72.2τούς γε μὴν καπήλους ἑκάστοτε ὁρῶντες πρὸ τῶν καπηλείων ἀνεζωσμένους οὐδέποτε τωθάζουσι, καταγελῷεν δ’ἂν τοὐναντίον εἰ μὴ οὕτως ἐνεσκευασμένοι εἶεν, ὡς οἰκείου τοῦ σχήματος ὑπάρχοντος τῇ ἐργασίᾳ ἣν μεταχειρίζονται. ἐπειδὰν δέ τινα ἴδωσιν ἀχίτωνα ἐν ἱματίῳ κομῶντα τὴν κεφαλὴν καὶ τὰ γένεια, οὐχ οἷοίτέ εἰσι πρὸς τούτους τὴν ἡσυχίαν ἄγειν οὐ δὲ σιγῇ παρέρχεσθαι, ἀλλ’ἐφίστανται καὶ ἐρεθίζουσι καὶ ἤτοι κατεγέλασαν ἐλοιδόρησαν ἐνίοτε ἕλκουσιν ἐπιλαβόμενοι, ὅταν τινὰ ὁρῶσι μὴ πάνυ ἐρρωμένον αὐτὸν μη δὲ ἄλλον μηδένα παρόντα τὸν ἐπιβοηθήσοντα, καὶ ταῦτα εἰδότες ὅτι τοῖς καλουμένοις φιλοσόφοις ξυνήθης ἐστὶν στολὴ αὕτη καὶ τρόπον τινὰ ἀποδεδειγμένη.
72.3 δὲ ἔτι τούτου παραδοξότερον · ἔνθα γὰρ ἐνίοτε βλέπουσιν ἀνθρώπους, τοὺς μέν τινας πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντας, ὡς νῦν τῶν Θρᾳκῶν τινες τῶν Γετῶν λεγομένων, πρότερον δὲ Λακεδαιμόνιοι καὶ Μακεδόνες, ἄλλους δὲ τιάραν καὶ ἀναξυρίδας, καθάπερ, οἶμαι, Πέρσαιτε καὶ Βάκτριοι καὶ Παρθυαῖοι καὶ ἄλλοι πολλοὶ τῶν βαρβάρων · οἱ δὲ ἔτι τούτων ἀτοπώτεροι εἰώθασιν ἐπιδημεῖν πτερὰ ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς ὀρθά, ὥσπερ Νασαμῶνες · οὐκοῦν οὐ δὲ τούτοις πάνυ τι τολμῶσι πράγματα παρέχειν οὐ δ’ἐνοχλεῖν προσιόντες. καίτοι Γέτας μὲν Πέρσας Νασάμωνας, τοὺς μὲν οὐ πολλοὺς βλέπουσι, τοὺς δὲ σπανίως ἐπιδημοῦντας, τῶν δὲ τοιούτων ἀνθρώπων ὀλίγου νῦν μεστὰ πάντα, καὶ σχεδὸν πλείους γεγόνασι τῶν σκυτοτόμων καὶ κναφέων καὶ τῶν γελωτοποιῶν ἄλλην ὁποίαν βούλει τέχνην ἐργαζομένων ·
72.4ὥστε καὶ ἐφ’ἡμῶν ἴσως ῥηθῆναι εἰκότως ὅτι πλεῖ πάντα ὁμοίως ἀκάτια καὶ πᾶσα βοῦς ἀροτριᾷ.
72.5οὐ τοίνυν κατὰ τοῦτο μόνον ξυνήθης αὐτοῖς ὄψις, ἀλλὰ καὶ τὰ ἀγάλματα ὁρῶσιν ἐν τοῖς ναοῖς, οἷον Διὸς καὶ Ποσειδῶνος καὶ ἄλλων πολλῶν θεῶν ἀγάλματα, ἐν τοιαύτῃ διαθέσει τοῦ σχήματος. παρὰ μὲν γὰρ Αἰγυπτίοις καὶ Φοίνιξι καὶ ἑτέροις τισὶ τῶν βαρβάρων οὐχ αὐτὸς τύπος τῶν ἀγαλμάτων, ὥσπερ, οἶμαι, παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ πολύ διαφέρων, ἐνθάδε δὲ αὐτὸς ἐστιν. καὶ ἀνδρῶν εἰκόνας ὁρῶσι πολιτῶν τῆς πόλεως καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐν τοῖς ἱεροῖς, στρατηγῶν καὶ βασιλέων, οὕτως ἀνακειμένας, γένεια καθεικότων.
72.6ἀλλὰ τί δεῖ ταῦτα λέγειν; σχεδὸν γάρ τι καὶ τῶν Ἑλλήνων οἱ πλείους ὁμοίως πρὸς τοῦτο ἔχουσι, καὶ οὐδὲν αὐτοὺς ξυνήθεια ἀποκωλύει τὸ μὴ οὐκ ἐρεσχηλεῖν μη δὲ ὑβρίζειν ἐπειδάν τινα ἴδωσι τοιοῦτον, λέγω δὲ τῶν πολλῶν καὶ ἀδόξων, οὓς μὴ δεδοίκασιν ὡς ἱκανοὺς ἀμύνεσθαι · ἐπεὶ τούς γε τοιούτους σχεδὸν δυσωποῦνται καὶ θαυμάζουσιν. τυχὸν οὖν τοιοῦτόν ἐστι τὸ γιγνόμενον. τοὺς μὲν ναύτας καὶ τοὺς γεωργοὺς καὶ ποιμένας, ἔτι δὲ Πέρσας καὶ Νασάμωνας, οὐκ οἴονται καταφρονεῖν αὑτῶν οὐ δὲ εἶναι πρὸς αὑτοὺς οὐδένα ἐκείνοις λόγον, ὅθεν οὐδὲν φροντίζουσιν.
72.7τοὺς μέντοι φιλοσόφους ὑπονοοῦσιν, ὡς καταφρονοῦντας αὑτῶν καὶ καταγιγνώσκοντας πολλὴν ἀμαθίαν καὶ δυστυχίαν, καὶ ὅτι φανερῶς μὲν οὐ καταγελῶσιν, ἰδίᾳ δὲ παρ’αὑτοῖς οὕτως ἔχουσιν, ὡς πάντας ἀθλίους ὄντας τοὺς ἀπαιδεύτους, ἀρξαμένους ἀπὸ τῶν πλουσίων δὴ καὶ μακαρίων δοκούντων, οὓς αὐτοὶ ζηλοῦσι καὶ σμικρὸν διαφέρειν οἴονται τῶν θεῶν εὐδαιμονίας ἕνεκεν · καὶ ὅτι ἀτιμάζουσι καὶ διαγελῶσιν ὡς πολυτελῶς ἐσθίοντάςτε καὶ πίνοντας καὶ καθεύδειν μαλακῶς βουλομένους καὶ μετὰ γυναικῶν ἑκάστοτε ὡραίων καὶ παίδων ἀναπαύεσθαι καὶ πολλὰ χρήματα ἔχειν καὶ θαυμάζεσθαι ὑπὸ τοῦ πολλοῦ ὄχλου καὶ περιβλέπεσθαι · ὧν οὐδὲν ἡγοῦνται μεῖζον οὐ δὲ κάλλιον.
72.8διὰ δὴ ταύτην τὴν ὑποψίαν δυσχεραίνουσι τοὺς μὴ ταὐτὰ σφίσι θαυμάζοντας μη δὲ τιμῶντας μη δὲ τὴν αὐτὴν περὶ τῶν μεγίστων ἔχοντας διάνοιαν. οὐκοῦν προκαταλαμβάνουσιν αὐτοὶ λοιδοροῦντες καὶ τωθάζοντες ὡς ἀθλίους καὶ ἀνοήτους, εἰδότες ὅτι, εἰ μὲν τούτους ἀποφανοῦσιν ἄφρονας καὶ μαινομένους, ἅμα καὶ αὑτοὺς ἀποδείξουσι σωφρονοῦντας καὶ νοῦν ἔχοντας · εἰ δὲ παραχωρήσουσιν, ὡς τούτων χρὴ γιγνωσκόντων καὶ πολλοῦ ἀξίων, ἅμα καὶ αὑτοὺς ὁμολογήσουσι δυστυχεῖς καὶ ἀναισθήτους καὶ οὐδὲν εἰδότας ἁπλῶς ὧν προσήκει ἀνθρώπους ἐλευθέρους εἰδέναι.
72.9ἔτι δὲ ἐὰν μέν τινα ἴδωσιν ὡς ναύτην ἐσταλμένον, ἴσασι τοῦτον πλευσούμενον, κἂν ὡς γεωργὸν ἕτερον, γεωργήσοντα · τόν γε μὴν ποιμένος ἔχοντα στολὴν ἴσασι καὶ τοῦτον ὅτι ἄπεισιν ἐπὶ τὰ πρόβατα καὶ περὶ ἐκεῖνα διατρίψει, ὥστε ὑπ’οὐδενὸς λυπούμενοι τούτων ἐῶσιν αὐτούς · ὅταν δέ τινα ἴδωσι τὸ σχῆμα ἔχοντα τὸ τοῦ φιλοσόφου, λογίζονται ὅτι οὗτος οὔτε πρὸς τὸ πλεῖν οὔτε πρὸς γεωργίαν οὔτε προβάτων ἕνεκεν οὕτως ἔσταλται, ἀλλ’ἐπ’ἀνθρώπους παρεσκεύασται, ὡς νουθετήσωντε καὶ ἐξελέγξων καὶ οὐδέν τι θωπεύσων οὐδένα αὐτῶν οὐ δὲ φεισόμενος οὐδενός, τοὐναντίον δὲ κολάσων ὡς ἂν δύνηται αὐτοὺς μάλιστα τῷ λόγῳ καὶ ἐπιδείξων οἷοί εἰσιν.
72.10οὔκουν δύνανται ἡδέως ὁρᾶν αὐτούς, ἀλλὰ προσκρούουσι καὶ διαμάχονται, ὥσπερ οὐ δ’οἱ παῖδες ἡδέως ὁρᾶν δύνανται οὓς ἂν ἴδωσι παιδαγωγῶν σχῆμα ἔχοντας καὶ παρεσκευασμένους οὕτως ὡς ἐπιπλήξοντας αὐτοῖς καὶ οὐκ ἐπιτρέψοντας ἁμαρτάνειν οὐ δὲ ῥᾳθυμεῖν. εἰ γάρ τοι καὶ τοῖς παισὶν ἐξῆν τῶν τοιούτων καταγελᾶν καὶ ὑβρίζειν, οὐδὲν ἂν πρότερον τούτου ἐποίουν. οὐ μέντοι ἅπαντες ἀπὸ ταύτης τῆς διανοίας προσέρχονται καὶ ἐνοχλοῦσιν, ἀλλ’ἔστι γένος ἀνθρώπων πολυπραγμονοῦν τοιαύτην πολυπραγμοσύνην καὶ τρόπον τινὰ οὐ πονηρόν ·
72.11οὗτοι προσίασιν οὓς ἂν ἡγῶνται φιλοσόφους ἀπὸ τῆς στολῆς, ὡς ἀκουσόμενοί τι παρ’αὐτῶν σοφὸν οὐκ ἂν παρ’ἑτέρου ἀκούσειαν, πυνθανόμενοι καὶ περὶ Σωκράτους ὅτι σοφόςτε ἦν καὶ διελέγετο τοῖς προσιοῦσι λόγους φρονίμους, καὶ περὶ Διογένους, ὅτι καὶ αὐτὸς πρὸς ἅπαντα εὐπόρει λόγου καὶ ἀποκρίσεως. καὶ τὰ μὲν τούτου καὶ διαμνημονεύουσιν οἱ πολλοί, τὰ μέν τινα ἴσως εἰπόντος αὐτοῦ, τὰ δὲ καὶ ἄλλων συνθέντων.
72.12τῶν γε μὴν ἑπτὰ σοφῶν τὰς γνώμας ἀκούουσι καὶ ἐν Δελφοῖς ἀνατεθῆναι πρότερον, οἷον ἀπαρχάς τινας τῆς σοφίας τῆς ἐκείνων καὶ ἅμα τῆς τῶν ἀνθρώπων ἕνεκεν ὠφελείας, ὡς τῷ ὄντι δὴ θεῖα ταῦτα καὶ σχεδόν τι τῶν χρησμῶν θειότερα οὓς Πυθία ἔχρα καθίζουσα ἐπὶ τοῦ τρίποδος, ἐμπιμπλαμένη τοῦ πνεύματος. τὸ γὰρ αὑτῷ χρησθὲν ἕκαστος ἀκούσας ἄπεισι, καὶ οὐκ ἀνατίθεται ταῦτα, ὥστε δὴ καὶ πᾶσιν ἀνθρώποις εἶναι γνώριμα · τὰ δὲ ἐκείνων δόγματα κοινὰ ἀπεδείχθη τοῖς ἀφικνουμένοις παρὰ τὸν θεόν, ὡς ὁμοίως ξυμφέρον πᾶσιν εἰδέναι καὶ πείθεσθαι.
72.13εἰσὶ δὲ οἳ καὶ τὸν Αἴσωπον οἴονται τοιοῦτόν τινα γενέσθαι, σοφὸν μὲν καὶ φρόνιμον, αἱμύλον δὲ ἄλλως καὶ ξυνθεῖναι λόγους ἱκανὸν οἵων αὐτοὶ ἥδιστ’ἂν ἀκούοιεν. καὶ τυχὸν οὐ παντάπασι ψευδῆ οἴονται καὶ τῷ ὄντι Αἴσωπος τοῦτον τὸν τρόπον ἐπειρᾶτο νουθετεῖν τοὺς ἀνθρώπους καὶ ἐπιδεικνύναι αὐτοῖς ἅττα ἁμαρτάνουσιν, ὡς ἂν μάλιστα ἠνείχοντο αὐτόν, ἡδόμενοι ἐπὶ τῷ γελοίῳ καὶ τοῖς μύθοις · ὥσπερ τὰ παιδία ταῖς τίτθαις μυθολογουμέναις προσέχουσίτε καὶ ἥδονται. ἀπὸ δὴ τῆς τοιαύτης δόξης, ὡς καὶ παρ’ἡμῶν ἀκουσόμενοί τι τοιοῦτον οἷον Αἴσωπος ἔλεγεν ὁποῖον Σωκράτης ὁποῖα Διογένης, προσίασι καὶ ἐνοχλοῦσι καὶ οὐ δύνανται ἀπέχεσθαι ὃν ἂν ἴδωσιν ἐν τούτῳ τῷ σχήματι, οὐ μᾶλλον τὰ ὄρνεα ἐπειδὰν ἴδωσι γλαῦκα.
72.14ἐφ’ καὶ ξυνετίθει λόγον Αἴσωπος τοιοῦτον, ὡς τὰ ὄρνεα ξυνῆλθε πρὸς τὴν γλαῦκα καὶ ἐδεῖτο τῆς μὲν ἀπὸ τῶν οἰκοδομημάτων σκέπης ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα τὴν καλιάν, ὥσπερ καὶ αὐτά, καὶ τοὺς τούτων μεταπήγνυσθαι κλῶνας, ἀφ’ὧν καὶ ᾄδειν ἔστιν εὐσημότερον · καὶ δὴ καὶ πρὸς δρῦν ἄρτι τότ’ἤδη φυομένην, ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ τῆς χλοερᾶς κόμης ἀπόνασθαι. ἀλλ’οὖν τήν γε γλαῦκα μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μη δὲ φυτοῦ βλάστῃ ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς ὄλεθρον.
72.15τὰ δὲ μήτε τῆς ξυμβουλῆς ἀπεδέχετο τὴν γλαῦκα, τοὐναντίον δὲ ἔχαιρε τῇ δρυῒ φυομένῃ, ἐπειδὴ δὲ ἱκανὴ ἦν, καθίσαντα ἐπ’αὐτὴν ᾖδεν. γενομένου δὲ τοῦ ἰξοῦ ῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετανόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον ἐπὶ τῇ ξυμβουλῇ. καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσης αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας · ἔπειτα, οἶμαι, προσίασι μάτην ἐπὶ κακῷ. μὲν γὰρ ἀρχαία γλαὺξ τῷ ὄντι φρονίμητε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο, αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὀρνέων.
72.16οὐκοῦν οὐ δὲ ἑαυτὰς δύνανται οὐδὲν ὠφελεῖν · οὐ γὰρ ἂν παρὰ τοῖς ὀρνιθοθήραις ἐτρέφοντο δεδεμέναι καὶ δουλεύουσαι. καὶ ἡμῶν ἕκαστος τὴν μὲν στολὴν ἔχει τὴν Σωκράτους καὶ Διογένους, τὸ δὲ φρονεῖν πολλοῦ δέομεν ὅμοιοι εἶναι τοῖς ἀνδράσιν ἐκείνοις ζῆν ὁμοίως αὐτοῖς λόγους τοιούτους διαλέγεσθαι. τοιγάρτοι οὐδὲν ἄλλο βλεπόμενοι ὥσπερ αἱ γλαῦκες ὄχλον πολὺν ξυνάγομεν τῷ ὄντι ὀρνέων, αὐτοίτε ὄντες ἠλίθιοι καὶ ὑφ’ἑτέρων τοιούτων ἐνοχλούμενοι.