9.1φέρε, ἐρώμεθα τὸ δαιμόνιον · φιλάνθρωπον γὰρ καὶ εἰωθὸς ἀποκρίνεσθαι διὰ σωμάτων ἀνθρωπίνων, ὡς ἡ Ἰσμενίου τέχνη διὰ τῶν αὐλῶν · ἐρώμεθα δὲ ὧδέ πως κατὰ τὸν Ὁμήρου Ὀδυσσέα · “θεὸς νύ τις, ἢ βροτός ἐσσι”; “εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οὐδὲν δεῖ λόγων, ἴσμεν γὰρ τὰ σά” · “εἰ δέ τις ἐσσὶ βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν”, ἆρα τοιοῦτον χρῆμα, οἷον ὁμοπαθέςτε εἶναι ἡμῖν καὶ ὁμόφωνον, καὶ ὁμογενές, καὶ σύγχρονον · ἢ κατὰ μὲν τὴν δίαιταν ἐφέστιον τῇ γῇ, κατὰ δὲ τὴν οὐσίαν κρεῖττον αὐτῆς; οὐ γὰρ σάρκες αἱ δαιμόνων φύσεις (ἀποκριτέον γάρ τοι ὑπὲρ αὐτῶν, κελεύουσι γάρ), οὐ δὲ ὀστᾶ, οὐ δὲ αἷμα, οὐ δὲ ἄλλό τι σκεδαστέον, ἢ λυόμενον, ἢ τηκόμενον, ἢ διαρρέον · ἀλλὰ τίς μήν; οὑτωσὶ πρῶτον θεασώμεθα τὸ ἀναγκαῖον τῆς δαιμόνων οὐσίας. τὸ ἀπαθὲς τῷ ἐμπαθεῖ ἐναντίον, καὶ τὸ θνητὸν τῷ ἀθανάτῳ, καὶ τὸ ἄλογον τῷ λογικῷ, καὶ τὸ ἀναίσθητον τῷ αἰσθητικῷ, καὶ τὸ ἔμψυχον τῷ ἀψύχῳ. πᾶν τοίνυν τὴν ψυχὴν ἔχον ἑκατέροιν συγκεκρατημένην · ἢ γὰρ ἀπαθὲς τὸ ἀθάνατον, ἢ ἀθάνατον ἐμπαθές, ἢ ἐμπαθὲς θνητόν, ἢ ἄλογον αἰσθητικόν, ἢ ἔμψυχον ἀπαθές · καὶ διὰ τούτων ὁδεύει ἡ φύσις κατὰ βραχὺ ἀπὸ τῶν τιμιωτάτων ἐπὶ τὰ ἀτιμότατα καταβαίνουσα ἑξῆς · ἐὰν δέ τι τούτων ἐξέλῃς, διέκοψας τὴν φύσιν · ὥσπερ ἐν ἁρμονίᾳ φθόγγων τὴν πρὸς τὰ ἄκρα ὁμολογίαν ἡ μέση ποιεῖ · ἀπὸ γὰρ τοῦ ὀξυτάτου φθόγγου ἐπὶ τὸ βαρύτατον ταῖς διὰ μέσου φωναῖς ἐπερειδομένην τὴν μεταβολὴν ἐμμελῆ ποιεῖ καὶ τῇ ἀκοῇ καὶ τῇ χειρουργίᾳ. 9.2τοῦτό τοι νόμιζε γίγνεσθαι καὶ ἐν τῇ φύσει, ὥσπερ ἐν ἁρμονίᾳ τελεωτάτῃ · καὶ τίθεσο θεὸν μὲν κατὰ τὸ ἀπαθὲς καὶ ἀθάνατον, δαίμονα δὲ κατὰ τὸ ἀθάνατον καὶ ἐμπαθές, ἄνθρωπον δὲ κατὰ τὸ ἐμπαθὲς καὶ θνητόν, θηρίον δὲ κατὰ τὸ ἄλογον καὶ αἰσθητικόν, φυτὸν δὲ κατὰ τὸ ἔμψυχον καὶ ἀπαθές. καὶ τὰ μὲν ἄλλα ἡμῖν, τὸ νῦν ἔχον, κατὰ χώραν ἔστω · ἐπεὶ δὲ τῆς δαιμονίων φύσεως πέρι σκοπούμεθα, ἣν φαμὲν μεσότητα εἶναι πρὸς ἄνθρωπον καὶ θεόν, ἴδωμεν εἴ πῃ δυνατὸν ἐξελέσθαι αὐτήν, καὶ διασῶσαι τὰ ἄκρα. ἆρ’οὖν ὁ θεός, ἀθάνατον μὲν γάρ, ἐμπαθὲς δέ; οὐδαμῶς, ἀλλὰ ἀθάνατον μέν, ἀπαθὲς δέ · τί δὲ ἄνθρωπος; θνητὸν μέν, ἀπαθὲς δέ; οὐ δὲ τοῦτο · ἀλλὰ θνητὸν μέν, οὐ μὴν ἀπαθές. ποῦ τοίνυν ἡμῖν οἰχήσεται τὸ ἀθάνατον ὁμοῦ καὶ ἐμπαθές; δεῖ γὰρ συστῆναι ἐξ ἀμφοῖν οὐσίαν κοινήν, κρείττονα μὲν ἀνθρώπου, θεοῦ δὲ ἐλάττονα, εἰ μέλλει ἔσεσθαι τῶν ἄκρων πρὸς ἄλληλα ἀναλογία · δύο γὰρ πραγμάτων κεχωρισμένων τῇ φύσει, χωρισθήσεται καὶ ἡ ἐπιμιξία παντάπασιν, ἐὰν μή τις κοινὸς ὅρος ἀμφότερα ὑποδέξηται. 9.3οἷον τὸ τοιόνδε λέγω · καλοῦμέν τι πῦρ ξηρόντε καὶ θερμόν · ἐναντίον δὲ θερμῷ μὲν ψυχρόν, ξηρῷ δὲ ὑγρόν · ἀλλὰ μὴν καὶ ὕδωρ καλοῦμεν ψυχρὸν καὶ ὑγρόν · ἀδύνατον δὴ μεταβάλλειν πῦρ εἰς ὕδωρ, καὶ ὕδωρ εἰς πῦρ · οὔτε γὰρ ψυχρὸν εἰς θερμότητα, οὔτε ὑγρὸν εἰς ξηρότητα μεταβάλοι ἄν. οὕτω δὴ τὸν τούτων πόλεμον μετεχειρίσατο ἡ φύσις · ἔδωκεν αὐτοῖς ὥσπερ ἐκεχειροφόρον τὸν ἀέρα, ὃς λαβὼν παρὰ μὲν τοῦ πυρὸς τὴν θερμότητα, παρὰ δὲ τοῦ ὕδατος τὴν ὑγρότητα, συνεκέρασεν αὐτῶν καὶ συνῆψεν τὰς ὁμιλίας, καὶ γίνεται μεταβολὴ καὶ πρόσβασίς ποτε μὲν τοῦ πυρὸς εἰς ἀέρα, κατὰ θερμότητα · ἀπὸ δὲ τοῦ ἀέρος εἰς ὕδωρ, κατὰ ὑγρότητα. πάλιν αὖ ἀὴρ θερμόντε καὶ ὑγρόν, γῆ δὲ ψυχρόντε καὶ ξηρόν · ἐναντίον δὲ ξηρότης μὲν ὑγρότητι, ψυχρότης δὲ θερμότητι · οὐκ ἂν οὖν μετέβαλέν ποτε ἀὴρ εἰς γῆν, ὅτι μὴ τῆς φύσεως καὶ τούτοις δούσης τὴν τοῦ ὕδατος οὐσίαν, διαιτῶσάντε αὐτὰ καὶ ξυνάγουσαν, παρὰ μὲν ἀέρος λαβοῦσαν τὴν ὑγρότητα, παρὰ δὲ γῆς τὴν ψυχρότητα. σκόπει δὴ τὸ πᾶν οὕτως συγκεφαλαιωσάμενος βραχεῖ λόγῳ · ἐπειδὴ ἕκαστον τούτων ἀνὰ δύο συνέστηκεν φύσεων ἐναντίων, ὧν ἀεὶ τὴν ἑτέραν ἀφαιρῶν μοῖραν, προστιθεὶς τῶν ἔπειτα τῇ ἑτέρᾳ, καθ’ἥμισυ μὲν χωρίζεις ἑκατέρου ἑκάτερον, καθ’ἥμισυ δὲ συντάττεις ἑκατέρῳ ἑκάτερον, τοῦτον τὸν τρόπον τὰ ἐναντία ἀλλήλοις ἄμικτα ὄντα κοινωνεῖ ὅμως, καὶ ἀνακίρνανται καὶ πῦρ ἀέρι κατὰ θερμότητα, καὶ ἀὴρ ὕδατι κατὰ ὑγρότητα, καὶ ὕδωρ γῇ κατὰ ψυχρότητα, καὶ γῆ πυρὶ κατὰ ξηρότητα · οὕτω κα- κἀνταῦθα κοινωνεῖ θεὸς μὲν δαίμονι κατὰ τὸ ἀθάνατον, δαίμων δὲ ἀνθρώπῳ κατὰ τὸ ἐμπαθές, ἄνθρωπος θηρίῳ κατὰ τὸ αἰσθητικόν, θηρίον φυτῷ κατὰ τὸ ἔμψυχον. 9.4εἰ δὲ βούλει, καὶ τὴν οἰκονομίαν τοῦ σώματος θέασαι, ὡς οὐ δὲ ἐνταῦθα ἡ φύσις μεταπηδᾷ ἀθρόως, ἀλλὰ καὶ ταύτῃ μεσοτήτων τινῶν δεῖ πρὸς τὴν χειραγωγίαν τῆς κράσεως τῶν σωμάτων · θρὶξ γάρ που καὶ ὄνυξ ὀστοῦ μαλακώτερον, καὶ νεύρου ἀραιότερον, καὶ αἵματος ξηρότερον, καὶ σαρκὸς τραχύτερον · συνελόντι δὲ εἰπεῖν, παντὶ χρήματι, ἐν ᾧ τὸ ἡρμοσμένον καὶ τεταγμένον, μεσότητος δεῖ, ἐν φωναῖς, ἐν χρόαις, ἐν χυμοῖς, ἐν σώμασιν, ἐν ῥυθμοῖς, ἐν σχήμασιν, ἐν πάθεσιν, ἐν λόγοις. εἶεν · οὕτω τούτων ἐχόντων, εἰ ὁ μὲν θεὸς ἀπαθὴς καὶ ἀθάνατος, ὁ δὲ ἄνθρωπος θνητόςτε καὶ ἐμπαθής, ἀνάγκη τὸ διὰ μέσου τούτων ἢ ἀπαθὲς θνητὸν εἶναι, ἢ ἀθάνατον ἐμπαθές · ὧν τὸ μὲν ἀδύνατον, οὐ γὰρ ἂν ξυνέλθοι ποτὲ οὐ δὲ ὁμολογήσαι τῷ θνητῷ τὸ ἀπαθές · λείπεται δὴ τὴν δαιμόνων φύσιν ἐμπαθῆτε εἶναι καὶ ἀθάνατον, ἵνα τοῦ μὲν ἀθανάτου κοινωνῇ τῷ θεῷ, τοῦ δὲ ἐμπαθοῦς τῷ ἀνθρώπῳ. 9.5πῶς οὖν καὶ ἐμπαθὲς καὶ ἀθάνατον τὸ δαιμόνιον γένος, ὥρα λέγειν · καὶ πρῶτον γε περὶ τοῦ ἀθανάτου. τὸ φθειρόμενον πᾶν ἢ τρέπεται, ἢ διαλύεται, ἢ τήκεται, ἢ κόπτεται, ἢ ῥήγνυται, ἢ μεταβάλλει · ἢ διαλύεται, ὡς πηλὸς ὑπὸ ὕδατος · ἢ ῥήγνυται, ὡς ὑπὸ ἀρότρου γῆ · ἢ τήκεται, ὡς ὑπὸ ἡλίου κηρός · ἢ κόπτεται, ὡς ὑπὸ σιδήρου φυτόν · ἢ μεταβάλλει καὶ τρέπεται, ὡς ὕδωρ εἰς ἀέρα, καὶ ἀὴρ εἰς πῦρ. δεῖ δὴ τὴν οὐσίαν τοῦ δαιμονίου, εἰ μέλλει ἔσεσθαι ἀθάνατος, μὴ διαλύεσθαι, μὴ σκεδάννυσθαι, μὴ τρέπεσθαι, μὴ ῥήγνυσθαι καὶ μεταβάλλειν, μὴ κόπτεσθαι · εἰ γὰρ πείσεταί τι τούτων, ἀπολεῖ τὸ ἀθάνατον. πῶς δ’ἂν καὶ πάθοι, εἴπέρ ἐστιν τὸ δαιμόνιον αὐτὸ ψυχὴ ἀποδυσαμένη τὸ σῶμα; ἣ γὰρ καὶ τῷ σώματι τῷ φύσει φθειρομένῳ παρέχει τὸ μὴ φθείρεσθαι ἡνίκ’ἂν αὐτῷ συνῇ, πολλοῦ γε δεῖ φθαρῆναι αὐτῇ. ἐν γοῦν τῇ συστάσει τὸ μὲν σῶμα συνέχεται, ἡ δὲ ψυχὴ συνέχει · εἰ δὲ καὶ τὴν ψυχὴν ἕτερόν τι συνέχει, ἀλλὰ μὴ αὐτὴ αὑτήν, τί τοῦτο ἔσται, καὶ τίς ἂν ἐπινοήσαι ψυχὴν ψυχῆς; ὅταν γὰρ ἕτερον ὑφ’ἑτέρου σώζηται συνεχόμενον, ἀνάγκη που παύσασθαι τὴν συνοχὴν ἐπὶ πρᾶγμα προελθοῦσαν συνέχον μὲν ἄλλο, συνεχόμενον δὲ ὑφ’ἑαυτοῦ · εἰ δὲ μή, ποῖ στήσεται ὁ λογισμὸς προϊὼν εἰς ἄπειρον; οἷον εἰ ξυνείη τις ὁλκάδα ἐν κλύδωνι ἐκ πέτρας ποθὲν καθωρμισμένην διὰ πολλῶν κάλων, ὧν ἕτερον ἐξ ἑτέρου συνεχόμενον τῇ ξυνδέσει τελευτᾷ ἐπὶ τὴν πέτραν, χρῆμα ἑστὸς καὶ ἑδραῖον. 9.6τοιοῦτον ἡ ψυχή · σῶμα ἐν σάλῳ ἀεὶ καὶ κλύδωνι νηχόμενον καὶ κραδαινόμενον καὶ σειόμενον συνέχει αὐτή, καὶ καθορμίζει, καὶ ἵστησιν · ἐπειδὰν δὲ ἀποκάμῃ τὰ νεῦρα ταυτί, καὶ τὸ πνεῦμα, καὶ τὰ ἄλλα τὰ ὥσπερ καλώδια, ἐξ ὧν τέως προσώρμιστο τῇ ψυχῇ τὸ σῶμα, τὸ μὲν ἐφθάρη καὶ κατὰ βυθοῦ ᾤχετο, αὐτὴ δὲ ἐφ’ἑαυτῆς ἐκνηξαμένη συνέχειτε αὑτὴν καὶ ἵδρυται. καὶ καλεῖται ἡ τοιαύτη ψυχὴ δαίμων ἤδη, θρέμμα αἰθέριον, μετοικισθὲν ἐκ γῆς ἐκεῖ · ὥσπερ ἐκ βαρβάρων εἰς Ἕλληνας, καὶ ἐξ ἀνόμου καὶ τυραννουμένης καὶ στασιωτικῆς πόλεως εἰς εὐνομουμένην καὶ βασιλευομένην καὶ εἰρηνικὴν πόλιν. ἐγγύτατα γάρ μοι δοκεῖ ἔχειν τὸ γιγνόμενον Ὁμηρικῇ εἰκόνι · οἷον φασὶν ἐκείνῳ χαλκεῦσαι τὸν Ἥφαιστον ἐπὶ χρυσῆς ἀσπίδος πόλεις δύο · “ἐν τῇ μέν ῥα γάμοιτ’ἔσαν, εἰλαπίναιτε”, καὶ χοροί, καὶ παιᾶνες, καὶ δᾳδουχίαι · ἐν δὲ τῇ πόλεμοι, καὶ στάσεις, καὶ ἁρπαγαί, καὶ μάχαι, καὶ ὀλολυγαί, καὶ οἰμωγαί, καὶ στόνοι. τοῦτο δύναται καὶ γῆ πρὸς αἰθέρα · ὁ μὲν γὰρ εἰρηναῖόν τι χρῆμα, καὶ παιάνων μεστὸν καὶ θείων χορῶν, ἡ δὲ πολυφωνίας καὶ πολυεργίας καὶ διαφωνίας. ἐπειδὰν γὰρ ἀπαλλαγῇ ψυχὴ ἐνθένδε ἐκεῖσε, ἀποδυσαμένη τὸ σῶμα, καὶ καταλιποῦσα αὐτὸ τῇ γῆ φθαρησόμενον τῷ αὐτοῦ χρόνῳ καὶ νόμῳ, δαίμωντ’ἀνθρώπου, ἐποπτεύει μὲν αὕτη τὰ οἰκεῖα θεάματα καθαροῖς τοῖς ὀφθαλμοῖς, μήτε ὑπὸ σαρκῶν ἐπιπροσθουμένη, μήτε ὑπὸ χρωμάτων ἐπιταραττομένη, μήτε ὑπὸ σχημάτων παντοδαπῶν συγχεομένη, μήτε ὑπὸ ἀέρος θολεροῦ διατειχιζομένη, ἀλλὰ αὐτὸ κάλλος, αὐτοῖς ὀφθαλμοῖς ὁρῶσα καὶ γανυμένη · οἰκτείρουσα μὲν αὑτὴν τοῦ πρόσθεν βίου, μακαρίζουσα δὲ τοῦ παρόντος · οἰκτείρουσα δὲ καὶ τὰς συγγενεῖς ψυχάς, αἳ περὶ γῆν στρέφονται ἔτι, καὶ ὑπὸ φιλανθρωπίας ἐθέλουσα αὐταῖς συναγελάζεσθαι, καὶ ἐπανορθοῦν σφαλλομένας. προστέτακται δὲ αὐτῇ ὑπὸ τοῦ θεοῦ ἐπιφοιτᾶν τὴν γῆν, καὶ ἀναμίγνυσθαι πάσῃ μὲν ἀνδρῶν φύσει, πάσῃ δὲ ἀνθρώπων τύχῃ καὶ γνώμῃ καὶ τέχνῃ · καὶ τοῖς μὲν χρηστοῖς συνεπιλαμβάνειν, τοῖς δὲ ἀδικουμένοις τιμωρεῖν, τοῖς δὲ ἀδικοῦσιν προστιθέναι τὴν δίκην. 9.7ἀλλ’οὐχὶ δαιμόνων πᾶς πάντα δρᾷ, ἀλλ’αὐτοῖς διακέκριται κα- κἀκεῖ τὰ ἔργα, ἄλλο ἄλλῳ. καὶ τοῦτό ἐστιν ἀμέλει τὸ ἐμπαθές, ᾧ ἐλαττοῦται δαίμων θεοῦ. ὡς γὰρ εἶχον φύσεως, ὅτε περὶ γῆν ἦσαν, οὐκ ἐθέλουσιν ταύτης παντάπασιν ἀπαλλάττεσθαι · ἀλλὰ καὶ Ἀσκληπιὸς ἰᾶται νῦν, καὶ ὁ Ἡρακλῆς ἰσχυρίζεται, καὶ Διόνυσος βακχεύει, καὶ Ἀμφίλοχος μαντεύεται, καὶ οἱ Διόσκουροι ναυτίλλονται, καὶ Μίνως δικάζει, καὶ Ἀχιλλεὺς ὁπλίζεται. Ἀχιλλεὺς νῆσον οἰκεῖ εὐθὺ Ἴστρου κατὰ τὴν Ποντικὴν θάλατταν, Ἀχιλλέως ναός, καὶ βωμοὶ Ἀχιλλέως · καὶ ἑκὼν μὲν οὐκ ἄν τις προσέλθοι, ὅτι μὴ θύσων · θύσας δέ, ἐπιβαίνει τῆς νεώς. εἶδον ἤδη ναῦται πολλάκις ἄνδρα ἠΐθεον, ξανθὸν τὴν κόμην, πηδῶντα ἐν ὅπλοις · τὰ ὅπλα χρυσᾶ · οἱ δὲ εἶδον μὲν οὐδαμῶς, ἤκουσαν δὲ παιωνίζοντος · οἱ δὲ καὶ εἶδον καὶ ἤκουσαν. ἤδη δέ τις καὶ κατέδαρθεν ἄκων ἐν τῇ νήσῳ, καὶ αὐτὸν Ἀχιλλεὺς ἀνίστησιν, καὶ ἐπὶ σκηνὴν ἄγει, καὶ εὐωχεῖ · ὁ Πάτροκλος ᾠνοχόει, Ἀχιλλεὺς ἐκιθάριζεν, παρεῖναι δὲ ἔφη καὶ τὴν Θέτιν, καὶ ἄλλων δαιμόνων χορόν. ὁ δὲ Ἕκτωρ κατὰ χώραν μένει, ὡς ὁ Ἰλιέων λόγος, καὶ φαντάζεται πηδῶν ἅμα τὸ πεδίον, καὶ ἀστράπτων. ἐγὼ δὲ τὸν μὲν Ἀχιλλέα οὐκ εἶδον, οὐ δὲ τὸν Ἕκτορα εἶδον · εἶδον δὲ καὶ Διοσκούρους ἐπὶ νεώς, ἀστέρας λαμπρούς, ἰθύνοντας τὴν ναῦν χειμαζομένην · εἶδον καὶ τὸν Ἀσκληπιόν, ἀλλ’οὐχὶ ὄναρ · εἶδον καὶ τὸν Ἡρακλέα, ἀλλ’ὕπαρ.