Maximus

Dissertations, 39

39.1οὐ δὲ τοῦ Ὁμήρου ἔγωγε ἀποδέχομαι, τῷ Λυκίῳ Γλαύκῳ μεμφομένου ἀμείβοντι ὅπλα χρυσᾶ πρὸς τὰ τοῦ Διομήδους χαλκᾶ ὄντα καὶ ἐννεαβοίῳ ἑκατομβοίων ἐλαττουμένῳ. χρηματιστὴς γὰρ ἂν τοῦτό γε αἰτιάσαιτο ἐν δίκῃ, ἀρχὸς ναυτάων, οἷοίτε πρηκτῆρες ἔασιν, φόρτουτε μνήμων, κερδέωντε ἁρπαλέων, μή τι γε ἀνὴρ ποιητικὸς καὶ ἀξιῶν μαθητὴς εἶναι τῆς Καλλιόπης, μηδὲν θέμις μήτε ἐπαινεῖν τῶν αἰσχρῶν, μήτε ψέγειν τῶν καλῶν. εἰκὸς δέ που τὸν Γλαῦκον, εἴπερ ἦν Ἱππολόχου τοῦ Βελλεροφόντου τοῦ Σισύφου τοῦ Αἰόλου, ἀγαθῶν ἁπάντων, ἐντυχόντα ἀνδρὶ ἐχθρῷ δοκοῦντι κατὰ τὴν τοῦ πολέμου τύχην, φίλῳ δὲ κατὰ τὴν τῶν πατέρων ξενίαν, ξυμβαλλόμενον φιλίαν αὖθις καὶ ἀνακαλούμενον τὴν προγενῆ οἰκειότητα, συμμετρήσασθαι τῷ καιρῷ καὶ μὴ τῇ ἀξίᾳ τῶν ὅπλων τὴν ἀπαλλαγήν, μὴ λογισμοὺς συντιθέντα χρυσοῦ καὶ χαλκοῦ, καθάπερ οἱ ἐκ Λήμνου οἰνιζόμενοι, ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’αἴθωνι σιδήρῳ, ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’αὐτοῖσι βόεσσι. μέχρι μὲν γὰρ τῆς χρείας τῆς ἐν ποσὶν ἔχει λογισμοὺς ἀντίδοσις, καὶ τὸ πλέον πρὸς τοὔλαττον τῷ ἀντιστασίῳ ἐν τοῖς ἀνομοίοις κατὰ τὴν τιμὴν ἐξετάζεται. κἂν ἐγκεκαλυμμένος γοῦν τις γνοίη, ὅτι τὸ τάλαντον τῶν δέκα μνῶν πολλαπλάσιον, καὶ δραχμὴ τοῦ ὀβολοῦ τιμαλφεστέρα · καὶ ἐν κτήσει γῆς καὶ κατὰ τὸν Ἡρόδοτον οἱ μὲν γεωργοὶ ὀργυίαις διαμετροῦνται τὴν γῆν, οἱ δὲ τούτοις ἀμφιλαφέστεροι σταδίοις, οἱ δὲ τούτων πολὺ γεωργικώτεροι σχοινίοις, καθάπερ οἱ Αἰγύπτιοι · καὶ ἐν κτήσει θρεμμάτων πολυκτεανώτερος τοῦ Πολυφήμου ἦν Δάρδανος, τοῦ τρισχίλιοι ἵπποι ἔλος καταβουκολέοντο. ἀλλ’ἐπειδάν τις τὰς χρείας παρωσάμενος ἀντεξετάζῃ αὐταῖς τὰ ἀγαθά, εὕροι ἄν, οἶμαι, ταύτας μὲν καιρῷ, καὶ νόμῳ, καὶ ἡδοναῖς, καὶ ἔθεσιν, καὶ τύχαις, ἄνω καὶ κάτω εἰς τιμὴν καὶ ἀτιμίαν μεταβαλλομένας · τὸ δὲ ἀγαθὸν ἑδραῖον, βέβαιον, ἀκλινές, ἰσόρροπον, κοινόν, ἀνέμητον, ἄφθονον, ἀνενδεές, μήτε αὔξησιν χωροῦν, μήτε ἐνδείας ἀνεχόμενον · τό,τε γὰρ αὐξόμενον προσθήκῃ αὔξεται · ἀλλ’εἰ μὲν ἀγαθὸν ἀγαθῷ προσελήλυθεν, οὐδὲν μᾶλλον προσθήκῃ νόει ἀγαθὸν τὸ ἀγαθόν, ἦν γὰρ ἀγαθὸν καὶ πρότερον · εἰ δὲ οὐκ ἀγαθὸν ἦν τὸ προσελθὸν εἰς αὔξησιν, δεινὸν λέγεις, εἰ ἔσταί τι ἀγαθὸν μεῖζον προσθήκῃ κακοῦ · τό,τε ἐνδεὲς ἐλλείψει ἐνδεές · ἀλλ’εἰ μὲν τοῦ ἀγαθοῦ ἀπουσίᾳ ἐνδεῖ τὸ ἀγαθόν, οὐκ ἦν ἀγαθόν, ὁπότε ἐνέδει · εἰ δὲ ἑτέρῳ ἐνδεῖ, καὶ μὴ τῷ ἀγαθῷ, οὐ λυπεῖ τὸ ἀγαθὸν ἔλλειψις.
39.2τί δέ, οὐχὶ καὶ ταύτῃ σκοπεῖς τὸ λεγόμενον; καλεῖς τι ὑγείαν σώματος; τί δὲ οὐ μέλλεις; καλεῖν δὲ καὶ νόσον; φέρε οὖν διαλαβὼν ἑκάτερον φαθί. οὐχ μὲν ὑγεία μέτρον τί ἐστιν τῆς τῶν σωμάτων εὐαρμοστίας, ἐπειδὰν ὁμολογήσῃ τῇ πρὸς τὸ ἄριστον κράσει τἀναντία, πρὸς ὕδωρ πῦρ, καὶ γῆ πρὸς ἀέρα, καὶ ἑκάτερον αὖθις αὖ πρὸς ἑκάτερον, καὶ πᾶν τι πᾶσιν; ἔστιν οὖν ὅπως ποικίλον τι σοὶ ὑγεία ἔσται καὶ παντοδαπόν, οὐχὶ δὲ ἁπλοῦν καὶ ὡμολογημένον; ἐπειδὰν γὰρ μέτρον εἴπῃς, στάσιν λέγεις · οὐδὲν γὰρ τῶν συμμέτρων μεταχωρεῖν φιλεῖ ἐφ’ἑκάτερα, ἀλλ’εἰσὶν αὐτῶν ἀκριβεῖς οἱ ὅροι. δ’αὖ νόσος τί ἄλλό ἐστιν, διάλυσις καὶ ταραχὴ τῆς ἐν σώματι ἐκεχειρίας, ἐπειδὰν αὖθις συμπεσόντα ἀλλήλοις τάτε ὥσπερ πόλεως μέρη ἡρμοσμένα πολεμῇ καὶ ταράττῃ, καὶ λυμαίνηται ὑπ’αὐτῶν τὸ σῶμα κλονούμενόντε καὶ σπαραττόμενον καὶ σειόμενον; ἔστιν οὖν ὅπως τὸν πόλεμον τοῦτον ἡγήσῃ ἁπλοῦν καὶ ἕνα; ὀλίγου μέντ’ἂν ἦν ἰατρικὴ ἀξία. νῦν δὲ τὸ πολυμερὲς καὶ πολύφωνον τοῦ τῶν σωμάτων πολέμου, ἃς καλοῦμεν νόσους, ἐγέννησεν τέχνην παντοδαπήν, καὶ μεστὴν ὀργάνων ποικίλων, καὶ πολλῶν φαρμάκων, καὶ σιτίων, καὶ διαιτημάτων. κἂν ἐπὶ μουσικὴν ἔλθῃς, τὸ μὲν ἡρμοσμένον κἀνταῦθα ἕν, οὔτε κρεῖττον αὐτὸ αὑτοῦ γιγνόμενον, οὔτε ἔλαττον · τὸ δὲ ἀνάρμοστον πολύ, καὶ παντοδαπόν, καὶ διῃρημένον. οὕτω καὶ χορὸς ὁμολογήσας μὲν εἰς ὁμοφωνίαν · μὴ ὁμολογῶν δέ, σχίζεται καὶ διαχεῖται καὶ σκεδάννυται καὶ πλῆθος γίγνεται. οὕτω καὶ τριήρης, ἐρεσσομένη ὑπ’αὐλῷ, τὴν πολυχειρίαν συνάπτει τῇ ὁμοιότητι τῆς εἰρεσίας · ἐὰν δὲ ἀπαλλάξῃς τὸν αὐλόν, διέλυσας αὐτῆς τὴν χειρουργίαν. οὕτω καὶ ὑφ’ἡνιόχῳ ἅρμα εὐθύνεται κοινῷ δρόμῳ καὶ θυμῷ ἑνί · ἐὰν δὲ ἀφέλῃς τὸν ἡνίοχον, ἐσκέδασας τὸ ἅρμα. οὕτω καὶ στρατόπεδον συντάττεται ὑπὸ συνθήματι ἑνί · ἐὰν δὲ ἀφέλῃς τὸ σύνθημα, διέλυσας τὴν φάλαγγα εἰς πλήθους φυγήν.
39.3τί τοίνυν ἀγαθὸν σωμάτων; ὑγίεια. κακόν; νόσος. ἓν μὲν ὑγίεια, πολλαὶ δὲ αἱ νόσοι. τί ἐν μουσικῇ τὸ ἀγαθόν; ἁρμονία · ἓν μὲν τὸ ἡρμοσμένον, πολλὴ δὲ ἀναρμοστία. καὶ ἐν χορῷ ἓν μὲν ὁμολογία, παντοδαπὸν δὲ διαφωνία · καὶ ἐν τριήρει μὲν αὐλὸς ἕν, πολλὴ δὲ ἀπείθεια · καὶ ἐν ἅρματι, ἡνιόχου τέχνη, ἓν μὲν τοῦτο, παντοδαπὸν δὲ ἀτεχνία. τί δὲ ἐν φάλαγγι; φυλακὴ συνθήματος · ἓν μὲν τοῦτο, παντοδαπὴ δὲ ἀναρχία. ἐν μὲν οὖν τῇ τοῦ ἑνὸς φύσει ὑπερβολὰς καὶ ἐνδείας οὐχ ὁρῶ · στάσιμος γὰρ αὕτη, καὶ μηδένα ἀνεχομένη δρόμον μήτε εἰς φυγὴν μήτε εἰς δίωξιν · ὅταν δὲ εἰς πλήθους ἀριθμὸν ἐμπέσω, δύναμαι τούτου διαμετρεῖσθαι τὰς φύσεις · καὶ γὰρ ὁδοῦ μακρᾶς τὸ μὲν τέρμα ἕν, πολλαὶ δὲ αἱ ἀποστάσεις. ἐὰν ἐπὶ Βαβυλῶνα ἴῃς, πλησιαίτερος μὲν τοῦ Ἀρμενίου Ἀσσύριος · καὶ τοῦ Λυδοῦ Ἀρμένιος, καὶ τοῦ Ἴωνος Λυδός, καὶ τοῦ νησιώτου Ἴων · ἀλλ’οὐδεὶς ἐν Βαβυλῶνι οὔπω, οὐχ Ἀσσύριος, οὐχ Ἀρμένιος, οὐχ Λυδός, οὐχ Ἴων, οὐχ νησιώτης. κἂν ἐπ’Ἐλευσῖνα ἴῃς, Πελοπόννησος αὕτη, εἶτα Μέγαρα, εἶτα Ἰσθμός · ἀλλὰ ἀμύητος εἶ, κἂν ἐν Μεγάροις ᾖς, ὁμοίως τῷ Πελοποννησίῳ · μέχρι μήπω τῷ ἀνακτόρῳ προσελήλυθας, ἀμύητος εἶ. νόμιζε δὴ καὶ τὸν βίον ὁδόν τινα εἶναι μακράν, ἐπ’Ἐλευσῖνα Βαβυλῶνα ἄγουσαν, τέρματε δὴ τῆς ὁδοῦ τὰ βασίλεια αὐτὰ καὶ ἀνάκτορα, καὶ τὴν τελετήν · ὑπὸ δὲ πλήθους ὁδοιπόρων μεστὴν τὴν ὁδὸν θεόντων, ὠθιζομένων, καμνόντων, ἀναπαυομένων, κειμένων, ἐκτρεπομένων, πλανωμένων · πολλαὶ γὰρ αἱ παρατριβαὶ καὶ ἀπατηλαί, ὧν αἱ μὲν πολλαὶ ἐπὶ κρημνοὺς καὶ βάραθρα ἄγουσιν, ἐπὶ τὴν Σειρήνων, αἱ δὲ ἐπὶ τοὺς Λωτοφάγους, αἱ δὲ ἐπὶ τὸν Κιμμερίων δῆμον · μία δέ που τὶς στενὴ καὶ ὄρθιος καὶ τραχεῖα, καὶ οὐ πολλοῖς πάνυ ὁδεύσιμος, ἐπ’αὐτὸ ἄγει τὸ τῆς ὁδοῦ τέρμα, ἣν μόγις καὶ μετὰ πραγμάτων σὺν πολλῷ πόνῳ καὶ ἱδρῶτι ἀνύουσιν καματηραὶ καὶ ἐπίπονοι ψυχαί, καὶ ἐπιθυμοῦσαι τοῦ χωρίου, καὶ ἐρῶσαι τῆς τελετῆς, καταμαντευόμεναι αὐτῆς τὸ κάλλος · ἐπειδὰν δὲ ἀφίκωνται ἐκεῖ, παυσάμεναι τοῦ πονεῖν, παύονται τοῦ πάθους. τίς γὰρ ἄλλη τελετὴ μυστικωτέρα, καὶ τίς ἄλλος τόπος σπουδῆς ἄξιος; ταύτην ἔχει τοῖς ἀνθρώποις τὴν χώραν τὸ ἀγαθόν, ἣν τοῖς ἀμυήτοις Ἐλευσὶν ἔχει. μυήθητι, ἐλθέ, ἐπίβηθι τοῦ χωρίου, λάμβανε τὰ ἀγαθά, καὶ οὐ ποθήσεις ἄλλο μεῖζον.
39.4ἐὰν δὲ τὸ ἀγαθὸν ἐπονομάζῃς τῇ τῶν μὴ ἀγαθῶν φύσει, ὑγιείας σωμάτων καὶ εὐμορφίας, καὶ περιβολὴν χρυσοῦ καὶ ἀργύρου, καὶ δόξαν προγόνων, καὶ τιμὴν πολιτικήν, πράγματα ἡδοναῖς μᾶλλον ἀγαθοῖς μετρεῖσθαι πεφυκότα, ἐξαγορεύεις τὰ μυστήρια, πλημμελεῖς περὶ τὸ θεῖον. τοιούτων ἀγαθῶν μεταλαβεῖν ποθεῖς, οἵων καὶ Ἀλκιβιάδης μυστηρίων, μεθύων, δᾳδοῦχος, καὶ ἐκ συμποσίου ἱεροφάντης, καὶ ἐν παιδιᾷ τελεστής. ἀγαθὸν δὲ ἀγαθοῦ ἀπορρητότερον οὐκ ἂν εὕροις μᾶλλον, κάλλος κάλλους ὡραιότερον · ἐὰν γάρ τι τούτων ἀφέλῃς, οὐκ ἔτι καλὸν οὐ δὲ ἀγαθὸν τὸ μήπω ἀγαθόν. οὐχ ὁρᾷς τὸν ὑπὲρ κεφαλῆς τοῦτον οὐρανόν, καὶ τὰ ἐν αὐτῷ ἄστρα, καὶ τὸν ὑπ’αὐτῷ αἰθέρα καὶ ὑπὸ τούτῳ ἀέρα, καὶ τὴν ὑπ’αὐτῷ θάλατταν; διαμέτρησον αὐτῶν τὰς φύσεις. τοῦτο γῆς μέρος τοῦ ὅλου πλατὺ καὶ πολυτρόφον καὶ δενδροφόρον καὶ ζῳοτρόφον · ἀλλ’ἐὰν πρὸς τὴν θάλατταν ἐξετάζῃς, ἔλαττον θαλάττης · καὶ θάλαττα, ἀέρος ἔλαττον, καὶ αἰθὴρ οὐρανοῦ. μέχρι τούτου τὰ μέρη πρόεισιν, ὑπερβάλλοντα καὶ ὑπερβαλλόμενα · ἐὰν δὲ ἔλθῃς ἐκεῖ, στήσεται ὁμοῦ τῷ μεγέθει καὶ τὸ κάλλος. τί γὰρ ἂν εἴη οὐρανοῦ ὡραιότερον; τί ἄστρων περιλαμπέστερον; τί ἡλίου ἀκμαιότερον; τί σελήνης εὐτροφώτερον; τί τῶν ἄλλων χορῶν εὐτακτότερον; τί τῶν θεῶν αὐτῶν τιμιώτερον;
39.5κινδυνεύουσιν δὲ οἱ ἄνθρωποι, καθάπερ τοῖς ἀγαθοῖς, οὕτω καὶ τοῖς θεοῖς ζυγοστατεῖν τὰς τιμάς. τίς οὗτος; Ζεύς · ἀρχέτω. τίς οὗτος; Κρόνος · δεδέσθω. Ἥφαιστος · χαλκευέτω. Ἑρμῆς · ἀγγελλέτω. Ἀθηνᾶ · ὑφαινέτω. Διόσκουροι · ἐπὶ νεὼς Πελοποννησίοις ἑπέσθωσαν. ἀγνοοῦσιν γάρ, οἶμαι, ὡς θεοῖς πᾶσιν εἷς νόμος καὶ βίος καὶ τρόπος, οὐ διῃρημένος, οὐ δὲ στασιωτικός · ἄρχοντες πάντες, ἡλικιῶται πάντες, σωτῆρες πάντες, ἰσοτιμίᾳ καὶ ἰσηγορίᾳ συνόντες τὸν πάντα χρόνον · ὧν μία μὲν φύσις, πολλὰ δὲ τὰ ὀνόματα. ὑπὸ γὰρ ἀμαθίας αὐτῶν τὰς ὠφελείας τὰς ἑαυτῶν ἕκαστοι ἐπονομάζομεν ἄλλος ἄλλῃ κλήσει θεοῦ. καθάπερ καὶ τὰ μέρη τῆς θαλάττης, Αἰγαῖον τοῦτο, Ἰώνιον ἐκεῖνο, Μυρτῶον ἄλλο, Κρησαῖον ἄλλο · δ’ἐστὶν μία, ὁμογενής, καὶ ὁμοπαθής, καὶ συγκεκραμένη · οὕτω καὶ τἀγαθόν, ἓν ὂν καὶ ὅμοιον αὑτῷ καὶ ἴσον πάντοθεν, ὑπὸ ἀσθενείας τῆς πρὸς αὐτὸ καὶ ἀγνωσίας ταῖς δόξαις διαιρούμεθα. πλουτεῖ Καλλίας, μακάριος τῶν ἀγαθῶν · ἀλλὰ Ἀλκιβιάδης Καλλίου ὡραιότερος. ἀντιθῶμεν τἀγαθά, πλοῦτον κάλλει · ποῖον αὐτῶν ἑκατόμβοιον; ἐννεάβοιον ποῖον; πότερον ἑλώμεθα; πότερον εὐξόμεθα; οὐκοῦν μὲν Φοῖνιξ καὶ Αἰγύπτιος τὸ Καλλίου ἀγαθὸν εὔξεται · δὲ Ἠλεῖος καὶ Βοιώτιος τὸ Ἀλκιβιάδου. εὐγενὴς Παυσανίας, ἀλλ’ἐνδοξότερος Εὐρυβιάδης. ἀντιθῶμεν εὐδοξίᾳ γένος · τίς κρατεῖ; τίνι δῶμεν τὰ νικητήρια φέροντες; Σωκράτης πένης, Σωκράτης αἰσχρός, Σωκράτης ἄδοξος, Σωκράτης δυσγενής, Σωκράτης ἄτιμος. πῶς γὰρ οὐκ αἰσχρὸς καὶ ἄτιμος καὶ δυσγενὴς καὶ ἄδοξος καὶ πένης τοῦ λιθοξόου, σιμός, προγάστωρ, κωμῳδούμενος, εἰς δεσμωτήριον ἐμβαλλόμενος, ἀποθνήσκων ἐκεῖ, ἔνθα καὶ Τιμαγόρας ἀπέθανεν; τῆς ἐρημίας τῶν ἀγαθῶν · ὀκνῶ γὰρ εἰπεῖν πλῆθος κακῶν. τί τούτοις ἀντιθῶμεν; τί φῶμεν; παράβαλλε τοῖς ἀνταγωνισταῖς τὸν Σωκράτην ἐν κτήσει ἀγαθῶν · οὐχ ὁρᾷς ἡττώμενον ἐν πλούτῳ Καλλίου, ἐν σώματι Ἀλκιβιάδου, ἐν τιμῇ Περικλέους, ἐν δόξῃ Νικίου, ἐν θεάτρῳ Ἀριστοφάνους, ἐν δικαστηρίῳ Μελήτου; μάτην ἄρα αὐτῷ Ἀπόλλων τὰ νικητήρια ἔδωκεν, μάτην ἐπεψηφίσατο.